Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Λύσις τῆς δευτέρας σφραγῖδος, δηλοῦσα τὸν τῶν ἀπίστων κατὰ τῶν πιστῶν πόλεμον.
Καὶ ὅτε ἤνοιξε τὴν δευτέραν σφραγῖδα, ἤκουσα τοῦ δευτέρου ζώου λέγοντος, ἔρχου καὶ βλέπε. καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρὸς, καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς, ἵνα ἀλλήλους σφάξωσι. καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
Δεύτερον ζῶον ὁ μόσχος, ὃς τῶν ἁγίων μαρτύρων τὰς ἱερὰς θυσίας χαρακτηρίζει καὶ λογικὰς, τοῦ προτέρου ζώου τὴν ἀποστολικὴν ἐξουσίαν διαγράφοντος, ὡς ἤδη εἴρηται. t τινὲς, ὡς ἔφθημεν παραθέμενοι, τὴν λύσιν τῆς δευτέρας σφραγῖδος ἀκολούθως τῇ πρώτῃ, ἣν εἰς τὴν Χριστοῦ γέννησιν τὴν ἐκ πα·· ἐξειλήφασιν, εἰς τὸ κατὰ Χριστὸν ἐν Ἰορδάῃ βάπτισμα καὶ τὸν ἐπ’ ἐκεῖνο πειρασμὸν ἐδικαίωσαν ἀκούειν, ὃν καὶ νικήσαντα τὸν Κύρων διὰ τοῦ τὸν πειράζοντα καταισχύναι διάβολον· ἵνα εἰδείη μὴ μόνον [*](l εἰληφότες B. m οἱ αὐτ. μακ. Ἀπ. om B. n τῆς μέχρι βιαίου νίκης, τῆς μ. θαν. B. ο καὶ ἵνα B. P σῶμ. τούτου B. q πρὸς αὐτὸν διὰ κολάσεων ἐκδημίαν τῆς ὕπερ. B. r καὶ τοὺς συμβ. B. s αὐτῷ B. t Quæ seq. desunt Edd.)
Tὴν εἰρήνην ἐκ τῆς γῆς.
Tαύτην στοχάσασθαι τὴν δευτέραν ἔνι τῶν Ἀποστόλων ἐνδιαδοχὴν, ἣν u διὰ μαρτύρων καὶ διδασκάλων συμπληρουμένην ἔγνωμεν· ἐν ἡ πλατυνομένου λοιπὸν τοῦ κηρύγματος, ἡ τοῦ κόσμου εἰρήνη ἐλύθη, καθ’ ἑαυτῆς μερισθείσης τῆς ἀνθρωπίνης φύσεως, κατὰ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου, “ οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς, “ ἀλλὰ μάχαιραν,” καὶ ἐπεγεῖραι πατέρα, καὶ υἱὸν, καὶ θυγατέρα, καὶ μητέρα, καὶ νύμφην, καὶ πενθερὰν κατὰ ἀλλήλων φονίως. ἀφ’ οὗ καὶ τὰ μαρτυρικὰ σφάγια εἰς τὸ ἄνω θυσιαστήριον ἀνηνέχθη. ὁ δὲ πυρρὸς x ἵππος, ἣ τῆς ἐκχύσεως τῶν μαρτυρικῶν αἱμάτων σύμβολον, ἢ τῆς πυριπνόου περὶ Χριστὸν διαθέσεως τῶν μαρτύρων, δι’ ἣν καὶ ὁ θάνατος ἡδίων αὐτοῖς τῆς ζωῆς ἐνομίσθη. τὸ δὲ γεγράφθαι, δοθῆναι τῷ καθημένῳ ἐπὶ τὸν ἵππον λαβεῖν τὴν εἰρήνην, τὴν πάνσοφον δείκνυσι τοῦ Θεοῦ συγχώρησιν, τοὺς πιστοὺς δούλους διὰ πειρασμῶν δοκιμάζουσαν.
Kαὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
Tῷ ἐπὶ τοῦ πυρροῦ y ἵππου καθημένῳ ἐδόθη μάχαιρα, ἵνα ἀλλήλους κατασφάξωσι, τουτέστιν, εἰς τὸ z τὴν εἰς τὸ κακὸν ὁμόνοιαν τῶν ἐπὶ γῆς διελεῖν καὶ κατατεμεῖν. ὁμόνοια μῶ ἦν αὐτοῖς πρὸς εἰδωλολατρίαν b, ἵνα ἀλλήλους σφάξωσι, τουτέστιν ἵνα ἀλλήλων ἀνέλωσι τὰς ἐπὶ τὸ χεῖρον σπονδάς. τοῦτο γὰρ ἡ τοῦ πατρὸς πρὸς υἱὸν, καὶ ἡ τῆς νύμφης πρὸς πενθερὰν ἐπανάστασις ὑπαινίττεται c. τὰ νέα πρὸς θεοσέβειαν τὴν κατὰ Κύριον τὰς παλαιὰς καὶ σκιωδεστέρας καὶ πολὺ τοῦ ἀληθοῦς καὶ κοσμιωτέρου ἀποφοιτώσας.
[*](u ἣν om. B. x πυρὸς B. y πυροῦ B. z ἐφ’ γε B. a δὲ B. b προσβαλλομένης δὲ λατρεία, Edd. c Hic finis Schol. Edd.)