Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 7. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1843.

Ἐπιτίμησις τοῖς δεομένοις τῆς στοιχειώδους εἰσαγωγῆς.

Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.

Ἐπειδὴ ἐκεῖνοι οὐκ ἀκούουσι, διὰ τοῦτο δυσερμήνευτος ὁ λόγος· ὅταν γάρ τις πρὸς ἀνθρώπους ἔχῃ μὴ παρακολουθοῦντας, μηδὲ τὰ λεγόμενα διανοοῦντας, ἑρμηνεῦσαι οὐ δύναται καλῶς αὐτοῖς.

Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι, διὰ τὸν χρόνον.

Δείκνυσιν ἐνταῦθα, πρὸ πολλοῦ χρόνου πεπιστευκότας αὐτούς· δείκνυσιν ὅτι καὶ λαικοὶ ὀφείλουσι κατηχεῖν· ὅρα γοῦν αὐτὸν ὠδίνοντα συνεχῶς τὸν περὶ τοῦ ἀρχιερέως εἰσαγαγεῖν λόγον, καὶ ἀεὶ ἀναβαλλόμενον· ἄκουε γὰρ ὅπως ἤρξατο, “ ἔχοντες ἀρχιερέα μέ- “ γαν διεληλυθότα τοὺς οὐρανούς·” καὶ παρεὶς εἰπεῖν πῶς μέγαν, πάλιν φησὶ, “ πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, “ ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν·” καὶ πάλιν, “ οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα·” καὶ πάλιν εἰπὼν, “ σὺ εἶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχιστέδεκ·”

189
πάλιν ἀναβάλλεται λέγων, “ ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς “ αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας προσενέγκας.” ἐπεὶ οὖν τοσαυτάκις ἐξεκρούσθη, ὡσανεὶ ἀπολογούμενος, φησὶν, ἡ αἰτία παρ’ ὑμῖν· βαβαὶ πόση διαφορὰ, ὀφείλοντες ἄλλους διδάσκειν, οὐδὲ ἁπλῶς μαθηταὶ εἰσιν, ἀλλὰ μαθηταὶ ἔσχατοι· καὶ γὰρ ὀφεί- “ λοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ.” ἐνταῦθα τὴν ἀνθρωπότητα φησίν· ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραμμάτων πρῶτα τὰ στοιχεῖα δεῖ μαθεῖν, οὕτω καὶ ἐνταῦθα ταῦθα πρῶτα τὰ περὶ τῆς ἀνθρωπότητος ἐδιδάσκοντο. ὁρᾷς τίς ἡ αἰτία τοῦ τὰ ταπεινὰ φθέγγεσθαι; οὕτω καὶ Ἀθηναίοις ἐποίησε διαλεγόμενος ὁ Παῦλος καὶ λέγων, τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησε, ἡμέραν ἐν ᾐ μέλλει “ κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧτ’ ὥρισεν, πί- “στιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.’ διὰ τοῦτο εἰ μέν τι ὑψηλὸν λέγοι, ἐν βραχεῖ τοῦτό φησι· τὰ δὲ ταπεινὰ πολλαχοῦ διέσπαρται τῆς Ἐπιστολῆς, καὶ οὕτω δὲ τὸ ὑψηλὸν δείκνυται· τὸ γὰρ σφόδρα ταπεινὸν οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι· τὸ δὲ εἰπεῖν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς “ἀκοαῖς,” ἐδήλωσεν ὅτι πάλαι ὑγίαινον καὶ ἦσαν ἰσχυροὶ, τῆ προθυμίᾳ ζέοντες· ἀπὸ δὲ τῶν συνεχῶν θλίψεων γεγόνασι νωθροί.

Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.

Ἀεὶ γάλα τὸν ταπεινὸν λόγον καλεῖ, διὰ τὸ τοῖς ἀφελεστέροις ἁρμόζειν· τοῦτο δὲ ἐναντίον τοῖς τελείοις, καὶ βλαβερὸν τὸ ἐν τούτοις διατρίβειν, ὥστε οὐκέτι τὰ νομικὰ ἐπεισφέρεσθαι νῦν, οὐδὲ ἀπὸ τούτων τὴν σύγκρισιν γίνεσθαι, ὅτι ἀρχιερεὺς καὶ ἔθυσε, καὶ ἐδεήθη κραυγῆς καὶ ἱκετηρίας. ὅρα γοῦν πῶς ἡμῖν ταῦτα προσίσταται; ἀλλ’ ἐκείνους τότε ἔτρεφεν οὐδαμοῦ προσιστάμενα αὐτοῖς· ἄρα οὖν τροφὴ ἀληθὴς τὰ λόγια τοῦ Θεοῦ· δώσω γὰρ “αὐτοῖς,” φησίν, “ οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν “ τοῦ ἀκοῦσαι λόγον Κυρίου,” “ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα·” οὐκ εἶπεν ἔθρεψα. δεικνὺς ὅτι οὐκ ἔστι τὸ τοιοῦτο τροφὴ, ἀλλ’

190
ὥσπερ ἐπὶ τῶν παιδίων τῶν μικρῶν τῶν οὐ δυναμένων ἄρτῳ τρέφεσθαι· τὰ γὰρ τοιαῦτα οὐ ποτίζεται, ἀλλ’ ἡ τροφὴ αὐτοῖς ἀντὶ ποτοῦ δίδοται· καὶ οὐκ εἶπεν, χρείαν ἔχετε, ἀλλὰ γεγόνατε ” χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς,” τουτέστιν, ὑμεῖς ἠθελήσατε, ὑμεῖς ἑαυτοὺς εἰς τοῦτο κατεστήσατε.

Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος δικαιοσυνης.

Τίς ἐστι λόγος τῆς δικαιοσύνης; ἐνταῦθά μοι δοκεῖ καὶ βίον αἰνίττεσθαι, ὅπερ καὶ ὁ Χριστὸς ἔλεγεν, ἐὰν μὴ περισσεύῃ ἡ “ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων,” τοῦτο καὶ αὐτός φησιν ὁ ἄπειρος λόγου δικαιοσύνης,” τουτέστι, τῆς ἄνω φιλοσοφίας ἄπειρος, οὐ δύναται παραδέξασθαι βίον ἄκρον καὶ ἠκριβωμένον· ἣ δικαιοσύνην ἐνταῦθα τὸν Χριστόν φησι καὶ τὸν ὑψηλὸν περὶ αὐτοῦ λόγον. ὅτι μὲν οὖν νωθροὶ γεγόνασιν, εἰπεν, πόθεν δὲ, οὐκέτι προσέθηκεν, αὐτοῖς ἀφιεὶς εἰδέναι, καὶ μὴ βουλόμενος ἐπαχθῆ τὸν λόγον ἐργάσασθαι.

τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.

Οὐκ εἶχον τὰ αἰσθητήρια ἐκεῖνοι γεγυμνασμένα, οὐδὲ ᾔδεσαν καλὸν καὶ ἀγαθόν· νῦν οὐ περὶ βίου αὐτῷ ὁ λόγος, ὅταν λέγῃ πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ·” τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ εὔκολον, ἀλλὰ περὶ δογμάτων ὑγιῶν καὶ ὑψηλῶν καὶ διεφθαρμένων καὶ ταπεινῶν· τὸ παιδίον οὐκ οἶδε τὴν φαύλην καὶ τὴν δόκιμον τροφὴν διαιρεῖν, ἀλλ’ οὐ τὸ τέλειον· τοιοῦτοι εἰσιν οἱ πᾶσι προσέχοντες, ἁπλῶς καὶ ἀδιακρίτως τὰς ἀκοὰς διδόντες· ὃ δοκεῖ μοι καὶ τούτους αἰτιᾶσθαι ὡς ἁπλῶς περιφερομένους, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις διδόντας ἑαυτούς· ὃ καὶ πρὸς τῷ τέλει ᾐνίξατο λέγων, διδαχαῖς ποικίλαις καὶ ξέναις, μὴ παραφέρεσθε·” τοῦτό ἐστι πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ·” λάρυγξ σῖτα γεύεται, ψυχὴ δὲ δοκιμάζει λόγοὑς.

[*](I)

Δι’ ὅπερ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα.

Τίς ἐστιν ἡ ἀρχὴ τοῦ λόγου αὐτὸς ἐφεξῆς τίθησι λέγων “ μὴ

191
“ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ “ πίστεως ἐπὶ Θεόν· βαπτισμῶν διδαχῆς, ἐπιθέσεως τε χειρῶν, “ ἀναστάσεως τε νεκρῶν καὶ κρίματος αἰωνίου·” εἰ δὲ τοῦτο ἀρχὴ, τί ἄλλο ἐστὶ τὸ δόγμα τὸ ἡμέτερον, ἣ τὸ μετανοῆσαι ἀπὸ νεκρῶν ἔργων καὶ διὰ τοῦ Πνεύματος λαβεῖν τὴν πίστιν εἰς ἀνάστασιν νεκρῶν, καὶ κρίματος αἰωνίου; τι δέ ἐστιν ἀρχή; οὐδὲν ἄλλο ἣ τοῦτο· ἀρχὴν δέ φησιν, ὅταν μὴ βίος καθαρὸς παρῇ· καθάπερ γὰρ τὸν εἰς τὴν μάθησιν τῶν γραμμάτων εἰσερχόμενον, τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι, οὕτω καὶ τὸν Χριστιανὸν ταῦτα εἰδέναι ἀκριβῶς, καὶ μηδὲν ἀμφιβάλλειν ὑπὲρ αὐτῶν· εἰ δὲ δέοιτο πάλιν διδασκαλίας, οὔπω τὸν θεμέλιον ἔχει· τὸν γὰρ ἑδραῖον πεπηγέναι χρὴ καὶ ἑστάναι, καὶ μὴ μετακινεῖσθαι· ὅτι γὰρ ἡ πίστις θεμέλιος, τὸ δὲ λοιπὸν οἰκοδομὴ, ἄκουε αὐτοῦ λέγοντος, “ ἐγὼ θεμέλιον τέθεικα, καὶ ἄλλος ἐποικοδομεϊ, εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν, “ ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην.” μὴ πάλιν,” φησὶ, θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων·” τι δέ ἐστιν “ ἐπὶ τὴν τελειότητα φερώμεθα;" πρὸς αὐτὴν χωρῶμεν λοιπὸν τὴν ὀροφὴν, τουτέστι βίον ἄριστον ἔχωμεν· ὥσπερ γὰρ ὁ θεμέλιος συνέχει τὴν πᾶσαν οἰκοδομὴν, οὕτω καὶ τοῦ βίου τὴν καθαρότητα, ἡ περὶ τὴν πίστιν πληροφορία. ἐὰν δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ πονηρὰ, καὶ περὶ αὐτῆς ταύτης ἀμφιβάλλῃ καὶ ὑβρίζῃ τὴν διδασκαλίαν, εἰκότως αὐτὸν φήσομεν νήπιον, ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντα· τούτοις δὲ μετὰ τοῦ βίου καὶ ἄλλο ἐγκαλεῖ ὡς παρασαλευθεῖσι καὶ δεομένοις “ θεμέλιον καταβάλλειν “ μετανοίας, ἀπὸ νεκρῶν ἔργων·” τὸν γὰρ ἀπό τινος εἰς ἕτερον μετατιθέμενον καὶ τὸ μὲν ἀφιέντα, τὸ δὲ αἱρούμενον, πρότερον αὐτοῦ καταγνῶναι χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶ τότε ἐλθεῖν ἐφ’ ἕτερον· εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι μέλλοι, πῶς τοῦ δευτέρου ἅψαιτο ; ὁ γὰρ μέλλων ἐπ’ ἀρετὴν ἰέναι, πρότερον τῆς κακίας καταγνῶναι ὀφείλει, καὶ τότε ταύτην μετελθεῖν· οὐ γὰρ ἴσχυεν ἡ μετάνοια καθαροὺς αὐτοὺς δεῖξαι· διὰ τοῦτο εὐθέως ἐβαπτίζοντο, ἵν ὅπερ ἀδυνάτως εἶχον ἐργάσασθαι δι’ ἑαυτῶν, τοῦτο διὰ τῆς τοῦ Θεοῦ γίνεται χάριτος· ἐπὶ γοῦν τὸ βάπτισμα ἔρχεσθαι ’δει, πρότερον καταγνόντα τῶν ἡμαρτημένων αὐτῷ καὶ καταψηφισάμενον. τί δέ ἐστι “βαπτισμῶν διδαχῆς;” οὐχ ὡς πολλῶν
192
ὄντων τῶν βαπτισμῶν, ἀλλ’ ἑνός· τί οὖν αὐτὸ πληθυντικῶς εἶπεν; διὰ τὸ εἰπεῖν, “ μὴ πάλιν θεμέλιον καταβαλλόμενοι·” εἰ γὰρ πάλιν αὐτοὺς ἐβάπτιζε, καὶ ἄνωθεν κατήχησε, διδασκόμενοι τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα, διηνεκῶς ἔμελλον ἀδιόρθωτοι μένειν.

(Σευηριανοόσ.) Σευηριανὸς δέ φησιν· ἐπειδὴ ἡ ἀρχὴ τοῦ Χριστοῦ ἀπὸ τοῦ Ἰουδαϊσμοῦ, κατὰ νόμον γὰρ ἐπολιτεύσατο, διὰ τοῦτο λέγει, τοῦτ’ ἀφέντες, ἐπὶ τὴν τελειότητα φερώμεθα, εἰδότες ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ δεῖ εἶναι τοῦ ἀνεὺ νόμου n μέλλοντος ἱερέως εἶναι, ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν.” τοῖς Χριστιανοῖς, νεκρά ἐστι τὰ γήινα· ἄτοπον οὖν ἐστι, φησὶν, ἀποστάντας τῆς διαγωγῆς ταύτης, εἴ τε τῆς κατὰ πίστιν, εἰ τε ἀπὸ τοῦ νενεκρῶσθαι τοῖς πᾶσιν, ἐλθεῖν πάλιν ἐπὶ τοὺς κατὰ νόμον βαπτισμούς· ὁ Κύριος ἐλθὼν, μετάνοιαν ἐκήρυξε, λέγων μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν·” μετάνοιαν δὲ ἀπὸ νεκρῶν ἔργων· οὕτως οὖν ἀναγνωστέον, μετανοίας ἀπὸ νεκρῶν ἔργων, ἀντὶ τοῦ τῆς ἀπὸ τῶν νεκρῶν ἔργων μετανοίας· ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν. οὐ δεῖ ἀφέντας τὴν μετάνοιαν τὴν ἀπὸ τῶν νεκρῶν ἔργων καὶ τὴν πίστιν τὴν εἰς Θεὸν, καὶ τὸ βάπτισμα, ὃ πληθυντικῶς ὠνόμασε διὰ τὸ πλῆθος τῶν καταξιουμένων, εἴρηκε δὲ βαπτισμῶν, καὶ τὴν διδαχὴν, καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν, δι’ ἧς αἱ χειροτονίαι, καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα, καὶ τὰ ἑξῆς. ἀνατρέχει ἐπὶ τὸν νόμον· τοῦτο δὲ προκατασκευάζει, ἐπειδὴ οἱ ἐν νόμοι ἱερεῖς νόμον ἐξεδίκουν. ὁ δὲ Μελχισεδὲκ ἐκτὸς ἦν νόμου, ὁ δὲ ἐλθὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἦν. οὐ δεῖ, φησὶν, ἀφέντας τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐκδικεῖν τὴν ἐν νόμῳ ἱερατείαν, ἵνα τὰ ἐν νόμῳ ᾖ ἑστῶτα. θεμέλιον δὲ εἶπεν τὰ ἐν νόμῳ, ἐπειδὴ προοίμιον εὐσεβείας γεγένηται τοῖς ἀνθρώποις.

Ἐπιθέσεώς τε χειρῶν.

(Χρυσοστόμου.) Ὀ μακάριος Ἰωάννης φησίν· οὕτω γὰρ τὸ πνεῦμα ἐλάμβανον, ἐπιθέντας αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας.

Ἀναστάσεώς τε νεκρῶν.

τοῦτο γὰρ ἔν τε τῷ βαπτίσματι γίνεται, καὶ ἐν τῇ ὁμολογίᾳ βεβαιοῦται.

[*](n Cod. ἂν εὐνόμου.)
193

Καὶ κρίματος αἰωνίου.

Διὰ τί δὲ ταῦτά φησιν; ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἣ παρασαλεύεσθαι ἤδη πεπιστευκότας, ἣ κακῶ, βιοῦν καὶ ῥᾳθύμως, λέγει, νήψατε, οὐκ ἔνι εἰπεῖν, ναὶ ῥᾳθύμως ζήσωμεν· πάλιν βαπτισθησόμεθα, πάλιν κατηχηθησόμεθα, πάλιν ληψόμεθα πνεῦμα· σφάλλεσθε, φησὶ, ταῦτα νομίζοντες.

Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γεννηθέντας νεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.

Ὅρα πῶς ἐντρεπτικῶς καὶ ἀπαγορευτικῶς ἄρχεται· “ ἀδύνατον,” φησί· μηκέτι προσδόκα τὸ μὴ δυνατόν· εἰ ὅλως ἐφωτίσθητε ἅπαξ· εἰτα ἐπάγει, “ γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου,” τουτέστι τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, “ καὶ μετόχους γεννηθέντας “ Πνεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα,” τὴν διδασκαλίαν ἐνταῦθα λέγει· “ καὶ μετόχους γεννηθέντας Πνεύ- “ μάτος Ἁγίου· δυνάμεις τε μέλλοντος αἰῶνος,” ἣ τὸ τὰ θαύματα ἐπιτελεῖν, φησὶν, ἣ τὸν ἀρραβῶνα τοῦ Πνεύματος · “ καὶ “ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας “ ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας·” ἀνακαινίζειν, φησὶν, εἰς μετάνοιαν, τουτέστι διὰ μετανοίας· τί οὖν; ἐκβέβληται ἡ μετάνοια; οὐχ ἡ μετάνοια, μὴ γένοιτο, ἀλλ’ ὁ διὰ λουτροῦ πάλιν ἀνακαινισμός· οὐ γὰρ εἶπεν, ἀδύνατον ἀνακαινισθῆναι εἰς μετάνοιαν, καὶ ἐσίγησεν, ἀλλὰ πῶς ἀδύνατον ἐπήγαγεν, ἀνασταυροῦντας ἀνακαινισθῆναι, τουτέστιν, καινὸν γενέσθαι· τὸ γὰρ καινοὺς ποιῆσαι, τοῦ λουτροῦ μόνου ἐστὶ, τῆς δὲ μετανοίας ἐστὶ τὸ καινοὺς γενομένους, εἶτα παλαιωθέντας ὑπὸ τῶν αμαρτημάτων, ἀπαλλάξαι τῆς παλαιότητος, καὶ στερροὺς ἐργάσασθαι· εἰς ἐκείνην μέντοι τὴν λαμπρότητα ἀγαγεῖν οὐκ ἔνι, ἐκεῖ γὰρ τὸ ὅλον ἡ χάρις ἦν· ἀνασταυροῦντας,” φησὶν, “ ἑαυτοῖς τὸν Υἱὸν “ τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας·” τὸ βάπτισμα σταυρός ἐστιν, ᾧτ’ καὶ συνεσταυρώθη ὁ παλαιὸς ἡμῶν ἄνθρωπος· “ σύμμορ-

194
“ φοι γὰρ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ,“ καὶ πάλιν, “ συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν “θάνατον·” ὥσπερ οὖν οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστὸν, τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστιν· εἰ γὰρ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, εἰ ἀνέστη, τῇ ἀναστάσει κρείττων γενόμενος τοῦ θανάτου, εἶτα πάλιν σταυροῦται, μῦθος πάντα ἐκεῖνα καὶ παραδειγματισμός. τί δέ ἐστιν ἀνασταυροῦντας; ἄνωθεν πάλιν σταυροῦντας· ὥσπερ γὰρ ἀπέθανεν ὁ Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι, οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ· ἐκεῖνος ἀπέθανε τῇ σαρκὶ, ἡμῶν ὁ παλαιὸς ἄνθρωπος ἐτάφη καὶ ἀνέστη ὁ καινὸς, ὁ σύμμορφος γενόμενος τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. εἰ τοίνυν ἀνάγκη βαπτισθῆναι πάλιν, ἀνάγκη πάλιν τὸν αὐτὸν ἀποθανεῖν τοῦτον· τὸ γὰρ βάπτισμα οὐδὲν ἕτερόν ἐστιν, ἣ ἀναίρεσις τοῦ βαπτιζομένου καὶ ἔγερσις ἐκείνου. καὶ καλῶς εἶπεν ἑαυτοῖς ἀνασταυροῦντας·” ὁ γὰρ τοῦτο ποιῶν ὡς τῆς προτέρας χάριτος ἐπιλανθανόμενος, καὶ ῥᾳθύμως τὸν ἑαυτοῦ βίον οἰκονομῶν, ὡς ὄντος ἑτέρου βαπτίσματος, οὕτω πάντα διαπράττεται· κατηξιώθητε οὖν, φησὶ, τοσαύτης ἀφέσεως. ὁ γὰρ ἐν σκότῳ καθήμενος ἐχθρὸς ὁ πολέμιος, ὁ ἀπηλλοτριωμένος, ὁ ἀπολλύμενος, οὗτος ἐξαίφνης φωτισθεὶς, Πνεύματος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν, τῶν ἄλλων ἀγαθῶν, μυστηρίων ἀπορρήτων, καὶ οὐδὲ οὕτω βελτίων γενόμενος, ἀλλ’ ἄξιος μὲν ὣν ἀπωλείας, τυχὼν δὲ σωτηρίας καὶ τιμῆς, ὡς τὰ μεγάλα κατωρθωκὼς, πῶς ἃν δύναιτο βαπτισθῆναι πάλιν ; δυνάμεις τε μέλλοντος “ αἰῶνος·” τὸ γὰρ ζῆν ὡς Ἀγγέλους, τὸ μηδενὸς δεῖσθαι τῶν ἐνταῦθα, τὸ εἰδέναι ὅτι τῆς τῶν μελλόντων αἰώνων ἀπολαύσεως πρόξενον ἡμῖν γίνεται, διὰ τοῦ Πνεύματος ἔστι τοῦτο μαθεῖν· τί ἐστι δυνάμεις μέλλοντος αἰῶνος; ἡ ζωὴ ἡ αἰώνιος, ἡ ἀγγελικὴ διαγωγή.

(Σευηριανοῦ.) Σευηριανὸς φησί· νεκροὺς ἤγειραν οἱ Ἀπόστολοι· αὕτη δὲ ἡ δύναμις τῆς ἀναστάσεως ἦν. “ παραδειγματίζοντας” εἶπεν, ὅτι εἰ μυστήριον τὸ βάπτισμα, τὸ ἅπαξ ἀρκεῖ· ἐὰν δὲ δεύτερον γίνηται τὸ πρᾶγμα, καταφρόνησις καὶ παραδειγματισμός.

Γῆ γὰρ ἡ πιοῦσα ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον

195
ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.

Χρυσοστόμου. Υετὸν, τὴν διδασκαλίαν, καὶ ὅπερ ἀνωτέρω ἔλεγεν, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,’ τοῦτο καὶ ἐνταῦθά φησι· καὶ πολλαχοῦ ἔλεγεν ἡ γραφὴ, “ ἐντελοῦμαι “ ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετὸν,” περὶ τοῦ ἀμπελῶνος λέγουσα, ὃ ἀλλαχοῦ λιμὸν ἄρτου καὶ δίψαν ὕδατος καλεῖ, καὶ πάλιν, ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων·” ἡ γὰρ γῆ “ πιοῦσα,” φησὶ, τὸν ἐπ’ αὐτῆς ἐρχόμενον ὑετὸν,” ἐνταῦθα δηλοῖ, ὅτι καὶ ἐδέξαντο καὶ συνέπιον τὸν λόγον, καὶ πολλάκις τούτου ὕστερον, καὶ οὐδὲ οὕτως ἀπώναντο· εἰ γὰρ μὴ ἐγεωργήθης, φησὶν, εἰ μὴ ἀπέλαυσας ὑετῶν, οὐκ ἦν τοσοῦτο τὸ κακόν· εἰ δὲ πολλάκις ἔπιες καὶ ἐδέξω, τίνος ἕνεκεν ἀντὶ καρπῶν ἕτερα ἐξήγαγες; ἔμεινε γὰρ,” φησὶν, ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ “ ἀκάνθας·” ὁρᾷς ὅτι πανταχοῦ ἡ γραφὴ ἀκάνθας τὰ ἁμαρτήματα καλεῖ ; καὶ γὰρ ὁ Δαβὶδ φησίν· “ ἐστράφην εἰς ταλαιπω- “ ρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν·’ “ καὶ τίκτουσα βοτάνην εὔθετον,” ὡς βίος ἄριστος καὶ καθαρός· “ καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας “ ἀπὸ Θεοῦ· ” ἐνταῦθα τὸν Θεόν φησιν αἴτιον ἁπάντων, πλήττων ἠρέμα τοὺς Ἕλληνας, τοὺς τῇ δυνάμει τῆς γῆς τῶν καρπῶν τὴν γένεσιν ἐπιγράφοντας· οὐδὲ γὰρ αἱ γεωργικαὶ χεῖρες, φησὶν, εἰσὶν αἱ τὴν γῆν πρὸς τὴν τῶν καρπῶν φορὰν διεγείρουσαι, ἀλλὰ τὸ παρὰ Θεοῦ πρόσταγμα· “ διὰ τοῦτο,” φησὶ, “ μεταλαμβάνει τῆς εὐλο- “ γίας ἀπὸ τοῦ Θεοῦ·” καὶ ὅρα πῶς ἐπὶ τῶν ἀκανθῶν τοῦτο οὐκ εἰπεν, ἀλλὰ τί, ἐκφέρουσα ἀκάνθας,” ὡς ἃν εἴποι τις, ἐκβράσσουσα, ἐκβάλλουσα, “ ἀδόκιμος,” φησὶ, “ καὶ κατάρας ἐγγύς·” βαβαὶ, πόσην ἔχει παραμυθίαν ὁ λόγος· κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα, ὁ δὲ μή πω εἰς τὴν κατάραν ἐμπεσὼν, ἀλλ’ ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται· καὶ οὐ τούτῳ μόνω παρεμυθήσατο, ἀλλὰ καὶ τῷ ἑξῆς· οὐ γὰρ εἶπεν, ἥτις καήσεται, ἀλλὰ

196
τι; ἧς τὸ τέλος εἰς καῦσιν·” ἐὰν μέχρι τέλους ἐπιμείνῃ, φησί.

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, ὑπόδειγμα εἰς τὸ βάπτισμα, πῶς γάρ; δεύτερον βάπτισμα ἐκώλυεν· ἀλλὰ τὴν τοῦ Ἁγίου Πνεύματος δύναμιν, πολλάκις εὐεργετοῦσαν, τὰ δὲ ἄλλα ὁμοίως.

Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· καθαψάμενος ἱκανῶς, καὶ φοβήσας, θεραπεύει πάλιν, ὥστε μὴ πλέον καταβαλεῖν καὶ ὑπτίους ἐργάσασθαι· τὸν γὰρ νωθρὸν ὁ πλήττων, νωθρότερον ἐργάζεται· τί γὰρ, φησίν; οὐχ ὡς κατεγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ὑμᾶς ἀκανθῶν πλήρεις, ἀλλὰ δεδοικότες μὴ τοῦτο γένηται· βέλτιον γὰρ νῦν τοῖς ῥήμασιν ὑμᾶς φοβεῖσθαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε· καὶ ἐπειδὴ ἀπὸ τῶν παρόντων τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραμυθίαν, καί φησιν, οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, “ διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.” βαβαὶ, πῶς αὐτῶν ἀνεκτήσατο τὴν ψυχὴν καὶ ἀνέρρωσε, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ἀνάγκην καταστήσας, τοῦ μὴ προσδοκᾷν ἐπιλελῆσθαι τὸν Θεὸν, ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν τὸν μὴ πεπληροφορημένον περὶ τῆς ἐλπίδος, καὶ λέγειν ὅτι ἄδικος ὁ Θεός· τὸν γὰρ ἀπεγνωκότα ἀπὸ τῶν παρόντων καὶ ἀπαγορεύσαντα ἀπὸ τῶν μελλόντων ἀναρρῶσαι δυνήσεται ἴσως, καὶ αὐτὸς Γαλάταις γράφων ἔλεγεν, ἔτρεχε καλῶς,” καὶ πάλιν, “ τοσαῦτα ἐπάθετε “ εἰκῆ, εἴ γε καὶ εἰκῆ·” ὥσπερ δὲ ἐνταῦθα μετ’ ἐπιπλήξεως τίθησι τὸ ἐγκώμιον, λέγων, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,” οὕτω καὶ ἐκεῖ, θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε·” περὶ γὰρ μεγάλων ὅταν ἐκπέσωσι, θαυμάζομεν· τίνος οὖν, φησὶν, ἕνεκεν ταύτα εἴπομεν;

Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος, ἄχρι

197
τέλους, ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.

Οὐκ ἄρα σπουδάζομεν μόνον, οὐδὲ μέχρι ῥημάτων τοῦτο βουλόμεθα, ἀλλ’ ἐπιθυμοῦμεν τῆς ἀρετῆς ὑμᾶς ἔχεσθαι, οὐχ ἕνα, ἄλλα πάντας ὁμοίως, οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, φησὶν, ἀλλ’ ὑπὲρ τῶν μελλόντων δεδοικότες. ὡς ἃν εἴποι τις, θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερον, τοιοῦτον εἶναι καὶ νῦν εἰς τὸ μέλλον· τοῦτο γὰρ τὸν ἔλεγχον προσηνέστερον καὶ εὐπαράδεκτον εἰργάζετο. πρὸς πληροφορίαν τῆς ἐλπίδος,” ἡ ἐλπὶς, φησὶ, διαβαστάζει· αὕτη ἀνακτᾶται πάλιν· μὴ ἐκλυθῆτε, μὴ ἀπελπίσητε, ἵνα μὴ περιττὴ ὑμῶν ἡ ἐλπίς· μιμηταὶ δέ’ φησὶ, “ τῶν διὰ πίστεως κληρονομούντων τὰς ἐπαγγελίας·” καὶ τίνες εἰσὶν οὗτοι, ἑξῆς λέγει· καὶ ἀνάγει αὐτοὺς ἐπὶ τὸν πατριάρχην, οἴκοθεν αὐτοῖς φέρων τὸ ὑπόδειγμα· ἵνα μὴ νομίσωσιν ὅτι ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ’ εἰδέναι ἔχωσιν, ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον, καὶ ὅτι τοῖς θαυμαστοῖς καὶ μεγάλοις ἀνδράσιν οὕτω κέχρηται ὁ Θεός. δεῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν· τοῦτο γάρ ἐστι τὸ πιστεῦσαι.

Ὅτι βεβαία ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ταῦτα σὺν ὅρη.

τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, λέγων, ἢ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε, καὶ οὕτως μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.

Πῶς οὖν ἐπέτυχεν; οὐ περὶ τῶν αὐτῶν, φησὶν, ἐνταῦθα κἀκεῖ, ἀλλὰ διπλῆν ποιεῖται τὴν παράκλησιν· ἐπηγγείλατο τῷ Ἀβραάμ. καὶ τὰ μὲν ἐνθάδε, μετὰ μακρὸν χρόνον ἔδωκε, τὰ δὲ ἐκεῖ οὐδέ ὥ· “ καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.” ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία μόνον τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ μακρο-

198
θυμία; ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς, ὅτι πολλάκις ἐκκόπτεται ἐπαγγελία δι’ ὀλιγοψυχίαν· καὶ τοῦτο ἔδειξε μὲν διὰ τοῦ λαοῦ· ἐπειδὴ γὰρ ὀλιγοψύχησαν, διὰ τοῦτο τῆς ἐπαγγελίας οὐκ ἔτυχον· τὸ δὲ ἐναντίον δείκνυσι διὰ τοῦ Ἀβραάμ· εἶτα πρὸς τῷ τέλει καὶ πλέον τι ποιεῖ, ὅτι καὶ μακροθυμήσαντες οὐκ ἔτυχον, καὶ οὐδὲ οὕτως ἀσχάλλουσιν.

Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος.

“ Ὁ δὲ Θεὸς ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε “ καθ’ ἑαυτοῦ.” καλῶς· τίς οὖν ἐστιν ὁ ὀμόσας τῷ Ἀβραάμ; οὐχ ὁ υἱὸς ὂν, φησι; μάλιστα μὲν αὐτὸς, πλὴν οὐκ ἀμφισβητῶ· ὅταν οὖν αὐτὸς ὀμνύῃ, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν” τὸν αὐτὸν ὅρκον, οὐ δῆλον ὅτι ἐκ τοῦ μὴ ἔχειν κατὰ μείζονος ὀμόσαι; ὥσπερ γὰρ ὁ Πατὴρ ὄμνυσι, οὕτω καὶ ὁ Υἱὸς ὀμνύει καθ’ ἑαυτοῦ, λέγων, “ ἀμὴν, “ ἀμὴν, λέγω ὑμῖν·” ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει, καὶ τῶν ὅρκων τῶν τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ “ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· τί ἐστι, “ καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος;” ἀντὶ τοῦ, ἐκ τούτου λύεται πάσης ἀντιλογίας ἀμφισβήτησις.

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν· ἀνωτέρω εἰπὼν “ τὴν πλη- “ ροφορίαν τῆς ἐλπίδος,” ἐδήλωσεν ὅτι ὁ Θεὸς παρέσχε τῷ Ἀβραὰμ πληροφορίαν, οὐ τὴν δι’ ἔργων τὴν τῇ πολιτείᾳ προσήκουσαν, ἀλλὰ τὴν δι’ ὁρκομοσίας.

Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἐνταῦθα καὶ πιστοὺς περιλαμβάνει, διὰ τοῦτο καὶ ταύτης μέμνηται τῆς ἐπαγγελίας τῆς πρὸς ἡμᾶς κοινῶς γινομένης· “ ἐμεσίτευσε,” φησὶν, “ ὅρκῳ·” πάλιν ἐνταῦθα τὸν Υἱόν φησι μεταξὺ ἀνθρώπων καὶ Θεοῦ μεσίτην γεγονέναι,

Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν.

Ποίου καὶ ποίου; διὰ τοῦτο καὶ αὐτὸ προσέθεικεν. ὁρᾷς ὅτι οὐ

199
τὴν ἀξίαν τὴν ἑαυτοῦ σκοπεῖ, ἀλλ’ ὅπως τοὺς ἀνθρώπους πείσῃ, καὶ ἀνάξια περὶ ἑαυτοῦ ἀνέχεται λέγεσθαι, τουτέστι, πληροφορῆσαι θέλων· καὶ ἐπὶ μὲν τοῦ Ἀβραὰμ δείκνυσι τοῦ Θεοῦ ὃν τὸ πᾶν, οὐ τῆς μακροθυμίας ἐκείνου, εἴ γε καὶ ὅρκον ἠνέσχετο προσθεῖναι, εἰ καθῶς ὀμνύουσιν οἱ ἄνθρωποι καὶ ὁ Θεὸς κατ’ αὐτοῦ ὤμοσε, τουτέστι καθ’ ἑαυτοῦ· ἀλλ’ ἐκεῖνοι μὲν ὡς μείζονος, οὕτος δὲ οὐχ ὡς μείζονος, καὶ ὁμοίως ἐποίησεν· οὐ γὰρ ἴσον ἄνθρωπον καθ’ ἑαυτοῦ ὀμόσαι καὶ Θεόν· ὁ γὰρ ἄνθρωπος ἑαυτοῦ ἐξουσίαν οὐκ ἔχει· ὁρᾷς τοίνυν ὅτι οὐ πρὸς τὸν Ἀβραὰμ μᾶλλον ἢ πρὸς ἡμᾶς τοῦτο εἴρηται;

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν· ἀδύνατον ὀμόσαντα Θεὸν μετατεθῆναι. ἀδύνατον ἦν μετατεθῆναι τὴν τῆς ἐπαγγελίας δύναμιν.

Θεόδωροσ δὲ οὕτω φησὶ, τὸ “ διὰ δύο ἀμεταθέτων,” τῷ Θεὸν εἶναι τὸν ἐπαγγειλάμενον, οὐδαμῶς οἷόν τε ψεύσασθαι, καὶ τῷ μεθ’ ὅρκου ποιήσασθαι τὴν ἐπαγγελίαν.

Ἰσχυροτέραν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες, κρατῆσαι τῆς προκειμένης ἐλπίδος.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· καὶ οὐκ ἐπειδὴ ὤμοσεν· ὅρκος δὲ τι ἐστιν ἐδήλωσεν εἰπὼν, τὸ κατὰ τοῦ μείζονος ὀμόσαι· ἀλλ’ ἐπειδὴ ἄπιστόν ἐστι τὸ τῶν ἀνθρώπων γένος, συγκάτεισιν εἰς τὰ αὐτὰ ἡμῖν· ὥσπερ οὖν ὄμνυσι δι’ ἡμᾶς, κα. τοι ἀνάξιον αὐτοῦ τὸ μὴ πιστεύεσθαι, οὕτω καὶ τὸ “ ἔμαθεν ἐξ ὧν “ ἔπαθεν” εἴρηται· ἐπειδὴ οἱ ἄνθρωποι τοῦτο νομίζουσι μᾶλλον εἶναι ἀξιοπιστότερον τὸ διὰ τῆς πείρας ἐλθεῖν. τί ἐστι “ τῆς προ- “ κειμένης ἐλπίδος;” ἀπὸ τούτων τὰ μέλλοντα, φησὶ, στοχαζόμεθα· εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀκεῖνα· ὥστε τὰ μετὰ τὸν Ἀβραὰμ γεγενημένα πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων.

Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

200

Ἐν τῷ κόσμῳ ἔτι ὄντας, καὶ οὐδέπω μεταστάντας τοῦ βίου, δείκνυσιν ἤδη ὄντας ἐν τοῖς ἐπηγγελμένοις, διὰ γὰρ τῆς ἐλπίδος ἤδη ἐν τῳ οὐρανῷ ἐσμεν, εἶπεν ἀναμείνατε πάντως γὰρ ἔσται εἶτα πληροφορῶν, λέγει, μᾶλλον δὲ τῇ ἐλπίδι· ἀλλ’ οὐκ εἶπεν, ἡμεῖς ἐσμεν ἔνδον, ἀλλ’ αὐτὴ εἰσῆλθεν ἔνδον, ὅπερ ἀληθέστερον ἦν καὶ πιθανώτερον. ὥσπερ γὰρ ἡ ἄγκυρα ἐξαρτηθεῖσα τοῦ πλοίου οὐκ ἀφίησιν αὐτὸ περιφέρεσθαι, κἂν μύριοι παρασαλευθῶσιν ἄνεμοι, ἀλλ’ ἐξαρτηθεῖσα ἑδραῖον ποιεῖ, οὕτω καὶ ἡ ἐλπίς. καὶ ὅρα τί σφόδρα ἁρμόδιον εὗρεν εἰκόνα· οὐ γὰρ εἶπε, θεμέλιον, ὅπερ ἀπῆδεν, ἀλλ’ ἄγκυραν· τὸ γὰρ ἐν σάλῳ ὃν, καὶ οὐ σφόδρα δοκοῦν ἡδρᾶσθαι, ἐπὶ τῆς ὑγρᾶς ὡς ἐπὶ γῆς ἕστηκε, καὶ σαλεύεται καὶ οὐ σαλεύεται· ἐπὶ μὲν γὰρ τῶν σφόδρα στερρῶν καὶ φιλοσόφων εἰκότως ἐκεῖνο τέθεικεν ὁ Χριστὸς, λέγων, “ ὅστις ᾠκοδόμησε τὴν “ οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν.” ἐπὶ δὲ τῶν ἀπαγορευόντων καὶ ὀφειλόντων διὰ τῆς ἐλπίδος διαβαστάζεσθαι, οἰκείως τοῦτο τέθεικεν ὁ Παῦλος· ἡ μὲν γὰρ ζάλη καὶ ὁ πολὺς χειμὼν σαλεύει τὸ σκάφος, ἡ δὲ ἐλπὶς οὐκ ἀφίησι περιφέρεσθαι· ὥστε εἴ γε μὴ ταύτην εἴχομεν, πάλαι ἂν κατεποντίσθημεν. “ εἰσερχομένην εἰς τὸ “ ἐσώτερον τοῦ καταπετάσματος,” ἀντὶ τοῦ διικνουμένην εἰς τὸν οὐρανόν. εἶτα καὶ τὴν πίστιν ἐπήγαγεν, ἵνα μὴ μόνον ἐλπὶς ἦ, ἀλλὰ καὶ ἀληθὴς σφόδρα· μετὰ γὰρ τὸν ὅρκον καὶ ἕτερον τίθησι, τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν, ὅτι “ πρόδρομος ὑπὲρ ἡμῶν “ εἰσῆλθεν Ἰησοῦς·” ὁ δὲ πρόδρομος τινῶν ἐστι πρόδρομος, ὥσπερ Ἰωάννης τοῦ Χριστοῦ. καὶ οὐκ εἶπεν ἁπλῶς, εἰσῆλθεν, ἀλλ’ “ ὅπου “ πρό δρόμος ὑπὲρ ἡμῶν εἰσῆλθεν,” ὡς καὶ ἡμῶν ὀφειλόντων καταλαβεῖν· “ κατὰ τὴν τάξιν,” φησὶ, “ Μελχισεδὲκ ἀρχιερεὺς γενό- “μένος εἰς ’τον αἰῶνα.”

Ἰδοὺ καὶ ἄλλη παράκλησις, εἴγε ἄνω ὁ ἀρχιερεὺς ἡμῶν, καὶ πολλῷ βελτίων τοῦ παρὰ Ἰουδαίοις, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῷ τόπῳ, καὶ τῇ σκηνῇ, καὶ τῇ διαθήκῃ καὶ τῷ προσώπῳ· καὶ τοῦτο εἰς τὸ κάτα σάρκα εἴρηται· χρὴ τοίνυν καὶ τοὺς ὢν ἐστιν ἱερεὺς, σφόδρα εἶναι βελτίους, καὶ ὥσπερ τὸ μέσον Ἀαρὼν καὶ τοῦ Χριστοῦ, τοσοῦτον ἡμῶν καὶ Ἰουδαίων τὸ μέσον· ὅρα γάρ· ἄνω ἔχομεν τὸ ἱερεῖον, ἄνω τὸν ἱερέα, ἄνω τὴν θυσίαν.

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν· οὐχ ἁπλῶς μέμνηται

201
ὅπως συνήντησεν ὁ Μελχισεδὲκ τῷ Ἀβραὰμ, περιγεγονότι τῶν Ἀσσυρίων, καὶ ἔδωκεν αὐτῷ δεκάτα, ἀπὸ πάντων, ἀλλὰ δεικνὺς ὅτι ὁ προπάτωρ τῆς Λευιτικῆς φιλῆς ἱερεῖ ἐχρήσατο τῷ Μελχισεδέκ· κρείσσων ἄρα ἡ ἱερωσύνη ἡ ἄνευ νόμου m τῆς ἱερωσύνης τῆς ἐν νόμω.

(Θεοδώρου.) Θεόδωρος δέ φησιν, ὁμοίως τῷ μακαρίῳ προσθεὶς ὅτι αἰώνιος ἡμῖν γέγονεν ἀρχιερεὺς ὁ Χριστὸς, τῷ πάντας τοὺς καθ’ ἑκάστην γενεὰν πιστεύοντας δι’ ἑαυτοῦ προσάγειν τῷ Θεῷ, ἐπὶ τῇ τῆς ἀναστάσεως ἐλπίδι· οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.

Περὶ τοῦ Μελχισεδὲκ τοῦ εἰς Χριστὸν τύπου κατὰ τὸ ὄνομα καὶ τὴν πόλιν, κοὶ τὴν ζωὴν κοὶ τὴν ἱερωσύνην.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· βουλόμενος ὁ Παῦλος τὸ διάφορον δεῖξαι τῆς καινῆς καὶ τῆς παλαιᾶς, πολλαχοῦ αὐτὸ διασπείρει καὶ ἀκροβολίζεται, καὶ προγυμνάζει τὰς ἀκοὰς τῶν ἀκροατῶν· εὐθέως γὰρ καὶ ἀπὸ τοῦ προοιμίου τοῦτο κατεβάλετο εἰπὼν, ὅτι ἐκείνοις μὲν ἐλάλησεν ἐν προφήταις, ἡμῖν δὲ ἐν Υἱῷ, κἀκείνοις μὲν πολυμερῶς καὶ πολυτρόπως, ἡμῖν δὲ διὰ τοῦ Υἱοῦ· εἶτα περὶ τοῦ Υἱοῦ διαλεχθεὶς, εἴη καὶ τί ἐργασάμενος, καὶ παραινέσας αὐτῷ πείθεσθαι, ἵνα μὴ τὰ αὐτὰ πάθωμεν τοῖς Ἰουδαίοις, καὶ εἰπὼν ὅτι ἀρχιερεὺς ἐστὶ κατὰ τὸν Μελχισεδὲκ, καὶ πολλάκις εἰς τὴν διαφορὰν ταύτην ἐμβῆναι βουληθεὶς, καὶ πολλὰ προοικονομήσας καὶ ἐπιτιμήσας αὐτοῖς ὡς ἀσθενέσιν, καὶ πάλιν θεραπεύσας καὶ ἀνακτησάμενος ὥστε θαρρεῖν, τότε λοιπὸν εἰσάγει τὸν τῆς διαφορᾶς λόγον, ἀκμαζούσαις ταῖς ἀκοαῖς· ὁ γὰρ ἀναπεπτωκὼς οὐκ ἃν εὐκόλως ἀκούσειεν· καὶ ἵνα μάθης, ἄκουε τῆς γραφῆς λεγούσης, “ καὶ οὐκ ἤκουσαν Μωϋσῆ διὰ τὴν “ ωγοψυχίαν,” διὰ τοῦτο πρότερον κενώσας αὐτῶν τὴν ἀθυμίαν διὰ πολλῶν, τότε λοιπὸν κάτεισιν εἰς τὸν περὶ τῆς διαφορᾶς λόγον· καὶ τὸ δὴ θαυμαστὸν ἐν τῶ τύπω δείκνυσι πολλὴν οὖσαν τὴν διαφοραν· ὅπερ γὰρ εἰπον, ἀπὸ τοῦ τύπου ἀεὶ πιστοῦται τὴν ἀλήθειαν ἀπὸ τῶν παρελθόντων, διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν.

[*](m ἄη εὐνόμου Cod.)
202

Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὃς συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ· πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης.

Σεδὲκ γὰρ δικαιοσύνη λέγεται, μελχὰ δὲ, βασιλεὺς, Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης. ὁρᾷς καὶ ἐν τοῖς ὀνόμασι τὴν ἀκρίβειαν; τίς ἐστι βασιλεὺς δικαιοσύνης, ἀλλ’ ἣ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ ἀπὸ τῆς πόλεως, τουτέστι, βασιλεὺς εἰρήνης, ὃ πάλιν ἐστὶ τοῦ Χριστοῦ· οὗτος γὰρ ἡμᾶς δικαίους ἐποίησε, καὶ εἰρηνοποίησεν τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς· εἶτα καὶ ἑτέραν διαφορὰν ἐπάγει,

Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.

Επειδὴ τοίνυν ἀντέπιπτεν αὐτῷ τὸ “ σὺ εἶ ἱερεὺς εἰς τὸν “ αἰῶνα, ” ὅρα πῶς αὐτὸ τεθεώρηκε, καὶ τίς τοῦτο εἴποι ἃν περὶ ἀνθρώπου; οὐ τῷ πράγματι, φησὶ, λέγω, τουτέστιν, οὐκ ἴσμεν ποτὲ, τινὰ πατέρα ἔσχεν, οὔτε τίνα μητέρα, οὐ πότε ἐδέξατο τὴν ἀρχὴν, οὐ πότε ἐτελεύτησε· πῶς; τοῦ μὴ ἐμφέρεσθαι· καὶ τί τοῦτο; ὅτι ὥσπερ οὗτος τῷ μὴ γενεαλογεῖσθαι, οὕτω καὶ ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος· ἰδοὺ τὸ ἄναρχον, ἰδοὺ τὸ ἀτελεύτητον· ὥσπερ τούτου οὐκ ἴσμεν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος διὰ τὸ μὴ γεγράφθαι, οὕτως οὐκ ἴσμεν τοῦ Υἱοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι. ἐκεῖνο μὲν γὰρ τύπος, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ γεγράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο ἄπο του μὴ εἰναι· ὡσπερ γὰρ καὶ ἐν τοῖς ὀνόμασιν, ἐνταῦθα μὲν προσηγορίαι ἦσαν, βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια· ὁρᾷς ἄναρχον τὸν Υἱὸν, οὐ κατὰ τὸ μὴ ἔχειν αἴτιον, τοῦτο γὰρ ἀδύνατον, ἔχει γὰρ Πατέρα, ἐπεὶ πῶς Υἱὸς, ἀλλὰ κατὰ τὸ μὴ ἔχειν ἀρχὴν ζωῆς μήτε τέλος· “ ἀφωμοιωμένος “ δὲ τῷ Υἱῷ τοῦ Θεοῦ,” ποῦ ἡ ὁμοιότης; ὅτι καὶ τούτου κἀκείνου τὸ τέλος ἀγνοοῦμεν καὶ τὴν ἀρχήν· ἀλλὰ τούτου μὲν παρὰ τὸ μὴ γεγράφθαι, ἐκείνου δὲ παρὰ τὸ μὴ εἶναι· ἐνταῦθα ἡ ὁμοιότης· εἰ

203
δὲ πανταχοῦ ἔμελλεν ἡ ὁμοιότης εἰναι, οὐκέτι τύπος ἢν καὶ άλήθεια, ἀλλὰ τύπος τὰ ἀμφότερα.

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, “ Ἀπάτωρ, “ ἀγενεαλόγητος” κατὰ τὸν τῆς ἱερωσύνης λόγον· ἐπειδὴ γὰρ ἐν τῇ φυλῇ τῇ Λευιτικῇ ἐφαίνετο τίς τίνος ἦν ἱερέως, ἣ γυναικὸς ἱερείας· ἦσαν δὲ χρόνοι τῆς ἱερωσύνης, καὶ οἱ μὲν ἐφημερίας εἶχον ἐνιαυσίους, οἱ δὲ δι’ ὅλης τῆς ζωῆς ἱεράτευον, καὶ ταῦτα εὑρίσκεται ἑκάτερα παρὰ τοῖς ἱερεῦσι τοῖς ἐν νόμῳ, εἰ καὶ μὴ κατὰ τοὺς αὐτοὺς χρόνους, ἀπάτορα λέγει τὸν Μελχισεδὲκ καὶ ἀμήτορα, καὶ ἀγενεαλόγητον, μήτε ἀρχὴν ἔχοντα ἡμερῶν, μήτε ζωῆς τέλος κατὰ τὸν τῆς ἱερατείας λόγον. οὔτε γὰρ γένος ἱερατικὸν ἔσχεν, οὔτε ποθὲν ἤρξατο ὡς ἄλλον διαδεξάμενος, οὔτε ἐξ ἐφημερίας ἕτερον, οὔτε ὡς νόμον ἔχων δι’ ὅλης τῆς ζωῆς εἶναι ἱερεύς· καὶ ὅλως πάντα τὰ λεγόμενα, κατὰ παρεξέτασιν τῶν ἐν νόμῳ ἱερέων. εἴρηται δὲ περὶ τοῦ Μελχισεδὲκ, “ ἀφομοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, “ μένει ἱερεὺς εἰς διηνεκές·” καὶ πῶς ὁ Μελχισεδὲκ μένει ἱερεὺς, ζήτημα τὸ λεγόμενον· ἔστι δὲ ἡ λύσις αὕτη. ὥσπερ Μωϋσέα καλεῖ τὸν νόμον, οὕτω κἀνταῦθα Μελχισεδὲκ, πῆ μὲν τὸν ἄνθρωπον λέγει, πῆ δὲ αὐτὴν τὴν ἱερατείαν· εἰ τοίνυν ἀφωμοίωται ὁ Μελχισεδὲκ διὰ τῆς ἱερατείας τῆς κατὰ Χριστὸν, μένει διηνεκῶς, οὐχ ὁ ἄνθρωπος, θνητὸς γὰρ, ἀλλὰ τὸ ἀξίωμα τῆς ἱερατείας.

(Θεόδωροσ.) Θεόδωρός φησι, τὰ εἰρημένα τῷ πρὸ αὐτοῦ ἀποδεξάμενος, ταῦτα ἐπάγει, διηγεῖτο ὕστερον ὅπως ὁ ναὸς κατεσκεύαστο, καὶ λέγει δύο εἶναι τὰς σκηνὰς, ἀλλ’ εἰς μὲν τὴν πρώτην διὰ παντὸς τοὺς ἱερεῖς εἰσιόντας τὰ νενομισμένα ἐπιτελεῖν, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ τὸν ἀρχιερέα μόνον· καὶ δὴ τὸ ἀπὸ τούτων σημαινόμενον διδάσκειν βουλόμενος, ἐπάγει, τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν. ὥσπερ τοίνυν οὐχ ἡ τοῦ τόπου φύσις ἦν ἄβατος, ἐφ’ οὗ δεῖ τὸν ἐνδότερον οἰκον κατεσκευάσθαι συνέβαινεν, ἀλλ’ ἡ κατασκευὴ καὶ τὸ νόμιμον, καὶ ἡ τοῦτό που ἀφιέρωσις ἄβατον ἐποίει τὸν τόπον, ὅμως σύμβολον ἔφη εἰναι τοῦτο τῶν οὐρανῶν, οὕτω κἀνταῦθα βουλόμενος τὸν Χριστὸν ἀρχιερέα δεῖξαι κατὰ τὴν τάξιν Μελχισεδέκ, λέγει τὰ κατ’ ἐκεῖνον, οὐ τὴν φύσιν ἐξηγούμενος,

204
ἀλλὰ τὴν κατ’ αὐτὸν διήγησιν ἀπὸ τῆς θείας τιθεὶς γραφῆς, καὶ ἀπ’ ἐκείνης ἐμφαίνων τὸ ὅμοιον. ἀπάτορα τοίνυν καὶ ἀμήτορα καλεῖ, ὡς τῆς θείας γραφῆς γονέας αὐτοῦ μὴ διηγουμένης· ὅθεν ἐπήγαγε τὸ “ ἀγενεαλόγητος,” δεικνὺς ὅτι οὐ φύσιν λέγει τοῦ ἀνδρὸς, ἀλλὰ τῆς θείας γραφῆς διήγησιν· εἶτ' ἐπισυνάπτει, “ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων,” οὐκ ἐν τῇ φύσει, ἀλλ’ ἐν τῇ θείᾳ γραφῇ· καὶ ἐπειδὴ ταῦτα ἀδύνατον ἦν καὶ ἐπ’ ἄλλου λέγεσθαι, ἐμνημόνευσε γὰρ ἡ θεία γραφὴ πολλῶν, οὔτε τοὺς γονέας εἰποῦσα, οὔτε τὴν γενεαλογίαν ἐκθεμένη, καὶ μάλιστα ὅσους ἔξω τοῦ Ἰσραηλιτικοῦ γένους γεγονότας μεμαθήκαμεν, καλῶς ἐπήγαγε τὸ “ ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς “ εἰς τὸ διηνεκὲς,” οὐκέτι γὰρ καὶ τοῦτο μετὰ τῶν λοιπῶν ἦν ἐπ’ ἄλλου, ἐμφαίνει δὲ ἀπὸ τῆς κατὰ τὴν γραφὴν διηγήσεως, ὅπως αὐτῶ καὶ τὰ λοιπὰ προσῆν, ἃ δὴ καὶ τοῦτο. καὶ γὰρ ὁ Χριστὸς ἦν μὲν ἀπάτωρ, γεννήσει τῆς ἀνθρωπείας φύσεως, ἀμήτωρ δὲ τῇ γεννήσει τῆς θείας ὑπάρξεως, ἀλλὰ μὴν καὶ ἀγενεαλόγητος· τίς γὰρ ἃν γενεαλογία τοῦ ἐκ Πατρὸς ὄντος μόνον; ὅτι δὲ οὔτε ἀρχὴν ἡμερῶν ἔχει, οὔτε ζωῆς τέλος, καὶ τοῦτο δῆλον, ἀλλ’ ἐνταῦθα μὲν ἐπὶ τῶν πραγμάτων, ἐκεῖ δὲ ἐπὶ τῆς διηγήσεως· τὸ μὲν ἱερέα μένειν εἰς τὸ διηνεκὲς, ἀπὸ τῆς θείας ἔλαβε γραφῆς, τῷ εἰπεῖν, “ σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδ̀οὲκ,” ὡς ἃν εἰ κἀκείνου διηνεκῶς ἱερατεύοντος. διηνεκῆ δὲ αὐτὸν ἱερέα ἐκάλεσεν, ὡς ἄνω παραπέμψαντα τὴν ἱερατείαν εἰς διαδόχους, ὅπερ ἐν νόμῳ συνέβαινε γίνεσθαι· ὅθεν καὶ εἶπεν, “ ἀφωμοιωμένος δὲ τῷ “ υἱῷ τοῦ Θεοῦ·” καὶ τοι γε τὸ ἀκόλουθον ἦν, τοῦτον ἀφωμοιῶσθαι λέγειν ἐκεῖνον· οὐ γὰρ ὁ πρῶτος ἀφομοιοῦται τῷ δευτέρῳ, ἀλλ’ ἐπειδὴ παρὰ τούτῳ μέν ἐστιν ἡ ἀλήθεια τῶν πραγμάτων, ἐκείνῳ δὲ πρόσεστιν οὐδὲν τοιούτων, τῷ δὲ ἔδει τῆς διηγήσεως, καλῶς ἀφωμοιῶσθαι ἐκεῖνον ἔφη, ὡς ἃν τῆς θείας γραφῆς ἐπὶ τῆς διηγήσεως ὁμοίωμα τοῦ ἐσομένου δεῖξαι βουληθείσης ἡμῖν.

(Κυρίλλοσ.) Καὶ ὁ μακάριος Κύριλλος ἐν τοῖς εἰς τὴν ὧδέ φησι. δέχεται ὁ μακάριος Παῦλος τὸν Μελχισεδὲκ, εἰς ὁμοίωσίν τε καὶ ὑποτύπωσιν τοῦ Χριστοῦ, διά τοι τὸ λέγεσθαι βασιλέα δικαιοσύνης, καὶ μὴν καὶ εἰρήνης· πρέποι γὰρ ἃν ταυτὶ

205
δὴ μόνῳ κατὰ τὸν λόγον τὸν μυστικὸν τῶ Ἐμμανουήλ· δικαιοσύνης γὰρ καὶ εἰρήνης πρύτανις ἀνεδέχθη τοῖς ἐπὶ τῆς γῆς, καὶ δεδικαιώμεθα μὲν ἐν αὐτῷ, τὸ τῆς ἁμαρτίας ἄχθος ἀποπεμψάμενοι· ἐσχήκαμεν δὲ καὶ εἰρήνην τὴν πρὸς τὸν Πατέρα καὶ Θεόν· δέχεται δὲ τῆς ὑπὲρ νόμον ἱερωσύνης σύμβολον, τὸ καὶ εὐλογῆσαι τὸν Ἀβραὰμ, οἶνόν τε καὶ ἄρτους αὐτῷ παρασχεῖν· εὐλογούμεθα γὰρ οὐχ ἑτέρως παρὰ Χριστοῦ, τοῦ μεγάλου κατὰ τὸ ἀληθὲς ἱερέως· εὐλογούμεθα δὲ κατὰ τὸν θεσπέσιον Ἀβραὰμ εὐσθενέστατα καταγωνισάμενοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, καὶ τῆς τῶν πολεμίων χειρὸς ἀμείνους ἀναδεικνύμενοι, καὶ μηδενὸς τῶν ἐν κόσμῳ δεδεημένοι, πλοῦτον δὲ μᾶλλον ἡγούμενοι νοητὸν τὰ παρὰ Θεοῦ. ἐννόει γὰρ ὅτι νενικηκότα τὸν Ἀβραὰμ καὶ ὑποστρέφοντα μὲν ἐκ τῆς κοπῆς τῶν βασιλέων, οὐκ ἀξιώσαντα δέ τι παρὰ τοῦ Σοδόμων ἄρχοντος εἰς ἴλαν κτῆσιν ἑλεῖν, ηὐλόγηκε ὁ Μελχισεδέκ. οὐκοῦν ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας, ἁρπάξει τὸ χρήσιμον εἰς ὑποτύπωσιν τοῦ Χριστοῦ, καὶ αὐτὸν δὲ τῆς ἱερωσύνης τὸν τρόπον· ὅτι δὲ ἀπάτωρ ἣ ἀμήτωρ, ἤγουν ἀγενεαλόγητος, ἣ ἀρχὴν ἡμερῶν, ἣ τέλος ζωῆς οὐκ ἔχων ὁ Μελχισεδὲκ, οὐδαμοῦ μεμήνυκε τὸ γράμμα τὸ ἱερόν· δέχεται δὲ ὁ μυσταγωγὸς, τεχνίτης δὴ ὣν ἄγαν, εἰς τύπον τῆς δόξη, τοῦ Ἐμμανουήλ, καὶ τὴν ἐπὶ τούτοις αὐτοῖς οἰκονομικὴν ἀποσίγησιν. ὑποπλάττεται γὰρ οἱονεί πως τὸ διηνεκὲς καὶ ὄν τοῦ Χριστοῦ καθὸ νοεῖται Θεός· ἄναρχον δέ φημι τὴν ὡς ἐν ποσότητι δηλονότι τὴν κατὰ χρόνον, ὑπεμφαίνει δὲ πρὸς τούτῳ καὶ τὸ ἀκατάληκτον τῆς ἱερωσύνης. ἔοικε δὲ καὶ ἕτερόν τι σοφὸν βεβουλεῦσθαι πάλιν· καὶ τι δὴ τοῦτό ἐστι διειπεῖν πειράσομαι. ἀντέπραττον Ἰουδαῖοι τοῖς περὶ Χριστοῦ κηρύγμασι, δύο ταῦτα προτείνοντες, ἓν μὲν ὡς εἴη τῶν ἀμηχάνων τὴν τοῖς πατράσι διωριζομένην διὰ φωνῆς τοῦ πανσόφου Μωϋσέως ἀπρακτεῖν ἐντολὴν καὶ ἀθετεῖσθαι τὸν νόμον, πολιτείας ἑτέρας τῆς οὐδὲν τῶν πάλαι διεγνωσμένης ἀδοκήτως εἰσκρινομένης· ἕτερον δ’ αὖ, μὴ γὰρ δὴ χρῆναι διισχυρίζοντες τῆς ἱερωσύνης τὴν δόξαν ἔξω τῆς ἀπολέκτου φέρεσθαι φυλῆς, τουτέστι τῆς Λευΐ. ἀγωνίζεται τοίνυν νομομαθὴς ὤη ὁ Παῦλος, καὶ πειρᾶται πληροφορεῖν ἀπό τε τοῦ εἰκότος, καὶ μέντοι καὶ ἐξ αὐτῆς τῆς θεοπνεύστου γραφῆς, ὅτι καὶ
206
νόμου καινότης, καὶ ἱερωσύνης αὐτῆς προαναφωνεῖτο μετάθεσις, καὶ προανέλαβεν ἐν τύποις ἡ ἑκατέρου δήλωσις.

Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τέως ἥρμοσε τὸν τύπον θαρρῶν, λοιπὸν δείκνυσιν αὐτὸν τῶν ἀληθῶν γραμμάτων τῶν παρὰ Ἰουδαίοις λαμπρότερον. εἰ ὁ τύπον ἔχων τοῦ Χριστοῦ τοσοῦτον, οὐ τῶν ἱερέων, ἀλλὰ καὶ αὐτοῦ τοῦ προπάτορος τῶν ἱερέων βελτίων, τι ἄν τις εἴποι περὶ τῆς ἀληθείας; ὁρᾷς ἐξ ὅλης περιουσίας δείκνυσι τὴν ὑπεροχήν; ἀκροθίνια δὲ τὰ λάφυρα λέγεται, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ὡς μετέχοντι τοῦ πολέμου ἔδωκεν· διὰ γὰρ τοῦτο εἶπεν “ ὑπήντησεν ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν “ βασιλέων·” οἴκοι γὰρ ἐκάθητο, φησὶ, καὶ τῶν αὐτῷ πεπονημένων τὰς ἀπαρχὰς ἔδωκεν.

Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευΐ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ.

τοσαύτη, φησὶν, ἱερωσύνης ἡ ὑπερβολὴ, ὡς τοὺς ὁμοτίμους ἀπὸ προγόνων, καὶ τὸν αὐτὸν ἔχοντας προπάτορα, πολλῷ βελτίους εἶναι τῶν ἄλλων. δεκάτας γὰρ παρ’ ἐκείνοις λαμβάνουσιν· ὅταν οὖν εὑρεθείη τις παρ’ αὐτῶν τούτων δεκάτας λαβὼν, ἄρ οὐχ οὗτοι μὲν ἐν τάξει λαικῶν, ἐκεῖνος δὲ ἐν ἱερεῦσι; καὶ οὐ τοῦτο μόνον, ἀλλ’ οὐδὲ ὁμότιμος αὐτοῖς ἦν, ἀλλ’ ἐξ ἑτέρου γένους, ὥστε οὐκ ἂν ἔδωκεν ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. πῶς οὖν ἔδειξεν ὅτι Λευΐ δεκάτας ἔδωκεν; ὁ Ἀβραὰμ, φησὶν, ἔδωκε· καὶ τι πρὸς ἡμᾶς τοῦτο ; μάλιστα μὲν πρὸς ὑμᾶς· οὐ γὰρ δὴ φιλονεικήσετε τοὺς Λευίτας βελτίονας εἶναι τοῦ Ἀβραὰμ, Ἀβραὰμ, “ὁ δὲ μὴ “ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Αβραάμ·” εἶτα καὶ οὐχ ἁπλῶς παρῆλθεν, ἀλλὰ προσέθηκεν, “ καὶ τὸν ἔχοντα ἔπαγ’ “ γελίας εὐλόγηκεν.” ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν, δείκνυσιν ἐκείνου ὄντα σεμνότερον ἐκεῖνον, ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων· “ χωρὶς δὲ πάσης ἀντιλογίαο” φησὶ, τουτέστιν, πᾶσιν

207
δοκεῖ, “ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται· οὐκοῦν κρείτ· τῶν ὁ τύπος τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος.

Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.

Ἀλλ᾿ ἵνα μὴ εἴπωμεν, τί ἄνω ἀπέρχῃ; εἰπὲ ἡμῖν, φησὶ, καὶ ὡς ἔπος εἰπεῖν, καλῶς αὐτὸς ἐκόλασε, διὰ Ἀβραὰμ καὶ Λευΐ, ὁ δεκάτας λαμβάνων δεδεκάτωται· πῶς; ἔτι ἐν τῇ ὀσφύι· ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδὲκ, τουτέστιν ἐν αὐτῷ ἦν ὁ Λευΐ, εἰ καὶ μηδέπω ἐτέχθη· καὶ οὐκ εἶπεν οἱ Λευΐται, ἀλλ’ ὁ Λευΐ. εἰδες ὑπερβολήν; εἶδες τὸ μέσον τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδὲκ τοῦ τὸν τύπον φέροντος τοῦ ἀρχιερέως τοῦ ἡμετέρου ; ἡ μὲν οὑν τελείωσις ἦν, φησιν· ἔδειξεν ὅτι πολὺ τοῦ Λευΐ καὶ τοῦ Ἀβραὰμ βελτίων ὁ Μελχισεδὲκ, ἐν τάξει ἱερέως αὐτοῖς γενόμενος, ἐξ ἑτέρου πάλιν ἐπιχειρεῖ. τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπεν, κατὰ τὴν τάξιν Ἀαρών; καὶ θέα μοι τὴν ὑπερβολήν· ἀφ’ οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκκαλεῖν τὴν ἱερωσύνην, ἐπειδὴ μὴ κατὰ τὴν τάξιν ἦν Ἀαρὼν, ἀπὸ τούτου τοῦτον μὲν ἵστησιν, ἐκβάλλει δὲ ἐκείνους· αὐτὸ γὰρ τοῦτο λέγω, φησί· τίνος ἕνεκεν οὐ κατὰ τὴν τάξιν Ἀαρὼν γεγονεν, καὶ τὸ τίς ἐστι χρεία, πολλὴν ἔμφασιν ἔχει· εἰ γὰρ ἢν ὁ Χριστὸς κατὰ σάρκα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἔπειτα ὁ νόμος γέγονε, καὶ τὰ κατὰ Ἀαρὼν, εἰκότως ἄν τις εἴποι, ἅτε ὄντα τελειότερα ἐκεῖνα καταλύειν, ἅτε ἐπεισελθόντα· εἰ δὲ ὁ Χριστὸς ὕστερος, καὶ ἕτερον λαμβάνει τύπον τὸν τῆς ἱερωσύνης, δηλονότι ὡς ἀτελεστέρων ὄντων ἐκείνων· τίνος γὰρ ἕνεκεν ἀφεὶς τὸν Ἀαρὼν, ἑτέραν εἰσήνεγκε τὴν τοῦ Μελχισεδέκ;

208

“Οτι παύσεται ἡ τοῦ Ἀαρὼν ἱερωσύνη ἐπὶ γῆς οὖσα, ἵσταται δὲ ἡ οὐράνιος ἡ Χριστοῦ ἐξ ἑτέρου γένους, οὐ κατὰ σάρκα, οὐ διὰ νόμου σαρκίνου.

Διὰ τῆς Λευιτικῆς ἱερωσύνης, ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα.

Εἰ μὲν οὖν τελείωσις τουτέστι τῆς τῶν πραγμάτων, τῆς τῶν δογμάτων, τοῦ βίου ἡ τελείωσις, διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, εἰπὼν ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ, δεικνὺς ὅτι βελτίων αὕτη ἐκείνης, λοιπὸν καὶ ἀπὸ τοῦ χρόνου τοῦτο δείκνυσιν, ὅτι μετὰ Ἀαρὼν, δηλονότι ὡς ἀμείνων· καὶ τί βούλεται τὸ ἑξῆς; “ ὁ λαὸς “ γὰρ ἐπ’ αὐτῇ, φησὶ, νενομοθέτηται,” τί ἐστιν “ ἐπ’ αὐτῇ;’ αὐτῇ στοιχεῖ, δι’ αὐτῆς ἅπαντα πράττει, αὐτῇ κέχρηται καὶ ἐχρήσατο. τίς οὖν ἑτέρας ἱερωσύνης ἦν χρεία· “ μετατιθεμένης “ γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται·” εἰ δὲ ἕτερον δεῖ ἱερέα εἶναι μᾶλλον, ἑτέραν ἱερωσύνην, ἀνάγκη καὶ νόμον ἕτερον εἶναι, τοῦτο πρὸς τοὺς λέγοντας, τί ἔδει καινῆς διαθήκης; εἰ τοίνυν ἱερωσύνη εἰσῆκται, ἄλλην δεῖ διαθήκην εἶναι· οὔτε γὰρ ἐστιν ἱερέα διαθήκης χωρὶς εἶναι καὶ νόμων, καὶ προσταγμάτων, οὔτε ἑτέραν λαβόντα ἱερωσύνην ἐκείνῃ κεχρῆσθαι· εἰτα ὅπερ ἀντιθέσεως ἦν, πῶς ἱερεὺς ἃν εἴη, μὴ ὣν Λευΐτης; τοῦτο διὰ τὸν ἄνω προκαταβαλὼν οὐδὲ λῦσαι ἀξιοῖ, ἀλλ’ ἐν παραδρομῇ εἰσάγει αὐτό· εἶπεν, φησὶν, ὅτι μετετέθη ἡ ἱερωσύνη, οὐκοῦν καὶ ἡ διαθήκη· μετετέθη δὲ οὐ τῷ τρόπῳ μόνον, οὐδὲ τοῖς προστάγμασιν, ἀλλὰ καὶ τῇ φυλῇ· μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἀπὸ φυλῆς εἰς φυλὴν, ἀπὸ τῆς ἱερατικῆς ἐπὶ τὴν βασιλικὴν, ἵνα ἡ αὐτὴ καὶ βασιλικὴ εἴη καὶ ἱερατική· βασιλεὺς γὰρ ὣν, ἀρχιερεὺς γέγονεν, ὅτε τὴν σάρκα ἀνέλαβε καὶ τὴν θυσίαν προσήγαγε· καὶ ἅπερ ἀντιθέσεως ἦν, ταῦτα ὡς τῆς τῶν πραγμάτων ἀκολουθίας θίας ἀπαιτούσης εἰσάγει· “ ἐφ’ ὃν γὰρ λέγεται, ” φησὶ, “ ταῦτα, “ φυλῆς ἑτέρας μετέσχηκε·” κἀγώ φημι καὶ δἰδα, ὅτι οὐδὲν ἱερωσύνης εἶχεν, μετάθεσις γάρ ἐστιν· ἐγὼ δὲ καὶ ἄλλην δείκνυμι,

209
διαφορὰν, οὐ μόνον ἀπὸ τῆς φυλῆς, οὐδὲ μόνον ἀπὸ τοῦ προσωπου, οὐδὲ ἀπὸ τοῦ τρόπου, οὐδὲ ἀπὸ τῆς διαθήκης, ἀλλὰ καὶ ἀπ’ αὐτοῦ του τύπου.

Ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.

Γέγονε, φησὶν, ἱερεὺς, “ οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς,” ὁ γὰρ νόμος ἐκεῖνος, τὰ πολλὰ ἄνομος ἦν· τί ἐστιν “ ἐντολῆς σαρκικῆς; περίτεμε, φησὶ, τὴν σάρκα· χρῖσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, καθάρισον τὴν σάρκα, ἄργησον τῇ σαρκί· καὶ τὴν ἐπαγγελίαν δὲ τῶν μισθῶν σωματικὴν, γῆν ῥέουσαν μέλι καὶ γάλα, εἰρήνην καὶ τρυφὴν σαρκικήν· ἀπὸ τούτου τοῦ νόμου τὴν ἱερωσύνην ἔλαβεν Ἀαρών· ὁ μέντοι Μελχισεδὲκ οὐχ οὕτως.

Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος.

Τί δέ ἐστι “ κατάδηλον;” τὸ μέσον τῆς ἱερωσύνης ἑκατέρα, τὸ διάφορον, ὅσον κρεῖττον, “ ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς “ γq́ονεν·” τίς; ὁ Μελχισεδέκ; οὔ· ἀλλ’ ὁ Χριστός· “ ἀλλὰ κατὰ “ δύναμιν ζωῆς ἀκαταλύτου·” μαρτυρεῖ γὰρ ὅτι “ σὺ εἰ ἱερεὺς εἰς “ τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·” τουτέστιν, οὐ πρὸς καιρὸν, οὐδὲ πέρας ἔχων, ἀλλὰ κατὰ δύναμιν, τουτέστι, διὰ ζωῆς ἀκαταλύτου· καί τοι ἀκόλουθον ἦν εἰπεῖν, ἀλλὰ κατὰ πνευματικὴν, ἀλλὰ διὰ τοῦ σαρκικοῦ τὸ πρόσκαιρον ἔδειξεν, ὥσπερ καὶ ἀλλαχοῦ λέγει, “ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα τὰ δικαιώ- “ μάτα τῆς σαρκὸς, κατὰ δύναμιν ζωῆς,” τουτέστιν οἰκείᾳ δυνάμει ζῆ, εἶπεν ὅτι καὶ νόμου μετάθεσις γίνεται, καὶ ἔδειξε, ζητεῖ λοιπὸν τὴν αἰτίαν καὶ τὸν λόγον, καθ’ ὃν τοῦτο γίνεται, ὃ μάλιστα πληροφορεῖ τὰς ἀνθρώπων ψυχὰς, τὸ τὴν αἰτίαν πάντων εἰδέναι· “ ἀθέτησις μὲν γὰρ γίνεται,” φησὶ, “ προαγούσης ἐντολῆς διὰ τὸ “ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές·” ἐνταῦθα οἱ αἱρετικοὶ ἐπιφύονται, ἀλλ’ ἄκουε ἀκριβῶς· οὐκ εἶπε διὰ τὸ πονηρὸν, οὐδὲ διὰ τὸ μοχθηρὸν, ἀλλὰ “ διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελές·” καὶ ἀλλαχοῦ δείκνυσι τὸ ἀσθενὲς, ὡς ὅταν λέγῃ, “ ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκός·” οὐκ ἄρα αὐτὴ ἀσθενὴς, ἀλλ’ ἡμεῖς, “ οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος,” ἀντὶ τοῦ οὐδένα τέλειον εἰργάσατο παρακουόμενος· ἄλλως δὲ, οὐδὲ εἰ

210
εἰσηκούσθη, τέλειον ἐποίησεν ἃν καὶ ἐνάρετον· τέως δὲ οὐ τοῦτό φησιν ἐνταῦθα, ἀλλ’ ὅτι οὐδὲν ἴσχυσεν· καὶ εἰκότως· γράμματα γὰρ ἦν κείμενα ὑποτιθέμενα μονονουχὶ καὶ δύναμιν ἐντιθέντα. ἀθέτησις τι ἐστιν; ἐκβολὴ, ἡ ἀθέτησις τῶν κρατούντων ἐστὶν ἀθέτησις, ἐπειδὴ μηδὲν ὤνησεν· οὐδὲν οὖν ὠφέλησεν ὁ νόμος; καὶ σφόδρα, ἀλλὰ πρὸς τὸ ποιῆσαι τελείους, οὐκ ὠφέλησε· κατὰ τοῦτο λέγει, πάντα τύποι ἦσαν, πάντα σκιά· οὐκ ἴσχυσεν διαβῆναι εἰς τὴν ψυχήν· διὰ τοῦτο παραχωρεῖ καὶ ὑπεξίσταται.

Ἐπ’ εἰσαγωγῇ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ. καὶ καθόσον οὐ χωρὶς ὁρκομοσίας.

Ὁρᾷς ὅτι ἀναγκαῖον αὐτῷ γέγονε τὸ τοῦ νόμου ἐνταῦθα; ὥστε διὰ τοῦτο πολλὰ ἄνω ἐφιλοσόφησεν, ὅτι ὤμοσεν ὁ Θεὸς ὑπὲρ πλείονος πληροφορίας· εἶχε μὲν γὰρ κἀκεῖνα ἐλπίδα, ἀλλ’ οὐ τοιαύτην· ἤλπιζον γὰρ εὐαρεστήσαντες ἕξειν τὴν γῆν, μηδὲν πείσεσθαι δεινόν· ἐνταῦθα δὲ ἐλπίζομεν εὐαρεστήσαντες καθείξειν τὸν οὐρανὸν, μᾶλλον δὲ ὃ πολλῷ τούτου κρεῖττόν ἐστιν, ἐγγὺς γενέσθαι τοῦ Θεοῦ, παρ’ αὐτὸν ἥκειν τὸν θρόνον τὸν πατρικὸν, λειτουργήσειν αὐτῷ μετ’ Ἀγγέλων. τι ἐστι “ καὶ καθόσον οὐ χωρὶς “ ὁρκομοσίας ” τουτέστιν, ἰδοὺ καὶ ἄλλη διαφορά· καὶ οὐδὲ ἁπλῶς ταῦτα ἐπήγγελται, φησίν.

Οἱ μὲν γὰρ χωρὶς ὁρκομοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μεθ’ ὁρκομοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, ὤμοσε Κύριος, οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.

Δύο τίθησι διαφοράς· ὅτι οὐκ ἔχει τέλος ὥσπερ ἡ νομική· τοῦτο δ’ ἐποίει ἀπὸ τοῦ Χριστοῦ τοῦ μετιόντος· κατὰ δύναμιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύτου. ποιεῖ δὲ αὐτὸ ἀπὸ τοῦ ὅρκον, ὅτι ὤμοσε· καὶ ἀπὸ τοῦ πράγματος· εἰ γὰρ ἐπειδὴ ἀσθενὲς ἦν ἐκείνη, ἐξεβλήθη, αὕτη, ἐπειδὴ δυνατή ἐστιν, ἕστηκεν· ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ἱερέως· πῶς; ὅτι εἷς ἐστιν· οὐκ ἃν εἷς ἦν, εἰ μὴ ἀθάνατος ἦν· ὥσπερ γὰρ πολλοὶ ἱερεῖς διὰ τὸ θνητοὶ εἶναι, οὕτω εἷς διὰ τὸ ἀθάνατος εἶναι.

(Θεόδωροσ.) Θεόδωρος δέ φησι· δείκνυται, φησὶ, τούτου πρὸς

211
ἐκεῖνον τὸ διάφορον, ἀπὸ τοῦ μεθ’ ὅρκου λαβεῖν τὴν ἱερατείαν· οἱ μὲν γὰρ ἄνευ ὅρκων ἐγίνοντο, διὰ τὸ δεῖν αὐτοὺς καὶ παύεσθαι ποτε τῆς ἱερατείας, οὑτοσὶ δὲ μεθ’ ὅρκων, ἐπειδὴ μένειν ἔμελλεν ἐπὶ τῆς ἀξίας. οὕτω μείζονα πολλῷ τῶν ἐν νόμῳ τὴν ἀξίαν ἐδέξατο, ἐπειδὴ μείζονα καὶ παρέχειν τοῖς προσιοῦσιν ἔμελλε· τὸ γὰρ “ ἔγγυος” οὕτω λέγει, ὡς ἃν τὸ καταστῆναι ἐγγυωμένου ἡμῖν τὸ κέρδος, ἐπεὶ καὶ οὕτως ἔχει τὸ γὰρ ἀναστῆναι πρῶτος, καθὰ καὶ ἀρχιερέα αὐτὸν καλεῖ, ἐγγυᾶται ἡμῖν τὴν τῆς ἀναστάσεως ὁμοιότητα.

Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχανειν ὕπερ ἀυτῶν.

Ὁ μακάριος Ἰωάννης φησίν· ὁρᾷς ὅτι εἰς τὸ κατὰ σάρκα ταῦτα φησίν· ὅταν γὰρ ὡς ἱερεὺς, τότε καὶ ἐντυγχάνει· ὥστε καὶ ὅταν λέγῃ Παῦλος, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, τὸ αὐτὸ αἰνίττεται· ὡς ἀρχιερεὺς ἐντυγχάνει, ἐπεὶ ὁ ἐγείρων τοὺς νεκροὺς ὡς θέλει καὶ ζωοποιεῖ, καὶ οὕτως ὡς καὶ ὁ Πατὴρ, πῶς ἔνθα σῶσαι δεῖ, ἐντυγχάνει, ὁ πᾶσαν τὴν κρίσιν ἔχων; πῶς ἐντυγχάνει ὁ ἀποστέλλων τοὺς Ἀγγέλους, ὥστε τοὺς μὲν εἰς κάμινον ἐμβαλεῖν, τοὺς δὲ σῶσαι; “ ὅθεν,” φησὶ, “ καὶ σώζειν δύναται·” διὰ τοῦτο οὖν σώζει, ἐπειδὴ οὐκ ἀποθνήσκει, ἐπειδὴ ἀεὶ ζῇ, οὐκ ἔχει διάδοχον, φησίν· εἰ δὲ οὐκ ἔχει διάδοχον, οὐ δύναται πάντων προΐστασθαι· ἐνταῦθα μὲν γὰρ ὁ ἀρχιερεὺς καὶ θαυμαστὸς ἦν μέχρι τοῦ καιροῦ ἐκείνου, ἐν ᾧ ἦν, οἷον ὁ Σαμουὴλ, καὶ ὅσοι τοιοῦτοι, μετὰ δὲ ταῦτα οὐκέτι, ἐτεθνήκεσαν γάρ· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ “ σώζει εἰς τὸ παντελές·” τι ἐστιν “ εἰς τὸ παντελές ” μυστήριόν τι αἰνίττεται, οὐκ ἐνταῦθα μόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ σώζει “ τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ,” πῶς σώζει; πάντοτε ζῶν εἰς τὸ εντνγχανειν ὕπερ ἀυτῶν, ἀντὶ τοῦ οὐ πρὸς καιρὸν μόνον, ἀλλὰ καὶ ἐκεῖ ἐν τῇ μελλούσῃ ζωῇ· ἀεὶ οὖν δεῖται τοῦ εὔχεσθαι; καὶ πῶς ἃν ἔχοι λόγον; καὶ ἄνθρωποι μὲν πολλάκις δίκαιοι ἐκ μιᾶς αἰτήσεως τὸ πᾶν ἤνυσαν, οὗτος δὲ ἀεὶ δεῖται,. τίνος οὖν ἕνεκεν συγκάθηται; ὁρᾷς ὅτι συγκατάβασίς ἐστι, τουτέστι μὴ

212
δείσητε, μὴ εἴπητε, ναὶ φιλεῖ μὲν ἡμᾶς, καὶ παρρησίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλ’ οὐκ ἀεὶ δύναται ζῆν· ἀεὶ γὰρ ζῇ.

τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν.

Ὁρᾷς ὅτι περὶ τῆς ἀνθρωπότητος τὸ πᾶν εἴρηται; ὅταν δὲ εἴπω ἀνθρωπότητα, θεότητα ἐχούσης λέγω· οὐ διαιρῶν, ἀλλ’ ἀφεὶς τὰ πρέποντα ὑποπτεύειν, εἶπε τὴν διαφορὰν τοῦ ἀρχιερέως· ἀνεκεφαλαιώσατο τὰ λεχθέντα· “ ἄκακος” τι ἐστιν; ἀπόνηρος· ὃ λέγει ἕτερος προφήτης, “ δόλος οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ·” τουτέστιν, οὐχ ὕπουλος· τοῦτο οὐκ ἄν τις περὶ Θεοῦ εἴποι, ὅτι οὐκ ἔστιν ὕπουλος· περὶ μέντοι τοῦ κατὰ σάρκα ἔχοι ἃν λόγον· “ ἀμίαντος,” καὶ τοῦτο οὐ περὶ Θεοῦ εἴποι τις ἄν· ἔχει γὰρ φύσιν μὴ μιαίνεσθαι· “ κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν·” τοῦτο οὖν μόνον δείκνυσι τὸ διάφορον, ἢ καὶ αὐτὴ ἡ θυσία, πῶς;

Οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ ὁ ἀρχιερεὺς ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ἀναφέρειν θυσίας· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.

τοῦτο ποῖον; ἐνταῦθα προανακρούεται λοιπὸν τῆς πνευματικῆς θυσίας τὴν ὑπερβολήν· μὴ τοίνυν αὐτὸν ἱερέα ἀκούσας ἀεὶ ἱερᾶσθαι νόμιζε, ἅπαξ γὰρ ἱεράσατο, καὶ λοιπὸν ἐκάθισεν, ἵνα μὴ νομίσῃς ἄνω ἑστάναι αὐτὸν, καὶ λειτουργὸν εἶναι, δείκνυσιν ὅτι οἰκονομίας τὸ πρᾶγμά ἐστιν· ὥσπερ γὰρ δοῦλος ἐγένετο, οὕτως καὶ ἱερεὺς καὶ λειτουργός· ἀλλ’ ὥσπερ δοῦλος γενόμενος, οὐκ ἔμεινε δοῦλος, οὕτως καὶ λειτουργὸς γενόμενος οὐκ ἔμεινε λειτουργός· οὐ γὰρ λειτουργοῦ τὸ καθῆσθαι, ἀλλὰ τὸ ἑστάναι· τοῦτο οὖν αἰνίττεται ἐνταῦθα· καὶ τῆς θυσίας τὸ μεγαλεῖον, ἣ ἤρκεσεν μία οὖσα καὶ ἅπαξ προσενεχθεῖσα τοσοῦτον, ὅσον καὶ πᾶσαι οὐκ ἴσχυσαν· ἀλλ’ οὔπω πέρι τούτων· τοῦτο γὰρ ἐποίησε, φησὶ, τοῦτο ποῖον; “ ἀναγκαῖον γὰρ ἔχειν,” φησὶ, “ τί καὶ τοῦτον, ὃ προσε- “ νέγκῃ,” οὐ τὸ ὑπὲρ ἑαυτοῦ, πῶς γὰρ ὑπὲρ ἑαυτοῦ προσέφερεν; ἀλλ’ ὑπὲρ τοῦ λαοῦ· τι λέγεις, καὶ ἰσχύει τοῦτο; ναὶ, φησὶν, “ ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν·” καὶ οὐ δεῖται τοῦ προσφέρειν ὑπὲρ ἑαυτοῦ; οὓ, φησὶν, ἵνα μὴ

213
τοῦτο νομίσῃς τὸ “ ἐποίησεν ἐφάπαξ” καὶ οὐ περὶ αὐτοῦ εἰρῆσθαι, ἄκουσον τι φησιν· “ ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, “ ἔχοντας ἀσθένειαν·” διὰ τοῦτο καὶ ἀεὶ, καὶ ὑπὲρ ἑαυτῶν προσφέρουσιν· ο μέντοι δυνατὸς, ο μὴ ἔχων ἁμαρτίαν, τινος ἕνεκεν η πέρι ἑαυτοῦ προσφέρει, ἣ περὶ τῶν ἄλλων πολλάκις;

Ὁ λόγος δὲ τῆς ὁρκομοσίας τῆς κατὰ τὸν νόμον, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.

Εἰπὼν “ ἔχοντας ἀσθένειαν,” οὐκ εἶπεν, υἱὸν δυνατὸν, ἀλλὰ “ τετελειωμένον,” τουτέστι δννατὸν, ὡς ἃν εἴποι τις· ὁρᾷς ὅτι τὸ υἱὸς ὄνομα πρὸς ἀντιδιαστολὴν τοῦ δούλου εἴρηται; ἀσθένειαν δὲ ἢ ἁμαρτίαν φησὶν ἣ θάνατον· τί ἐστιν “ εἰς τὸν αἰῶνα ” οὐ νῦν μόνον ἀναμάρτητον, ἀλλ’ ἀεί· εἰ τοίνυν τέλος ἐστὶν, εἰ μηδέποτε ἁμαρτάνῃ, εἰ ἀεὶ ζῇ, τίνος ἕνεκεν προσοίσει πολλὰς ὑπὲρ ἡμῶν θυσίας; ἀλλὰ τέως μὲν ὑπὲρ τούτου οὐκ ἰσχυρίζεται, ὑπὲρ δὲ του μὴ προσφέρειν αὐτὸν ὕπερ ἑαυτοῦ τοῦτο ἰσχυρίζεται.

Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον γὰρ ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἢν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

Ἀναμίγνυσι τὰ ταπεινὰ τοῖς ὑψηλοῖς, ὁ ἀεὶ τὸν διδάσκαλον μιμούμενος τὸν αὐτοῦ, ὥστε τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁδὸν γενέσθαι, καὶ διὰ τούτων ἐπ’ ἐκεῖνα χειραγωγηθῆναι, καὶ γενομένους ἐν τοῖς μεγάλοις, μανθάνειν ὅτι ταῦτα συγκαταβάσεως ἢν. τοῦτο γοῦν καὶ ἐνταῦθα ποιεῖ, εἰπὼν ὅτι ἀνήνεγκεν ἑαυτὸν, καὶ ἀρχιερέα δείξας, τί φησι; “ κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, “ τοιοῦτον ἔχομεν γὰρ ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης,” καί τοι τοῦτο οὐχ ἱερέως, ἀλλὰ τούτου, ᾧτ’ ἱερᾶσθαι ἐκεῖνον χρὴ, “ τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς ἢν ἔπηξεν ὁ Κύριος, οὐκ ἄνθρωπος·” ὁρᾷς τὴν συγκατάβασιν; οὐχὶ πρὸ μικροῦ διέστειλε λέγων, “ οὐχὶ πάντες εἰσὶ λειτουργικὰ “ πνεύματα ” καὶ διὰ τοῦτο, φησὶν, οὐκ ἀκούουσι, Κάθου ἐκ δεξιῶν μου, ὡς τοῦ καθημένου οὐκ ὄντος λειτουργικοῦ; πῶς οὖν λειτουργὸς ἐνταῦθα εἴρηται; καὶ λειτουργὸς τῶν ἁγίων· τὴν γὰρ σκηνὴν

214
ἐνταῦθά φησιν· ἐπειδὴ γὰρ εἰκὸς ἦν τοὺς ἐξ Ἰουδαίων φαντάζεσθαι ὅτι σκηνὴν οὐκ ἔχομεν τοιαύτην, ἰδοὺ, φησὶν, ὁ ἱερεὺς καὶ μέγας, καὶ πολὺ μείζων ἐκείνου· καὶ θυσίαν θαυμασιωτέραν προσήνεγκε, καὶ ἦν μὲν αὕτη δήλη ἡ διαφορά· αὐτὸς δὲ καὶ ἑτέραν ἐπινοεῖ, καὶ φησὶν, “ ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος·” ποῦ εἰσιν οἱ λέγοντες δινεῖσθαι τὸν οὐρανόν; ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; ἀμφότερα γὰρ ταῦτα, ἀνῄρηται ἐνταῦθα. “ κεφά- “ λαιον δὲ ἐπὶ τοῖς λεγομένοις,” τὸ κεφάλαιον ἀεὶ τὸ μέγιστον λέγεται· πάλιν κατάγει τὸν λόγον, εἰπὼν τὸ ὑψηλόν· εἶτα ἵνα μάθῃς ὅτι λειτουργὸς περὶ τῆς ἀνθρωπότητος φησίν· ὅρα πῶς πάλιν ἐπισημαίνεται.

Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται, ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον, ο προσενέγκῃ.

Μῆ ἐπειδὴ ἀκούεις ὅτι κάθηται, ὗθλον εἶναι νομίσῃς τὸ ἀρχιερέα αὐτὸν εἰρῆσθαι· ἐκεῖνο μὲν γὰρ τῆς ἀξίας τοῦ Θεοῦ τὸ καθῆσθαι, τοῦτο δὲ τῆς φιλανθρωπίας τῆς πολλῆς καὶ τῆς εἰς ἡμᾶς κηδεμονίας.

Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς οὐδ’ ἃν ἦν ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα. Εἰ τοίνυν ἐστὶν ἱερεὺς, ὥσπερ οὖν καὶ ἐστι, δεῖ αὐτῷ τόπον ζητῆσαι ἕτερον· ἐπὶ γῆς μὲν γὰρ ὣν, οὐκ ἃν ἢν ἱερεύς· πῶς γάρ; οὐ προσήνεγκεν, οὔχι ἱεράσατο· καὶ εἰκότως, ητσαν γὰρ οἱ ἱερεῖς· δείκνυσιν ὅτι οὐδὲ δυνατὸν ἐπὶ γῆς εἶναι ἱερέα· πῶς γὰρ οὐκ ἐπανάστασις ἦν, φησίν; ἐνταῦθα ἀναγκαῖον παραπέμψαι τὸν νοῦν καὶ συνιδεῖν τὴν ἀποστολικὴν σύνεσιν· πάλιν γὰρ τὴν διαφορὰν δείκνυσι τῆς ἱερωσύνης.

Οἵ τινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανιων.

Τίνα λέγει ἐνταῦθα ἐπουράνια; τὰ πνευματικά· εἰ γὰρ καὶ ἐπὶ γῆν τελεῖται, ἀλλ’ ὅμως τῶν οὐρανίων ἐστὶν ἄξια· ὅταν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κεῖται ἐσφαγμένος, ὅταν Πνεῦμα παραγίνηται, ὅταν ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς ἐνταῦθα ᾐ, ὅταν υἱοὶ γινώμεθα διὰ τοῦ λουτροῦ, ὅταν πολῖται ὠσι τῶν ἐν

215
οὐρανοῖς, πῶς οὐκ ἐπουράνια πάντα τνγχάνει; ἀλλὰ τι; οἱ ὕμνοι οὐκ οὐράνιοι; οὐχ ἅπερ ἄνω ᾄδουσιν οἱ θεῖοι χοροὶ τῶν ἀσωμάτων δυνάμεων, ταῦτα καὶ ἡμεῖς οἱ κάτω συνῳδὰ ἐκείνοις φθεγγόμενοι ; οὐχὶ καὶ τὸ θυσιαστήριον ἐπουράνιον; πῶς οὐ πάντα πνευματικὰ γίνεται τὰ προκείμενα; πῶς δὲ οὐκ οὐράνια τὰ τελούμενα; ὅταν γὰρ λέγῃ, “ ἄν τινων κρατήσωσι τὰς ἁμαρτίας, κεκράτηνται, ἄν “ τινων ἀφήσωσον, ἀφίενται·” καὶ τὰς κλεῖς ἔχουσι τοῦ οὐρανοῦ· πως οὐκ οὐράνια πάντα;

Καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν· ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.

Επειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεως ἐστιν. οὐ γὰρ οὕτως ἅπερ ἃν ἀκούσωμεν τῇ ψυχῇ παρακατατιθέμεθα, ὡς ἅπερ ἃν ἴδωμεν αὐταῖς ὤρεσιν· ἔδειξεν αὐτῶ πάντα· ἤτοι οὖν τοῦτο λέγει ὑποδείγματι καὶ σκιᾷ, ἣ περὶ τοῦ ναοῦ ἐπήγαγε γὰρ, “ ὅρα, ποιήσεις, φησὶ, κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ “ ὅρει·” ἄρα περὶ τῆς κατασκευῆς τοῦ ναοῦ μόνου, ἢ καὶ περὶ τῶν θυσιῶν εἰδεν καὶ τῶν ἄλλων ἁπάντων· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι καὶ τοῦτο εἰπών· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἣ ἐκκλησία, ἣ οὐρανὸς.

Νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονος ἐστὶ διαθήκης μεσίτης.

Ὁρᾷς, φησὶν, ὅσῳ βελτίων ἡ λειτουργία τῆς λειτουργίας, εἴγε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια; ἀλλ’ οὐδὲν τοῦτο ὠφελεῖ τοὺς ἀκούοντας, οὐδὲ ηὔφραινε· διά τοι τοῦτο ὃ μάλιστα αὐτοῖς ηὔφραινεν, λέγει.

Ἥ τις ἐν κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.

Πόθεν τοῦτο δῆλον; ἐξ ὧν αὕτη μὲν ἐξεβλήθη, ἐκείνη δὲ ἀντεισήχθη· διὰ γὰρ τοῦτο κρατεῖ, ὅτι βελτίων· ὥσπερ γὰρ λέγει, ὅτι εἰ τελείως δι’ αὐτῆς ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα; οὕτως καὶ ἐνταῦθα τῶ αὐτῶ συλλογισμῷ κέχρηται λέγων.

216