Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ ἀρνίου τοῦ τὰ ἑπτὰ κέρατα ἔχοντος ὅπως τὴν βίβλον ἀνέῳξεν.

Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζώων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον, ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ, καὶ ὀφθαλμοὺς ἑπτὰ, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν. καὶ ἦλθε καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τὸ βιβλίον.

Ἀρνίον, ἑστηκὸς ὡς ἐσφαγμένον.

Ἀρνίον ὁ Χριστὸς, ὁ καὶ διὰ τοῦ κατὰ τοῦ νομικοῦ Πάσχα θυομένου προετυποῦτο ἀμνοῦ. καὶ διὰ Ἡσαΐου ἐκ o προσώπου φησὶ τοῦ Χριστοῦ. “ ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ “ θύεσθαι, οὐκ ἔγνων p. ” καὶ τὸ, “ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος “ αὐτὸν ἄφωνος,” καὶ εἴτι τούτῳ ἑξῆς τῷ ῥητῷ, τὸ πάθος ἡμῖν τοῦ θεανθρώπο q ἐναργέστατα διατυποῦν. τὸ δὲ μὴ ἐσφαγμένον εἰῆσθαι, ἀλλ’ “ ὡς ἐσφαγμένον r, ” τὸ μὴ ἐναπομεῖναι δηλοῦντός ἐστι τῷ θανάτῳ. ἀνεβίω γὰρ ὁ Χριστὸς, κατὰ τὴν προφητείαν Δαβὶδ, “ οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην,” τὴν ἀνάστασιν διεξιούσης, καὶ ὅσα διὰ τῶν ἑξῆς τῷ ῥητῷ τούτῳ ἐνθεωρεῖται· λέγω δὴ τὴν ἐν τῷ ᾅδῃ κατοχὴν τοῦ Κυρίου ὅτι τριήμερος· τοῦτο γὰρ τὸ, “ μὴ δὴ ὅσιον ἰδεῖν,” οὐχὶ φθορὰν ἀλλὰ “ διαφθοράν.” ὡς τῆς μὲν φθορᾶς τὴν διάζευξιν τῆς ψυχῆς τὴν ἀπὸ τοῦ σώματος δηλούσης· ὃ καὶ πεπονθέναι Χριστὸν, οὐδεὶς τῶν εὐσεβούντων κατὰ ἀλήθειαν Χριστιανῶν s ἀθετεῖ ὑποστῆναι· διαφθορὰν δὲ οὐ. οὐ γὰρ τῇ τελείᾳ διαλύσει τῶν ἀνθρωπίνων μερῶν ὑπεβλήθη, ἀλλὰ καθ’ ὃν καιρὸν τὴν διαφθορὰν ὑπεισιέναι ἐχρῆν, κατὰ τοῦτον ἡ ἀνάστασις ἐνεργηθεῖσα, τὴν διαφθορὰν ἤμβλυνε. διὸ καὶ τριήθερος ἡ ἐν τῷ θανάτῳ τοῦ Κυρίου διατριβὴ, εἴγε ἐπόδεκτος ὁ τὴν φυσικὴν ἱστορίαν γράψας, τὰ σώματα τῶν θνησκότων μὴ ὑπὸ πυρὸς ἀναλωθέντων, τρεῖς ἡμέρας διακαρτερεῖν τῇ φυσικῇ ζωῇ [*](ο ὃς ἐκ B. ὡς Edd. P Om B. q Sic B. ἀνθρώπου Edd. r ἐσφραγμένον Edd. s Om. Edd. t φυτικῇ B.)

254
ἐνεργούμενα, καὶ τὸ ἀπὸ τοῦδε τῇ φθορᾷ, μᾶλλον δὲ t τῇ διαφθορᾷ, παραδίδοσθαι.

Ἔχον κέρατα ἑπτά.

“ Κέρατα,’’ τὴν δύναμιν σημαίνει καὶ τὴν δόξαν. ἀξιόχρεως ἡ θεῖα παραστῆσαι γραφή· ὡς ὅταν περὶ τῆς δυνάμεως λέγῃ. “ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω.” περὶ δὲ τῆς δόξης, “ καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου.” u καὶ ὡς ὅταν ἡ Σαμουὴλ μητὴρ Ἄννα χαριστήριον καύχησιν συντελοῦσα Κυρίῳ ᾄδει· “ ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ’ ἐχθρούς μου τὸ στόμα μου.

Ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ.

Διότι δὲ ἑπτὰ καὶ περὶ τούτου προείρηται. τὰ ἑπτὰ πνεύματα τάδε αἱ τοῦ πνεύματος ἐνέργειαι, τῆς σοφίας, τῆς συνέσεως, τῆς γνώσεως, τῆς βουλῆς, καὶ τῆς ἰσχύος, τῆς εὐσεβείας, καὶ τοῦ φόβου τοῦ Θεοῦ. αἵπερ ἐνέργειαι, αἱ ἐπὶ τοὺς εἰς πᾶσαν τὴν γῆν ὄντας ἁγίους ἐνήργησαν x.

Καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τὸ βιβλίον.

Οτι γὰρ ἄν τις καὶ δι’ ὧν ἐχόμενον ἀρετῆς οὐκ ἔστιν ἐκτὸς κατορθούμενον, μὴ τῇ ἄνωθεν ἐπιρωννύμενον συμμαχίᾳ. διὸ καὶ εἴρηται τὸ “ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ “ ἐλεοῦντος Θεοῦ,” ὅτι καὶ τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. τὸ εἰληφέναι τὸ ἀρνίον ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τὸ βιβλίον, κατὰ τὸ ἀνθρώπινον νοητέον y, ὥσπερ τὸ ἐσφάχθαι. κατὰ γὰρ τὸ θεῖον, τοῦ Κυρίου z οὐδὲν ἐξικιαζόμενον ταῖς τρισὶν ὑποστάσεσι τῶν θεοπρεπῶν, πλὴν τῆς τοῦ τρόπου προαγωγῆς τοῦ ἀγεννήτου καὶ γεννητοῦ, καὶ ἐκπορευτοῦ. τίς δὲ ἡ δεξιὰ εἴρηται ἥμιν.

Περὶ τῶν χρονικῶν διαστημάτων τῶν ἐν τῇ ἀθητήσει a τῆς παρούσης ὀπτασίας, ὅτι συγκεχυμένως πρόεισιν ὁ ταῦτα διεξιὼν θεῖος Ἀπόστολος, ποτὲ μὲν ὡς παρωχημένοις χρώμενος, ποτὲ δὲ [*](t τῇ φθορ. μᾶλλον δὲ om. B. u æ seq. om. Edd. x κατὰ πᾶσαν ἀξίους τὴν γῆν B. y ἡ λῆψις B. z τοῦ Κυρίου add. B. a Sic.)

255
ὡς ἐνεστῶσιν, ἔστι δὲ ὅτε ὡς μέλλουσιν, εἰρήκαμεν ἤδη, καὶ οἰμαι ἐπιτευκτικῶς.

b Καὶ ὀφθαλμοὺς ἑπτὰ, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν.

Κατὰ τὸ εἰρημένον· “ ὀφθαλμοὶ Κυρίου ἐπὶ πᾶσαν τὴν γῆν “ σκοπεύοντες ἀγαθοὺς καὶ κακούς.”

Καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῶα καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων, καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης, καὶ λαοῦ καὶ ἔθνους, καὶ ἐποίησας ἡμᾶς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσομεν ἐπὶ τῆς γῆς.

Οἱ μὲν ὑπεροχικὰς θείας ἐξηγήσαντο δυνάμεις τὸ παντοκρατορικὸν τοῦ Θεοῦ περὶ τὸν ἐκ τεσσάρων στοιχείων δημιουργηθέντα κόσμον ἐμφαίνειν οἵας τε οὔσας c · διὸ καὶ περὶ τῷ θρόνῳ τεπάχθαι· οἱονεὶ ἐξαγγελτικὰ τῆς περὶ τὸν τετραυπόστατον τοῦτον κόσμον Θεοῦ ἐποψίας. οἱ δὲ δυνάμεις μὲν, ἐφόρους δὲ τῶν ἐξ ὧν τόδε τὸ πᾶν ὑπέστη στοιχείων d, τὸ διαρκὲς αὺτοῖς e συντηρούσας. f ὥσπερ καὶ Μωϋσῆς ἑκάστω ἔθνει ὑφηγεῖται ὑπὸ Θεοῦ Ἄγγελον ἐπιστατεῖν τετάχθαι τοὺς πρεσβυτέρους δὲ τίνες, καὶ διατὶ τοσοῦτοι, ἔφθημεν εἰρηκότες.

Ἔπεσον ἐνώπιον τοῦ ἀρνίου.

Λαβόντα τὸν Κύριον τὸ βιβλίον, προσεκύνησαν πάντες προευνωκότες ἣν μέλλει σωτηρίαν τοῖς ἀνθρώποις ἐπιτελεῖν, κόλασιν δὲ τοῖς ἀκαθάρτοις δαίμοσι. τὸ δὲ ἔχειν τοὺ g πρεσβυτέρους κιθάρας, τὸ ἐναρμόνιον δηλοῖ καὶ εὔηχον τῆς εἰς Θεὸν δοξολογίας. ὡς καὶ Δαβίδ φησι, “ αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ·” [*](b Hoc Sch. carent Edd. c οἷά τε ὄντα B. d στοιχεῖον Edd. e αὐτοῦ Edd. f Quæ seq. desunt Edd. g τοὺς B. om Edd.)

256
τοῦ ψαλτηρίου μὲν τοῦ ἀπὸ τῆς ἄνωθεν συνετγείας τὸν εἰς Θεὸν ὕμνον λαμβάνειν ** καὶ μόνον τοῦτο τῶν οὐρανίων ὀργάνων ἄνωθεν τὰς ἀφορμὰς ἔχειν τῶν φθόγγων. τῆς κιθάρας δὲ τὸ κάτωθεν κοῖλον ἐχούσης τὸ τὰς χορδὰς κρέκοντι πλήκτρῳ * * ἡδονῆς ὑπηχοῦν. * * τεσθαι ἔοικε τὴν ἀπὸ τῶν κάτω καὶ περὶ ἡμᾶς δοξολογίαν ἅμα πεμπον * * Θεῷ μηδεμίαν τηλικῆς περιαγωγῆς ἡμᾶς οἷάν τε εἶναι τὴν πρὸς Θεὸν εὐχαριστίαν ἡμῖν ἀποπέμπεσθαι. πάντα δὲ τὰ περισπῶντα ἀφορμὴν λογίζεσθαι πρὸς σωτηρίαν τὸν ἀγαθὸν θ * * * * * δωτην ἐπινέμειν ἡμῖν· τι γὰρ ἂν ὁ ἀγαθὸς μὴ ἀγαθὸν βραβεύσει ; ἀλλ’ ἵνα καὶ τοῖς δοκοῦσιν ὁλοκλήροις τὸ καρτερικὸν ἀντιστήσαντες πλείονα τὴν ἀντίδοσιν εὕροιεν. εἴγε ἀληθῶς τὸ “ ἕκαστος τὸν μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. αἱ δὲ χρυσαῖ φιάλαι, αἱ διάνοιαι εἰσι τῶν ἐργαζομένων τὰ θεοφιλῆ, διὸ καὶ χρυσῷ ὑπεσημάνθησαν ἀπὸ τῆς παρ’ ἡμῖν τιμίας ὕλης,) τῷ ἐνδελεχισμῷ τῆς πρὸς τὸ θεῖον ἀναστάσεως τὸ κατὰ προκοπὴν τίμιον εὑρηκότων f. ἐκ τούτων καὶ τὰ ἐξατμίζοντα τὸ ἴαμα τῆς καθ’ ἡμῶν δικαίας τοῦ Θεοῦ ὀργῆς g ἐνάμιλλον τῶν πονηρῶν ἐπιτηδευμάτων, ἀναδίδοται θυμιάματα. διὸ καὶ θυμιάματα, οὐχὶ ἀρώματα εἴρηται. ἴαμα γὰρ, κατὰ τὸν εἰρηκότα, “ καταπαύσει h “ ἁμαρτίας μεγάλας.” καὶ ὅτι εἰς i θυμοῦ ἴαμα αἱ προσευχαὶ τῶν ἁγίων Θεῷ ἐντυγχάνουσι, δῆλον, ἐκ μὲν τῆς παλαιᾶς δι’ ὧν φησὶ Σαμουήλ k. “ ἐὰν εἰς τὸν Θεὸν ἁμάρτῃ τίς, προσεύξεται περὶ “ αὐτοῦ.” * * * * θυμὸν τοῦ Θεοῦ τὸν κατὰ τῶν Ἑβραίων τῆς παρανομίας καταπραύνων, ὅτε ἐξαναλοῦν αὐτοὺς ἐχρημάτιζε τὸ θεῖον διὰ τοῦ, “ ἀκούσεται Αἴγυπτος καὶ πάντες ὅσοι ἀκηκόασι σου “ τὸ ὄνομα” πραϋντικωτάτης ἐντεύξεως τὴν τοῦ θείου ἀπαμβλύνων ὀργήν. τὸ γάρ τοι τοῦ Κυρίου πρὸς Πέτρον εἰρημένον, τὴν κατ’ αὐτοῦ Πέτρου ἐξαίτησιν τοῦ Σατανᾶ, “ ὡς ἃν σηνιάσῃ αὐτὸν ὡς τὸν “ σῖτον,” καὶ τὴν ὑπὲρ Πέτρου δέησιν τοῦ Χριστοῦ, τίς ἃν παρὰ φαῦλον θῆται, μὴ τὰς τῶν θεοφιλῶν ἀνθρώπων εὐχὰς ἴαμα εἶναι ἁμαρτιῶν. ἐκ δὲ τῆς νέας, δι’ ὧν οἱ θεῖοι τοῦ Κυρίου μαθηταὶ λύειν καὶ δεσμεῖν ἁμαρτίας ἐξουσίαν ἔλαβον. τὸ δὲ καινὴν ᾄδειν l [*](f ἀωενρηκότων B. g καθ’ ἡμᾶς τοῦ θείου δικαίας ὀργῆς B. h καταπαύει κατὰ τὸν εἰρηκ. B. i εἰς om. B. k Σαμ. δι’ ὧν φ. B. l ᾄδουσιν B.)
257
ᾠδὴν, διὰ τὸ εἶναι m καινὸν n καὶ τὸ ἱλαστήριον τοῦ θυμοῦ o ὡς ἀρνίου P ἐσφαγμένου Χριστοῦ εἰς κάθαρσιν καὶ σωτηρίαν τοῦ κόσμου παντὸς, ὑπὲρ οὗ καὶ ἀνοῖξαι τὸ βιβλίον ἐδόθη αὐτῷ καὶ λύσαι τὰς σφραγῖδας, ὡς q διὰ τοῦ αἵματος αὐτοῦ ἀγοράσαντι r ἡμᾶς ἐκ παντὸς ἔθνους καὶ γλώσσης ἁπάσης. τοῦτο γὰρ ἡ καινὴ ᾠδὴ, δι’ s ἣν τῆς παλαιότητος τοῦ γραπτοῦ νόμου ἀπαλλαγέντες, ἐν καινότητι δὲ ζωῆς περιπατοῦντες οἱ ἐκ πάσης τῆς γῆς καταυγασθέντες, ᾄδειν χαριστήρια t διὰ τοῦ θείου Πνεύματος ἐδιδάχθημεν.

Καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ.

u Τὸ ἐσφραγίσθαι τὸ βιβλίον τὸ τῶν ἐν αὐτῷ γεγραμμένων τὸ ἀπαρρησίαστον δηλοῖ, καὶ τὸ μὴ ἐξ οἰκείων κατορθωμάτων, ἀλλ’ ἐκ φιλανθρωπίας Θεοῦ τὸ ἀνακλητικὸν λαμβάνειν πρὸς σωτηρίαν· διὸ καὶ Παῦλος ὁ θεῖος ἀπὸ τῆς θείας γραφῆς πολλὴν τὴν καταφορὰν τῆς ἀνθρωπίνης οὐσίας τοῦ ἐκμελοῦς ἐργασάμενος ἐπάγει τὸ “ ταῦτα δὲ εἴρηται εἰς παράστασιν τοῦ, ἵνα πᾶν στόμα φραγῇ, “ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ· καὶ ὡς οὐκ ἐξ οἰκείων κατορθωμάτων ἀλλὰ χάριτι Θεοῦ τὸ σεσῶσθαι εὐμοιρήσαμεν. “ χάριτι γάρ,” φησι, “ ἐσμὲν σεσωσμένοι.”

Ἐκ πάσης φυλῆς καὶ γλώσσης.

Ἀσφαλῶς δὲ λίαν εἶπεν “ ἐκ πάσης φυλῆς καὶ γλώσσης “ καὶ ἔθνους,” καὶ οὐ πᾶσαν φυλὴν καὶ γλῶσσαν καὶ ἔθνος, ὅτι μηδὲ πάντες ἐκτήθησαν τῷ Θεῷ. πολλοὶ γὰρ ταῖς ἁμαρτίαις ἐναπέθανον. σύμφωνα τούτοις καὶ τὸ ὑπὸ τοῦ Δαβὶδ ᾀδόμενον· “ ἄναστα ὁ Θ·εὸς κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ” οὐ πᾶσαν τὴν γῆν, ἀλλ’ “ ἐν πᾶσι τοῖς ἔθνεσι.”

Οὐ κατὰ τὸ παρωχημένον τοῦ χρονικοῦ διαστήματος τοῦ ἤδη γεγονότος ἡ ἀφήγησις, ἀλλὰ κατὰ τὸ ἐνεστώς· ἐπεί τοι καὶ κατὰ ἀδιάδοχον τοῦ παρόντος αἰῶνος μέχρι τῆς συντελείας αὐτοῦ ἐνεργὴς ἡ χαριστήριος αὐτὴ ᾠδὴ πρὸς Θεὸν ἀναφέρεται, οὔποτε διαλείπουσα τοῦ ἐνεργῶς ᾄδεσθαι.

[*](m διὰ τὸ εἶναι om. B. n καινὸν γὰρ B. ο ἱλαστήριον θῦμα B. P τοῦ ὡς ἀρνίον B. q ὃς B. r ἠγόρασεν B. s δι’ om. B. t χαριστήριον B. u Scholl. seqq. usque ad ᾄδεσθαι desunt Edd.)
258

Τὸ ἐκ πάσης φυλῆς καὶ γλώσσης εἰπεῖν, ἀλλὰ μὴ πᾶσαν φυλὴν καὶ γλῶσσαν, διαστολὴν εἰσηγεῖται τοῦ μὴ πάντας ἀλλὰ τινὰς ἠξιῶσθαι ἐξ οἰκείων πόνων τῆς ἀπὸ τοῦ ἀρνίου σφαγῆς τῷ αἵματι τούτου ἀγορασθῆναι.

Καὶ ἐποίησας ἡμᾶς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς.

Tοῦτο καὶ ἀπ’ ἐντεῦθεν ἤδη κατὰ τὸ γράμμα λαμβάνουσι τέλος u, καθ’ ὅτι καὶ βασιλεῖς καὶ ἱερεῖς θεράποντες Θεοῦ τῆς πίστεως διατελοῦσιν. ἔστι δὲ νοῆσαι καὶ θεωρητικώτερον, βασιλεῖς μὲν, τοὺς κατὰ τῶν παθῶν, τῆς νίκης τὸν βασίλειον στέφανον ἀναδησαμένους· ἱερεῖς δὲ, τοὺς θυσίαν ζῶσαν εὐάρεστον τῷ Θεῷ ἑαυτοὺς κατηρτηκότας. κατὰ τὴν ἐκδοχὴν ταύτην, καὶ ὁ x τὴν γῆν τὴν τοῖς πραέσιν ὑπὸ Κυρίου ἐπηγγελμένην κατακληροναμεῖσθαι στοιχῶν, οὐ τοῖς ἀστόχοις προλογισθείη y.

Καὶ βασιλεύσομεν ἐπὶ τῆς γῆς.

z Κατὰ τὸ μέλλον τοῦ χρονικοῦ διαστήματος ἡ τοῦ βασιλεῦσαι ἐπαγγελία, ὡς καὶ Παύλῳ τῷ θείῳ δόκει, ὁπότ’ ἃν λέγῃ, “ καὶ “ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν “ ἐπαγγελίαν· ” καὶ τὸ αἴτιον, ἵνα μὴ φὴ χωρὶς ἡμῶν τελειωθῶσι· καίτοι γε ἔτυχόν τινες, ὡς Ἀβοαὰμ τὴν τοῦ Ἰσαὰκ ἐπηγγελμένην γένεσιν, καὶ τὸ πατὴρ πολλῶν ἐθνῶν κληθῆναι· ἀλλὰ κατὰ τὸν φθαρτὸν τοῦτον βίον οὐδὲν ἔχον τὸ τέλειον καὶ ἄξιον τῆς τοῦ ἐπαγγειλαμένου ὑπερτελοῦς τελειότητος, οὐκ ἂν ἐπὶ τοιούτων δόσει καὶ λήψει τὸ ἱκανὸν ἀποφέροιτο ἡ ἐπαγγελία. τί οὑν τοῦτο νοεῖν βούλεται τὸ, “ καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς a; ” κατὰ μὲν τὸ πρόχειρον καὶ θεωρητὸν τοῖς πολλοῖς, τὴν κατὰ νόμον αἰνίττεται b πολιτείαν, εἰσαγωγικωτέραν οὖσαν καὶ στοιχειώδη τοῦ κατὰ Χριστὸν τελεωτάτου πολιτεύματος, παρ’ ὅσον οὐδὲν ἐτελείωσεν ὁ νόμος. κατὰ δὲ τὸ ὄντως ὂν, τὴν κατὰ τὸ μέλλον μακαρίαν βιοτὴν c αἰωνίαν τε οὖσαν καὶ ἀκατάλυτον. διὸ καὶ τὸ τέλειον d [*](u λαμβάνει τὸ τέλος B. x ὁ om. B. y προσλογισθείη B. Om. Edd. usque ad βούλεται. a Om. B. b αἰνίττεσθαι B. βιωτὴν B. d τῷ τέλει Edd.)

259
ἐγκολπίζεται. e ἀναμένειν δὲ τὴν μετὰ πάντων τῶν ὑπὲρ αὐτῆς ἠγωνισμένων ἀπόληψιν καὶ τρυφήν. οὐδὲ γὰρ εἶναι δικαίου ἀγωνοθέτου ἐπ’ ἀτελεῖ τῷ τοῦ θεάτρου πόνῳ, τῶν ἀθλητῶν μὲν ἤδη τοῦ κάματος ἀπολελυμένων, τῶν δὲ ἐναθλούντων ἔτι, τοῖς δὲ προσσοκωμένου τοῦ ἀγωνίσματος, αὐτὸν ὡσπερεὶ ἀκρασίᾳ νενικημένον λαιμαργίας πρὸ τῆς ἐνθέσμου πανδαισίας g τοῖς ** πασασιν ἐπανοίγειν τὴν μακαρίαν ἑστίαν. ἀδήλου ὄντος εἰ καὶ πᾶσι τοῖς κεκλημένοις, ἔνδυμα δὲ γάμου μὴ ἐνδεδυμένοις, συγχωρηθείη ἡ θοίνη τοῦ θείου γάμου. καὶ ταῦτα μὲν περὶ τούτων.

Καὶ εἶδον καὶ ἤκουσα ὡς φωνὴν Ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζώων καὶ τῶν πρεσβυτέρων. καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν, μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων, λέγοντες φωνῇ μεγάλῃ, Ἀξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον, λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον, καὶ σοφίαν, καὶ ἰσχὺν, καὶ τιμὴν, καὶ δόξαν, καὶ εὐλογίαν. καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης ἐστὶ, καὶ τὰ ἐν αὐτοῖς, πάντας ἤκουσα λέγοντας, τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ, ἡ εὐλογία, καὶ ἡ τιμὴ, καὶ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. καὶ τὰ τέσσαρα ζωὰ λέγοντα τὸ, ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσον καὶ προσεκύνησαν.

h Τί τὸ κύκλῳ τοῦ θρόνου καὶ τὰ δ΄ ζῷα εἴρηται, ὡς τὸ μὲν “ κύκλῳ” τὴν περὶ τὰ θεῖα νοερὰν βούλεται σημαίνειν διαγωγήν. τὰ δ΄ δὲ ζῷα, τὴν τοῦ παντὸς τοῦδε συνεκτικὴν πρόνοιαν οὐκ ἀμοιροῦσαν θείας ἐπιστασίας καὶ ἐποψίας.

Καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν.

i Τοῦτο ἀπὸ τῶν τοῦ Δανιὴλ ὁράσεων ἀκούομεν· τὸν ἀριθμὸν λέγων τῶν λειτουργούντων Θεῷ· οὐχ ὅτι μόνον τοσοῦτοι, τίς γὰρ [*](e om. Edd. usque ad Sch. finem. f ακάμματος B. g πανδεσίας B. h Hoc Sch. carent Edd. i Hoc Sch. Edd. abest.)

260
ἂν ἀριθμὸς περιλάβοι τοὺς ἀπ’ αἰῶνος μέχρι συντελείας τοῦδε τοῦ βίου πρὸς λειτουργίαν μεταταττομένους ἀνθρώπους Θεοῦ ; καὶ μάλιστα εἰ καὶ τοῖς λειτουργοῖς συναφθῆ x τοῖς νοεροῖς· ἀλλ’ ἐπειδὴ πλέον οὐκ ἦν περιλαβεῖν ἀριθμῷ, εἴγε τὸ χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες τῷ ἐγνωσμένῳ ἡμῖν ἀριθμῷ τὸ πλῆθος τῶν λειτουργούντων ἀ * * σημαίνων.

y Πραγματικῶς ἡ φωνὴ, ἀλλ’ οὐκ αἰσθητῶς καὶ τῷ ἀέρι σιηχητικῶς· διὸ καὶ κατὰ τὸ μέλλον τοῦ χρόνου ἡ ψῆφος τῆς ἀναρρήσεως του ἀρνίου ἱστορεῖται οὐ κατὰ τὸ ἤδη συντετελεσμένον· παροσον ἅπας ὁ Θεῷ προσκατατιθέμενος καὶ μέχρι τῆς συντελείας τῇ μνήμῃ τῶν ὑπὲρ ἡμῶν τοῦ ἀρνίου φιλανθρώπων παθῶν σώφρονι μανίᾳ κατεπειγόμενος πρὸς ἀντίδοσιν κἂν οἰκετικὴν z τοῦ δεσπότου κατασπεῦσαι a. τὸ γὰρ ἐξ ὁμοτίμου περιττὸν καὶ ἐρεῖν· τι γὰρ μέγα δούλῳ παθεῖν τὰ τοῦ δεσπότου ; τὸ δὲ τῷ διαψηφίσματι ἐν τάξει τιμίων καὶ πλοῦτον καὶ δύναμιν καὶ σοφίαν καὶ τὰ τοιαῦτα ὡς καθ’ ὑπεροχὴν τοῦ λαμβάνοντος ἠφορῆσθαι b ὡς οὐκ ἔχοντος, ἀνθρωπίνῃ ὑπολήψει παρείληπται· τὸ θεῖον γὰρ τούτων ἀπροσδεὲς, ὡς πάσης τιμῆς ὑπέρτερον, καὶ τὸ πᾶν τῶν ὑπ’ αὐτοῦ τὸ εἶναι λαβὸν κατόπιν τοῦ πρὸς ἀξίαν τιμὴν τοῦ παραγαγόντος αὐτὰ χωροῦντος c. ἀλλὰ γὰρ τούτου τοσοῦτον ἔχοντος πρὸς ἀντάμειψιν τὸ ἔλαττον, αὐτὸς γοῦν, ᾧ ταῦτα περισπουδάστως προσάγεται, τῇ προαιρέσει παραμετρῶν τὰ δωρούμενα εἰς ἀξιόχρεων ἀποτίθεται.

Καὶ πᾶν κτίσμα, καὶ ἑξῆς.

Εκ τούτων ἁπάντων εἰ καὶ ἀπροσδεῶς, τῶν νοητῶν, φημὶ, καὶ αἰσθητῶν, τῶν τε ζώντων, τῶν τε ἁπλῶς ὄντων φυσικοῖς λόγοις, ὁ Θεὸς δοξάζεται ὡς πάντων γενεσιάρχης. καὶ ὁ τούτου μονογενὴς Υἱὸς καὶ ὁμοούσιος, καὶ τὸ πανάγιον καὶ ζωοποιὸν Πνεῦμα. e ού γὰρ, ὡς εἴρηται πολλάκις, τῶν θεοπρεπῶν τῆς Θείας ἀπομερίζεται τριάδος μία τῶν ὑποστάσεων πλὴν μόνου τοῦ ὑπάρξεως τρόπου, ὡς τὴν καινότητα τῷ ἀνθρώπῳ καὶ τῇ δι’ αὐτὸν γεγενημένῃ [*](Χ συναφθεῖ Cod. y πνευματικῶς Edd. z οἰκέτης Edd. a κατασπ. εἴωθε Edd. b ἀφορίσθαι Edd. c χωρούντων Edd. d Quæ desunt Edd. e His carent Edd.)

261
κτίσει χαριζόμενος, εἰ καὶ λαβεῖν οὐρανοὺς διὰ τὸ ἀνθρώπινον λέγεται πρόσλημμα τὴν ἐξουσίαν τῶν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.

Καὶ τὰ τέσσαρα ζῷα.

Καὶ διὰ τοῦτο δείκνυται μία ποίμνη Ἀγγέλων καὶ ἀνθρώπων, διὰ Χριστοῦ τελουμένη, καὶ ὑφ’ ἑνὶ ποιμένι τελοῦσα Χριστῷ f. καὶ μία Ἐκκλησία διὰ Χριστοῦ τοῦ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντος, ὃ καὶ g ἡ τοῦ γενάρχου Ἀδὰμ παρακοὴ περιετείχισε. Σὺν τοῖς κδ΄ πρεσβυτέροις, οὓς οἵτινες καὶ τισὶν εἰκάζονται εἴρηται, τῆς τοῦ Θεοῦ ἀξιοῦνται ὑμνῳδίας καὶ προσκυνήσεως τὸ “ τὰ σύμπαντα δοῦλα σὰ ἔργα” περαίνοντας. τὸ δὲ ἀμὴν, ἀπὸ τῆς Ἑβραΐδος h εἴληπται φωνῆς, ἐπὶ βεβαίᾳ συγκαταθέσει προφερόμενον, ἰσοδυναμοῦν τῷ ναὶ i, ἀληθὲς καὶ ἀμετακινήτως.

Καὶ οἱ πρεσβύτεροι.

Καὶ ἡ τῶν πρεσβυτέρων ὑπόπτωσις, μετὰ τῶν τεσσάρων ζώων, ἅ τινα ζῷα τίνων ἐστὶν εἴρηται ἀπεικάσματα,) καὶ οἱ χαρακτηριστικοὶ τοῦ τῶν σωζομένων ἀνθρώπων πληρώματος, διὰ τῆς προσκυνήσεως ἔδειξαν, ὅτι τῷ ἀρνίῳ ἡ ἐξουσία ὑπὲρ τοῦ ἐσφάχθαι δίδοται τῶν ἐπουρανίων k καὶ ἐπιγείων καὶ καταχθονίων, ὅσον ἐστιν αὐτοῦ l ἀκοῦσαι ἀπὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως m λέγοντος· “ ἐδόθη “ μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς n.” εἰ δὲ καὶ ἐξ ἀρχῆς ἡ δόσις συλλήψεως· διόπερ καὶ ὡς γεγονότων ἡ ἀφήγησις· ἀφ’ οὗ γὰρ ἀμνὸς καὶ ἡ δόσις. ἀλλ’ οὖν ἐναργέστερον καὶ ἅπασι γνωριμώτερον ὁπηνίκα ἡ οἰκονομία ἔσχηκε τῶν κατὰ γῆς πέρας.