Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Λύσις τῆς πρώτης σφραγῖδος, τὴν ἀποστολικὴν διδαχὴν σημαίνουσα. Καὶ εἶδον ὅτι ἤνοιξε τὸ ἀρνίον, μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων. καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζώων λέγοντος, ὡς φωνῇ βροντῆς, ἔρχου καὶ ἴδε. καὶ ἰδοὺ ἵππος λευκὸς, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων τόξον. [*](f ὑφ’ ἑνὶ τελ. ποιμ. Χρ. B. g καὶ om. B. h τοῦτο ἀπὸ τῆς Ἑβ. B. i τὸ καὶ ἀληθὲς ἀληθὲς B. κ ἡ ἐξουσία τῶν B. Ι ὡς ἔστιν αὐτοῦ τούτου B. m αὐτοῦ ἀναστ. B. n ἐν οὐρ καὶ ἐπὶ γῆς om. B.)

262
καὶ ἐδόθη αὐτῷ στέφανος. καὶ ἐξῆλθε νικῶν, καὶ ἵνα νικήσῃ.

Εἰ τὸ ἐσφραγίσθαι τὸ βιβλίον τὸ ἀπαρρησίαστον τῶν ἐν αὐτῷ γεγραμμένων δηλοῖ, καὶ τὸ πεφράχθαι πάντων o τὸ στόμα ἐνώπιον τοῦ Θεοῦ πρὸς πᾶσαν δικαιολογίαν κατὰ τὸ εἰρημένον p ἐν τοῖς ἔμπροσθεν τὸ προαιρεῖσθαι q κατὰ μικρὸν τὰς σφραγῖδας, καταμέρος r ἐπανάληψιν σημαίνοιεν s ἂν τῆς πρὸς Θεὸν παρρησίας καὶ οἰκειότητος, ἣν προεξένησεν t ἡμῖν ἐνανθρωπήσας ὁμογενὴς, τοῖς οἰκείοις κατορθώμασι τὰς ἡμετέρας ἐπανωρθώσας πλημμελείας. κἀντεῦθεν δὲ ἡ τῶν ἐν οὐρανοῖς εὐταξία σημαίνεται, ἐκ τῶν πρώτων τάξεων εἰς τὰ δεύτερα καταβαίνουσα. διὸ ἐκ τῶν τεσσάρων ζώων ἑνὸς τοῦ x προσώπου, τοῦ λέοντος δηλαδὴ, τὴν πρώτην γεγενῆσθαι φωνὴν ἤκουσεν, ἐγκελευομένην τὸ, “ἔρχου.” ἔρχου y δὲ, τῷ τὴν ὀπτασίαν διατυποῦντι αἰνίττεσθαι Ἀγγέλῳ, οὐ τῷ θεομένῳ Ἀποστόλῳ τὴν ὀπτασίαν, ἀναθετέον. τὸ δὲ πρῶτον ζῶον ὁ λέων, ἐμφαίνειν μοι δοκεῖ τὸ βασιλικὸν τῶν Ἀποστόλων φρόνημα κατὰ δαιμόνων z. διὸ εἴρηται, “ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν,’ καὶ τὸ, “ κατα- “ στήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.” εἰσὶ δέ τινες a οἳ b ἑκάστης σφραγῖδος τὴν λύσιν εἰς τὴν ὑπὸ τοῦ Κυρίου δι’ ἡμᾶς σωτήριον ἐνανθρώπησιν ἐξειλήφασι, τὴν πρώτην, εἰς τὴν γένησιν, ἥτις ἔλυσεν ἡμᾶς τῶν δεσμῶν τῆς σαρκικῆς γενέσεως, ὡς καὶ Παύλῳ δοκεῖ, δι’ ὧν γράφει, “ ἐπεὶ τὰ τέκνα ὑμῶν “ ἀκάθαρτα, νῦν δὲ ἅγια.” “ ἀκάθαρτα,” ὡς ἀπὸ τῆς κατὰ σάρκα φθορᾶς ἐσχηκότα τὴν ὕπαρξιν· “ ἅγια δὲ, ὡς συμμορφούμενα τῇ ἀφθάρτῳ γεννήσει τοῦ ἐκ παρθένου ἡμῖν ἐπιδεδημηκότος, καὶ τῷ θείῳ βαπτίσματι δευτέρᾳ ἀναγεννήσει, τοῦ αἴσχους ἡμᾶς ἀποκλύσαντος τῆς κατὰ σάρκα γενέσεως. ταῦτα περὶ τῆς πρώτης καὶ δευτέρας, τῆς τε ἐκ παρθένου γεννήσεως, καὶ τῆς διὰ τοῦ ἁγίου βαπτίσματος, ἥτις ὡς φωτεινὴ, καὶ αὐτὴ τῇ c ἐκ παρθένου ἐφάμιλλος d συνέζευκται. τρίτης δὲ σφραγῖδος λύσιν, εἰς e τὴν μετὰ ταῦτα τῶν θεοσημείων τοῦ Κυρίου ἐνέργειαν. τετάρτης, εἰς e [*](o αὐτῶν B. P κατὰ τὰ εἰρημένα B. q ἄρα τὸ περιαιρεῖσθαι B. r τὴν κατὰ μέρος B. s σημαίνει B. t προυξένησεν B. x τοῦ ἑνὸς B. y τὸ ἔργχου B. z κατὰ δαιμ. φρ. B. a ἐπεὶ δέ τινες B. b οἳ om. B. c καὶ τῇ 13 d ἐνάμιλλος B. e εἰς, om. B.)

263
τὴν ἐπὶ τοῦ Πιλάτου παράστασιν. πέμπτης, εἰς e τὴν ἐπὶ τοῦ σταυροῦ καθήλωσιν. ἕκτης, εἰς e τὴν ἐν τῷ τάφῳ κατάθεσιν. ἑβδόμης, εἰς e τὴν ἐν τῶ ᾅδη σκύλευσιν. f καὶ τούτοις αὖθίς τινες τὸ ἀσύμφωνον ἐλογίσαντο τῶν πρὸς τὴν Ἀποκάλυψιν ἐγκειμένων, καθόσον αὐτοῦ μὲν προγέννητος, ἐνεστώτων δὲ καὶ μελλόντων ἀποκάλυψις ἐκφαντορική. ἐκεῖνο ἐροῦμεν, ὅτι εἰ καὶ προγεγέννηται ταῦτα, ὅμως ἐπείπερ ἡ φιλάνθρωπος θειότης τῶν ἤδη φθασάντων καὶ μέχρι τῆς συντελείας ἑκάστῳ τῶν σωζομένων ἐνθεωρεῖται οὐδὲν ἀπεικὸς οἷς τεθεώρηται, ταῦτα προσλογισθείη.

Καὶ ἰδοὺ ἵππος λευκός.

Ὁ μὲν λευκὸς ἵππος, σύμβολον ἑπάρχει g τοῦ ἀποστολικοῦ εὐαγγελισμοῦ, ὡς δι’ αὐτοῦ καὶ τῆς κατ’ αὐτῶν γενεᾶς μεγίστης εὐεργεσίας ἀνθρώποις γενησομένης. ὁ δέ γε τῷ ἵππῳ ἔποχος, ὁ πρὸς ὃν Ἀββακοὺμ i ὁ αὐτὸς k ὁ θειότατος τὸ, “ ἐπεβίβασας εἰς “ θάλασσαν τοὺς ἵππους σου,” θεσμῳδεῖ, καὶ τὸ τόξον ὃ καὶ αὐτὸ ὁ αὐτὸς Ἀββακοὺμ l χρησμῳδεῖ “ ἐντείνων,” φάσκων, “ ἐντελεῖς τὸ “ τόξον σου m ἐπὶ σκῆπτρα λέγει Κύριος· τόξον τοὺς Ἀποστόλους καὶ τὸ Ἀποστολικὸν αἰνιττόμενος κήρυγμα ἐπὶ σκῆπτρα τῆς δαιμονικῆς ἐξουσίας, ἢν καὶ Παῦλος ὁ θεῖος ἐνέφηνε γράφων, “ τὸν ἄρχοντα τοῦ ἀέρος τούτου, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς “ τῆς ἀπειθείας.” ἐπεὶ δὲ τῆ ἐνστάσει τοῦ τόξου καὶ τῶν βελῶν ἄφεσις ἐπακολουθεῖ, εἰκότως ὁ αὐτὸς προφήτης τὴν ἄφεσιν τῶν βελῶν ἐπεσήμανε καὶ διὸ ἡ ἄφεσις, εἰπὼν “ εἰς βολίδες σου “ πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅ .” τί τοῦτο λέγων ; εἰς περιποίησιν φωτὸς τοῖς ἐσκοτισμένοις τῇ εἰδωλομανίᾳ ἔθνεσιν, ὁπηνίκα ἡ τοῦ Κυρίου παρουσία ὡς φέγγος τὴν ὑπουράνιον ἐπισχοῦσα τὰ τῇ ἀ * * πῆτα αὐτῆς, ἤγουν τῇ θεογνωσίᾳ ἐστομωμένα ὅπλα, ταῦτα καὶ ἔνεργα κατεσκεύασεν.

Εχων τόξον.

n Περὶ τοῦ τόξου εἴρηται ὅτι τοὺς Ἀποστόλους ἠνίξατο καὶ τὴν κατ’ αὐτοὺς γενεὰν, ὡς βέλη ἀφιέντας κήρυγμα, καὶ τοὺς τρωθέντας [*](e εἰς om. B. f Quæ seq. om. Edd. g ὑπάρχει om. B. h αὐτοὺς B. i ἀμβακοὺμ B. κ ὁ αὐτ’. om. B. l ἀμβακοὺμ B. m Quæ seq. om. Edd. n Hoc Sch om. Edd.)

264
προσάγοντας τοῖς σωτηρίοις βέλεσι. τὸν δὲ στέφανον εἰλήφασιν l οἱ αὐτοὶ μακαριστοὶ Ἀόστολοι m, ἀνθ’ ὧν διὰ τῆς ἀληθείας τὸν τῆς πλάνης ἀρχηγὸν νενικήκασιν, ἐπ’ ἐλπίδι δευτέρας νίκης τῆς μέχρι n θανάτου ὁμολογίας τοῦ δεσποτικοῦ ὀνόματος.

Καὶ ἐξῆλθε νικῶν, καὶ ἵνα νικήσῃ.

Ἐν γὰρ τῷ εἰπεῖν ὁ νικῶν, ὑπέφηνεν οὐκ ἄρτι ἠγμένον, ἀλλ’ ἤδη καὶ ἄλλαις ἐγγυμνασμένον νίκαις, καὶ τὸ δοκίμιον ἀπενεγκάμενον. Χριστὸς ἦν ὁ “ νικῶν ἵνα o νικήσῃ.” ὃς τὴν πρώτην νίκην νικήσας τὴν τῶν ἐθνῶν ἀπὸ τῶν εἰδώλων ἐπιστροφὴν; ἀφ’ ᾗς καὶ νικῶν κατωνόμασται, εἰς δευτέραν νίκην ηὐτρέπισται, τὴν ἀπὸ τοῦ θνητοῦ σώματος p, ὑπαλείφουσαν διὰ κολάσεων τοὺς ὑπὲρ q τοῦ ὀνόματος αὐτοῦ τῆς ὁμολογίας ἀντεχομένους, καὶ τὸ r σύμβολον αύτῶν s τῆς νίκης τὸν στέφανον ἐστεφανωμένους.