Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς βίβλου τῆς ἐσφραγισμένης σφραγῖσιν ἑπτὰ, τῆς ἐν τῇ q χειρὶ τοῦ Θεοῦ, ἢν οὐδεὶς ἀνοῖξαι δύναται τῆς κτιστῆς φύσεως r.
Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον Ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ. τίς ἄξιός ἐστιν [*](a ἔστι τις Edd. b συμφερόντως B. c ὅρῳ τεθεικότος B. d τῷ πρ. τὸν μέλ’. B. e παραβλ. ομ. Edd. f ἢ B. S τοῖς πρὸς αὐτ’. ἐπ’. ἀφικ. ora. Edd. mox ἢ καί τινας ἑτέρας εὐεργεσίας. h ἐξαρετῆς τῶν ἔργων B. i ἀπὸ B. k ὀξυοπεῖν Edd. 1 ὁ στέφανος τὴν νικ. δῆλ’. m τοὺς ἐπὶ B. n πάντας B. o προαγωγεῖ B. p τε om. B. q τῇ Om. B. r τῆς κτ. φῦσ’. δύν. B.)
rr Ἐπὶ τὴν δεξίαν τοῦ Θεοῦ ὤφθη τὸ βιβλίον. τὰς κατὰ τὸν βίον δεξιὰς τῶν ἁγίων διεξόδους τῶν ἐν τῇ παλαιᾷ καὶ νέᾳ βούλεται δηλοῦν. τὰ ἐκ δεξιῶν τοῦ Θεοῦ, τὰ s κατὰ ψυχὴν αἰνίττεται ἀγαθὰ, ἅπερ καὶ ὁ παροιμιαστὴς Σολομὼν ἐν τῇ δεξιᾷ ἀποκεῖσθαι δηλοῖ τῆς σοφίας, ἃ διὰ τῆς ζωῆς ὑπέφηνεν εἰπὼν, “ ἐν τῇ δεξιᾷ αὐτῆς “ ζωή.” τὰ δὲ ἐξ ἀριστερῶν, τὰ κατὰ σῶμα καὶ τὴν θνητὴν ταύτην ζωὴν, ἅπερ διὰ τῆς δόξης καὶ τοῦ πλούτου t ἠνίξατο φήσας, “ ἐν τῇ ἀριστερᾷ πλοῦτος καὶ δόξα. ” ὁ δὲ θρόνος, ὅτι τὴν ἐξουσίαν καὶ τὸ ὑπερβάλλον τοῦ ἐπ’ αὐτὸν ἐπόχου σημαίνει u, εἴρηται. τι δὲ τὸ βιβλίον ; ἡ πάνσοφος τοῦ Θεοῦ καὶ ἀνεπίληπτος x μνήμη. ἣν καὶ ὁ προφήτης Δαβὶδ καὶ Μωϋσῆς παρεδήλου, ὁ μὲν, διὰ τοῦ, “ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται.” ὁ δὲ, διὰ τοῦ, “ κᾀμὲ “ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας.” τὸ δὲ ἔσωθεν γεγράφθαι καὶ ἔξωθεν, καὶ σφραγῖσι κατησφαλίσθαι ἑπτὰ, τὸ ἔσωθεν μὲν, οἱ ἐξ Ἱερουσαλὴμ y ἂν εἴησαν γεγραμμένοι, ὡς θεοσεβεῖς τῇ ὁδηγίᾳ τοῦ νόμου, τὸ ἔξωθεν δὲ καὶ τῇ χείρονι μοίρᾳ, οἱ ἐξ ἐθνῶν z ἀπὸ τοῦ ἐθνικοῦ ἐπιστρέψαντες καὶ τῆς εἰδωλολατρείας βίου. αἱ δὲ ἑπτὰ σφραγῖδες, τῷ ἑπτὰ a ἀριθμῷ τὸ ἐπίσημον ἔχουσαι τὰς b κατὰ τὸν θνητὸν τοῦτον κόσμον τῶν ἡμερῶν μεταβολάς τε καὶ διαδοχὰς σημαίνουσαι c, τί ἂν ἄλλο συνιέναι παρέχοιεν, ἢ τὸ μηδένα πλὴν μόνου Θεοῦ τὰ κατὰ τὴν διέξοδον τοῦ βίου ἑκάστου ἡμῶν ἐξακριβοῦν ἔχειν d εἰδέναι ; ἢ οὖν τοῦτο, ἢ τὸ κεκλεῖσθαι τὸ βιβλίον καὶ τοῦτο βουλομένου e παριστᾷν ἐστὶ τὸ μηδένα ἠξεῶσθαι θείας ἐποψίας πλὴν ὀλιγίστων f. πάντες γὰρ ἐξέκλιναν, ἅμα [*](rr æc om. Edd. usque ad δηλοῦν. s ἀεὶ τὰ B. t διὰ τοῦ πλ. καὶ τ. δόξ. B. u σημαίνεσθαι B. x ἀνεπίληστος B. y Ἰσραὴλ B. z Verb. æ seqq. usque ad βίου om. Edd. a ἑβδόμῳ B. b τοῦ B. c τῶν ἡμ. μετ. καὶ διαδ. σημ. om. B. d ἔχοντος B. e βουλομεν Β. mox om. ἐστι. f πλὴν om. B. mox ὀλιγοστῶν.)
Καὶ οὐδεὶς ἐδύνατο.
Ἀνθρώων μὲν οὐδεὶς ἠδύνατο. τὸ δὲ ἀρνίον i καὶ μάλα k, ὡς ἤδη εἴρηται, καὶ διὰ τοῦ Δαβὶδ κατὰ l τὸ, “ πρω·ὶ· εἰσακούσῃ τῆς “ φωνῆς μου,” m τὸ “ πρω·ὶ· παραστήσομαί σοι καὶ ἐπόψῃ με· πρωΐαν, λέγων n τὴν διὰ σαρκὸς ἐπιδημίαν τοῦ Κυρίου, δι’ ἧς ἐπιδημίας ἄνθρωποι καὶ θείας ἐποψίας ἠξιώθημεν παραστάντες, ἤγουν παραστῆναι ἀξιωθέντες παρὰ τοῦ τὰ κατερραγμένα ἀνορθοῦντος, καὶ τὰ συντετριμμένα συσφίγγοντος. δι’ ἃ καὶ ἡ πρὸς ἡμᾶς αὐτοῦ εὔσπλαγχνος ᾠκονομήθη o ἐπιδημία, καὶ διὰ ταύτην τῶν θείων p προφητῶν αἱ q δεήσεις εἰσηκούσθησαν, ὧν ἐστὶ καὶ ἡ, “ κλῖνον τοὺς r οὐρανοὺς καὶ κατάβηθι.”
s Οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αυτο.
Οὐδεὶς μὲν ἀνθρώπων, ὦ θειότατε Ἄγγελε, εἴποι ἄν τις πρὸς αὐτὸν, μόνος δὲ ὁ ἐνανθρωπήσας Θεὸς ἁμαρτίαν ἑλὼν, καὶ τὸ καθ’ ἡμῶν ῥήξας χειρόγραφον καὶ τῇ οἰκείᾳ ὑπακοῇ τὴν ἡμῶν * * ἀκοὴν * * * νος, καὶ τὴν ἥτταν ἡμῶν ἀναπαλαίσας.
Καὶ ἐγὼ ἔκλαιον, ὅτι οὐδεὶς ἄξιος εὑρέθη.
Οὐδὲ γὰρ Ἄγγελος οὐκ ἄνθρωπος ταῦτα ἡμῖν t κατώρθωσεν, ὥς φησιν Ἡσαΐας ; “ οὐ πρέσβυς οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ἔσωσεν “ αὐτοὺς, διὰ τὸ ἀγαπᾶν αὐτὸν αὐτούς u.” οὔτε οὖν τῶν ἀσάρκων τις, [*](g æc om. Edd. h Sic. i ὡς ἀρνίον Edd. k καὶ μάλα om. B. l κατὰ om. B. m æc om. Edd. n λέγων om. Edd. ο οἰκονομήθη B. P θείων om. Edd. q αἱ om. B. r τοὺς om. B. s Hoc Sch. om. Edd. t om. Edd. u æc om. Edd.)
Ἄλλωσ. Ἡ πάντων, φησὶν, ἀναξιότης γέγονέν ἐμοι θρήνων αἰτία· παρεμυθήσατο δέ μέ τις τῶν πρεσβυτέρων. οὓς πρεσβυτέρους τινες, φθάσαντες παρεθέμεθα· ὅτι τῶν ἐπουρανίων οὗτοι δυνάμεων. πρεσβύτεροι δὲ οὐ τῷ χρόνῳ, οἱ ἅμα καὶ κατὰ ταὐτὸ τὸ εἶναι λαχόντες, ὡς καὶ Δαβὶδ ἔφη περὶ αὐτῶν ὑπὸ Θεοῦ γενομένων, “ ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν.” οὐ τῷ χρόνῳ οὖν τὸ πρεσβύτεροι λογιστέον, ἀλλὰ τῃ τιμῃ. ωσπερ καὶ οἱ κατὰ ’τον Δανιὴλ ἐπὶ Σωσάννῃ πρὸς αὐτὸν Δανιὴλ ἀντενεχθέντες ἔφασαν, “ δεῦρο καθίσας ἐμμέσῳ ἡμῶν ἀπάγγειλον ὅτι σοι δέδωκεν ὁ Θεὸς “ τὸ πρεσβυτέριον.” οὐ τῷ χρόνῳ οὖν τὸ πρεσβύτεροι ἀκουστέον, ἀλλὰ τῇ τιμῇ, ἤτοι τῇ τάξει καὶ τῇ πρὸς τὸ κρεῖττον ἐγγύτητι· οὐτέ πω οὐδὲ τῆς ἐγγύτητος νοουμένης. τίς γὰρ τόπος τοῖς ἀϋλίαν συγκροτουμένοις ; ἐγγὺς δὲ τῇ ἀϋλίᾳ καὶ καθαρότητι τὸ οαραπλήσιον ἔχουσιν· οὐ γὰρ ὁμοειδῆ οὐδὲ τὰ θεῖα, ὡς οὐδὲ τὰ ἐν γενέσει.
[*](x οὐ τῶν B. y γὰρ om. B. z τὰ κρίμ. εἶναι B. a æc om. Edd. b ἐσχήκει B. c ἐνορᾶν B. d æ seq. usque ad ἀξιωθεῖεν des. Edd. e æ seq. usque ad γενέσει om. Edd.)Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων.
Εἷς τῶν πρεσβυτέρων, ἤγουν τῶν θειοτέρων f δυνάμεων. οἳ καὶ αὐτοὶ τῇ πρὸς ἡμᾶς σχέσει χαρᾶς πληροῦνται, ὡς καὶ ὁ Κύριός φησι, “ χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. εἰ δὲ ἐπὶ ἑνὶ ἁμαρτωλῷ τοῦτο, πόση τίς g ἡ χαρὰ συσταίη ἐπὶ πολλοῖς h; δι’ ἣν καὶ ἡ παρουσία i τοῦ ἀρνίου, ὃ ἤνοιξε τὸ βιβλίον εἰς k τὸ γνῶναι τὸν ἐπὶ σωτηρίᾳ ἡμῶν παραγεγονότα. καὶ ὅτι τοῦτο, αὐτὸς ἡμᾶς διδάσκει ὁ Κύριος l λέγων, “ οὐκ ἦλθον καλέσαι “ δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.”
m Ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαβίδ.
Ἐνίκησεν τὸν ἡμέτερον νικητὴν τὸν διάβολον. τίς δὲ ὁ νικήσας; ὁ ὡς Θεὸς μὲν λέων, περὶ οὗ καὶ ὁ πατριάρχης Ἰακὼβ τὸ “ κατα- “ κλιθεὶς” ἐχρησμῴδησεν, “ ὡς λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα.” ὡς “ ῥίζα δὲ τοῦ Δαβὶδ,” ὡς κτίστης διὰ τὴν θεότητα, ἐκ ῥίζης δὲ Δαβίδ· εἴρηται γὰρ καὶ ἐκ ῥίζης Δαβὶδ ῥάβδον καὶ ἄνθος βλαστῆσαι ὁ θεόσοφος Παῦλος, δι’ ὧν φησι, “ πρόδηλον γὰρ ὅτι ἐξ “ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός.” ῥίζα γὰρ ὁ Χριστὸς, ὡς εἰρήκαμεν, καὶ ἐκ ῥίζης Δαβίδ. ῥίζα μὲν ὡς Θεὸς, οὐ μόνον Δαβὶδ ἀλλὰ καὶ πάσης νοητῆς καὶ αἰσθητῆς φύσεως. ἐκ ῥίζης δὲ Δαβὶδ κατὰ τὸ ἀνθρώπινον.
n Ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
Z αἱ σφραγῖδες διὰ τὸ τὸν ζ ἀριθμὸν σύστοιχον εἶναι τῷ παρόντι φθαρτῷ βίῳ, ᾧ καὶ τὸ διδόναι μερίδα τοῖς ζ΄ καί γε τοῖς η΄ Σολομόντειον ῥητὸν τινὲς τῶν πατέρων προσένειμαν· καὶ κατά οἷς ταῦτα καὶ περὶ ταῦτα σχολὴ nn εἰδεῖεν ἄν· ὧν καὶ Φίλων ὁ Εβραῖος πολὺς περὶ ταῦτά ἐστιν, ἐν τῷ λόγῳ ᾧ ἐπέγραψεν Νόμων ἱερῶν Ἀλληγορία.
[*](f τῶν θειοτ. λέγε B. g πόση καὶ τίς Edd. πόση τίς καὶ B. h πολλοὺς B. i παρρησία Edd. κ καὶ B. l ὁ κύρ. om B. mox οὐκ ἠλθ. λεγ. m Hoc Sch. seq. cap. assign. Edd. n Deest hoc Sch. Edd. nn σχολὴ Cod.)