Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 7. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1843.
Ὅτι ἐσαρκώθη κατὰ διάθεσιν καὶ συμπάθειαν καὶ οἰκειότητα τὴν πρὸς ἡμᾶς, ἐπὶ σωτηρίᾳ ἀνθρώπων τῇ ἐκ θανάτου, διὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως.
Τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν.
Σευηριανὸσ δέ φησι, τὸν μέλλοντα αἰῶνα λέγει, τελευταῖον ἐπήγαγε, ” νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ ὑποτεταγμένα τὰ πάντα, τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν " Ἰησοῦν.” ὥστε τὸ τι ἐστιν ὅτε μιμνήσκῃ αὐτοῦ, τῷ Ἰησοῦ προσήκειν φησὶ, τὰ γὰρ τῆς κοινῆς ἀνθρωπότητος αὐτῷ προσῆκε· ἀλλὰ ὡς αὐτὸς ὁ Υἱὸς λέγει, τὸ “ἐκ στόματος νηπίων καὶ θηλαζόντων “ κατηρτίσω αἶνον, ἕνεκεν τῶν ἐχθρῶν σου,” καὶ ” ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, οὐδεὶς δ ἃν εἴποι, τὸν ἀνθρωον οὗ ἐμνήσθη ὁ Θεὸς πεποιηκέναι τὸν ἐκ στόματος νηπίων καὶ θαλαζόντων καταρτισάμενον ἕνεκεν τῶν ἐχθρῶν σου, καὶ ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, οὗτος ἐμνήσθη τοῦ ἀνθρώπου, καὶ ἠλάττωσεν αὐτὸν βραχύ τι παρ’ Ἀγγέλους· τίς δὲ ὁ ἄνθρωπος; Ἰησοῦς, διὰ τὸ πάθημα τοῦ θανάτου ἠλαττωμένος βραχύ τι παρ’ Ἀγγέλους.
Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.
Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησί· τοῦτο καὶ εἰς τὴν κοινὴν ἀνθρωπότητα εἴρηται, ἀλλ’ ὅμως κυριώτερον ἁρμόσειεν ἃν τῷ Χριστῷ, κατὰ σάρκα.
(Δυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλός φησιν· ἄνιθι, φησὶ, ἐννοίαις, εἰς τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου κατασκευὴν, καὶ τίνα γέγονε πρῶτον· πολυπραγμόνει δὲ, πῶς πεποιήμεθα παρὰ Θεοῦ, κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, τετιμήμεθα δὲ πλουσίως, ἄρχειν λαχόντες τῶν ἐπὶ τῆς γῆς, ἐπειδὴ δὲ ἡ τοῦ γένους ἀρχὴ, τουτέστιν Ἀδὰμ, τὴν θείαν λελύπηκεν ἐντολὴν, νενόσηκέ τε λοιπὸν ἡ ἀνθρώπου διάνοια τὸ λίαν εὐπάροιστον εἰς τὸ πλημμελὲς, ταύτῃ τοι γυμνοὶ δόξης καὶ ἀφθαρσίας καὶ τῶν ἐν ἀρχαῖς ἀγαθῶν διετελοῦμεν ἐν κόσμῳ· σεσώσμεθα δὲ διὰ Χριστοῦ, καὶ τῇ πάρ αὐτοῦ χάριτι κεκτήμεθα τὰ πρὸς ἀνάληψιν τῶν πάλαι δεδωρημένων τῶν
Καὶ τεθαύμακε μὲν εἰκότως τὰ ἐφ’ ἡμῖν ὁ μακάριος Δαβίδ· τεχνίτης δὲ λίαν ὑπάρχων εἰς ἐννοίας πνευματικὰς ὁ σοφώτατος Παῦλος, περιτρέπει μὲν ἀστεῖος εἰς ἐξήγησιν μυστικὴν τῶν εἰρημένων τὴν δύναμιν, οἰκουμένην δὲ μέλλουσαν ὀνομάζει τοῦ μετὰ τοῦτον αἰῶνος τὴν κατάστασιν, καὶ τὴν ἐσομένην κατὰ καιροὺς τῶν δοθέντων ἡμῖν ἐπανάληψιν, ἤγουν ἐκπλήρωσιν. διαπεπτώκαμεν γὰρ, ὡς ἔφην, τῆς χάριτος ἐν Ἀδάμ· εἴρηται μὲν γὰρ ὡς ἐκείνῳ καὶ πρώτῳ τῇ ἀνθρώπου φύσει, τὸ " αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυ- “ ριεύσατε αὐτῆζ́” “νῦν δὲ οὔπω,” φησὶν, “ὁρῶμεν αὐτῷ τὰ “ πάντα ὑποτεταγμένα.” οὐκοῦν τὸν τοῦ πράγματος καιρὸν ἕτερον ὄντα ζητήσωμεν, καθ’ ὃν ἔσται καὶ ἀληθὲς τὸ ἐφ’ ἡμῖν εἰρημένον παρὰ τοῦ ψεύδεσθαι μὴ εἰδότος Θεοῦ· ταύτῃ τοι φησὶ τὴν οἰκουμένην τὴν μέλλουσαν οὐκ Ἀγγέλοις μᾶλλον ὑποτετάχθαι πη αὐτοῦ· δεδωρῆσθαι δὲ τοῦτο τοῖς ἐπὶ τῆς γῆς.
Ὅτι δὲ περὶ τῆς μελλούσης ἡμῖν οὐκουμένης οἱ μυσταγωγοὶ διαλέγονται, πῶς ἃν ἐνδοιάσειέ τις ; ἀφιστάντες γὰρ τῶν ἐνεστηκότων, ζητεῖν ἀναπείθουσι τὰ ἐσόμενα, καὶ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπείγεσθαι δεῖν συμβουλεύουσι, καὶ τὴν τῶν ἁγίων ἐλπίδα διψῆν, καθ’ ἣν τὰ πάντα αὐτοῖς ὑποταχθήσεται, καὶ κάτα. κυριεύσουσι τῆς γῆς. καὶ αὐτὸς ὁ Σωτῆρ’ διεμέμνητο λέγων, “ μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν·” τίς ἀρά ἐστιν ὁ δι’ οὗ γέγονε παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ τῶν καθ’ ἡμᾶς ἀνακεφαλαίωσις; δηλονότι Χριστὸς, ὃ καὶ ἡμᾶς ἀκόλουθον εἰπεῖν, ὡς διὰ τῆς τοῦ ψάλλοντος λύρας· “ Κύριος μερὶς τῆς ” κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν
Ἀκούεις ὅπως ἐπάνω πάντων ὑπέρτατον τὸν σύνθρονον τῷ Πατρὶ τὸν παρὰ τῶν ἄνω πνευμάτων ἐν τάξει Θεοῦ προσκυνούμενον, ᾧτ’ χίλιαι μὲν χιλιάδες λειτουργοῦσιν Ἀγγέλων, παρεστήκασι δὲ καὶ μύριαι μυριάδες, καταβιβάζει πάλιν ὁ μυσταγωγὸς ἐν τοῖς καθ’ ἧμας, καὶ ’τον τῆς κενώσεως ἀφηγεῖται τρόπον, προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι’ αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττωμένον βραχύ τι παρ’ Ἀγγέλους αὐτὸν, ἵν ἡμεῖς ἐν αὐτῷ πλουτήσωμεν, τὰ ὑπὲρ φύσιν ἰδίαν, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός “ συνήγειρε γὰρ ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπου- “ ρανίοις ἐν Χριστῷ.” συνεδρεύοντος γὰρ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἐφ’ ὅλην δραμεῖται τὸ καύχημα τὴν ἀνθρώπου φύσιν· ἔπει τίνα τρόπον ημεις τῃ τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν, εἰ κατὰ μηδένα τρόπον τὸ καθ’ ἡμᾶς ἐν ἀμείνοσιν, ὅτε γέγονε καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. ἠλάττωται τοίνυν βραχὺ παρ’ Ἀγγέλους ἄνθρωπος γεγονὼς, ἵνα τὴν ἀνθρώπου τιμήσῃ φύσιν, καὶ ἀνακομίσῃ πάλιν εἰς τὸ ἐν ἀρχαῖς· δόξῃ καὶ τιμῇ καὶ ἐν αὐτῇ στεφανούμενος, καί τοι τῆς δόξης Κύριος ὣν ὡς Θεός. ὥσπερ γὰρ ἡ τοῦ Ἀδὰμ παράβασις ἀτιμοτάτους ἀπέδειξεν, οὕτως δεδοξά- σμεθα διὰ τῆς ὑπὲρ ἡμῶν ὑπακοῆς τοῦ Χριστοῦ, καὶ αὐτὴν τεθεικότος τὴν ἰδίαν ψυχὴν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ “βραχύ τι” αὐτῷ συναρμόσειε μᾶλλον τῳ τρεῖς ἡμέρας γενομένῳ μόνας, ἀλλ’ οὐχ ἡμῖν τοῖς ἐπιπολὺ φθειρομένοις. δείκνυσι δὲ ὅτι δόξα καὶ τιμὴ ὁ σταυρός ἐστιν· ὥσπερ οὖν καὶ ὁ Κύριος αὐτὸν καλεῖ λέγων, “ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.” εἰ οὖν ἐκεῖνος τὸ διὰ τοὺς ἀνθρώπους δόξαν καλεῖ, πολὺ μᾶλλον σὺ διὰ τὸν δεσπότην.
Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
κἀκεῖνος μὲν διὰ τὴν χάριν τοῦ Θεοῦ, φησὶ, τὴν εἰς ἡμᾶς ταῦτα ἔπαθεν, ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάν-
Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
Οὐχὶ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης· αὐτὸς μὲν γὰρ ὑπὲρ πάντων ἀπέθανεν.
Ὠριγένηε. Μέγας ἐστιν ἀρχιερεὺς, οὐχ ὑπὲρ ἀνθρώπων ἀλλὰ καὶ παντὸς λογικοῦ τὴν ἅπαξ θυσίαν προσενεχθεῖσαν, ἑαυτὸν ἀνενεγκών· “χωρὶς γὰρ Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου·’ ἣ ὥσπερ ἔν τισι κεῖται τοῖς πρὸς Ἑβραίους ἀντιγράφοις " χάριτι Θέο εἴ τε δὲ χωρὶς Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, οὐ μόνον ὑπὲρ ἀνθρώπων ἀπέθανεν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν λογικῶν, εἴ τε “ χάριτι Θεοῦ,” ὑπὲρ πάντων τῶν χωρὶς Θεοῦ ἀπέθανεν.
Τί δάι ; εἰ μὴ πάντες ἐπίστευσαν, αὐτὸς τὸ αὐτοῦ πεπλήρωκε· καὶ κυρίως εἷπε “ ὑπὲρ παντὸς γεύσηται θανάτου.” οὐκ εἶπεν ἀποθάνῃ· ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη. τῷ μὲν οὖν εἰπεῖν διὰ τὸ πάθημα τοῦ θανάτου, τὸν ὄντως θάνατον ἐσήμανε, τῷ δὲ ὅτι Ἀγγέλων κρείττων, τὴν ἀνάστασιν ἐδήλωσε. καθάπερ γὰρ ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν τῷ ἀρρώστῳ παρεσκευασμένων σιτίων ἀπογεύσασθαι, διὰ τὴν περὶ ἐκεῖνον κηδεμονίαν, πρότερος αὐτὸς ἀπογεύεται, ἵνα πείσῃ τὸν ἀρρωστοῦντα, θαρροῦντα κατατολμῆσαι τῆς βρώσεως· οὕτως ἐπειδὴ πάντες ἄνθρωποι τὸν θάνατον ἐδεδοίκεισαν, πείθων αὐτοὺς κατατολμᾷν τοῦ θανάτου, καὶ αὐτὸς ἐγεύσατο, τούτου οὐκ ἔχων ἀνάγκην “ ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων,” φησὶ, " καὶ οὐκ ἔχει ἐν ἐμοὶ οὐδὲν, ὥστε καὶ τὸ “ χάριτι καὶ τὸ ὑπὲρ “ παντὸς γεύσηται θανάτου,” τοῦτο συνίστησι.
Ἀλλὰ τούτοις ΘΕÓΔΩΡΟΣ ὁ Μοψουεστίας ἀντιφθεγγόμενός φησι· γελοιότατον δή τι πάσχουσι ἐνταῦθα, τὸ " χωρὶς Θεοῦ” ἐναλλάττοντες καὶ ποιοῦντες “ χάριτι Θεοῦ,” οὐ προσέχοντες τῇ ἀκολουθίᾳ τῆς γραφῆς, ἀλλ’ ἀπὸ τοῦ μὴ συνιέναι ὅτι ποτὲ ἔφη τὸ “ χωρὶς Θεοῦ” ἀδιαφόρως, ἐξαλείφοντες μὲν ἐκεῖνο, τιθέντες δὲ τὸ δοκοῦν αὐτοῖς εὔκολον εἶναι πρὸς κατανόησιν· τί γὰρ ἐνταῦθα προέκειτο τῷ Παύλῳ, ἵνα ἐπαγγέλῃ τὸ " χάριτι Θεοῦ;” τίς δὲ
τοῦτο δὲ μᾶλλον δείκνυσιν ἡ τῶν ἑξῆς ἀκολουθία. εἰπὼν γὰρ ὅτι “ χωρὶς Θεοῦ ἐγεύσατο τοῦ θανάτου,” οὐδὲν πρὸς τοῦτο παραβλαβείσης τῆς θεότητος· καὶ διὰ τοῦτο ἀπὸ τῆς οἰκείας φύσεως τὴν κατὰ βραχὺ τοῦτο ἐλάττωσιν ἐδέξατο· ὥστε φαίνεσθαι ἐντεῦθεν αὐτὸν καὶ τῆς τιμῆς μετέχοντα διὰ τὴν πρὸς ἕτερον συνάφειαν, ἐπειδήπερ ἀκόλουθον ἦν τοὺς ταῦτα ἀκούοντας περιττὴν ἐν τῷ τοῦ πάθους καιρῷ νομίζειν εἶναι τοῦ Θεοῦ Λόγου τὴν ἐνοίκησιν, οὐδὲν τοῖς προκειμένοις συμβαλλομένην, εἴπερ δὴ χωρὶς ἐκείνου τῆς πείρας ἐγεύσατο τοῦ θανάτου, ἐπάγει, “ ἔπρεπε γὰρ αὐτῷ, “δι᾿ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν “ ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων “ τελειῶσαι.”
Οὐκ ἀσυντελὴς δὲ ἦν οὐδὲ ἡ θεότης φησίν· ἔπρεπε γὰρ τὰ οἰκεῖα καὶ ἅπερ ἦν αὐτῇ πρέποντα· τὸ γάρ τοι τοῦ πάθους οὐδασυνέστησεν· μῶς αὐτῇ πρέπον ἦν· τοῦτο τὸ " ἔπρεπε,” σαφῶς τὸ “ χωρὶς Θεοῦ” ὡς γὰρ ἐκείνου οὐ πρέποντος τὸ πρέπον αὐτὸ φησι, δεικνὺς ὁμοῦ καὶ ἅπερ ἔπραττε τότε, τίνα δὲ ταῦτα ἦν. “ ἔπρεπε “ γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα,” δηλονότι τῷ Θεῷ Λόγῳ g λέγων, ἐπειδήπερ πολλοῖς τῆς υἱότητος μετέδωκεν, καὶ εἰς [*](g θεολόγῳ Cod.)
Ὁ μακάριος δὲ Ἰωάννης τὴν προγεγραμμένην ῥῆσιν οὕτως ἐξηγήσατο. Περὶ τοῦ Πατρὸς ἐνταῦθα λέγει. ὁρᾷς πῶς πάλιν τὸ “ δι’ οὗ” αὐτῷ ἁρμόζει· οὐκ ἃν τοῦτο ποιήσας, εἴγε ἐλαττώσεως ἦν, καὶ τῷ Υἱῷ προσῆκον μόνον. ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἄξια, φησὶ τῆς φιλανθρωπίας αὐτοῦ πεποίηκε, τὸ τὸν πρωτότοκον λαμπρότερον ἀποδεῖξαι πάντων, καὶ ὥσπερ ἀθλητὴν γενναῖον καὶ τοὺς ἄλλους ὑπερέχοντα τοῖς ἑτέροις ὑπόδειγμα εἶναι τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν; τουτέστι τὸν αἴτιον τῆς σωτηρίας· ὁρᾷς ὅσον τὸ μέσον ; καὶ οὗτος Υἱὸς, καὶ ἡμεῖς υἱοί· ἀλλ’ ὁ μὲν σώζει, ἡμεῖς δὲ σωζόμεθα. εἰδες πῶς ἡμᾶς καὶ συνάγει καὶ διίστησιν; ἐνταῦθα συνήγαγε τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν· πάλιν διέστησε στῆσε διὰ παθημάτων τελειῶσαι. ἄρα τὰ παθήματα τελείωσις καὶ ἀίτα σωτηρίας.
(Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλος τῷ μακαρίῳ ἀκολουθήσας κατὰ τὸ “ ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου, φησὶ, τί τὸ “ἐγεύσατο” παντί τὼ σαφὲς ὥς γε οἰμαι. δοὺς γὰρ τῷ θανάτῳ τὸ ἴδιον σῶμα, καὶ οἷον ἀπογευσάμενος σαρκικῶς τοῦ συμβεβηκότος, ἀνεβίω πάλιν, καὶ πεπάτηκεν εὐθὺς τοῦ θανάτου τὸ κράτος. οὐκοῦν ὁ βραχὺ παρ’ Ἀγγέλους ἡλαττῶσθαι λεγόμενος, αὐτός ἐστιν ὁ ἐκ Θεοῦ Λόγος· οὐκ εἰς ἰδίαν φύσιν παθὼν τὴν ἐλάττωσιν, ἀεὶ γάρ ἐστιν αὐτὸς καὶ ὡσαύτως ἔχων, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ὑπομεμενηκὼς δὲ καὶ τοῦτο δι’ ἡμᾶς ἀνθρωπίνως· ἠνείχετο γὰρ καίτοι Θεὸς ὣν φύσει τῶν τῆς ἀνθρωπότητος μέτρων διὰ τὴν οἰκονομίαν· καὶ τοῦτό ἐστι τοῦ κατ’ αὐτὸν μυστηρίου τὸ ὅτι μάλιστα θαυμάζεσθαι πρέπον. οὕτω καὶ ὁ προφήτης ἔλεγεν Ἀμβακούμ· “Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, “καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.” ἔκστασις γὰρ ἀληθῶς καὶ τοῦ παντὸς ἐπέκεινα θαύματος τὸ γεγενημένον. ἀλλ’ οὐκ ὁδ’ ὅπως τί ἐπ’ αὐτὸ μυστήριον οὐ νενοηκότες ὀρθῶς κενολογοῦσι τινες, καὶ δὴ καὶ γεγράφασι, τὰ ἐν τῷ ὀγδόῳ ψαλμῷ διερμηνεύειν ἐθέλοντες. σκοπῶμεν τοίνυν τίς ὁ ἄνθρωπος περὶ οὗ
Ἠγνοήκασι δὲ ὡς ἔοικεν, ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ’ ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννοιῶν ἡ ἀπόδοσις ἐν κόσμῳ τῷ δέοντι προἰοῦσα φαίνοιτο, φέρε καὶ πρό γε τῶν ἄλλων τῆς ἐν τῷ παροσιθέντων h ψαλμῷ θεωρίας ἁψώμεθα. ᾔδει ὡς προφήτης ὁ θεσπέσιος Δαβὶδ, ὅτι κατὰ τὴν ἀψευδῆ τε καὶ θείαν ὑπόσχεσιν ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, τὸ κατὰ σάρκα γενήσεται· πλὴν οὐκ ἠγνόηκεν ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων ἐν τοῖς καθ’ ἡμᾶς ἑαυτὸν καθήσει κατὰ καιρόν. διαλέγεται οὖν ἐν τῷ ὀγδόῳ ψαλμῷ, καὶ τοὺς πρὸς αὐτὸν ποιεῖται λόγους, ὡς πρὸς ἄνθρωπον ἅμα καὶ Θεὸν ἕνα τὸν ἐξ ἀμφοῖν ἐπιγινώσκων Θεὸν, ταύτῃ τοι φησί· “ Κύριος ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου “ ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια σου ὑπεράνω τῶν “ ὐρανῶν·” ποῦ γὰρ ὅλως, ἢ παρὰ τίσι Χριστὸς οὐ τεθαύμαστο; ἣ πῶς οὐκ ἐπήρθη καὶ ὑπεράνω τῶν οὐρανῶν ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ τὸ τῆς δόξης περιφανές; εἴπερ ἐστὶν ἀληθὲς, “ ὅτι ἐν " τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ “ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, “ ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.”
Ὅτι γὰρ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Λόγῳ καὶ ἑνωθέντι [*](h An leg. πάροιθεν νοηθέντι.)
Ἀποφαίνει τοίνυν ὁ Παῦλος γυμνοὺς ἡμᾶς τῆς δόξης τῆς πάλαι δεδωρημένης· διὰ τοῦτό φησι· “ νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ “ πάντα ὑποτεταγμένα,” καὶ οὐ δή που φρονοῦμεν, ὀρθὰ φρονεῖν ᾑρημένοι περὶ ἑνὸς ἀνθρώπου τὰ τοιάδε λέγειν αὐτὸν, ἀλλ’ ὡς ἐν ἑνὶ προσώπῳ τὸν καθόλου σημαίνων ἄνθρωπον, σεσυλῆσθαι φησιν αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τι δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον. ἀποφαίνει γὰρ τῆς δόξης ἡμαρτηκότα διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ἵνα καὶ τὸν τῆς ἐπαναλήψεως ἀφηγήσηται τρόπον, καὶ οἱά τις ἦν ἐμφάνῃ τὴν τοῦ γένους πτωχείαν, ἵνα δείξῃ πάλιν τὸν δι’ οὗ πεπλουτίσμεθα. προσεπάγει γὰρ εὐθὺς, “ τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέ- “ πομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστε- “ φανωμένον.” Θεὸς γὰρ ὢν φύσει, καθὰ πλειστάκις εἰρήκαμεν. ὁ ἐκ Θεοῦ Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ κεχρημάτικε μεθ’ ἡμῶν ὡς ἄνθρωπος, βραχὺ παρ’ Ἀγγέλους, ἵνα καὶ ὑπήκοος γεγονὼς τῷ Πατρὶ, καὶ μέχρι θανάτου, δόξῃ καὶ τιμῇ στεφανώσῃ τὴν ἀνθρώπου φύσιν, ὡς εἷς ἐξ ἡμῶν στεφανούμενος, καὶ τοι τῆς δόξης Κύριος ὤν.
Εἰ δὲ δή τις λέγοι μνήμης καὶ ἐπισκοπῆς ἠξιῶσθαι παρὰ τοῦ Θεοῦ Λόγου τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον, εὐεργετῆσθαι τε αὐτὸν καὶ ἠξιῶσθαι τιμῆς ὑπὲρ ἰδίαν φύσιν, κατακομιεῖ μὲν ὥσπερ εἰς γῆν τοῦ μυστηρίου τὴν δόξαν· πλεῖστον δὲ ὅσον ὀφλήσει γέλωτα. ποῦ γὰρ, εἰπέ μοι ψιλὸς ἄνθρωπος ὁ Χριστός; πότε δὲ δίχα τοῦ ἑνωθέντος αὐτῷ νοεῖται Λόγου ; ἔστι γὰρ ἐκ μήτρας Ἐμμανουήλ, καὶ οὐ γέγονε τοῦτο κατὰ καιρούς. πῶς οὖν αὐτὸν ἐπισκοπῆς τε καὶ μνήμης ἠξιῶσθαί φασι παρὰ τοῦ Θεοῦ Λόγου ; εἶτα διιστάντες τε καὶ διορίζοντες ὁλοτρόπως ἁλοῖεν ἂν καὶ ἀνὰ μέρος, ἡμῖν γυμνὸν τοῦ ἑνωθέντος Λόγου δεικνύντες ἕτερον Χριστὸν καὶ υἱόν· ἕτερον γὰρ ἀνάγκη νοεῖσθαι τὸν ἐπισκοπῆς αὐτὸν καὶ μνήμης ἠξιωκότα, παρὰ τὸν ᾧ ταῦτα δέδοται παρ’ αὐτοῦ· πῶς οὖν ἔτι " Κύριος εἷς, μία τε πίστις καὶ ἓν τὸ βάπτι- “ σμα;” εἰ γὰρ καὶ πολλή τις τῶν φύσεων ἡ διαφορὰ, ἀλλ’ ὁ γε τῆς ἑνώσεως τρόπος ἕνα τὸν ἐξ ἀμφοῖν ἔδειξεν Υἱόν. οὐκοῦν εἰ
Εἰ μὲν οὖν τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἀνὰ μέρος ἡμῖν ἱστάντες, αὐτὸν ὑπομεῖναι φασι τὴν κένωσιν, πῶς ἐκενώθη δεδοξασμένος, εἴπερ ἐστὶ καθ’ ἡμᾶς ἀνθρώπῳ τιμὴ καὶ δόξα τὸ ἐπισκοπῆς ἀξιοῦσθαι καὶ μνήμης, ἑνώσεως τε τυχεῖν τῆς πρὸς Θεόν· εἰ δ΄ ἐπ’ αὐτοῦ λέγοιεν πεπρᾶχθαι τὴν κένωσιν τοῦ μονογενοῦς, κεκένωται τι παθών· ᾧ γὰρ τὸ παθεῖν συμβέβηκε, πρέποι ἃν μᾶλλον καὶ τὰ τῆς κενώσεως χρήματα. σεσώσμεθα τοίνυν δι’ ἑαυτῶν, εἴπερ ἐστὶν ἄνθρωπος καθ’ ἡμᾶς οὐχ ἑνωθεὶς καθ’ ὑπό. στάσιν τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, καθάπερ αὐτοί φασιν, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος. πῶς οὖν Θεὸς ὁ Χριστὸς, εἰ καὶ αὐτὸς μεθ᾿ ἡμῶν ἠξίωται μνήμης τῆς παρὰ Θεοῦ, καὶ γέγονεν εἷς τῶν εὐεργετουμένων; καὶ τοι πρόσειμεν ὡς Θεῷ προσευχόμενοι, καὶ τῶν ἄνωθεν ἀγαθῶν αἰτούμενοι τὴν χορηγίαν, ὡς ὅλῃ τῇ κτίσει διανέμοντα θεοπρεπῶς τὰ αἰτήματα.
τεχνίτης τοίνυν ὑπάρχων ὁ Παῦλος τῆς μυσταγωγίας ὡς ἔφη, δέχεται μὲν ἔσθ’ ὅτε εἰς θεωρίαν πνευματικὴν τὰ ἐκ τῆς θεοπνεύστου γραφῆς· χωρήσας δὲ κατὰ μόνων τῶν ὅτι μάλιστα τῷ λόγῳ χρησίμων, σιωπᾷ τὰ ἕτερα, πρέπειν αὐτὰ μᾶλλον ἐκείνοις εἰδὼς περὶ ὣν καὶ γέγραπται, οἱον φέρε εἰπεῖν ἔφη που περὶ τῆς Εὔας καὶ τοῦ Ἀδὰμ τὸ περὶ αὐτῶν γεγραμμένον, " διὰ τοῦτο καταλεί- “ ψεῖ ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ “ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· προσεπάγει τούτοις αὐτὸς τὸ “ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, “ πλὴν καὶ ὑμεῖς οἱ καθένα τὰς ἑαυτῶν γυναῖκας ἀγαπᾶτε, ὡς τὰ ἑαυτῶν σώματα.” ἄθρει δὴ καὶ ἐν τούτοις, ὡς οὐκ ἀπίθανον μὲν
Ὅτι μὲν γὰρ προέγνωστο τῷ Θεῷ καὶ Πατρὶ, καὶ μὴν καὶ αὐτῷ τῷ Υἱῷ τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, ἐνδοιάσειεν ἃν οὐδεὶς, καὶ ἐξ αὐτοῦ τοῦ εἰκότος καὶ τοῦ τῆ θεότητι πρέποντος ἀναπεπεισμένος. τί γὰρ ἄποπτον αὐτῇ; τί δαὶ τῶν ἐσόμενον οὐκ ᾔδει καὶ πρὶν ἑσπέρας k ἐλθεῖν; προσεμπεδοῖ δὲ ἡμᾶς καὶ ὁ μακάριος Παῦλος αὐτὸ τοῦτο γράφων ἐν τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ, κἀν τῇ δευτέρᾳ πρὸς Τιμόθεον ὁμοίως, " προωρίσμεθα γὰρ ἡμεῖς “ δι’ αὐτοῦ τοῦ Χριστοῦ πρὸς υἱοθεσίαν·” καὶ γέγονεν ἡμῖν πρωτότοκος, ἵν᾿ ἡμῖν ἀνθρωπίνως συντάττηται, καὶ τοι Θεὸς ὣν φύσει καὶ Υἱὸς ἀληθῶς. οὐχ εὑρήσομεν δὲ κατὰ πρόγνωσιν ἄνθρωπον αὐτὸν ὠνομασμένον ἁπλῶς, γυμνὸν δὴ λέγω, καὶ δίχα τοῦ ἑνωθέντος αὐτῷ καθ’ ὑπόστασιν Λόγου, καὶ οὐ μνήμης αὐτὸν ἣ ἑπισκοπῆς ὡς ἕνα τῶν καθ’ ἡμᾶς ἠξιῶσθαι φαμεν· ἐκεῖνο δὲ μᾶλλον περινοήσωμεν εὐσεβῶς· ἐθελήσας γὰρ ὁ ἐκ Θεοῦ Λάγος ἐν εὐδοκίᾳ Πατρὸς ἄνθρωπος γενέσθαι καθ’ ἡμᾶς, " ὅπως χάριτι Θεοῦ ὑπὲρ “ παντὸς γεύσηται θανάτου,” ἴδιον ἐποιήσατο σῶμα τὸ τοῖς θανάτου δεσμοῖς ὑποκείμενον, ἵνα καὶ ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ἀναθεὶς, διὰ τῆς ἰδίας σαρκὸς καταργήσῃ θάνατον.
Φασί δὲ καὶ τοῦτο καὶ διατείνεσθαι τεθαρρήκασιν, ὅτι δὴ πάλιν ὁ ἐκ Θεοῦ Λόγος, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον τετελείωκε διὰ παθημάτων, ὡς τῆς σωτηρίας ἡμῶν ἀρχηγόν· ψευδοεῆ που πάντως ἀποφαίνοντες τὸν προφήτην λέγοντα, " οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ’ “ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς. ” ποῦ γὰρ ἔτι σέσωκεν ἡμᾶς αὐτὸς ὁ Κύριος, εἰ δι’ ἑνὸς τῶν καθ’ ἡμᾶς, καὶ ἐν ὁμοδούλῳ σεσώσμεθα; ἑνώσει μὲν γὰρ τῇ καθ’ ὑπόστασιν ἐν Χριστῷ τὸ ἀνθρώ- [*](k Leg. ἐς πέρας.)
Ὅτε τοίνυν σέσωκεν ἡμᾶς αὐτὸς ὁ Κύριος κατὰ τὰς γραφὰς, τί παραιτοῦνται τὸν σεσωκότα τῆς ὅτι μάλιστα πρεπούσης εὐκλείας αὐτῷ; παύσασθε διορίζοντες τοῦ Λόγου τὸ ἀνθρώπινον, ἵνα μὴ κοινὸν ἄνθρωπον σωτῆρα καὶ λυτρωτὴν τῶν βίων κηρύττητε. ἀλλὰ ναὶ, φασὶ, τετελείωκε τὸν ἄνθρωπον διὰ παθημάτων ὁ Λόγος· αὐτὸς γάρ ἐστιν ὁ δι’ οὗ τὰ πάντα, καὶ πρέποι ἃν μᾶλλον ἐπ’ αὐτοῦ νοεῖσθαι τὰς τοῦ Παύλου φωνάς· τι δαὶ, εἰπέ μοι, τὸ δι’ οὗ τῷ πατρὶ προσνέμοντες ἀδικήσομεν ; καὶ τοι γεγραφότος Παύλου, " πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ·” καὶ πάλιν, “ ἄρα οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς καὶ κλη- " ρονόμος διὰ Θεοῦ.”
Ὅτι δὲ καὶ αὐτὸς ὁ μυσταγωγὸς ἐπ’ αὐτοῦ τέθεικε τοῦ Πατρὸς τὸ " ἔπρεπε γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα,” καὶ τὰ τούτοις ἐφεξῆς, ἐξ αὐτῆς εἰσόμεθα τῆς τῶν γεγραμμένων ἀκολουθίας· ἔφη γὰρ ὡδί· “ τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττω- " μένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξη καὶ “ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου· εἶτα Θεὸν ὀνομάσας τὸν Πατέρα, καὶ τὴν αὐτοῦ μνήμην εἰσκεκομικὼς, προσεπάγει πάλιν, “ ἔπρεπε γὰρ αὐτὸν δι’ “ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα.” . . . . . “ ἐξ αὐτοῦ γὰρ καὶ “ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα” κατὰ τὸ γεγραμμένον. ἀλλ’ ἴσως ἐκεῖνο φαῖεν ἄν· οὐ γάρ ἐστι Θεὸς ὁ Υἱός; πῶς οὖν τὸν Πατέρα φῄς σημαίνεσθαι μόνον, διά γε τοῦ Θεὸν ὠνομάσθαι, παρά γε τοῦ μακαρίου Παύλου; καὶ πρός γε τοῦτο ἐροῦμεν τόσον δὲ τουτὶ, καὶ μάλα ὀρθῶς· οὐ γάρ ἐστι Θεὸς ὁ Πατήρ ; εἶτα, πῶς ἄνω τιθεὶς τὸ Θεὸς ὄνομα πάντη τε καὶ πάντως τῶ Υἱῷ; ἀλλ’ ὅτι μὲν τὸ δι’ οὗ πρέποι ἃν οὐχὶ μόνῳ τῷ Υἱῷ, τέθειται δὲ πλειστάκις καὶ ἐπ’ αὐτοῦ τοῦ Πατρὸς ἀποχρώντως ἡμῖν ἀποδέδεικται·
Ὅτε τοίνυν ἐστὶ τὸ κωλῦον οὐδὲν τῆ τοῦ Θεοῦ κλήσει κατονομάζεσθαι τὸν Πατέρα, Θεοῦ κατὰ φύσιν ὑπάρχοντος καὶ αὐτοῦ τοῦ Υἱοῦ· τί μὴ μᾶλλον παρὰ τοῦ Πατρὸς τετελειῶσθαι φαμεν διὰ παθημάτων τὸν Υἱόν; ἐνηνθρώπησε γὰρ αὐτὸς, καὶ μορφὴν δούλου λαβὼν πέπονθεν ὑπὲρ ἡμῶν σαρκὶ κατὰ τὰς γραφάς· καί τοι κατὰ φύσιν ἰδίαν ὑπομεμενηκὼς τῶν παθημάτων οὐδὲν, καθ’ ὃ καὶ Θεὸς νοεῖται, καὶ ἔστι Λόγος τοῦ Πατρός. ταύτης ἕνεκεν τῆς αἰτίας σαρκὶ πεπονθέναι φαμὲν τὸν ἐπέκεινα τοῦ παθεῖν· ἔφη γάρ που καὶ ὁ μακάριος Πέτρος, “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν " σαρκί.” καὶ ἐπειδὴ ὁ πάσης ὁμοῦ τῆς κτίσεως κατὰ φύσιν ἰδίαν ἐξῃρημένος ὡς Θεὸς κεκενῶσθαι λέγεται, καὶ κατέβη πρὸς ἀνθρωπότητα, ταύτῃ τοι καὶ πολλοῖς ἀδελφοῖς συντέτακται, καὶ ὁ μόνον ἔχων τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν, πολλῶν ἠξίωσε γενέσθαι Πατήρ. ἀλλ’ ἐξῄρηται θεικῶς τοῖς ἄλλοις Χριστὸς Ἰησοῦς, εἰ καὶ ἀνθρωπίνως αὐτοῖς συντάττοιτο, οὕτω γὰρ ἔσονται “ καὶ ὁ ἁγιάζων “ καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες·” ἕνα γὰρ ἐσχήκαμεν σὺν αὐτῷ τὸν Πατέρα, ὃς εἰ καὶ γέγονεν ἡμῶν φιλανθρωπίᾳ τε καἰ χάριτι πατὴρ, ἀλλ’ οὖν ἐστιν ἰδικῶς καὶ μόνου Πατὴρ Ἰησοῦ Χριστοῦ, τουτέστι σαρκὸς γεγονότος τοῦ Λόγου κατὰ τὰς γραφάς. ἐπειδὴ δὲ, ὡς ἔφην, ἕνα Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς αὐτός τε καὶ ἡμεῖς ἐσχήκαμεν, “ οὐκ ἐπαισχύνεται ἡμᾶς ἀδελφοὺς ἀποκαλεῖν, λέγων, “ ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου·” καί τοι πῶς ἐναργὲς, ὡς εἴπερ ἦν ἀληθῶς μέχρι τῆς ἀνθρωπότητος μόνης τῆς Χριστοῦ δόξης τὸ μέτρον, οὐκ ἃν ἐπαισχύνθη καλεῖν ἀδελφοὺς, οἱς τοῦτο καὶ μόνη προὐξένησεν ἃν ἡ φύσις, καὶ οὐ διδόντος αὐτοῦ; ὡς γὰρ ὁ προφήτης φησί· “ Θεὸς εἷς ἔκτισεν ἡμᾶς, καὶ Πατὴρ “ εἰς πάντων ἡμῶν,” ἔχοι ἃν τὸν εἰκότα λόγον τὸ ἐπαισχύνεσθαι
(Χρυσοστόμου.) Καὶ ὁ μακάριος δὲ Ἰωάννης φησί· ὁρᾷς δείκνυσι πάλιν τὴν ὑπεροχήν; τὸ γὰρ εἰπεῖν “ οὐκ ἐπαισχύνεται,” δείκνυσιν οὐ τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας αὐτοῦ, μὴ ἐπαισχυνομένου τὸ ταπεινὸν τῆς ταπεινοφροσύνης τῆς πολλῆς· εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ’ ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα· πάλιν δὲ τὸ μέσον, καὶ ὁ μὲν ἐκ τοῦ Πατρὸς ὡς Υἱὸς γνήσιος, τουτέστιν, ἐκ τῆς οὐσίας, ἡμεῖς δὲ ὡς κτίσμα.
Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κρότος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῃμ ἔνοχοι ἦσαν δουλείας.
(Κυρίλλου.) Ὁ μακάριος Κύριλλος φησὶν, ἀναγκαῖον οἶμαι πρό γε τῶν ἄλλων πολυπραγμονῆσαι λεπτῶς, περὶ ποίων αὐτῷ παιδίων ὁ λόγος, ἃ δὴ σαρκός τε καὶ αἵματος κεκοινωνηκέναι φησὶ, καὶ τίς ὁ παραπλησίως μετεσχηκὼς τῶν αὐτῶν· ὅτε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καί τοι Θεὸς καὶ Κύριος ὣν κατὰ φύσιν, καὶ σύνεδρος τῷ Θεῷ καὶ Πατρὶ, καθῆκεν αὐτὸν εἰς τὸ τῆς ἀνθρωπότητος μέτρον, συντέτακται δὲ διὰ τοῦτο καὶ ὡς ἀδελφὸς τοῖς κεκλημένοις διὰ πίστεως εἰς υἱοθεσίαν Θεοῦ· τότε δὴ τότε τῆς οἰκονομίας τὸ εὐτεχνἐς εὑ μάλα τετηρηκὼς, ἔφασκε περὶ ἡμῶν, ποτὲ μὲν, “ ὅτι ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς
Παραδέδοται γὰρ αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὰ πάντα, καὶ κλῆρος αὐτοῦ γεγόναμεν, καί τοι πάλαι μερίδες ἀλωπέκων ὄντες, καθά φησιν ὁ Δαβίδ· ὑπεκείμεθα γὰρ οὐχ ἑκόντες οἱ δείλαιοι ταῖς τῶν δαιμονίων ἀγέλαις· ἀλλ’ αἵματι τῷ ἰδίῳ πάντας ἡμᾶς κατεκτήσατο καὶ κεκληρονόμηκεν ὁ Χριστός· καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, “ οὓς δέδωκάς μοι “ ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς δέδωκας, κἀγὼ τὴν δόξαν “ ἣν δέδωκάς μοι, αὐτοῖς.” καί τοι γὰρ Υἱὸς κατὰ φύσιν ὑπάρχων, χάριτι μεθ’ ἡμῶν τῆς τοιᾶσδε δόξης μετεσχηκέναι φησὶ, διὰ τὸ ἀνθρώπινον, πλὴν μεμενηκὼς ὅπερ ἦν, δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ δόξαν· κατεσφράγισε γὰρ τῷ ἰδίῳ πνεύματι πρὸς υἱοθεσίαν, καὶ ἐν αὐτῷ κράξομεν, ἀββᾶ ὁ πατήρ. οὐκοῦν ἡμεῖς οἱ ἐν τέκνοις ἠριθμημένοι Θεοῦ, κεκοινωνήκαμεν αἵματος καὶ σαρκὸς, τουτέστιν ἐν αἵματί τέ ἐσμεν καὶ σαρκὶ, καὶ ἐν φθαρτοῖς καὶ γηίνοις σώμασι. ταύτης ἕνεκα τῆς αἰτίας, καὶ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ζωὴ κατὰ φύσιν ὑπάρχων, μετέσχε τῶν αὐτῶν, καὶ οὐ καθ’ ἕτερον τρόπον, ἀλλὰ παραπλησίως, ἵνα καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.
Ἐπειδὴ γὰρ οὐχ ἑτέρως ἦν δύνασθαι τὸ θανάτῳ καὶ φθορᾷ καὶ ἁμαρτίᾳ κατεσχημένον ἀνακομίζεσθαι πρὸς τὸ ἐν ἀρχαῖς πλὴν ὅτι διὰ μόνου Χριστοῦ, τῆς ἐνανθρωπήσεως τὸ μυστήριον ὡς ἐν καιρῷ καθήκοντι πληροῦσθαι λοιπὸν παρεκάλει λέγων ὁ μακάριος Δαβὶδ, “ ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν “ θλίψεσι;” ταύτῃ τοι Ἐμμανουὴλ κέκληται· οὐ γὰρ ἀφέστηκεν ἔτι μακρόθεν, ἀλλὰ δὴ γέγονεν ἐγγύτερον μεθ’ ἡμῶν, ἄνθρωπος πεφηνὼς ὁ τοῦ Θεοῦ Λόγος. παραπλησίως γὰρ ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς, ἐπειδὴ θανάτῳ καὶ φθορᾷ κεκράτηται τὸ ἐπὶ γῆς γένος, τουτέστιν ὁ ἄνθρωπος· καὶ τῷ Θεῷ τῷ πάντων ἐδόκει διὰ πολλὴν ἡμερότητα καὶ φιλανθρωπίαν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, ἵνα λοιπὸν ἀτονήσῃ θάνατος, καὶ ὡς ἐν πρώτῳ τῷ Χριστῷ παραχωρῶν εὑρίσκηται τῷ νικᾷν τοῖς ἐπιγείοις σώμασιν.
Οὕτω γὰρ οὕτω εἰς ἅπαν ἡμῶν τὸ γένος ἡ τῆς ἀφθαρσίας δύναμις κατευρύνεται, καὶ πιστώσεται γράφων ὁ θεσπέσιος Παῦλος, “ ἐπειδὴ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν. ἔδει γὰρ, ἔδει τὸ πεπονθὸς θεραπεύεσθαι καὶ διὰ τῆς τῷ θανάτῳ τυραννουμένης σαρκὸς καταργεῖσθαι θάνατον· ὥσπερ γὰρ ἐν Ἀδὰμ προσκρούσασα διὰ τὴν παράβασιν πέπτωκεν ὑπὸ θάνατον, οὕτως ἐπειδὴ γέγονεν εὐδόκιμος ἐν Χριστῷ διὰ τὴν ὑπακοὴν, τῶν τοῦ θανάτου βρόχων ἐξήρτηται καὶ τῶν ἐκείνου δειμάτων, ὡς ἐπ’ αὐτοῖς ἀνασκιρτῶντας ἡμᾶς ἐκεῖνο βοᾷν, “ ποῦ σοι, θάνατε, τὸ νῖκος, “ ποῦ σου, ᾅδη τὸ κέντρον;” ζωὴ γὰρ ὑπάρχων οὐσιωδῶς ὁ μονογενὴς γενῆς τοῦ Θεοῦ Λόγος, ἥνωσεν ἑαυτὸν τῇ γηΐνῃ καὶ ἀποθνησκούσῃ σαρκὶ, ἵνα καὶ αὐτῇ καθάπερ τι τῶν ἀτιθάσσων θηρίων ἐπιδραμὼν ὁ θάνατος ἀτονήσῃ λοιπὸν ἡττώμενοι· οὐ γὰρ ἦν δύνασθαι παραχωρεῖν τῷ θανάτῳ τὴν ζωήν.
Οὐ γὰρ δήπου Ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.
Εἰ μὴ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἥνωσε δὲ μᾶλλον ἑαυτοῦ τὸ ἀνθρώπου πρόσωπον, καθὰ δοκεῖ τοῖς διορίζουσι, ὡς ἐν εὐδοκίᾳ μόνῃ καὶ τῇ κατὰ θέλησιν ῥοπῇ, πῶς ὁμοίωται κατὰ πάντα τοῖς ἀδελφοῖς, μᾶλλον δὲ, πῶς ἃν ὅλως νοοῖτο καὶ ἀδελφὸς, ο παντὸς ἐπέκεινα γενητοῦ, καὶ ασυγκριτοις ὑπεροχαῖς, ταῖς κάτα φύσιν λέγω, τὴν κτίσιν ὑπερκείμενος ; πῶς κεκοινώνηκεν αἱματος καὶ σαρκὸς, εἰ μὴ γέγονεν ἴδια ταῦτα αὐτοῦ καθὰ καὶ ἡμῶν; εἷς οὺν ἄρα ἐστιν Υἱὸς καὶ κύριος ἑνώσει τῇ καθ’ ὑπόστασιν, συνενεχθέντος τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον σαρκός τε καὶ αἵματος κεκοινωνηκότος, ὁμοιωθέντος τε κατὰ πάντα τοῖς ἀδελφοῖς.
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησίν· εἰς τὸ “ ὅσοι “ φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας·” ἣ τοῦτο λέγει, ὅτι ὁ τὸν θάνατον δεδοικὼς δοῦλός ἐστι, καὶ πάντα ὑφίσταται ὑπὲρ τοῦ μὴ ἀποθανεῖν· ἣ ἐκεῖνο, ὅτι δοῦλοι πάντες ἦσαν τοῦ θανάτου, καὶ τῷ μηδέ πω αὐτὸν λελύσθαι ἐκρατοῦντο· ἣ ὅτι φόβῳ διηνεκεῖ συνέζων οἱ ἄνθρωποι, ἀεὶ ἀποτεθνήξεσθαι προσσοκωντες.
Οὐ γὰρ δή που Ἀγγέλων Ἀγγέλων ἐπιλαμβάνεται.
τὴν πολλὴν ἐνταῦθα φιλανθρωπίαν ὁ Παῦλος δεῖξαι βουλόμενος, καὶ τὴν ἀγάπην ἣν περὶ τὸ γένος ἔσχε τὸ ἀνθρώπινον, μετὰ τὸ εἰπεῖν, " ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, " καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν,” ἐπεξέρχεται πλέον τούτῳ τῷ χωρίῳ· μὴ γὰρ ἁπλῶς προσχῇς τῷ ῥηθέντι, μηδὲ ψιλόν τι μόνον τοῦτο εἶναι νομίσῃς τῷ τὴν ἐξ ἡμῶν σάρκα ἀναλαβεῖν, Ἀγγέλοις τοῦτο οὐκ ἐχαρίσατο· “ οὐ γὰρ δή που Ἀγγέλων, φησὶν, " ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ,” οὐκ Ἀγγένου φύσιν ἀνεδέξατο, φησὶν, ἀλλ’ ἀνθρώπου. τί δέ ἐστιν “ ἐπιλαμβάνεται;” οὐκ ἐκείνης, φησὶν, ἐδράξατο τῆς φύσεως τῆς τῶν Ἀγγέλων, ἀλλὰ τῆς ἡμετέρας. διὰ τι δὲ οὐκ εἶπεν ἔλαβεν, ἀλλὰ ταύτῃ τῇ λέξει ἐχρήσατο τῇ " ἐπιλαμβάνεται;” ἀπὸ μεταφορᾶς τῶν διωκόντων τοὺς ἀποστρεφομένους, καὶ πάντα ποιεῖν ὥστε καταλαβεῖν φεύγοντας καὶ ἐπιλαβέσθαι ἀποπηδώντων· φεύγουσαν γὰρ ἀπ’ αὐτοῦ τὴν ἀνθρωπίνην φύσιν, καὶ πόρρω φεύγουσαν, ἦμεν γὰρ μακρὰν, καταδιώξας κατέλαβεν· ἔδειξε ὅτι φιλανθρωπίᾳ μόνῃ καὶ ἀγάπῃ καὶ κηδεμονίᾳ τοῦτο πεποίηκεν.
Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.
Ἐτέχθη, φησὶν, ἐτράφη, ηὐξήθη, ἔπαθε πάντα ἅπερ ἐχρῆν, τέλος ἀπέθανε· τοῦτό ἐστι κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. ἐπειδὴ πολλὰ διελέχθη περὶ τῆς μεγαλότητος αὐτοῦ καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονομίας λόγον κινεῖ, μονονουχὶ λέγων, ὁ οὕτω μέγας, ὁ ὣν ἀπαύγασμα τῆς δόξης, ὁ ὣν χαρακτὴρ τῆς ὑποστάσεως, ὁ τοὺς αἰῶνας πεποιηκὼς, ὁ ἐν δεξιᾷ τοῦ πατρὸς κα. θήμενος, οὗτος ἠθέλησεν ἀδελφὸς ἡμῶν ἐν ἅπασι γενέσθαι· καὶ διὰ τοῦτο Ἀγγέλους ἀφῆκε καὶ τὰς ἄλλας δυνάμεις, καὶ πρὸς ἡμᾶς κατῆλθε καὶ ἡμῶν ἐπελάβετο, καὶ μυρία εἰργάσατο ἀγαθά· θάνατον ἔλυσε, τὸν διάβολον τῆς τυραννίδος ἐξέβαλεν, ἡμᾶς δουλείας ἀπήλλαξεν, οὐ τῇ ἀδελφότητι δὲ μόνον τετίμηκεν, ἀλλὰ καὶ ἑτέροις μυρίοις.
Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὸ πρὸς τὸν Θεόν.
Διὰ τοῦτο γὰρ, φησὶ, τὴν σάρκα ἔλαβε τὴν ἡμετέραν, ἐπειδὴ
Εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
Πἀλιν ταπεινὸν τοῦτο καὶ εὐτελὲς καὶ ἀνάξιον Θεοῦ· “ ἐν ᾧ γὰρ " πέπονθε, φησὶν, “αὐτὸς,” περὶ τοῦ σαρκωθέντος ἐνταῦθά φησι, καὶ πρὸς πληροφορίαν τῶν ἀκουόντων εἴρηται, καὶ διὰ τὴν αὐτῶν ἀσθένειαν, τουτέστι δι’ αὐτῆς τῆς πείρας ὧν ἐπάθομεν ἦλθεν· οὐκ ἀγνοεῖ τὰ πάθη τὰ ἡμέτερα, οὐχ ὡς Θεὸς μόνον οἶδεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας ἧς ἐπειράθη, ἔπαθε πολλὰ, οἶδε συμπάσχειν· καί τοι γε ἀπαθὴς ὁ Θεὸς ἐστίν· ἀλλὰ τὰ τῆς σαρκώσεως πάθη ἐνταῦθα διηγεῖται· ὡσανεὶ ἔλεγεν, καὶ αὐτὴ ἡ σὰρξ ἡ τοῦ Κυρίου, πολλὰ δεινὰ ἔπαθεν· οἶδε τί ἐστι πειρασμὸς τῶν παθόντων οὐχ ἧττον ἡμῶν· καὶ γὰρ καὶ αὐτὸς ἔπαθεν· τι οὖν ἐστι τὸ “δύναται τοῖς πειραζόμενος βοηθῆσαι;” ὡς ἃν εἴ τις εἶπε, μετὰ πολλῆς προθυμίας ὀρέξαι χεῖρα συμπαθὴς ἔσται “ εἰς” τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· καὶ διὰ τι μὴ εἶπε τῆς οἰκουμένης, ἀλλὰ “ τοῦ λαοῦ;” τὰς γὰρ πάντων ἁμαρτίας ἀνήνεγκεν, ὅτι τέως περὶ αὐτῶν ἦν ὁ λόγος αὐτῷ, ἐπεὶ καὶ ὁ Ἄγγελος πρὸς τὸν Ἰωσὴφ ἔλεγεν, " αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ· τοῦτο γὰρ καὶ πρῶτον ἔδει γενέσθαι, καὶ διὰ τοῦτο ἦλθεν, ὥστε τούτους σῶσαι, καὶ τότε διὰ τούτων ἐκείνους, εἰ καὶ τοὐναντίον γέγονε· τοῦτο γὰρ καὶ οἱ Ἀπόστολοι ἄνωθεν ἔλεγον, “ὑμῖν ἀναστήσας τὸν
τριὰς, μονὰς, ἐλέησον.
τῶν εἰς τὴν πρὸς Ἑρβαίους Ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγητικῶν ἐκλογῶν τόμος α'.
ΤΟΜΟΣ Β΄.
Οτι πιστευτέον Χριστῷ ὡς Μωσεῖ ἐπίστευσαν, καθ’ ὑπεροχὴν δὲ τὴν τοῦ Θεοῦ πρὸς ἄνθρωπον.
Ὅθεν ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.
(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· μέλλων προτιθέναι τοῦ Μωϋσέως κατὰ σύγκρισιν, εἰς τὸν τῆς ἀρχιερωσύνης νόμον τὸν λόγον ἦγ’ ἄγεν, οὐ γὰρ μικρὰν περὶ Μωϋσέως δόξαν εἶχον ἅπαντες, καὶ προκαταβάλλεται ἤδη τὰ σπέρματα τῆς ὑπεροχῆς. ἄρχεται μὲν οὖν ἀπὸ τῆς σαρκὸς, ἄνεισι δὲ εἰς τὴν θεότητα, ἔνθα οὐκέτι σύγκρισις ἦν, ἤρξατο ἀπὸ τῆς σαρκὸς
(Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλός φησι· Μωϋσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ, καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδόν· ἀλλ’ ἦν ἰσχνό- φωνος καὶ βραδύγλωσσος· διὰ τοῦτο γνωστὸς ἦν τοτηνικάδε τοῖς κατὰ μόνην τὴν Ἰουδαίαν ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπὸ Δὰν καὶ ἕως Βιρσαβεὲ, καὶ ποταμοῦ καὶ θαλάσσης· ὅροι γὰρ οὗτοι τῆς Ἰουδαίων γῆς· μέγα τε ἦν καὶ γνωριμώτατον τὸ ὄνομα αὐτοῦ. καὶ τοῦτο ἰδὼν ὁ προφήτης Δαβὶδ, ψάλλει που καὶ φησι πρὸς αὐτὸν περὶ τῶν ἐξ Ἰσραὴλ, " ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες “ ἔθνη καὶ κατεφύτευσας αὐτήν·” προσεπάγει δὲ τούτοις, ποταμῷ Εὐφράτῃ, καὶ μὴν καὶ θαλάσσῃ τῇ πρὸς νότον καὶ Ἰνδικῇ τερματίζων τὴν Ἰουδαίαν, “ ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, “ καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς.” συνεσταλμένον οὖν ἄρα καὶ εἰς μόλις διῆκον ἔθνος τὸ τοῦ πανσόφου Μώσεως ὁρᾶται κήρυγμα· προσετίθει δὲ τοῖς κεκλημένοις τῆς εὐπειθείας τὰ γέρα, καὶ τῆς ἐν νόμῳ ζωῆς ἀμοιβὰς, τὰ πρόσκαιρα καὶ εὐμάραντα. γῆν δέ φημι τὴν τῆς ἐπαγγελίας ὀνομάζειν πανταχῆ. καὶ δεδικαίωκε μὲν ὁ νόμος οὐδένα· “ δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεοῦ,” καὶ “ ἔστιν ἀδύνατον αἷμα τράγων καὶ ταύρων ἀφαιρεῖν ἁμαρτίας.”
Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐλεήμων γέγονε καὶ πιστὸς ἀρχιερεὺς εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ, καὶ ἐν ᾧ γέγονεν αὐτὸς πειρασθεὶς, βεβοήθηκε τοῖς πειραζομένοις.
Κέκληκε μὲν γὰρ ἁγίᾳ καὶ ἐπουρανίῳ κλήσει τὴν οἰκουμένην, ἐλεήμων δὲ γέγονεν ἀρχιερεὺς, ὅτι μὴ νόμου διάκονος ἦν τοῦ κατακρίνοντος, ἀμνησικάκῳ δὲ μᾶλλον χάριτι καὶ ἀγάπῃ δεδικαίωκε διὰ πίστεως, καὶ τῶν ἀρχαίων ἡμῖν πταισμάτων δεδώρηται τὴν ἀπόνιψιν. ἐλεήμων γὰρ ὣν ἀεί τε καὶ φύσει, τέθειται μεσίτης ἡμῶν καὶ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως ὁ μονογενὴς αὐτοῦ Λόγος· ἵν ὥσπερ ἀεὶ χρηστός τε καὶ ἐλεήμων ἦν, οὕτω δὴ πάλιν ἀρχιερεὺς ἀναδεδειγμένος κατοικτείρῃ τοὺς ἐπὶ τῆς γῆς, τὰ φίλα τε αὐτῷ καὶ συνήθη δρῶν, καὶ τῶν ἰδίων οὐκ ἐξιστάμενος ἀγαθῶν, ἵλεω δὲ καὶ αὐτὸν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς ἀποφήνῃ Πατέρα. γέγονε δὲ καὶ πιστὸς κατὰ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας προσαγαγὼν, καὶ τὰς πάντων ἡμῶν ἁμαρτίας ἀνενεγκὼν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, καθὰ γέγραπται· βεβοήθηκε γὰρ οὕτω τοῖς πειραζομένοις, “ ἐν ᾧτ’ πέπον- “ θεν αὐτὸς πειρασθεὶς,” “ τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν,” κατὰ τὸ γεγραμμένον. νοείσθω δὴ οὖν ἐν τούτοις “ τὸ πειρασθεὶς,” ἀντὶ τοῦ πεπονθὼς, ἤτοι πειρασμὸν τὸν ἐκ τῶν σταυρωσάντων ὑπενεγκών· δοὺς γὰρ ὑπὲρ πάντων τὸ ἐν ᾧ πέπονθε σῶμα, πάντας ἡμᾶς ἠλευθέρου, καὶ θανάτου καὶ ἁμαρτίας καὶ πειρασμῶν· οὐκοῦν “ βεβοήθηκε τοῖς πειραζομένοις,” εἷς ὑπὲρ πάντων ἀποθανὼν, ὁ πάσης τῆς κτίσεως ἀξιώτερος, ἵν οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.
Ὅτι γὰρ ἁγίους ἡμᾶς ἀποτελῶν σαρκὶ πέπονθεν ὁ χριστὸς, πληροφορήσει λέγων ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν τε καὶ Ιουδαίων, “ καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς “ τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν “ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι “ ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, “ εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ “ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε.”
Ὅθεν, ἀδελφοὶ, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν· πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, καθὰ καὶ Μωϋσῆς ἐν τῷ οἴκῳ αὐτοῦ.
Ἐπουράνιον δὲ καὶ μάλα εἰκότως ὀνομάζει κλῆσιν τὴν διὰ Χριστοῦ· χαριεῖται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς δι’ αὐτοῦ κεκλημένοις, οὐ πρόσκαιρα καὶ εὐμάραντα, καὶ ὅσα τοῖς ἀρχαιοτέροις ὁ διὰ Μώσεως ἐδίδου νόμος, ἀλλ’ ὅσα τοῖς ἅπαξ ἠξιωμένοις ἑλεῖν εἰς μακραίωνα βίον συνεκτείνεται, καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος, καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγονότος. καὶ γοῦν ὁ Παῦλός φησι, “ καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέσωμεν “ καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου·” καὶ πάλιν, “ ὁ πρῶτος ἄνθρωπος “ ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἐξ οὐρανοῦ· οἷος ὁ χοικὸς, τοιοῦτοι “ καὶ οἱ χοικοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.” γεγόναμεν τοίνυν ἐπουράνιοι· μορφούμεθα γὰρ εἰς Χριστὸν διὰ Πνεύματος, ὅς ἐστιν ἐξ οὐρανοῦ· διὰ τοῦτο καὶ περιπατοῦντες ἐπὶ γῆς, ἔχομεν ἐν οὐρανοῖς τὸ πολίτευμα· “ οὐ γὰρ τοῖς ἀρχαίοις ἐν “ ἴσῳ προσεληλύθαμεν ἡμεῖς, ψηλαφωμένῳ πυρὶ καὶ γνόφῳ καὶ “ ζόφῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων· “ προσεληλύθαμεν δὲ μᾶλλον Σιῶν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος “ Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν Ἀγγέλων, πανηγύρει καὶ “ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ " Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθή- “ κἠς νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λα- “ λοῦντι παρὰ τὸ βελ.” τὸ μὲν γὰρ αἷμα τοῦ Ἅβελ κατεκεκράτει τοῦ φονευτοῦ καὶ ἀδελφοκτόνου· λαλεῖ δὲ τὰ ἐκείνου κρείττονα, τὸ τίμιον αἷμα· μόνον γὰρ οὐχὶ καὶ ἐξαιτεῖ τῷ κόσμῳ τὸν ἐκ Πατρὸς ἔλεον, καὶ ῥεραντίσμεθα δι’ αὐτοῦ πρὸς δικαίωσιν.
Κατανοήσωμεν τοίνυν τὸν Ἀπόστολον καὶ καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν.
Ἀρχιερέα δηλονότι καὶ Ἀπόστολον, ὃς καὶ γέγονε πιστὸς καὶ μέχρι θανάτου καὶ σταυροῦ, καθεὶς ἑαυτὸν ἐν εὐδοκίᾳ πατρὸς, ἵνα καὶ ἡμᾶς ἑαυτοῦ καταστήσῃ μιμητὰς, οὐ δι’ αὑτὸν δεδιότας ὑπομεῖναι τὸν θάνατον, εἰ προσίοι κατὰ καιροὺς δι’ εὐσέβειαν καὶ ὑπακοὴν τινὸς πρὸς Θεόν.
Συλλήψεται δὲ πρὸς τοῦτο ἡμῖν καὶ ὁ μακάριος Πέτρος οὕτω λέγων, “ εἰς τοῦτο γὰρ καὶ ἐκλήθητε, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ “ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς “ ἴχνεσιν αὐτοῦ.” καὶ αὐτὸς δέ φησιν ὁ Σωτῆρ’· “ εἰ τις θέλει “ ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν “ αὑτοῦ, καὶ ἀκολουθείτω μοι.” τῷ γε μὴν ὠνομᾶσθαι πιστὸν τὸν Υἱὸν, ἀδικήσειεν ἂν οὐδὲν τὴν δόξαν αὐτοῦ· θεοπρεπεστάτην γὰρ οὖσαν τὴν λέξιν κατίδοι τις ἄν· καὶ ἐπ’ αὐτοῦ δὲ κειμένην τοῦ Θεοῦ καὶ Πατρός. γέγραπται γοῦν ὅτι “ Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ, δίκαιος καὶ ὅσιος ὁ Κύριος. ἔφη δέ τις καὶ τῶν Χριστοῦ μαθητῶν, ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, “ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν.” καὶ μὴν ὁ Παῦλος “ πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ “ Υἱοῦ αὐτοῦ·” τί γὰρ ἕτερον ἐν τούτοις ἡμῖν σημαίνει τὸ “πιστὸς,” ἣ τὸ ἀσφαλής τε καὶ βέβαιος καὶ ἀξιόχρεως εἰς πίστιν ὧν ἂν λέγοι τυχὼν, ἢ ὧν ἂν ἕλοιτο κατορθοῦν ; γέγονε δὲ τοιοῦτος ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ἐνανθρωπότητι καθιγμένος, καὶ σταυρὸν καὶ θάνατον ἀνατλὰς, ἵνα κατορθώσῃ τὸ αὐτῷ δοκοῦν.
Θεοδώρητοσ. Πάλιν ἀρχιερέα καὶ Ἀπόστολον αὐτὸν ὡς ἄνθρωπον κέκληκεν· εἰ γὰρ ὡς Θεὸς ἀρχιερεύς ἐστι, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦτο ἂν ἦν, ὅτι δὲ καὶ Ἀπόστολον τῆς ὁμολογίας ἡμῶν μετὰ τὴν ἐνανθρώπησιν γέγονε ἐν τῇ πρὸς Γαλάτας ἔδειξεν, “ ἐξαπέστειλε γάρ’ φησὶν, “ ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ “ γυναικός.” ἔφη γοῦν “ ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ “ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός “ με· τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ “ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ’ ἀναστήσω αὐτὸ τῇ “ ἐσχάτῃ ἡμέρᾳ.” δεδέμεθα γὰρ ὡς Σωτήρι’ καὶ ζωοποιῷ τῷ Υἱῷ, καὶ τοῦτο ἦν ἔργον αὐτῷ παρὰ τοῦ Πατρός· ἐνεργεῖ γὰρ δι’ Υἱοῦ, πᾶν ὅτι ἃν βούλοιτο κατορθοῦσθαι θεοπρεπῶς, ὅτι καὶ δύναμις
Φέρε δὲ πολυπραγμονήσωμεν εἰ δοκεῖ, τίς δὴ ἄρα καὶ ἐπὶ τίσι γέγονε τῷ Υἱῷ τῆς ἱερατείας ὁ τρόπος, πότερον δουλοπρεπὴς καὶ τῆς ἑτέρου δόξης ὑπουργὸς, ἣ μᾶλλον τῷ Υἱῷ τὰ κατὰ φύσιν ἁρμοδιώτατος, καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μώσεως δοθέντα νόμον ἱερουργοῦν τῷ Θεῷ, ὡς ἐν τύπῳ καὶ σκιᾷ προσῆγον λατρείας, αὐτὸν ἱερωμένοι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομίζοντες, ὡς ἐν χιμάρῳ καὶ κριῷ καὶ μόσχῳ πλειστάκις. ἔριφος γὰρ ὑπὲρ ἁμαρτίας ἐσφάζετο, κατά γε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων, ἀλλ’ ἐν ἐκείνοις μὲν ἦν τῆς ἀληθείας ἡ μόρφωσις· γέγραφε δὲ ἡμῖν ὁ σοφώτατος Παῦλος, “ Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν “ μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ “ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος “ τράγων καὶ μόσχων· διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ “ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑρόμενος.”
τὴν σάρκα ἐκείνην λέγει μείζονα καὶ τελειοτέραν σκηνὴν, κἀς ὃ ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύματος ἐνέργεια ἐνοικεῖ ἐν αὐτῇ· “ οὓ γὰρ ἐκ μέτρου διδῶσιν ὁ Θεὸς τὸ Πνεῦμα,” τελειοτέρας δὲ ὡσείτε καὶ ἀλήπτου οὔσης καὶ μείζονος κατορθούσης, τουτέστι, φησὶν, “ οὐ ταύτης τῆς κτίσεως·” ἰδοῦ πῶς μείζονος, οὐ γὰρ ἄνθρωπος αὐτὴν κατεσκεύασεν, οὐδὲ ταύτης τῆς κτίσεως ἐστιν, τουτέστιν, οὐ τούτων τῶν κτισμάτων, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου. ὁρᾷς πῶς σκηνὴν καὶ καταπέτασμα καὶ οὐρανὸν τὸ σῶμα καλεῖ, διὰ τῆς μείζονος σκηνῆς, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος καὶ εἰσερχομένην εἰς τὰ ἅγια τῶν ἁγίων, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ. τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ κἄ ἕτερον καὶ ἕτερον σημαινόμενον; οἷόν τι λέγω, καταπέτασμα ὁ οὐρανός ὥσπερ γὰρ
Ἐπράττετο μὲν γὰρ δι’ αἵματος ἀλλοτρίου τῆς λατρείας ἡ δύναμις τοῖς κατὰ νόμον ἱερουργοῖς· ὑποδείγματι γὰρ καὶ σκιᾷ λελατρεύκασι τῶν ἐπουρανίων· Χριστὸς δὲ οὐχ οὕτω πολλοῦ γε καὶ δεῖ. σέσωκε γὰρ τὴν ἐπουράνιον αἵματι τῷ ἰδίῳ, καὶ οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἱερεὺς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν, ἀτονούσης εἰς δικαίωσιν τῆς ἐν τύπῳ λατρείας· “ καὶ γὰρ ἦν ἀδύνατον αἷμα “ ταύρων καὶ τράγων ἀφαιρεῖν ἅμαρτ’ ” ὅθεν καὶ δευτέρας διαθήκης ἐξετέθη τύπος, οὐκ ἐχούσης ἐφ’ ἑαυτῇ τῆς πρώτης τὸ ἄμεμπτον. εἰδὼς δὲ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν πάντων προσκομιῶν τε ἅμα καὶ ἱερουργήσων αὐτῷ, γέγονεν ἄνθρωπος ὑπὲρ ἡμῶν· καὶ τούτου μάρτυς γένοιτ’ ἃν ἡμῖν οὐ ψευδοέπης ὁ μακάριος Παῦλος· ἔφη γὰρ πάλιν περὶ αὐτοῦ, “ διὸ εἰσορχόμενος εἰς τὸν κόσμον, λέγει, “ θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· “ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, τότε εἶπον, ἰδοὺ “ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται ῥάπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ “ Θεὸς, τὸ θέλημά σου.” τίς οὖν ἄρα ἐστὶν ὁ εἰς τὸν κόσμον εἰσερχόμενος ; πῶς δὲ καὶ ὅλως εἰσβεβηκέναι λέγεται ; μὴ οὐχὶ δὴ πρότερον ἔξω τε ὑπάρχων αὐτοῦ καὶ οἷον ἀπῳκισμένος;
Κυρίλλου. Ἐκβέβηκε τοίνυν εἰς τόνδε τὸν κόσμον ὁ ἐκ Θεοῦ Λόγος, οὐ τυπικῶς δὲ μᾶλλον, ἀλλὰ φυσικῶς, ὅτε καὶ αὐτὸς μέρος πέφηνε τοῦ κόσμου, καταρτίσαντος αὐτῷ τὸ σῶμα τοῦ Θεοῦ καὶ Πατρός· ἵνα καὶ τῆς ἁπάντων ζωῆς ἀνάλλαγμα γένηται, τεθνεὼς σαρκὶ κατὰ τὰς γραφὰς· γέγονε γὰρ διὰ τοῦτο καινῆς διαθήκης μέσ’ ἴτης, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. ὠνόμασται τοίνυν ἀρχιερεὺς καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, εὖ μάλα πεποιημένος· προσκεκόμικε τῷ Πατρὶ καθάπερ ὀσμὴν εὐωδίας πνευματικῆς, καὶ ὡς ἤδη κεκαθαρμένους, προσίομεν γὰρ λέγοντες τῆς πίστεως ἡμῶν τὸ μάθημα. ὅτε τοίνυν τῆς ἀκραιφνοῦς πίστεως τὴν ὁμολογίαν τε καὶ
Ὅτι γάρ ἐστι Θεὸς κατὰ φύσιν, καὶ Υἱὸς ἀληθῶς ὁ Ἐμμανουὴλ, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται λέγων ὁ μακάριος Παῦλος, “ ὡς γέγονε μὲν Ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, “ πιστὸς δὴ πρὸς τούτῳ τῷ ποιήσαντι αὐτὸν, καθὰ καὶ Μωϋσῆς “ ἐν τῷ οἴκῳ αὐτοῦ· πλείονός γε μὴν δόξης αὐτὸς ἠξίωται παρὰ “ Μωσέα, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας “ αὐτόν.” καί μοι πάλιν ἐν τούτοις καταθαυμάζειν ἔπεισι τὸν μυσταγωγόν· ὑποτρέχει γὰρ εὐμηχάνως τὸν Ἰσραὴλ, οὐ μετρίως ἀπονενευκότα πρὸς τὸ ἐξήνιον, καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ, καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται· πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοις ἀστείως τῆς τοῦ Σωτῆρος ἡμῶν ὑπεροχῆς τὸ πολὺ λίαν ἀνεστηκός· ἔφη γὰρ γενέ- σθαι Χριστὸν Ἀπόστολον καὶ ἀρχιερέα, καὶ πρός γε τούτῳ, πιστόν· καθάπερ ἀμέλει καὶ αὐτὸς γέγονεν ὁ Μώσης· εὐαφόρμως δὲ λίαν παρενεγκὼν εἰς μέσον τὸ Μώσεως ὄνομα, καὶ τοὺς ἐπαίνους τοὺς ἐπ’ αὐτῷ προκαταθεὶς, τῷ λόγῳ δέδειχεν εὐθὺς κατόπιν ὄντα τῆς δόξης Χριστοῦ· τετιμῆσθαι γὰρ ἔφη μειζόνως αὐτὸν, “ καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.”
Ὁρᾷς ὅπως καὶ ἐν σαρκὶ γεγονότα τὸν τοῦ Θεοῦ Λόγον καὶ ἐν τῇ τοῦ δούλου μορφῇ νοούμενον οἰκονομικῶς τῶν τῆς ἀνθρωπότητος ἀνακομίζει μέτρων, καὶ τῶν τῆς δουλείας ὅρων ἐπέκεινα τιθεὶς, γενεσιουργὸν εἶναί φησι τῶν ὅλων, καὶ αὐτοῦ δὲ δηλονότι Μώσεως, στεφανοῖ δὲ διὰ τῶν τούτων τῇ τῆς κατὰ φύσιν κυριότητος δόξῃ. εἰ γὰρ ἔστιν ἀληθὲς, ὅτι τῶν ποιημάτων οὐδὲν ταὐτὸν ἔσται κατ’ οὐσίαν τῶ ποιητῆ, πῶς ἃν ἐνδοιάσειέ τις, ὅτι πάντη τε καὶ πάντως ἀμείνων ἔσται κατὰ τὴν δόξαν ὁ κατασκευάσας αὐτόν ; ἐπιτήρει δὲ ὅτι τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας γίας ἡμῶν, ἡμῶν, αὐτὸν ἔφη πιστὸν μὲν γενέσθαι τῷ ποιήσαντι αὐτὸν,
Ἐπειδὴ δὲ ὁ καὶ αὐτῶν αἰώνων πρεσβύτατος μονογενὴς Υἱὸς, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς γέγονεν ἄνθρωπος, κεχρημάτικέ τε οὗτος Χριστὸς Ἰησοῦς· καινὸν γὰρ ὄνομα τοῦτο αὐτῷ καὶ τοῖς τῆς οἰκονομίας καιροῖς συνεισβεβηκὸς, προσέσται πάλιν αὐτῷ, καὶ εἰ γέγονε σὰρξ, τὸ πρὸ παντὸς εἶναι χρόνου, καὶ τὸ δεῖν ὁμολογεῖσθαι πρὸς ἡμῶν, ὅτι τῶν ὅλων ἐστι γενεσιουργός· “ εἷς γὰρ Θεὸς ὁ “ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ “ τὰ πάντα,” καὶ πάλιν “Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ “αὐτὸς, αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·” πῶς οὖν αὐτὸς κατὰ τὴν χθὲς ἃν εἴη, καίτοι γεννηθεὶς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς; ὅτι τῆς τοῦ Θεοῦ Λόγου φύσεως τὸ πρεσβύτατον, ὡς ἔφην, ἀναπόβλητον αὐτῷ μεμένηκεν ἀναγκαίως, καὶ ἐν χρόνοις τῆς μετὰ σαρκὸς καὶ νεωτάτης οἰκονομίας. καὶ γοῦν ἐποιεῖτο μὲν λόγους ποτὲ περὶ τοῦ προπάτορος Ἀβραὰμ πρὸς τὸν Ἰσραὴλ, λέγων· “ Ἀβραὰμ ὁ “ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ “ εἶδεν καὶ ἐχάρη.” οἱ δὲ κὰγ οὐδένα τρόπον τὸ ἐπ’ αὐτῷ συνιέντες μυστήριον, ἄνθρωπον δὲ καθ’ ἡμᾶς ἁπλῶς, καὶ πέρα τούτου μηδὲν ὑπονοοῦντες ὑπάρχειν αὐτὸν, ἀσυνέτως ἔφασκον, “ “πεντή- “ κοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;” ὁ δὲ πρὸς αὐτούς· “ Ἀμὴν, λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.” ἔστι τοίνυν αὐτοῦ τε τοῦ Ἀβραὰμ καὶ Μώσεως καὶ τῶν ὅλων τεχνίτης καὶ γενεσιουργός· ἀνάγκη δὲ πᾶσα τῶν ἰδίων ποιημά- τῶν προυφεστάναι λέγειν ’τον ποιήτην καὶ τῶν κατ’ εἰκόνα τὴν πρὸς αὐτὸν ἐκτισμένων προαναφαίνεσθαι τὸ ἀρχέτυπον κάλλος. οὐκοῦν ἀσυγκρίτως τὸ Μώσεως ὑπερβαλεῖται μέτρον, μᾶλλον δὲ καὶ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν, ἡ δόξα Χριστοῦ ὑπάρξει. καὶ καθ’ ἕτερον δὲ τρόπον πειρᾶται πληροφορεῖν ὁ θεσπέσιος Παῦλος ὅτι γέγονεν αὐτῷ σοφός τε καὶ ἀληθὴς ὁ περὶ τούτων
Ἄθρει δὴ οὖν, ὅπως τῷ μὲν μακαρίῳ Μωϋσῇ μέτρον ἀπονέμει τὸ οἰκετικὸν, τῷ γνησιότητος τρόπῳ κοσμούμενον· εἰναι γάρ φησιν ἐν τῷ οἴκῳ πιστὸν, “ εἰς μαρτύριον τῶν λαληθησομένων,” τουτέστιν εἰς διακονίαν τῶν παρὰ Θεοῦ λόγω Χριστὸν δὲ οὐχ οὕτως. εἰ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ’ ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν Πνεύματι. πεπαιδαγώγηκε μὲν γὰρ ὁ Μώσης διὰ τῆς τοῦ νόμου σκιᾶς τοὺς ἀρχαιοτέρους, καὶ τὰ τῆς οἰκετικῆς γνησιότητος ἐκομίζετο γέρα, Θεοῦ λέγοντος πρὸς αὐτόν· “σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ πολὺ δὲ λίαν ἐν ἀμείνοσιν ἐπὶ Χριστοῦ. κεκάθικε γὰρ ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, καὶ κατῴκησεν ὡς Υἱὸς καὶ Κύριος ἐν τῷ οἴκῳ τοῦ Πατρὸς αὐτοῦ. ἐναυλίζεται γὰρ ἡμῶν ὡς Θεὸς διὰ τοῦ ἰδίου Πνεύματος, καί τοι τοῦ πανσόφου Μώσεως ἐν οὐδενὶ κατοικήσαντος, οὐ γὰρ μέτοχοι γεγόναμεν Μώσεως, ἀλλ’ οὐδὲ ἑτέρου τινὸς τῶν ἁγίων· μετεσχήκαμεν δὲ τοῦ Χριστοῦ, διά τε τοῦ Πνεύματος καὶ τῆς εὐλογίας τῆς μυστικῆς. καί τοι γὰρ Θεοῦ λέγοντος δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός ἐνεστηκότος ἤδη καιροῦ καθ’ ὃν ἔδει τοῦτο πληροῦν, κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστὸς κατὰ τὴν ἀρχαίαν ὑπόσχεσιν, ἵν ἡμᾶς ἀποφήνῃ ναοὺς Θεοῦ ζῶντος, τουτέστιν αὐτοῦ, καὶ συνάψῃ δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρί· καὶ γοῦν ἔφη τοῖς ἁγίοις Ἀποστόλοις, “ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε, ὅτι ἐγὼ ἐν τῷ “ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν·” “ ὁ γὰρ κολλώ- “ μένος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι,” κατὰ τὸ γεγραμμένον. παρατιθέμενος δὲ καὶ ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ, πάλι, οὕτω φησίν· “ οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πι “στευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, “καθὼς σὺ Πατὴρ ἐν ἐμοἱ, κάγὼ έν σοί· ίνα καὶ αὐτοὶ ἐν “ ἡμῖν ἓν ὠσιν· ἴνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας, “ κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν,
Οὐκοῦν ἐν Χριστῷ τὸ τῆς ἑνώσεως ἀγαθὸν τῆς πρὸς Θεὸν καὶ Πατέρα κεκερδήκαμεν, καὶ μένει πάντως ἐν ἡμῖν, τὸ οὕτω λαμπρὸν καὶ περιφανὲς ἀγλάισμα τετηρηκόσι τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος, καὶ πρός γε τούτοις πιστεύουσιν, οὐχ ὅτι παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς ἕτερός ἐστιν ἰδικῶς τε καὶ ἀνὰ μέρος Υἱὸς, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγενημένος ναός· ἀλλ’ ὅτι “γέ- “ γονε” μὲν κατὰ τὰς γραφὰς “ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν οὐ πέπαυται δὲ τοῦ εἶναι Θεὸς, ἀλλ’ ἔστιν Υἱὸς εἰς, καὶ Κύριος εἱς, Ἰησοῦς ὁ Χριστός.
Τοῦ μακαρίου Ἀθανασίου. Ποιητὴς γὰρ ὣν καὶ δημιουργὸς, ὕστερον γεγένηται ἀρχιερεὺς, ἐνδυσάμενος σῶμα τὸ γενητὸν και ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται· διὸ καὶ λέγεται πεποιῆσθαι. πότε γὰρ πεποίηται, ἣ πότε Ἀπόστολος γέγονεν, εἰ μὴ ὅτε παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός· ταύτην γὰρ προσενέγκας τὴν σάρκα δι’ ἑαυτοῦ, ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, ὅτι οὐ πίστεως μετέχων, οὐδ’ ἔστιν 1 ἀπιστεύων ὥσπερ ἡμεῖς, ἀλλὰ πιστεύεσθαι ὀφείλων περὶ ὧν ἃν λέγῃ καὶ ποιῇ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν. αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμενοαι οὐκ εἶχον τὸ πιστὸν, καθ’ ἡμέραν παρεχόμεναι, καὶ δεόμεναι πάλιν καθαρμοῦ· ἡ δὲ τοῦ Σωτῆρος θυσία, ἅπαξ γενομένη, τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε, μένουσα διὰ παντός· καὶ ἡ μὲν κατὰ νόμον ἱερατεία, καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ κύριος καὶ ἀπαράβατον καὶ ἀδιάδοχον ἔχων τὴν ἀρχιερωσύνην, πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γινόμενος, εἰς τὸ ὑπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους· καὶ ὁ μὲν Μώσης θεράπων, ὁ δὲ Χριστὸς Υἱός· καὶ ὁ μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον, ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ Κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. ὁ μὲν γὰρ Μώσης ἄνθρωπος ὣν φύσει, πιστὸς ἐγένετο, πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ Θεῷ· [*](1 Leg. ἔτι.)
Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῆ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πάτερες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαρά- κοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνη, καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Σοφωτάτην ἐν τούτοις ποιεῖται τὴν ἐπίπληξιν τοῖς Ἐβραίων δήμοις, εἰς ἀνάμνησιν αὐτοὺς ἄγων τῶν τοῖς πατράσι συμεβηκότων κατὰ τὴν ἔρημον. ἐκλετυτρωμένίι γὰρ τῆς Αἰγυπτίων πλεο- νεξίας, ὀψὲ καὶ μόλις τὸν τῆς ἀσυνήθους δουλείας ἀπολυσάμενοι ζυγὸν, κέκληνται πρὸς γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην· εἶτα πλείστων τε ὅσων αὐτοῖς καὶ μὴν καὶ ἀξιαγάστων ἐπιδειχθέντων σημείων, παροτρύνοντες οὐ διαλελοίπασιν ὃν διὰ πάσης ἐπεικείας, καὶ τῆς εἰς ἅπαν ὁτιοῦν εὐπειθείας θεραπεύειν ἐχρῆν. ἐπειδὴ ἧκον πρὸς αὐτοῖς ἤδη τοῖς ὅροις τῆς ἀεὶ προσδοκηθείσης αὐτοῖς χώρας τε καὶ γῆς, προσκεκρούκασιν ἀπιστήσαντες· μὴ γὰρ μὴ δύνασθαι διασώσειν αὐτοὺς τὸν τῶν δυνάμεων Κύριον παραφρονοῦντες ἔφασκον, ἀπολεῖσθαι δὲ καὶ οὐκ εἰς μακρὰν διὰ χειρὸς τῶν κατοικούντων ἐν αὐτὴ, καὶ δὴ καθίσαντες ἔκλαιον, καὶ ύπονοστῆσαι πάλιν εἰς τὴν τῶν πλεονεκτησάντων ἐβουλεύοντο γῆν. τί οὖν πρὸς ταῦτα Θεός ; “ προσώχθισα τῇ γενεᾷ ταύτῃ, ’ φησὶ, “ καὶ ε7πον, ἀεὶ πλανῶνται τῆ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς “ ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν “ κατάπαυσίν μου.” εὐθέως οὖν ὁ Παῦλος παρενεγκὼν εἰς δεαμα τὰ τοῖς ἀρχαίοις συμβεβηκότα διά γε τὸ ἀπιστεῖν ἑλέσθαι Θεῷ, “ Bλέπετε,” φησὶν, “ ἀδελφοί· μή ποτε ἔσται ἔν τινι “ ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ “ ζῶντος.” ἡ μὲν οὖν ἀπιστία δίκης τε ὁμοῦ καὶ ὀλέθρου προμνή-
(Εὐσεβίου.) Εὐσέβιός φησιν, ἅπαξ ποτὲ, φησὶν, ἐσκληρύνατε τὰς καρδίας ὑμῶν ἀκούσαντες αὐτοῦ τῆς φωνῆς ἐπὶ τῆς ἐρήμου· ὁρᾶτε οὖν μὴ καὶ δεύτερον αὐτὸ πράξητε, ἐὰν αὖθις,, αὐτοῦ τῆς φωνῆς ἀκούσητε ἐν ἀνθρώποις γενομένου. τὸ δὲ “ σήμερον” εἰς πάντα τὸν ἐνεστηκότα αἰῶνα ἀναφέρει· ἑκάστη γὰρ ἡμέρα τοῦ αἰῶνος σημαίνεται διὰ τοῦ σήμερον. “ διὸ προσώχθισα τῇ γενεᾷ “ ἐκείνῃ,” τούτου, φησὶν, ἕνεκα, τὴν γενεὰν ἐκείνην ἐβδελυξάμην, τὸ κοῦφον αὐτῶν καὶ εὐρίπιστον τῆς γνώμης ἰδών.
Καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
Οἱ δὲ οὐδὲ ταῖς ἀπειλαῖς προσέχειν ἠθέλησαν, οὐδὲ μεταμελείᾳ λῦσαι τὴν ἀπειλὴν ἐβουλήθησαν· οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπέλαυσαν γῆς. τὴν γὰρ γῆν ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγόρευσε, κατὰ δὲ τοὺς ἅλλους ἑρμηνευτὰς ἀνάπαυσιν. ἐπειδὴ γὰρ ἐν τῇ ἐρήμῳ τὰς μεταβάσεις ὡς ὁδοιποροῦντες ἐποιοῦντο συχνὰς, τῆς σκηνῆς ἡγουμένης ἐν ἡ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο, ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας καὶ αὐτοὶ τῆς ὁδοιπορίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερωθεῖσιν ἐνεπάγη χωρίοις, εἰκότως κατάπαυσιν ἐκάλεσε τῆς ἐπαγγελίας τὴν γῆν· ὁδοὺς δὲ Θεοῦ, τὰς οἰκονομίας ἐκάλεσε. τὰ αὐτὰ δὲ καὶ ἡμᾶς διαδέξεται, εἰ τῆς τοῦ Θεοῦ φωνῆς εἰσέτι καὶ νῦν κατὰ τὴν σήμερον ἡμέραν ἀνακαλουμένης ἡμᾶς ἀκούοντες σκληρύνοιμεν τὰς ἑαυτῶν καρδίας· διαλήψεται γὰρ ἡμᾶς ὀργὴ Θεοῦ, καὶ ἀποπεσούμεθα τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως, ἥτις γενήσεται μέτα τὴν ἔξοδον τοῦ παρόντος βίου· τότε γὰρ τὸ ἀληθινὸν σάββατον ἡμᾶς διαδέξεται, ἐν ᾧ ἀληθινῷ σαββάτῳ αὐτὸς ὁ Θεοῦ Λόγος ἀναπαύσεται ἐν ἡμῖν, τοῖς διὰ πράξεων ἀγαθῶν τὴν ἀρετὴν κατορθώσασιν.
(Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης εἰς τὸ ” “ λέγει τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ
βλέπετε μή τότε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.
Ἀπὸ γὰρ σκληρότητος ἡ ἀπιστία γίνεται· καὶ καθάπερ τὰ πεπωρωμένα τῶν σωμάτων καὶ σκληρὰ οὐκ εἴκει ταῖς τῶν ἰατρῶν χερσὶν, οὕτω καὶ αἱ ψυχαὶ αἱ σκληρυνθεῖσαι οὐκ εἶκον τῷ λόγῳ τοῦ Θεοῦ. εἰκὸς γὰρ ἀπιστεῖν αὐτοὺς, ὡς οὐκ ὄντων ἀληθῶν τῶν γινομένων. ἐπειδὴ γὰρ ὁ τῶν μελλόντων λόγος οὐκ ἔστιν οὕτω πιθανἶς ὡς ὁ τῶν παρελθόντων, ἀναμιμνήσκει αὐτοὺς ἱστορίας, ἐν ᾗ πίστεως ἐδεήθησαν. εἰ γὰρ οἱ πατέρες ὑμῶν, φησὶν, ἐπειδὴ οὐκ ἤλπισαν, ὥσπερ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον, πολλῷ μᾶλλον ὑμεῖς.
Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται.
Σευηριανοῦ. Ὠσπερ μίαν ἡμέραν τὸν παρόντα αἰῶνα εἰσάγει· μέτοχοι γὰρ Χριστοῦ γεγ όναμεν, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.
(Θεοδώροσ.) Θεόδωρος φησιν· οὐδὲ γὰρ νῦν, φησὶ, συμβου-
τίνες γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μώσεως· τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη ; οὐχὶ τοῖς ἁμαρτήσασιν ; ὧν τὰ κῶλα ἔπεσον ἐν τῆ ἐρήμῳ, καὶ τὰ ἑξῆς.
Θεοδώρου. βούλεται δεῖξαι, ὅτι πάντες οἱ διὰ Μώσεως ἐξελθόντες ἀπώλοντο δι’ ἀπιστίαν, ὥστε ἐκ παραλλήλου μειζόνως φοβῆσαι τούτους πρὸς οὓς ἐποιεῖτο τὸν λόγον, οὔτε τῇ ἀκολουθίᾳ τῶν ἑξῆς, τοῦ τίσιν δὲ προσώχθισε ; καὶ τίσι δὲ ὤμοσεν ; άναγινωσκομένων μὲν κατ’ ἐρώτησιν, τὴν αὐτὴν δὲ ἀπαιτούντων ἀνταπόδοσιν· οὔτε ἐκεῖνο, ὅτι τινὲς δὲ ἀκούσαντες παρεπίκραναν τότε, λέγεσθαι κατ’ αὐτὴν ἠδύναντο τὴν διάνοιαν, εἴπερ δὴ ὀλίγοι ἀπὸ πολλῶν τοῦτο ὑπομεμενηκότες ἤσαν· λέγομεν γὰρ ἐπὶ τῶν πραττομένων, ὅτι τίνες ἐποίησαν τόδε μέρος, ἀπὸ πλήθους ἀποτεμνόμενοι, ὅταν ἐλάττονας εἰναι τοὺς πεποιηκότας συμβαίνῃ τῶν οὐ πεποιηκότων· ἐνταῦθα δὲ δύο μόνοι, Ἰησοῦς καὶ Χαλέβ· ὥστε οὐδὲ ἀκολουθίαν εἶχε τινὰ τὸ λέγειν, τίνας εἶναι τοὺς παραπικραίνοντας, δύο μόνων ἀπὸ τοσούτου πλήθους ὄντων, οὐδὲν λυμαίνεσθαι τῇ ἀποφάσει τῶν δύο νομίσας τὸν ἀριθμόν.
Προτροπὴ σπουδάσαι εἰς τὴν προδηλουμένην κατάπαυσιν.
Φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῆ τις ἐξ ὑμῶν ὑστερηκέναι.
(Φεόδωροσ.) Προσῆκεν φοβεῖσθαι, φησὶν, ὅπως ἃν μὴ αὐτοὶ
Διὸ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν.
Χρυσοσόμου. Ὁ μακάριος Ἰωάννης φησι· τουτέστιν, οἰκοδομεῖτε ἀλλήλους, ἀνορθώσατε ἑαυτοὺς, ἵνα μὴ τὰ αὐτὰ γένηται, “ ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτη τῆς ἁμαρτίας·” ὁρᾷς ὅτι τὴν ἀπιστίαν ἡ ἁμαρτία ποιεῖ; ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρὸν, οὕτω καὶ ὅταν ψυχὴ εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ, καταφρονήσασα δὲ οὐδὲ πιστεύειν ἀνέχεται ὥστε ἀπαλλάξαι φόβου αὐτήν· ” μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ·” μετέχομεν αὐτοῦ, φησὶν, ἓν ἐγενόμεθα ἡμεῖς καὶ αὐτὸς, εἴπερ αὐτὸς μὲν κεφαλὴ, σῶμα δὲ ἡμεῖς, συγκληρονόμοι καὶ σύσσωμοι, ἓν σῶμά ἐσμεν ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ· “ ἐάν περ “ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχω- “ μεν·” “ τίς ἐστιν ἀρχὴ τῆς ὑποστάσεως ; τὴν πίστιν δι’ ἧς " ὑπέστημεν καὶ οὐσιώμεθα καὶ γεγενήμεθα, ὡς ἄν τις εἴποι, εἰτα “ ἐπάγει,” ἐν τῷ λέγεσθαι, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ καθυπέρβατόν ἐστιν ἐν τῷ λέγεσθαι, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.
Φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἐν τῷ λέγεσθαι σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, τὸ γὰρ σήμερον ἀεί ἐστιν· ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκουῆς ἐκείνους, μὴ συγκεκερασμένους τῆ πίστει τοῖς ἀκούσασιν.
Πῶς οὐκ ὠφέλησεν ; εἶτα βουλόμενος αὐτοὺς φοβῆσαι, δείκνυσι
Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐχ εἰσῆλθον δι’ ἀπείθειαν·
Τί δέ ἐστιν ὅ φησιν; ἐπεὶ οὖν ὀφείλουσι, φησὶ, τινὲς εἰσελθεῖν, πάντως ἐκεῖνοι οὐκ εἰσῆλθον· ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν, πόθεν τοῦτο δῆλον, μετὰ τοσαῦτα ὄη φησὶ, λέγει πάλιν ὁ Δαβὶδ, “ σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· εἰ γὰρ αὐτοὺς “ Ἰησοῦς κατέπαυσεν, οὐκ ἃν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα “ ἡμέρας·” δῆλον δὲ ὅτι ὡς μελλόντων τινῶν τεύξεσθαί τινος ἀμοιβῆς ταῦτά φησι.
Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.
Οὐ γὰρ ἃν εἰ μὴ ἦν σαββατισμὸς, ταῦτα παρηγγέλλοντο, οὐδὲ ἐκελεύοντο μὴ τὰ αὐτὰ ποιεῖν, ἵνα μὴ τὰ αὐτὰ πάθωσι· πῶς δὲ ἔμελλον τὰ αὐτὰ πείσεσθαι οἱ τὴν Παλαιστίνην οἰκοῦντες, εἰ μὴ ἑτέρα τις ἦν κατάπαυσις; καὶ καλῶς συνεπέρανε τὸν λόγον· οὐ γὰρ εἶπε κατάπαυσις, ἀλλὰ σαββατισμὸς, τὸ οἰκεῖον ὄνομα καὶ ᾧτ’ ἔχαιρον καὶ ἐπέτρεχον, σαββατισμὸν τὴν βασιλείαν καλῶν· ὥσπερ γὰρ ἐν τῷ σαββατισμῷ πάντων μὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ μόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ, καὶ μηδὲν ἕτερον, οὕτω καὶ τότε· ἀλλ’ αὐτὸς οὐχ οὕτως εἶπεν, ἀλλὰ τί; “ ὃ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός ἐπειδὴ πέρι ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἢν, καὶ τοῦτο ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται, εἰς τοῦτο τὸν λόγον κατέκλεισε· τὸ δὲ σήμερον ὥστε μηδέποτε ἀπελπίζειν ἑαυτούς· “ παρακαλεῖτε, φησὶν, ἑαυτοὺς “ καθ᾿ ἑκάστην ἡμέραν,” τουτέστι κἂν ᾖ τις ἡμαρτηκὼς, ἕως ἃν ᾖ τὸ σήμερον ἐλπίδας ἔχει· εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι ἁπλῶς τῆς ἀναπαύσεως ἀποστερηθήσονται μόνον, ἐπάγει καὶ κόλασιν, εἴπων,
Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος
Ἐνταῦθα περὶ τῆς κολάσεως διαλέγεται, εἰς τὰ κρυπτὰ αὐτὰ, φησὶ, διικνεῖται τῆς καρδίας τῆς ἡμετέρας, καὶ διατέμνει τὴν ψυχήν· οὐ κῶλα ἐστὶ πεσεῖν ἐνταῦθα, οὐδὲ γῆς ἀποστερηθῆναι καθάπερ ἐκεῖ, ἀλλὰ βασιλείας οὐρανῶν καὶ ἀθανάτῳ παραδοθῆναι κολάσει καὶ τιμωρίᾳ.
(Θεόδωροσ.) Θεόδωρος δέ φησιν, ἀληθινῆς καταπαύσεως τὸ ἔργον, τὸ μὴ πάλιν ἐπὶ τὰ παλαιὰ ἀνατρέχειν, μεταβολὴν ὑπομένοντας καὶ μετάθεσιν· ὥσπερ γὰρ ὁ Θεὸς λέγεται πεπαῦσθαι τοῦ ποιεῖν τὸν κόσμον, ἅπαξ αὐτοῦ τῆ κατασκευῇ τέλος δεδωκὼς, οὕτως προσῆκε καὶ τὸν εἰς κατάπαυσιν εἰσιόντα, μὴ παλινδρομεῖν ἐπὶ τὰ παλαιὰ, πόνους ὑφορώμενον τοὺς τῆς ἀρετῆς παράβασιν νομίμων m. τούτοις γὰρ ἀκολουθεῖν ἀνάγκη τὴν μεταβολὴν, καὶ τὴν ἀπὸ τῆς καταστάσεως μετάστασιν· τὸ δὲ σήμερον, φησὶν, οὔτε ἀόριστόν ἐστιν, οὔτε μὴν ἐπὶ τοῦ ἐκτὸς ἡμέρας διαστήματος λέγεσθαι δύναται, ὡς ἃν ἐφ’ ἑκάστης ἡμέρας τοῦ σήμερον ἁρμόττοντος. τοῦτο δὲ οὐ τῆς ἀποστολικῆς σαφηνείας ἕνεκεν μόνον ἐπισημήνασθαι δίκαιον ᾠήθην, ἀλλὰ καὶ τῶν βουλομένων ἐπὶ τῆς γεννήσεως τῆς τοῦ μονογενοῦς θεότητος λαμβάνειν τὸ “ ἐγὼ “ σήμερον γεγέννηκά σε·” οἳ τὸ σήμερον ἀόριστον εἶναι ἀποφαίνονται, οὐδὲ τοῦτο ἐννοοῦντες, ὅτι τὸ σήμερον λέγεσθαι οὐκ ἃν δύναιτο μὴ οὔσης ἡμέρας· ὅτι γὰρ οὐδὲ ἀόριστον λέγοιτο ἃν τὸ σήμερον, σαφῶς ὁ Ἀπόστολος ἐδήλωσεν εἰπὼν, " πάλιν, τινὰ “ ὁρίζει ἡμέραν ἐν Δαβὶδ λέγων, εἰ δὲ καὶ ἑτέρωθι παρακαλεῖτε “ ἑαυτοὺς, ἔφη καθ’ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖ- “ ται,” πρῶτον μὲν ἔδειξεν ὅτι οὐκ ἔξω τῶν ἡμερῶν τὸ σήμερον λέγοιτο, τῷ εἰπεῖν καθεκάστην ἡμέραν, καὶ οὕτως ἐπαγαγεῖν τὸ “ ἄχρις οὗ τὸ σήμερον καλεῖτα·” ἔπειτα οὐδὲ οὕτω φαίνεται περὶ τοῦ σήμερον ὡς ἂν ἀορίστου διαλεγόμενος, οὐ δυναμένου μὲν τοῖς παρεληλυθόσι, δυναμένου δὲ καὶ τοῖς μέλλουσιν ἁρμόττειν· τι γάρ φησι ; καθ’ ἑκάστην ἡμέραν τὸ σήμερον λέγεσθαι πρὸς ἡμᾶς νομίσαντες, οὕτως ἐπιμελεῖσθαι τοῦ μένειν ἐπὶ τῆς πίστεως· ὡς [*](m Hæc corrupta sunt.)
(Σευγριανόσ.) Σευηριανὸς δέ φησι, μερισμὸν ψυχῆς καὶ πνεύματος λέγει, ὅταν ἡ μὲν ψυχὴ προσπάσχει τῷ σώματι, τοῦ δὲ Ἁγίου νεύματος ἡ χάρις ἀνθέλκει πρὸς τὰ οὐράνια.
Τὸ φοβερὸν τῆς κρίσεως παρὰ τῷ λόγῳ τῷ διὰ πάντων, καὶ τὸν χρηστὸν τῆς χόριτος τῆς ἱερατικῆς πόμ’ τῷ ὁμοιοπαθήσαντι ἡμῖν ἀνθρωπίνως.
Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυ- σιν, ἵνα μὴ ἐν τῷ αὐτῶν τις ὑποδείγματι πέση τῆς ἀπι- στίας,–(ἕως) — πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησι, δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς, ἵνα μὴ ὁμοίως ἐκπέσωμεν· ὅτι γὰρ ἐκπεσούμεθα, τὸ ὑπόδειγμα δηλοῖ, καὶ ἵνα μὴ ἀκούων ἐν τῷ αὐτῷ τὴν αὐτὴν ετͅναι νομίσῃς τιμωρίαν, ἄκουσον τι ἐπάγει· “ ζῶν γὰρ ὁ λόγος τοῦ “ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστο- “ μον” καὶ τὰ ἑξῆς· δείκνυσιν ἐνταῦθα, ὅτι κἀκεῖνα αὐτὸς εἰργάσατο ὁ τοῦ Θεοῦ λόγος, καὶ ζῇ, καὶ οὐκ ἐσβέσθη· μὴ τοίνυν ἐπειδὴ λόγον ἤκουσας ἁπλῶς νομίσῃς· μαχαίρας γάρ ἐστι τομώτερος· ὅρα τὴν συγκατάβασιν, καὶ ἐντεῦθεν σκόπει τίνος ἕνεκεν ἐδεήθησαν οἱ προφῆται εἰπεῖν, μάχαιραν καὶ ῥομφαίαν καὶ τόξον· “ ἐὰν μὴ “ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον “ αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό·” εἰ γὰρ νῦν μετὰ τοσοῦτον χρόνον καὶ τελείωσιν, οὐ δύναται τῷ τοῦ λόγου ὀνόματι καταπλῆξαι μόνον, ἀλλὰ δεῖται τούτων τῶν ῥημάτων ἵνα δείξῃ τὴν ὑπεροχὴν τὴν ἐκ τῆς συγκρίσεως, πολλῷ μᾶλλον τότε, “ διἰκνού- “ μένος, ’ φησὶν, “ ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος.” τί ἐστὶ τοῦτο ; φοβερόν τι ᾐνίξατο, ἣ ὅτι τὸ πνεῦμα διαιρεῖ ἀπὸ τῆς ψυχῆς, ἢ ὅτι καὶ αὐτῶν τῶν ἀσωμάτων διικνεῖται, οὐ καθὼς ἢ μάχαιρα μόνον τῶν σωμάτων. δείκνυσιν ἐνταῦθα ὅτι καὶ ψυχὴ κολά-
Ἔχομεν δὲ ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς· Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ· κρατῶμεν τῆς ὁμολογίας.
Ὅτι γὰρ διὰ τοῦτο προσέθηκεν, ἐπήγαγεν, “ οὐ γὰρ ἔχομεν " ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· ἡμῶν·” διὰ τοῦτο ἀνωτέρω ἔλεγεν, " ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται “ τοῖς πειραζομένοις βοηθῆσαι·” πάντων γὰρ ἔλαβε τῶν ἀνθρωπίνων πεῖραν· εἶπεν ἐκεῖ, οὐκ ἔστι κτίσις ἀφανὴς, τὴν θεότητα αἰνιττόμενος· εἶτα ἐπειδὴ τῆς θεότητος ἐπελάβετο, συγκαταβατικώτερον πάλιν διαλέγεται λέγων· " ἔχοντες οὖν ἀρχιερέα μέ- “γαν διεληλυθότα τοὺς οὐρανοὺς,” καὶ μείζονα δείκνυσι τὴν κηδεμονίαν, καὶ ὅτι ὡς ὑπὲρ οἰκείων προιστᾶται, καὶ οὐ θέλει αὐτοὺς ἐκπεσεῖν· Μωϋσῆς μὲν γὰρ, φησὶν, οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν, αὐτὸς δὲ εἰσῆλθεν· ἀλλ’ οὐ τὸ πᾶν τῷ ἱερεῖ δίδωσι, ἀλλὰ καὶ τὰ πη ἡμῶν ζητεῖ, λέγω δὴ τὴν ὁμολογίαν· ποίαν; ὅτι ἀνάστασίς ἐστιν, ὅτι ἀντίδοσις, ὅτι μυρία ἀγαθὰ, ὅτι ὁ Χριστὸς Θεός ἐστιν, ὅτι ἡ πίστις ὀρθή· ταῦτα ὁμολογήσωμεν, ταῦτα κατέχωμεν. ὅτι γὰρ ταῦτα ἀληθῆ, δῆλον ἐκ τοῦ τὸν ἱερέα ἔνδον εἶναι, συμπαθῆσαι δυνάμενον ταῖς ἀσθενείαις ἡμῶν· οὐκέτι, φησὶν, ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, οἳ τοὺς ἐν θλίψεσιν οὐκ ἴσασιν, οὐδὲ ὅτι ποτέ ἐστι θλίψις· ἐπὶ γὰρ ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουμένου, τὸν μὴ πεῖραν λαβόντα, καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα· πάντα ὑπέστη ὁ ἀρχιερεὺς ὁ ἡμέτερος, ἵνα δύνηται συμπαθεῖν.
Πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.
Τουτέστιν, ἐδιώχθη, ἐνεπτύσθη, κατηγορήθη, ἐσκώφθη, ἐσυκοφαντήθη, ἀπηλάθη, τὸ τέλος ἐσταυρώθη " καθ’ ὁμοιότητα χωρὶς “ ἁμαρτίας.” ἐνταῦθα καὶ ἄλλο αἰνίττεται, ὅτι δυνατὸν χωρὶς ἁμαρτίας καὶ ἐν θλίψεσιν ὄντα διενεγκεῖν, ὥστε καὶ ὅταν λέγῃ, “ ἐν ὁμοιώματι σαρκὸς,” οὐ τοῦτό φησιν, ὅτι ὁμοίωμα σαρκὸς, ἀλλ’ ὅτι σάρκα ἀνέλαβε. διὰ τί οὖν εἶπεν ὁμοιώματι ; ὅτι περὶ ἁμαρτωλοῦ σαρκὸς ἔλεγεν· ὁμοία γὰρ ἦν τῇ σαρκὶ τῇ ἡμετέρᾳ,
Προσερχώαεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος αὐτοῦ, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
Θρόνον φησὶ τὸν βασιλικὸν, περὶ οὗ φησιν, “ εἶπεν ὁ Κύριος “ τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.” τί ἐστι “ προσερχόμεθα “ μετὰ παρρησίας ;“ ὅτι ἀναμάρτητον ἔχομεν ἱερέα καταγωνιζό- καταγωνιζόμενον τὴν οἰκουμένην· εἰ καὶ ἡμεῖς ὑπὸ ἁμαρτίας ἐσμὲν, ἀλλ’ αὐτὸς ἀναμάρτητος. πῶς προσερχόμεθα μετὰ παρρησίας ; θρόνος γὰρ χάριτός ἐστιν, οὐ θρόνος κρίσεως, νῦν διὰ τοῦτο “ μετὰ παρ- “ ρησίας, ἵνα λάβωμεν ἔλεον,” καὶ οἷον ζητοῦμεν· φιλοτιμία γὰρ τὸ πρᾶγμα, δωρεὰ βασιλική· καὶ “ χάριν εὕρωμεν εἰς εὔκαιρον “ βοήθειαν·” ἂν μὲν γὰρ νῦν προσέλθῃ, φησὶ, λήψῃ χάριν καὶ ἔλεον· εὐκαίρως γὰρ προσέρχῃ, ἃν δὲ τότε προσέλθῃς, οὐκέτι· οὐ γὰρ ἔστι τότε θρόνος χάριτος, ἕως ὅτε κάθηται χαριζόμενος ὁ βασιλεύς· ὅταν δὲ ἡ συντέλεια, τότε ἐγείρεται εἰς κρίσιν· “προσερ- “ χώμεθα δὲ μετὰ παρρησίας,” πάλιν μὴ ἔχοντες συνειδὸς πονηρὸν, μὴ διστάζοντες· οὐ γὰρ δύναται μετὰ παρρησίας ὁ τοιοῦτος προσελθεῖν· διὰ τοῦτο λέγει, “ καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ “ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι·” ἵνα δὲ μὴ ἀκούων ἀρχιερέα, νομίσῃς αὐτὸν ἑστάναι, εὐθέως αὐτὸν ἐπὶ τὸν θρόνον ἀνάγει, ὁ δὲ ἱερεὺς οὐ κάθηται, ἀλλ’ ἕστηκεν. ὁρᾷς ὅτι τὸ γενέσθαι ἀρχιερέα οὐχὶ φύσεως ἐστιν, ἀλλὰ συγκαταβάσεως καὶ κενώσεως.
Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν· ἵνα προσ- φέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐ- τὸς περίκειται ἀσθένειαν καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ἁμαρτίων.
Θέλει δεῖξαι λοιπὸν, ὅτι πολλῶ βελτίων ἡ διαθήκη αὕτη τῆς παλαιᾶς· ποιεῖ οτυν τοῦτο, πόρρωθεν προκαταβάλλων τοὺς λο-
Μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμενοις.
Ἐνταῦθα λοιπὸν ἡ ὑπεροχὴ, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν· εἶτα καὶ ἄλλο ὑφ’ ἕτερον, φησὶ, γίνεται, καὶ οὐκ αὐτὸς ἐπιπηδᾷ· καὶ τοῦτο κοινὸν, “ καὶ οὐχ “ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ “ καθάπερ καὶ Ἀαρών·” ἐνταῦθα ἕτερόν τι πάλιν θεραπεύει, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, ὃ καὶ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος ἔλεγεν ὁ Χριστὸς, “ ὅτι ἀπ’ ἐμοῦ οὐκ ἐλήλυθα·” ἐνταῦθα δέ μοι δοκεῖ καὶ τοὺς Ἰουδαίων αἰνίττεσθαι ἱερέας ὡς οὐκέτι ὄντας ἱερέας τοὺς ἐπιπηδῶντας, καὶ τὸν νόμον τῆς ἱερωσύνης παραφθείροντας· οὕτω καὶ ὁ χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα. ποῦ οὖν ἐχειροτονήθη, φησὶν, ὁ γὰρ Ἀαρὼν ἐχειροτονήθη
Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν.
Ὁρᾷς ὅτι οὐδὲν ἄλλο ποιεῖ, ἣ τὸ κηδεμονικὸν παρίστησι, καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν· τι γὰρ βούλεται τὸ " μετὰ κραυγῆς ” ἰσχυρᾶς;” οὐδαμοῦ τοῦτο τὸ εὐαγγέλιόν φησιν, οὐδὲ ὅτι ἐδάκρυσεν εὐχόμενος, οὐδὲ ὅτι κραυγὴν ἐποιήσατο. ὁρᾷς ὅτι συγκατάβασις ἦν ; οὐ γὰρ ἐνῆν εἰπεῖν ὅτι ηὔξατο, ἀλλὰ καὶ “ μετὰ “ κραυγῆς ἰσχυρᾶς.”
Εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.
Τί λέγεις ; αἰσχυνέσθωσαν οἱ αἱρετικοί.
Γενναδίου. Ἀντὶ τοῦ τῷ πάθει τὸ μάθημα τῆς ὑπακοῆς ἔχων ἐντελέστατον, ἐπεδείξατο, καὶ ταῦτα τυγχάνων Υἱός. οὕτω δὲ καὶ ἡμεῖς λέγειν εἰώθαμεν· πολλάκις γοῦν ἄριστα λόγον διεξεληλυθότος τινὸς, φαμὲν ὅτι οὗτος ἀληθῶς ἔμαθεν ἀφ’ ὧν εἴρηκε λόγους, τουτέστι τῇ ἀγγελίᾳ καὶ τῇ φράσει βεβαίως ἔδειξεν κατωρθωκέναι τῶν λόγων τὴν μάθησιν.
Ὁ υἱὸς τοῦ Θεοῦ ἀπὸ εὐλαβείας ἠκούετο· καὶ τί περὶ τῶν προφητῶ νπλέον ἃν εἴποι τις; ποία δὲ καὶ ἀκολουθία εἰπεῖν “εἰσα- “ κουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν υἱὸς, ἔμαθεν ἀφ’ ὡν “ἔπαθε τὴν ὑπακοήν;" ταῦτα περὶ Θεοῦ ἄν τις εἴποι; καὶ τίς οὕτως μέμηνε ; τίς δὲ παραπαίων ταῦτα ἐφθέγξατο; ποίαν ὑπακοὴν ὁ μέχρι θανάτου πρὸ τούτου ὑπακούσας ὡς πατρὶ υἱός; πῶς ὕστερον ἔμαθεν; ὁρᾷς ὅτι περὶ τῆς σαρκώσεως εἴρηται; εἰπὲ δή μοι, τοῦ πατρὸς ἐδεῖτο ἵνα σωθῇ ἀπὸ τοῦ θανάτου, καὶ διὰ τοῦτο περίλυπος ἦν, καὶ ἔλεγεν, “ εἰ δυνατὸν παρελθέτω ἀπ’ ἐμοῦ τὸ “ ποτήριον τοῦτο;” οὐδαμοῦ δὲ περὶ ἀναστάσεως ἐδεήθη τοῦ πατρὸς, ἀλλὰ τοὐναντίον αὐτὸς ἀποφαίνεται λέγων· " λύσατε τὸν “ ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν,” καὶ “ ἐξουσίαν “ ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν ἀυτὴν, οὐδεὶς αἴρει ἀυτὴν ἀπ’ ἐμοῦ ἐγὼ τίθημι ἀυτὴν ἀπ’ “ ἐμαυτοῦ·” τι οὖν ἐστι; τίνος ἕνεκεν ἐδεῖτο; ἣ περὶ τίνος ἐδεῖτο τῶν πιστευσάντων εἰς αὐτόν; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰσακούεται εἰκότως· ἐπειδὴ γὰρ οὐδέπω περὶ αὐτοῦ δόξαν εἶχον τὸν προσήκουσαν, εἶπεν ὅτι εἰσηκούσθη, ὥσπερ καὶ αὐτὸς τοὺς μαθητὰς παραμυθούμενος ἔλεγεν, “ εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἃν ὅτι “ πρὸς τὸν Πατέρα πορεύομαι· καὶ γὰρ ὁ Πατήρ μου μείζων μου “ ἐστι·” πῶς δὲ οὐχ ἑαυτὸν ἐδόξασεν ὁ ἑαυτὸν κενώσας, ὁ παραδοὺς ἑαυτόν ; “ παρέδωκε γάρ’ φησὶν, “ ἑαυτὸν ὑπὲρ τῶν ἁμαρ- “ τιῶν ἡμῶν·” καὶ πάλιν, " δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων “ ἡμῶν·” τί οὖν ἐστιν; ὁρᾷς ὅτι διὰ τὴν σάρκα ταπεινὰ φθέγγεται περὶ αὐτοῦ; οὕτω καὶ ἐνταῦθα, " καίπερ ὣν υἱὸς, ἀπὸ τῆς “ εὐλαβείας εἰσηκούσθη,” φησί· βούλεται δεῖξαι αὐτοῦ τὸ κατόρθωμα ὃν μᾶλλον ἢ τῆς χάριτος τοῦ Θεοῦ· τοσαύτη, φησὶν, ἦν αὐτοῦ ἡ εὐλάβεια, ὡς καὶ ἀπὸ τούτου αἰδεῖσθαι αὐτὸν τὸν Θεὸν, ἔμαθεν ὑπακούειν τῷ Θεῷ, φησὶν, ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας. εἰ δὲ ἐκεῖνος Υἱὸς ὣν ἐκέρδανεν ἀπὸ τῶν παθημάτων τὸ ὑπακούειν, πολλῷ μᾶλλον ἡμεῖς. ὁρᾷς πόσα περὶ ὑπακοῆς διαλέγεται, ὥστε πείθεσθαι αὐτούς ; δοκοῦσι γὰρ ἀφηνιάζειν.
Καὶ τελειωθεὶς διὰ τῶν παθημάτων.
τοῦτό ἐστιν ἄρα τελείωσις, καὶ διὰ τούτου ἐλθεῖν εἰς τελείωσιν
Προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν ΙΙ τάξιν Μελχισεδέκ· περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν.
Μέλλων καθιέναι εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοὺς ἐπιτιμᾷ, δεικνὺς ὅτι καὶ ἡ τοσαύτη συγκατάβασις γάλα ἦν, καὶ διὰ τὸ νηπίους αὐτοὺς εἶναι, πλέον ἐνδιέτριβε τῶ ταπεινῶ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς πέρι τινος δικαίου οὐ διαλέγεται· καὶ θέα, οὔτε ἀπεσιώπησε τὸν λόγον πάντη, οὔτε εἶπε, τὸ μὲν γὰρ ἵνα ἀναγάγῃ αὐτῶν τὴν διάνοιαν καὶ πείσῃ τελείους εἶναι, καὶ μὴ ἀποστερεῖσθαι τῶν μεγάλων δογμάτων πεποίηκε, τὸ δὲ ἵνα μὴ καταχώσῃ ἀυτῶν ’τον νοῦν.