Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

177

α. Προοίμιον Ἀποκαλύψεως, καὶ ὅτι δι’ Ἀγγέλου αὐτῷ διδοται.

β. Ὀπτασία ἐν ᾗ τὸν Ἰησοῦν ἐθεάσατο ἐν μέσῳ λυχνιῶν ἑπτά b.

γ. Τὰ γεγραμμένα πρὸς τὸν τῆς Ἐφεσίων ἐκκλησίας Ἄγγελον.

δ. Τὰ δηλωθέντα τῷ c ἐν τῇ Σμυρναίων ἐκκλησίᾳ Ἀγγέλῳ.

ε. Τὰ σημανθέντα τῷ c τῆς Περγαμηνῶν ἐκκλησίας Ἀγγέλῳ.

ς. Τὰ γεγραμμένα τῶ̣ τῆς Θυατείρων d ἐκκλησίας Ἀγγέλῳ.

ζ. Τὰ ἀπεσταλμένα τυ] Ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας e.

η. Τὰ γραφέντα πρὸς τὸν τῆς Φιλαδελφέων ἐκκλησίας Ἄγγελον.

θ. Τὰ δηλωθέντα πρὸς τὸν τῆς Λαοδικέων ἐκκλησίας Ἄγγελον.

ι. Περὶ τῆς ὁραθείσης αὐτῷ θύρας ἐν τῷ οὐρανῷ, καὶ τοῦ θρόνου, κα τῶν κδ. πρεσβυτέρων, καὶ τῶν ἑξῆς δειχθέντων.

ία. Περὶ τῆς βίβλου τῆς ἐσφραγισμένης σφραγίσιν ἑπτὰ, τῆς ἐν τῇ χειρὶ τοῦ Θεοῦ, ἣν οὐδεὶς ἀνοίξαι δύναται τῆς κτιστῆς φύσεως.

ιβ. Περὶ τοῦ ἀρνίου τοῦ τὰ ἑπτὰ κέρατα ἔχοντος, ὅπως τὴν ἀνέῳξεν.

ιγ. Λύσις τῆς πρώτης σφραγῖδοσ f τὴν ἀποστολικὴν διδαχὴν σημαίνουσα.

ἰδ. Λύσις τῆς δευτέρας σφραγῖδος, δηλοῦσα τὸν g τῶν ἀπίστων κατὰ τῶν πιστῶν πόλεμον.

ιε. Λύσις τῆς τρίτης σφραγῖδος, δηλοῦσα τῶν μὴ πεπιστευχότων Χριστῷ τὴν ἔκπτωσιν.

ις. Λύσις τῆς τετάρτης σφαγῖδος, ἐμφαίνουσα τὰς ἐπαγομένας παιδευτικὰς μάστιγας τοῖς δι’ ἀνυπομονησίας ἀρνησαμένοις τὸν Κύριον.

ιζ. Λύσις τῆς πέμπτης σφραγῖδος, τὴν τῶν ἁγίων ψυχῶν σημαίνουσα πρὸς Κῦνον καταβόησιν ὥστε γενέσθαι· συντέλειαν.

[*](a Cod. Bar. Τὰ κεφάλαια τῆς ὀπτανθείσης ἐν Πάτμῳ τῷ εὐαγγελιστῇ Ἰωάννη Ἀποκαλύψεως. b ἑπτὰ λυχ. Bar. c τῷ om. d Θνατήρων Bar. e τ. ἐκκλησίας ἐν Σαρδ. Bar. f σφραγίδος Bar. et sic deinceps. g τὸν om. Bar.)
178

ιη. Λύσις τῆς ἕκτης σραγῖδος, τὰς ἐν τῇ συντελείᾳ ἐπαγομένας πληγὰς σημαίνουσα.

ιθ. Περὶ τῶν σωζομένων ἐκ πληγῆς τῶν τεσσάρων Ἀγγέλων χιλιάδων ρμδ.

κ. Περὶ τοῦ ἀναριθμήτου ὄχλου τῶν ἐξ ἐθνῶν Χριστῷ συμβασιλευσαντων.

κα. Λύσις τῆς ἑβδόμης σφραγῖδος, δηλοῦσα ἀγγελικὰς δυνάμεις Θεῷ τὰς τῶν ἁγίων προσευχὰς ὡς θυμιάματα.

χβ. Περὶ τῶν ἑπτὰ Ἀγγέλων, ὧν τοῦ πρώτου σαλπίσαντος, καὶ πῦρ καὶ αἷμα ἐπὶ τῆς γῆς φέρεται.

κγ. Περὶ τοῦ δευτέρου Ἀγγέλου, οὐτ’ σαλπίσαντος, τῶν ἐν θαλάσσῃ ἐμψύχων ἀπώλεια γίνεται.

κδ. Ὁ τρίτος Ἄγγελος, τὰ τῶν ποταμῶν πικραίνει ὕδατα.

κε. Ὁ τέταρτος Ἄγγελος τὸ τρίτον τοῦ ἡλιακοῦ καὶ σεληνιακοῦ φωτὸς σκοτίζει.

κς. Περὶ τοῦ πέμπτου Ἀγγέλου, καὶ τῶν ἐκ γῆς h ἀβύσσου ἀνερχομένων νοητῶν ἀκρίδων, καὶ τοῦ ποικίλου τῆς μορφῆς αὐτῶν.

κζ. Περὶ τοῦ ἕκτου Ἀγγέλου, καὶ τῶν ἐπὶ τῷ Εὐφράτῃ λυομένων Ἀγγέλων ἐπίλυσις.

κη. Περὶ Ἀγγέλου περιβεβλημένου νεφέλην καὶ ἶριν, καὶ τὸ κοινὸν τέλος προμηνύοντος.

κθ. Ὅπως τὸ βιβλιδάριον ἐκ χειρὸς τοῦ Ἀγγέλου ὁ Εὐαγγελιστὴς εἴηφεν.

λ. Περὶ Ἐνὼχ καὶ Ἠλία διελέγχειν μελλόντων τὸν Ἀντίχριστον.

λα. Ὅπως ἀναιρεθέντες ὑπὸ τοῦ Ἀντιχρίστου ἀναστήσονται, καὶ τοὺς ἠπατημένους ἐκπλήξουσιν k.

λβ. Περὶ τῆς ἑβδόημς l σάλπιγγος, καὶ τῶν ὑμνούντων τῷ Θεῷ m ἁγίων ἐπὶ τῇ μελλούσῃ κρίσει.

λγ. Περὶ τῶν διωγμῶν τῆς ἐκκλησίας τῶν προτέρων, καὶ τῶν ἐπὶ τοῦ Ἀντιχρίστου.

λδ. Περὶ τοῦ γενομένου πολέμου μεταξὺ τῶν ἁγίων Ἀγγέλων, καὶ τῶν πονηρῶν δυνάμεων, καὶ τῆς καταπτώσεως τοῦ δράκοντος.

λε. Ὅπως ὁ δράκων διώκων τὴν ἐκκλησίαν οὐ παύεται.

λς. Περὶ τοῦ θηρίου τοῦ ἔχοντος κέρατα δέκα n καὶ κεφαλὰς ἑπτά. ὧν μίαν ὡς ἐσφαγμένην ἔφη.

λζ. Περὶ ἑτέρου θηρίου o δύο κέρατα ἔχοντος, καὶ τῷ πρώτῳ τοὺς ἀνθρώπους πους p προσάγοντος.

[*](h τῆς Bar. i λουομένων Bar. δεδεμένων in sacr. text. k ἐκπλήξευσιν Bar. 1 ἑβδόμης om. Bar. m τὸν Θεὸν Bar. n δέκα om. Bar. o θὴρ. ἐτέρ. Bar. P τοῦ ἀνθρώπου Bar.)
179

λη. Πέρι τοῦ ὀνόματος τοῦ θηρίου.

λθ. Περὶ τῶν ρμδ. χιλιάδων τῶν σὺν τῷ q ἀρνίῳ ἑστώτων ἐν ὄρει Σιών.

μ. Περὶ Ἀγγέλου προαγορεύοντος τὴν ἐγγύτητα τῆς κρίσεως τῆς μελλούσης.

μα. Περὶ δευτέρου Ἀγγέλου, τὴν πτῶσιν Βαβυλῶνος κηρύσσοντος.

μβ. Περὶ τρίτου Ἀγγέλου ἀσφαλιζομένου τὸν τοῦ Κηίου λαὸν, μὴ δέξασθαι τὸν Ἀντίχριστον.

μγ. Ὅτι ὁ ἐν τῇ νεφέλῃ καθήμενος, τῷ δρεπάνῳ συντελεῖ τὰ ἐκ τῆς γῆς βλαστάνοντα.

μδ. Περὶ ἑτέρου Ἀγγέλου τρυγῶντος τὴν τῆς πικρίας ἄμπελον.

με. Περὶ τῶν ἑπτὰ Ἀγγέλων τῶν ἐπαγόντων τοῖς ἀνθρώποις τὰς πληγὰς πρὸ τῆς συντελείας· καὶ περὶ τῆς ὑαλίνης θαλάσσης, ἐν ᾗ τοὺς ἁγίους ἐθεάσατο.

μς. Ὅπως τῆς πρώτης φιάλης ἐκχυθείσης, ἕλκος κατὰ τῶν γίνεται.

μζ. Πληγὴ δευτέρα κατὰ τῶν ἐν θαλάσσῃ ἐπιτιμωμένων.

μὴ. Ὅπως διὰ τῆς τρίτης, οἱ ποταμοὶ εἰς αἷμα μετακιρνῶνται.

μθ. Ὅπως διὰ τῆς τετάρτης, καυματίζονται οἱ ἄνθρωποι.

ν. ὅπως διὰ τῆς πέμπτης, ἡ βασιλεία τοῦ θηρίου σκοτίζεται.

να. Ὅπως διὰ τῆς ἕκτης, ἡ ὁδὸς διὰ τοῦ Εὐφράτου τοῖς ἀπὸ ἀνατολῶν ἡλίου βασιλεῦσιν ἀνοίγεται.

νβ. Ὅπως διὰ τῆς ἑβδόμης, χάλαζα καὶ σεισμὸς κατὰ τῶν ἀνθρώπων γίνεται.

νγ. Περὶ τοῦ ἑνὸς τῶν ἑπτὰ Ἀγγέλων δεικνύντος τῷ Εύαγγελιστῇ τὴν τῆς πόρνης πόλεως καθαίρεσιν. καὶ περὶ τῶν ἑπτὰ κεφαλῶν, καὶ τῶν δέκα κεράτων.

νδ. Ὅπως ὁ Ἄγγελος τὸ ὁραθὲν αὐτῷ μυστήριον ἡρμήνευσεν.

νε. Περὶ ἑτέρου Ἀγγέλου r τὴν πτῶσιν Βαβυλῶνος δηλοῦντος, κα οὐρανίου φωνῆς τὴν ἐκ τῆς πόλεως φυγὴν ἐντελλομένης, καὶ τῆς ἀποβολῆς τῶν τερπνῶν ὧν τὸ πρὶν ἐκέκτητο s.

νς. Περὶ τῆς τῶν ἁγίων ὑμνῳδίας, καὶ τοῦ τριπλοῦ ἀλληλουΐα ἔψαλλον ἐπὶ τῇ καθαιρέσει Βαβυλῶνος.

νζ. Περὶ τοῦ μυστικοῦ γάμου, καὶ τοῦ δείπνου τοῦ ἀρνίου.

νη. Πῶς τὸν Χριστὸν ὁ Εὐαγγελιστὴς ἔφιππον μετὰ ἀγγελικῶν ἐθεάσατο σὺν φόβῳ.

νθ. Περὶ τοῦ Ἀντιχρίστου, καὶ τῶν σὺν αὐτῷ βαλλομένων εἰς γέενναν.

ξ. Ὅπως ὁ Σατανᾶς ἐδέθη ἀπὸ τῆς Χριστοῦ παρουσίας μέχρι τῆς συντελείας, καὶ περὶ τῶν χιλίων ἐτῶν.

[*](q τῷ om. Edd. r ἀγγέλου om. Bar. s ἐνέκτητο Edd.)
180

ξα. Περὶ τῶν ἡτοιμασμένων θρόνων τοῖς φυλάξασι τὴν Χριστοῦ ὀμολογίαν σῶαν t.

ξβ. Τί ἐστιν ἡ πρώτη ἀνάστασις, καὶ τίς ὁ δεύτερος θάνατος.

ξγ. Περὶ τοῦ Γὼγ καὶ Μαγώγ.

ξδ. Περὶ τοῦ καθημένου ἐπὶ τοῦ θροῦ, καὶ τῆς κοινῆς ἀναστάσεως καὶ κρίσεως.

ξε. Περὶ καινῶν οὐρανοῦ τε καὶ γῆς, καὶ τῆς ἄνω Ἱερουσαλήμ.

ξς. Περὶ ὧν εἶπεν ὁ ἐν τῷ θρόνῳ καθήμενος καὶ ὁραθείς.

ξζ. Περὶ τοῦ Ἀγγέλου δεικνύντος αὐτῷ τὴν τῶν ἁγίων πόλιν, καὶ τὸ ταύτης τεῖχος σὺν τοῖς πυλῶσι διαμετροῦντος.

ξη. Περὶ τοῦ καθαροῦ ποταμοῦ τοῦ ὀπτανθέντος ἐκ τοῦ θρόνου πορεύεσθαι.

ξθ. u Ὅτι Θεὸς τῶν προφητῶν ὁ Χριστὸς, καὶ δεσπότης τῶν ἁπάντων.

ο. u Περὶ τοῦ ἀξιοπίστου τῶν τεθεαμένων τῷ Ἀποστόλῳ.

οα. Ὅπως ἐκελεύθη μὴ σφραγίσαι, ἀλλὰ κηρύξαι τὴν

οβ ὅπως ἡ ἐκκλησία καὶ τὸ ἐν αὐτῇ πνεῦμα προσκαλοῦνται τὴν τοῦ x Χριστοῦ ἔνδοξον ἐπιφάνειαν. καὶ περὶ τῆς ἀρᾶς ᾗ ὑποβάλλονται οἱ τὴν βίβλον παραχαράττοντες ὡς ἄκυρον.

[*](t σώαν om. Edd. u Hos titulos transposui cum Cod. Bar. x τοῦ om. Bar.)