Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 7. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1843.
ΕΙ ἐθνῶν Ἀπόστολος ἦν ὁ μακάριος Παῦλος, καθά φησι Ῥωμαίοις ἐπιστέλλων, “ ἐφ’ ὅσον μὲν εἰμὶ ἐγὼ ἐθνῶν Ἀπόστολος, τὴν “ διακονίαν μου δοξάζω, εἴ πὼς παραζηλώσω μου τὴν σάρκα·” καὶ πάλιν ἀλλαχοῦ· “ ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν “ τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη,” τί αὐτοῖς ἐπέστελλε, καὶ μάλιστα τοῦ Θεοῦ εἰπόντος αὐτῷ καὶ χρηματίσαντος· “ οὐ γὰρ ἀνέξονταί σου, ἀλλὰ πορεύου εἰς ἔθνη μακρά·” διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ· καὶ αὐτοῦ πρὸς αὐτὸν φήσαντος τὸν Θεὸν, “ ναὶ, Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην “ φυλακίζων καὶ δέρων κατὰ συναγωγὰς τοὺς πιστεύοντας ἐπί σε, “ καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ “ αὐτὸς ἤμην ἑστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάσ- “σων τὰ ἱμάτια τῶν ἀναιρούντων·” καὶ σημεῖον τοῦτο εἰπόντος, καὶ ὑπόθεσιν τοῦ μὴ πιστεῦσαι αὐτῷ, τί δή ποτε αὐτοῖς ἔγραφε μὴ ὣν τῶν Ἰουδαίων διδάσκαλος ; ποῦ δὲ οὖσιν ἐπιστέλλει ; ἐμοὶ δοκεῖ, ἐν Ἱεροσολύμοις καὶ Παλαιστίνῃ· πῶς οὖν ἐπιστέλλει ; ὥσπερ καὶ βαπτίσαι οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν· “ οὐ γὰρ “ ἀπεστάλην,” φησὶ, “ Βαπτίζειν, ” οὐ μὴν ἐκωλύθη, ἀλλ’ ἐκ παρέργου τοῦτο ποιεῖ· πῶς δὲ οὐκ ἃν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι ἠθέλησε ; διὰ τοῦτο ἔλεγε, “ γινώσκετε τὸν “ ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψο- “μαι ὑμᾶς·” οὔπω γὰρ συνειλημμένος ἦν. δύο μὲν οὖν ἔτη ἐποίησεν
(Σεγηριανοῦ.) Ὁ δὲ μακάριος Σευηριανός φησιν, οἱ αἱρετικοί φασιν μὴ εἶναι Παύλου τὴν Ἐπιστολὴν, καὶ τούτου πρώτην ἀπόδειξιν προφέρουσι τὸ μὴ προτετάχθαι αὐτοῦ τὸ ὄνομα ὡς ἐν ταῖς ἄλλαις Ἐπιστολῖς· δεύτερον τὸ τὴν φράσιν ἄλλην εἶναι, τουτέστι ξένην παρὰ τὴν Παύλου, καὶ τὴν κατασκευήν. δεῖ τοίνυν εἰδέναι, ὅτι Παῦλος ἐμισεῖτο ὑπὸ Ἰουδαίων, ὡς ἀποστασίαν νόμου διδάσκων· διά τοι τοῦτο καὶ κινδυνεύσας ἐν Ἰεροσολύμοις καὶ μόλις διαφυγὼν, ἐπέμφθη εἰς Ῥώμην. ὠφέλιμα τοίνυν γράφων Ἑβραίοις, οὐ προτίθησι τὸ ὄνομα τὸ ἑαυτοῦ· ἵνα μὴ τῷ μίσει τῷ πρὸς αὐτὸν, ζημιωθῶσι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς Επιστολῆς.
Θεόσωροσ Μοψουεστίασ. ταύτην τὴν αἰτίαν στρέφων α Θεόδωρος ὧδε λέγει· ὡς οὐκ ἀπίστοις ἔγραφε τοῖς ἄσπονδον πρὸς αὐτὸν μῖσος κεκτημένοις, ἀλλὰ τοῖς μετεσχηκόσιν ἁπάντων ὧν δεῖ μετεῖναι τοῖς πιστεύουσιν· εἶτα οὐδὲ τοῖς τυχοῦσιν ἁπλῶς, ἀλλὰ τοῖς ἐπὶ τῶν ἔργων τῆς πίστεως τὴν βεβαίωσιν καὶ τῆς ἀρετῆς τὴν ἀκρίβειαν ἐπιδειξαμένοις, ὡς καὶ τὰ ἐν τῇ Ἐπιστολῇ κείμενα δείκνυσιν. ὥστε καὶ ἀποδεδόσθαι αὐτοῖς ἔδει τὴν Ἐπιστολὴν, ὡς Παύλου γεγραφότος αὐτοῖς· ὥσπερ οὖν καὶ ἐπὶ τῶν λοιπῶν ἐγίνετο· οὐδὲ γὰρ αὐτοὺς ὠφελεῖν τι τὰ ἀναγεγραμμένα ἐδύνατο, μὴ τούτου γινομένου. πρὸς δ’ αὖ τούτοις καὶ τὰ πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς γεγραμμένα δείκνυσιν ὁ φημι, ” παρακαλῶ “ γὰρ ὐμᾶς,” φησὶν, “ ἀδελφοὶ, ἀνέχεσθαι τοῦ λόγου τῆς παρα “κλήσεως. καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὐμῖν.” τίσι δὲ ἔγραφεν, ὅτι “ ἐπέστειλα ὐμῖν, ” οὐκ ὄντων ἐκείνων, οἷς ἀποδεδόσθαι ἦν ἀνάγκη τὸ γράμμα ; ἐἶτα ἐπάγει, “ γινώσκετε τὸν ἀδελφὸν Τιμό “ θεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.” [*](a στρέπων Cod.)
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησίν· αὐτῶν πανταχοῦ πολλὴν πρόνοιαν ποιεῖται, ἐπειδὴ καὶ πολλὰς ὑπέμενον θλίψεις, καθὼς Θεσσαλονικεῦσι γράφων λέγει, “ μιμηταὶ “ ἐγένεσθε τῶν ἐκκλησιῶν τῆς Ἰουδαίας, ” καὶ αὐτοῖς δὲ τούτοις γράφων φησὶ, “ μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῖν “ προσεδέξασθε.” διὰ τοῦτο αὐτῶν μάλιστα ὁρᾷς αὐτὸν φροντίζοντα. ὅταν γὰρ λέγῃ, “ πορεύομαι διακονήσων τοῖς ἁγίοις τοῖς ἐν “ Ἱεροσολύμοις,” καὶ πάλιν ὅταν Κορινθίους παρακαλῇ πρὸς τὴν εὐποιίαν, καὶ Μακεδόνας λέγῃ εἰσενηνοχέναι, καί φησιν, “ ἐὰν “ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι,” τοῦτο λέγει· καὶ ὅταν λέγῃ, “ μόνον, ἵνα τῶν πτωχῶν μνημονεύωμεν,” ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι, τοῦτο λέγει· “ δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ “ κοινωνίας· ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περι- “τομήν·” καὶ πανταχοῦ ὁρᾷς αὐτὸν πολλὴν πρόνοιαν αὐτῶν ποιούμενον· εἰκότως· ἐν μὲν γὰρ τοῖς ἄλλοις ἔθνεσιν, ἔνθα καὶ Ἰουδαῖοι ἦσαν καὶ Ἕλληνες, οὐδὲν αὐτὸν ἐδέδιττεν· ἐκεῖ δὲ ἐδόκουν τέως κρατεῖν καὶ αὐτονομεῖσθαι, καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόμοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον [*](b ἔλεον Cod.)
(Σευηριανοῦ.) Γράφει δὲ αὐτοῖς, ὥς φησιν ὁ μακάριος Σευηριανὸς, τῇ Ἑβραίων γλώττῃ, ἃ καὶ ἡρμηνεύθη ὑπό τινος τῶν μαθητῶν, ὑπὸ Λουκᾶ, ἣ μᾶλλον ὑπὸ Κλήμεντος, οὗ καὶ μέμνηται· διὰ τοῦτο ξένη φράσις· καὶ τοῦτο ἐζήτηται τοῖς πρὸ ἡμῶν· καὶ Εὐσέβιος ὁ Παμφίλου ἱστορικώτερος γεγονὼς τῶν πρὸ αὐτοῦ καὶ μετ’ αὐτοῦ, ἐμνημόνευσε τῆς ζητήσεως, καὶ ὅτι τοῖς πατράσιν ἡμῶν τοῖς παλαιοῖς τῶν ἐπισκόπων ἔδοξε Παύλου τὴν Ἐπιστολὴν εἶναι.
(Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλος φησί· γέγονε δὲ αὐτῷ καὶ σφόδρα σοφὸς ὁ τῆς ὑφηγήσεως τρόπος, καὶ πολὺ δὴ λεπτῶς καὶ εὐμηχάνως ἐσκευασμένος. διαποικίλλεται γὰρ ἔκ τε νομικῶν γραμμάτων καὶ πνευματικῶν ἐννοιῶν, καὶ τῆς τῶν ἁγίων προφητῶν πολυτρόπου προαναρρήσεως· καὶ σκοπὸς αὐτῷ καταδιδάξαι πανταχῆ καὶ ἀναπείθειν τοὺς ἐντευξομένους, ὅτι τύποι μὲν ἦσαν τὰ διὰ Μωϋσέως τὴν τῆς ἀληθείας ὠδίνοντα δύναμιν, ἀλήθεια δὲ ὁ Χριστός· περιττὴν ἀποφαίνων τὴν ὡς ἐκ τύπου καὶ σκιᾶς χρειωδεστάτην τοῖς πάλαι παράδειξιν. καθίστησι δὲ πρὸς τούτῳ καὶ τοῦτο ἡμῖν ἐναργὲς, ὅτι καὶ τοῖς ἐν νόμῳ βεβιωκόσι λαμπρῶς, συμβέβηκεν οὐχ ἑτέρως τὸ ἐν εὐκλείαις γενέσθαι καὶ εὐδοκιμεῖν, πλὴν ὅτι διὰ τῆς πίστεως τῆς εἰς Θεόν· καὶ ὅτι χρῆμά ἐστιν ἀρχαῖον ἡ πίστις, καὶ τοῖς ἁγίοις πατράσιν ἐντριβές. οὐκ ἐχρήσατο δὲ ταῖς κατειθισμέναις αὐτῷ ἀρχαῖς τε καὶ προοιμίοις,
α΄. Θεολογία Χριστοῦ ἐν δόξῃ Πατρὸς, καὶ ἐξουσίᾳ τῶν μετὰ τῆς καθάρσεως τῶν ἐπὶ γῆς, ἀφ’ ἧς ἀνέβη ἐς τὴν ἐπουράνιον δόξαν.
β΄. Ὅτι οὐ λειτουργικὴ ἡ δόξα Χριστοῦ, ἀλλὰ Θεϊκὴ καὶ ποιητική. διὸ οὐκ ἐπὶ τοῦ παρόντος αἰῶνος, ἐν ᾧτ’ οἱ λειτουργοὶ, ἀλλ’ ἐπὶ τῆς μελλούσης οἰκουμένης.
γ΄. Ὅτι ἐσαρκώθη κατὰ διάθεσιν καὶ συμπάθειαν καὶ οἰκειότητα πρὸς ἡμᾶς ἐπὶ σωτηρίᾳ ἀνθρώπων τῇ ἐκ θανάτου, διὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως.
δ΄. Ὅτι πιστευτέον Χριστῷ ὡς Μωσεῖ ἐπίστευσαν, καθ’ ὑπεροχὴν δὲ τὴν τοῦ Θεοῦ πρὸς ἄνθρωπον.
ε΄. Προτροπὴ σπουδάσαι εἰς τὴν προδηλουμένην κατάπαυσιν.
ζ΄. Τὸ φοβερὸν τῆς κρίσεως παρὰ τῷ λόγω̣ τῷ διὰ πάντων, καὶ τὸ χρηστὸν τῆς χάριτος τῆς ἱερατικῆς παρὰ τῷ ὁμοιοπαθήσαντι ἡμῖν.
ζ΄. Ἐπιτίμησις τοῖς δεομένοις τῆς στοιχειώδους εἰσαγωγῆς.
η΄. Ὅτι βεβαία ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ταῦτα σὺν ὅρκῳ.
θ΄. Περὶ τοῦ Μελχισεδὲκ τοῦ εἰς Χριστὸν τύπου κατὰ τὸ ὄνομα, τὴν πόλιν, καὶ τὴν ζωὴν, καὶ τὴν ἱερωσύνην.
ι΄. Ὅτι παύσεται ἡ τοῦ Ἀαρὼν ἱερωσύνη ἐπὶ γῆς οὖσα, ἵσταται δὲ ἡ οὐράνιος ἡ Χριστοῦ ἐξ ἑτέρου γένους, οὐ κατὰ σάρκα, οὐδὲ διὰ νόμου σαρκίνου.
ια΄. Ὑπερόχη τῆς δευτέρας διαθήκης ὑπὲρ τὴν προτέραν, ἐν ἱλασμῷ καὶ ἁγιασμῷ.
ιβ΄. Περὶ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν ᾧ ἦν ἡ νέα διαθήκη, ὅτι ἀληθὲς καθάρσιον εἰσάγει, οὐ τὰ ἐν αἵμασι ζώων πολλάκις προσφερόμενα.
ιγ'. Μαρτυρία περὶ τῆς μόνης καθάρσεως καὶ προσαγωγῆς πρὸς Θεόν.
ἰδ’. Προτροπὴ σπουδῆς κατὰ φόβον τῆς μελλούσης κρίσεως.
ἴε. Περὶ τοῦ καλὴν ἀρχὴν εἰς καλὸν τέλος προαγαγεῖν.
ἲς. Περὶ πίστεως τῆς καὶ τοὺς παλαιοὺς δοξασάσης.
ιζ́. Περὶ ὑπομονῆς ἐν ἀκολουθήσει Χριστοῦ.
ἴη. Περὶ σωφροσύνης, ἕως καιρὸς κατορθώσεως, μὴ ἀποτύχωμεν αὐτῆς ὡς Ἠσαῦ, μὴ εὑρὼν τόπον μετανοίας.
ἴθ’. ὅτι φοβερώτερα τῶν ἐπὶ Μωϋσέως τὰ μέλλοντα, καὶ πλείονος ἄξια σπουδῆς τὰ νῦν.
κ΄. Περὶ φιλαδελφίας καὶ φιλοξενίας.
κα'. Περὶ τοῦ μὴ σωματικῶς ζῆν κατὰ νόμον, ἀλλὰ πνευματικῶς κατὰ Χριστὸν ἐν ἀρετῇ.
κβ΄. Εὐχὴ πρὸς τὸν Θεὸν περὶ τῆς εἰς ἀρετὴν ἀγωγῆς καὶ οἰκονομιας.
Θεολογία Χριστοῦ ἐν δόξη Πατρὸς καὶ ἐξουσίᾳ τῶν πόντων, μετὰ τῆς καθάρσεως τῶν ἐπὶ γῆς, ἀφ’ ἧς ἀνέβη εἰς τὴν ἐπουράνιον δόξαν.
Πολυμερωσ καὶ πολυτρόπως πάλαι ὁ Θεὸς τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.
Γενναδίου. τοῖς ἀμφὶ τὸν Ἀβραάμ τε καὶ τὸν Μωσέα καὶ τοὺς καθεξῆς διαφόρως οὖν φησὶ, καὶ καταλλήλως, ἑκάστῳ καιρῷ τοῖς ἡμετέροις προγόνοις διὰ τῶν οἰκείων προφητῶν ὁμιλήσας Θεὸς, τοῦ παντὸς ἤδη χρόνου συμπληρουμένου, λελάκηκεν ἡμῖν ἐν Θεῷ, τουτεσι, νομοις πρότερον τὸ γόος ἡμῶν ἑκάστης γενεᾶς καταλλήλοις πρὸς κτῆσιν δικαιοσύνης τε καὶ θεωγνωσίας διὰ τῶν ἑαυτοῦ δούλων, παιδαγωγήσεως τῶν χρόνων ἤδη συμπληρωθέντων ἐν Ἰησοῦ Χριστῷ, καὶ τῆ κατ’ αὐτὸν οἰκονομίᾳ τοῖς τούτων ἡμᾶς αὐτοτελῆ χάριν εὐηγγελίσατο· λέγει δὲ τοῖς μετὰ τὸν σταυρὸν διὰ ἀναστάσεως αὐτοῦ πρὸς τὸ ἄφθαρτον καὶ ἀναμάρτητον τῆς φύσεως τῆς ἡμετέρας ἀποκατάστας.
Κυρίλλου. Λελάληκε μὲν ὁ Θεὸς τοῖς ἀρχαιοτέροις ἐν διὰ στόματος ἁγίων, καὶ διὰ φωνῆς προφητῶν. καὶ γοῦν ἔφη δι’ ἑνὸς αὐτῶν τὰς τῶν Ἰουδαίων ἀπονοίας ἐντρέπων, “ οἱ πα- “τέρες ὐμῶν ποῦ εἰσι, καὶ οἱ προφῆται, μὴ τὸν αἰῶνα ζήσονται ; “ πλὴν τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου δέχεσθε, ὅσα ἐγὼ
Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός. τότε γὰρ τὴν ἀπόρρητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλήν· ταύτῃ τοι καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ “ μεγάλης “ βουλῆς Ἄγγελος.” ὀρθῶς οὖν Παῦλός φησιν, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐν Υἱῷ λελαληκέναι πρὸς ἡμᾶς τὸν Θεὸν καὶ Πατέρα. ᾔδει γὰρ ὄντα Θεὸν τὸν Ἐμμανουὴλ, γεγονότα δὲ καὶ ἐν ἀνθρωπότητι μεθ’ ἡμῶν τὸν ἐκ Θεοῦ Λόγον, ἐπέγνω τὸν ἐλεύθερον ἐν τῇ τοῦ δούλου μορφῇ, ὡμολόγει τὸ πλήρωμα τοῦ δι’ ἡμᾶς ἑαυτὸν κενώσαντος, ἐθεώρει τῆς δόξης τὸ ὕψος τοῦ καθέντος ἑαυτὸν δἰ ἡμᾶς εἰς ταπείνωσιν, ὅστις καὶ ταύτης ἕνεκα τῆς αἰτίας κληρο-
Ὥσπερ γὰρ οἶά τινα κλῆρον ἐκ Πατρὸς εἰς ὅλον τὸ ἐξ αὐτοῦ διήκοντα γένος, ἃς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά· δέχεται γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὴ πάντως ὁ μονογενὴς, πλήρης γάρ ἐστιν ὅτι καὶ φύσει Θεός· δεῖται δὲ ὅλως οὐδενὸς, καταπλουτίζει δὲ μᾶλλον αὐτὸς τοῖς ἄνωθεν ἀγαθοῖς τὴν σύμπασαν κτίσιν. τέθειται τοίνυν ὡς ἄνθρωπος κληρονόμος πάντων οἰκονομικῶς, ἵνα λοιπὸν ὡς αὐτῷ προσήκοντά τε καὶ ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ τῆς γῆς, ἀνοσίως διηρπασμένους ὑπό τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν. καὶ γοῦν ἔφη πρὸς αὐτὸν ὁ Θεὸς καὶ Πατήρ· “ αἴτησαι παρ’ ἐμοὶ, καὶ δώσω Τοι ἔθνη τὴν κληρονομίαν σου” καὶ ἕξης · οὗ πρὸς πέρας ἐνηνεγμένου, πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ ἡμῶν
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· διὰ τί μὴ ἀντέθηκεν ἑαυτὸν ὁ Ἀπόστολος τοῖς προφήταις ; καὶ τοι γε πολὺ μείζων ἢν ἐκείνων, ὅσῳ καὶ μείζονα ἐνεπεπίστευτο. ἀλλ’ οὐ ποιεῖ τοῦτο· τι δή ποτε ; πρῶτον μὲν τὸ περὶ ἑαυτοῦ μεγάλα λαλεῖν παραιτούμενος, δεύτερον δὲ διὰ τὸ μηδέ πω τοὺς ἀκροατὰς εἶναι τελείους, καὶ τρίτον ἐπάραι μᾶλλον αὐτοὺς βουλόμενος, καὶ δεῖξαι πολλὴν οὖσαν νῦν τὴν ὑπεροχήν· ὡσανεὶ ἔλεγε, τι μέγα ὅτι προφήτας ἔπεμψε πρὸς τοὺς πατέρας ὑμῶν ; πρὸς γὰρ ἡμᾶς αὐτὸν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ· καλῶς δὲ εἶπεν, “ ἐπ’ ἐσχάτων, ” καὶ τούτῳ αὐτῷ διανίστησι καὶ παρακάλει ἀπειρηκότας λοιπὸν, ὡσπερ καὶ ἀλλαχοῦ φησιν, “ ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε.” πάλιν καὶ ἕτερόν τι αἰνίττεται, ὅτι πολλοῦ χρόνου γενομένου ὅτε προσδοκία σωτηρίας οὐκ ἦν, τότε πλέον ἔσχομεν· καὶ θέα τί συνετῶς αὐτὸ εἴρηκεν· οὐ γὰρ εἶπεν ὁ Χριστὸς ἐλάλησεν, καί τοιγε αὐτὸς ἦν ὁ λαλήσας, ἀλλ’ ἐπειδὴ ἀσθενεῖς αὐτῶν ἦσαν αἱ ψυχαὶ, καὶ οὐδέπω ἀκούειν ἠδύναντο ἃ δεῖ περὶ Χριστοῦ, φησὶν, ὅτι δι’ αὐτοῦ ἐλάλησεν, ὃν ἔθηκε κληρονόμον πάντων, τῷ τοῦ κληρονόμου κέχρηται, δύο δηλῶν, καὶ τὸ τῆς υἱότητος γνήσιον, καὶ τὸ τῆς κυριότητος ἀνυπόστατον, “ κληρονόμον πάντων, ” τουτέστι τοῦ κόσμου παντὸς.
(Σευηριανοῦ.) Ὁ μακάριος δὲ Σευηριανὸς φησί· “πολυμε “ρῶς” μὲν κατὰ τὰς διαφορὰς τῶν χρόνων, ἐν αἷς ᾠκονομήθη τὰ περὶ ἡμῶν, οἷον ἐν τῇ τοῦ Ἀδὰμ γενέσει, ἐν τοῖς κατὰ τὸν κάϊν, ἐν τοῖς κατὰ τὸν Νῶε, ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ, ἐν τοῖς πρὸ νόμου, ἐν τοῖς μετὰ νόμον· πολλὰ γὰρ τὰ μέρη τῆς ὑπὲρ ἡμῶν τοῦ Θεοῦ οἰκήσεως. “ πολυτρόπως” δὲ ὅτι ἄλλη ἐδόθη ἐντολὴ τῷ Ἀδὰμ, ἄλλη τῷ Νῶε, ἑτέρα τῷ Ἀβραάμ· καὶ διὰ Μώσεως ἄλλη, καὶ διὰ τῶν προφητῶν διάφοροι. “ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ” ἀντὶ τοῦ δι’ Υἱοῦ· οὐ γὰρ ἐν αὐτῷ ὡς ἐν ὀργάνῳ, ἀλλὰ δι’ αὐτοῦ ὡς οἰκονομοῦντος σάρκα, ἱν ἐντεῦθεν ἀρξαμένη τῶν Ἰουδαίων ἡ ἀκοὴ, καὶ ὥσπερ δραξαμένη ψηλαφίᾳ τινὶ τοῦ λόγου οὕτως ἀναχθῇ εἰς τὴν προαιώνιον ὕπαρξιν. πρότερον γὰρ εἰρηκὼς “ ἐλάλησεν ἡμῖν ἐν “ Υἱῷ, ὃν καὶ κληρονόμον ἔθηκεν, ” ἀντὶ τοῦ ἐποίησεν, ἀνήγαγε τὸν λόγον εἰς τὴν προαιώνιον ὕπαρξιν· καὶ τοῦτο ποιεῖ συνεχῶς, πῆ μὲν ἀνιὼν εἰς τὴν θεολογίαν, πῆ δὲ κατιὼν εἰς τὴν ἐνανθρώπησιν.
Δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.
(??) a. Ὁ αἰὼν φύσις μέν ἐστιν οὐδεμία ἐν ὑποστάσει τὸ ἔχουσα, διάστημα δέ τι νοεῖται εἶναι· ἀπό τινος οὖν ἐπινοούμενον ἀρχὴν τοῦ εἶναι ἔχοντος ἄχρι τῆς ἐκείνου τελευτῆς, ἢ ἑτέρου τινὸς ἀρχὴν εἰληφότος ὁμοίως· οὐ γὰρ ἐν ἰδίᾳ ὑποστάσει τὰ χρονικὰ νοοῦμεν διαστήματα, τοῖς δὲ ἀρχὴν τοῦ εἶναι εἰληφόσιν αὐτὰ συνεπινοοῦμεν ἐκείνοις τῆς τε ἀρχῆς αὐτοῦ καὶ τοῦ τέλους τὴν φαντασίαν δεχόμενοι, οὐχ ὥσπερ ἐπὶ τοῦ Θεοῦ λεγόντων, ὅτι ἦν μόνον, ὃς ἐπειδήπερ ἦν ἀεὶ, οὐ δυνατὸν ἡμᾶς αὐτοῦ συνόντα ἐπινοεῖν διαστήματα τῆς ζωῆς. τῷ τοίνυν εἰπεῖν τῶν αἰώνων ποιητὴν, οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἣ ἀίδιον, παντὸς ὑπερκείμενον διαστήματος, ἀπέραντον ἔχοντα τὴν οἰκείαν ὕπαρξιν. ὁ μὲν γὰρ ποιητὴς πρότερός ἐστι τῶν ποιηθέντων, τῷ δὲ ἀρχὴν ἔχοντι συνεπινοεῖσθαι διάστημα ἀνάγκη. ὥσπερ δὲ ὅταν λέγῃ ὁ μακάριος Δαυὶδ, “ ὁ “ ὑπάρχων πρὸ τῶν αἰώνων,” οὐ τοῦτο βούλεται εἰπεῖν, ὅτι τῶν οὐχ ὑφεστώτων προυπάρχει, ἀλλ’ ἵνα εἴπῃ ὅτι παντός ἐστι διαστήματος ἀνώτερος, ἀεὶ τὸ εἶναι ἔχων, οὕτως ὅταν λέγῃ, “ δι’ οὗ “ καὶ τοὺς αἰῶνας ἐποίησεν, ” οὐχὶ τῶν οὐχ ὑφεστώτων βούλεται αὐτὸν ποιητὴν εἰπεῖν, ἀλλ’ ἀεὶ ὄντα καὶ τῶν ἀρχὴν ἐσχηκότων αἴτιον ἁπάντων· “ ὡς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ “ τῆς ὑποστάσεως αὐτοῦ· καλῶς οὐκ εἶπε τοῦ Θεοῦ, ἀλλὰ “ τῆς “ δόξης,” τῷ καταπληκτικῷ τοῦ ὀνόματος οὐδὲ περιεργάζεσθαι τὰ τῆς φύσεως ἐκείνης ἐπιτρέπων ἡμῖν, ὡς ἃν μόνον δοξάζεσθαι ὀφειλούσης παρ’ ἡμῶν· τῇ μὲν παραβολῇ τοῦ ἀπαυγάσματος χρησάμενος, εἰς ὃ μάλιστα ἀναγκαῖον ἐνόμιζε, τῇ δὲ ἐπαγωγῇ τὸ ἀπεμφαῖνον τῆς παραβολῆς ἐκλύσας· ἀκριβῆ γὰρ, φησὶ, σώζει τὸν χαρακτῆρα τῆς φύσεως, ὥστε ὅπερ ἂν ἐκείνην νοήσῃς τὴν ὐπόστασιν, τοῦτο νόει καὶ ταύτην εἶναι, ἀκριβεῖς φέρουσαν ἐκείνης τοὺς χαρακτῆρας, τῷ κατὰ μηδὲν διαλλάττειν αὐτὴν ἐκείνης.
[*](a Incertum an Δομνῖνος.)[*](b Ad marg. ΓΕΝΝΑΔΙΟΥ. Δόξαν εὐφήμως κέκληκε τὸν Πατέρα, ἀπαύγασμα δὲ τὸν Υἱὸν, διδάσκων ἐκ παραδείγματος, ἐκ Πατρός τε αὐτὸν εἰναι καὶ συναΐδιον τῷ Πατρί· τοιοῦτον γὰρ τὸ ἀπαύγασμα ἐκ τοῦ τε ὂν, καὶ συνυπάρχον αὐτῷ· οὐκοῦν ἂν ἥλιον εἴποι τις ὑπό τε τοῦ οἰκείου πρεσβύτερον ἀπαυγάσματος. ἔφη δὲ αὐτὸ δίχα τῆς ὡς συλλαβῆς, κατὰ τὸ ἰδίωμα τῆς γραφῆς.)(Σευηριανοῦ.) Καὶ ὁ μακάριος δὲ Σευηριανὸς φησί· παραστῆσαι τρανότερον τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεγενῆσθαι τὸν Λόγον, τοῦ ἀπαυγάσματος ἐμνήσθη· τὸ γὰρ ἀπαύγασμα ἐκ τῆς οὐσίας ἐστὶν ἐκείνου, οὗ ἐστιν ἀπαύγασμα, καὶ διηνεκὲς καὶ ἐξ αὐτοῦ, καὶ οὐδέποτε ἄνευ ἐκείνου ἐπινοούμενον οὗ ἐστιν ἀπαύγασμα. ἀλλ’ ἐπειδὴ τὸ ἀπαύγασμα ἐλάττονα δείκνυσι τὴν φύσιν παρ’ ἐκεῖνο οὗ ἐστιν ἀπαύγασμα, καὶ οὐκ ἐν ἰδίᾳ ὑποστάσει, ἑτέρᾳ λέξει τοῦτο παρέστησεν εἰπὼν, “ καὶ χαρακτὴρ τῆς ὑποστάσεως· τὸ μὲν πρῶτον τεθεικὼς εἰς ἀπόδειξιν τοῦ ἐκ τῆς οὐσίας ἀμέτρως εἶναι· τὸ δὲ δεύτερον, ὅτι οὐκ ἀνυπόστατον. ὥσπερ γὰρ Ἰωάννης Λόγον ὀνομάσας ἐπήγαγε, “ πρὸς Θεὸν ἦν, καὶ Θεὸς ἦν, οὕτως καὶ Παῦλος ἀπαύγασμα εἰπὼν, προσέθηκε, “ καὶ χαρακτὴρ τῆς ὑποστάσεως.
(Χρυσοστόμου.) Ἔφη δὲ καὶ ὁ μακάριος Ἰωάννης· τοῦτο εὐλαβείας ἐκλαμβάνειν δεῖ καὶ τὰ ἄτοπα περικόπτειν· ἀπαύγασμα τῆς δόξης φησὶν, ὅτι ἐξ αὐτοῦ, ὅτι ἀπαθῶς, ὅτι οὐ μειωθέντος οὐδὲ ἐλαττωθέντος, ἐπειδή εἰσι τινες ἄτοπά τινα ἐκ τοῦ ὑποδείγματος ἐκλαμβάνοντες. τὸ γὰρ ἀπαύγασμα ἐνυπόστατον οὐκ ἔστιν, ἀλλ’ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. μὴ τοῦτο τοίνυν ἐκλάβῃς ἄνθρωπε, μηδὲ Μαρκέλλου καὶ Φωτεινοῦ νοσήσῃς τὴν νόσον· ἐγγύθεν γάρ σε θεραπεύει, ὥστε μὴ εἰς ἐκείνην ἐμπεσεῖν τὴν διάνοιαν· τι δὲ φησί; “καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·” οἷον, ὥσπερ ἐστὶν αὐτὸς ἐνυπόστατος, οὐδενὸς δεόμενος, οὕτω καὶ ὁ Υἱός. ἐνταῦθα γὰρ τὸ ἀπαράλλακτον δεικνὺς, τοῦτό φησι, καὶ τὸν ἰδιάζοντα χαρακτῆρα τοῦ πρωτοτύπου.
(Κυρίλλου.) Ὀ μακάριος δὲ Κύριλλος φησίν· ὥσπερ ἄτρεπτος ὁ Πατὴρ ἀεὶ διαμένων τοῦθ’ ὅπερ ἐστὶ, Πατὴρ δηλονότι οὐχ Τιος, οὕτω καὶ ὁ Υἱὸς ἐμφιλοχωρεῖ τοῖς ἰδίοις, Υἱὸς ἀεὶ μένων, καὶ εἰς Πατέρα μὴ μεθιστάμενος, ἵνα φαίνηται καὶ κατ’ αὐτὸ δὴ τουτὶ χαρακτὴρ ὑπάρχων τῆς ὑποστάσεως τοῦ Πατρός· ἵδοι δ’ ἄν τις αὐτῷ τῆς τοῦ τεκόντος ὑπεροχῆς καὶ μὴν καὶ εὐκλείας ἐμπρέπον τὸ κάλλος· Θεὸς γάρ ἐστιν ἀληθινὸς, ἐξ ἀληθινοῦ Θεοῦ, φῶς ἐκ φωτός· ζωή τε ὁμοίως ἐκ ζωῆς. ὑπερανέστηκε δὲ τὴν σύμπασαν κτίσιν, ὅσον ἃν νοοῖτο καὶ αὐτὸς ὁ Πατήρ. ἔστι
(Χρτσοστόμου.) Ο μακάριος δὲ Ἰωάννης φησίν· ἐνταῦθα δίδωσιν αὐτῷ τὴν αὐθεντείαν, ἵνα ἐκ τούτου μὴ μόνον τὸν χαρακτῆρα τῆς ὑποστάσεως ἐκλάβωμεν, ἀλλὰ καὶ ἐκ τοῦ μετὰ αὐθεντείας ἅπαντα κυβερνᾷν. ὁρ́α τοίνυν ὅπως ὅπερ ἐστὶν ἴδιον τοῦ Πατρὸς, τοῦτο προσάπτει τῷ Υἱῷ· διὰ γὰρ τοῦτο οὐχ ἁπλῶς εἶπε, φέρων τὰ πάντα, ἀλλὰ “ τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.”
(Θεόδωροσ.) Θεόδωρος δέ φησι· τοῦτο ἔστιν, οὐ ποιητὴν μόνον εἰπεῖν τῶν ὄντων· ἀλλὰ γὰρ καὶ τῷ πολλῇ ποιεῖν αὐτὰ περιουσίᾳ τῆς δυνάμεως, ὡς ἃν ἐν τῇ φωνῇ αὐτοῦ πάντων ἀπηρτημένων· οὐ- ’δεν γὰρ διαλλάττει τοῦτο τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ἣ καὶ τῆς τοῦ μακαρίου Μωυσέως διηγήσεως, λέγοντος, " καὶ εἶπε, “ γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, γενηθήτω στερέωμα, καὶ ἐγένετο “στερέωμα·”
(Σετηριανοῦ.) Καὶ ὁ μακάριος δὲ Σευηριανὸς φησί· τοῦτό ἐστιν ὃ λέγει Ἱερεμίας, “ ἰσχυρὰ ἔργα λόγων αὐτοῦ.
(Κυρίλλου.) Καὶ ὁ μακάριος δὲ Κύριλλός φησι, Λόγος ὣν τοῦ Θεοῦ καὶ Πατρὸς παναλκὴς, αὐτὸς ε7πε, καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν· ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. ἐπειδὴ γὰρ τῶν εἰς τὸ ε-ι’ναι παρενηνεγμένων ἡ φύσις οὐκ ἔχει τὴν ἀφθαρσίαν, οὔτε μὴν τὸ ὡσαύτως ἔχειν διὰ παντὸς δύνασθαι, ἴδιον γὰρ τοῦτο τῆς ἀνωτάτω πάντων οὐσίας, φέρει τὰ πάντα αὐτὸς τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Λόγος μὲν γάρ ἐστιν αὐτὸς ἐνυπό-
Καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γενόμενος τῶν Ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
Δείξας αὐτὸν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρὸς, καὶ μὴν “ καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ” μέτεισιν ἀναγκαίως ἐπὶ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν, δι’ ἧς καὶ σεσώσμεθα, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν πεπλουτήκαμεν, ἡγιάσμεθά τε διὰ τοῦ αιματος αὐτοῦ. ὡς γὰρ αὐτός φησιν ὁ σοφώτατος Παῦλος, “ ἐν “ ᾦ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν “ τῶν παραπτωμάτων. ” γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός· “ ἐὰν περιπατῶμεν ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν “ μετ’ αὐτοῦ, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθα- “ρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας·” αἵματι δὴ οὖν κεκαθαρίσμεθα τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ὃς κεκάθικεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. πότε δέ ; ὅτε καθαρισμὸν ἐποιήσατο διὰ τοῦ αἵματος αὐτοῦ, τότε καθίσαι λέγεται, γεγενῆσθαι δὲ καὶ κρείττων Ἀγγέλων, κληρονομῆσαι δὲ πή αὐτοὺς τὸ διαφορώτερον ὄνομα· κέκληται γὰρ Υἱός. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, καί τοι Λόγος ὣν καὶ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς, καὶ τῆς ὑποστάσεως αὐτοῦ χαρακτὴρ, οὐκ ἴδιᾳ φύσει ποιούμενος τῆς μετὰ σαρκὸς οἰκονομίας, ἵν οὕτως εἴπω, τοὺς πόνους· ὑπέμεινε γὰρ σταυρὸν, αἰσχύνης καταφρονήσας, ἀτιμίας τε καὶ ὕβρεας καὶ ἐμπτύσματα· ἀλλ’ ἵν ἡμᾶς ἀπαλλάξῃ παντὸς μολυσμοῦ, αἵματι τῷ ἰδίῳ καθαροὺς ἀποφήνας, συνάψῃ δὲ δι’ ἑαυτοῦ τῶ Θεῶ καὶ Πατρί. δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ αὐτός ἐστιν ἡ θύρα καὶ ἡ ὅδος. πλὴν εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἴδιον σῶμα ποιησάμενος τὸ ἐκ τῆς ἁγίαι παρθένου ληφθέν· ἀλλ’ οὖν ἐν δόξῃ καὶ φύσει θεότητος ἦν, καὶ τῶν ὑπερτάτων τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἀπέστη θρόνων. ἦν μὲν γὰρ ἄνθρωπος ἐπὶ γῆς, ἐπλήρου δὲ πάλιν τὸν οὐρανὸν, καὶ ἦν αὐτοῦ τὰ
(Ἰωάννου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, δύο τίθησιν τῆς κηδεμονίας αὐτοῦ τεκμήρια μέγιστα, τό τε καθαρίσαι ἡμᾶς τῶν ἁμαρτιῶν, καὶ τὸ δι’ ἑαυτοῦ τοῦτο ποιῆσαι. καὶ πολλαχοῦ ὁρᾷς αὐτὸν τούτῳ σεμνυνόμενον, οὐ μόνον ἐπὶ τῇ καταλλαγῇ τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Υἱοῦ τοῦτο γεγενῆσθαι. εἰπὼν δὲ καθαρισμὸν δι’ ἑαυτοῦ ποιησάμενος, καὶ ἀναμνήσας τοῦ σταυροῦ, ταχέως τὸν περὶ τῆς ἀναστάσεως λόγον ἐπήγαγε, καὶ φησίν· “ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὐψηλοῖς·” ὥσπερ εἰπὼν ἐν δεξιᾷ οὐκ ἐσχημάτισεν ἑαυτὸν, ἀλλὰ τὸ ὁμοιότιμον ἔδειξε τὸ πρὸς τὸν Πατέρα, οὕτω ἐν ὑψηλοῖς εἰπὼν, οὐκ απεκλεισεν αὐτὸν ἐκεῖ, ἀλλὰ τὸ πάντων ἀναβεβηκὸς, τουτέστι πρὸς αὐτὸν ἔφθασε τὸν θρόνον τὸν πατρικόν. ὥσπερ οὖν ὁ Πατὴρ ἐν ὑψηλοῖς, οὕτω καὶ αὐτός· ἡ γὰρ συνεδρία οὐδὲν ἕτερον δείκνυσιν, ἢ τὸ ὁμότιμον. εἰ δὲ λέγουσιν ὅτι εἶπεν, “ Κάθου, ἐρώμεθα αυτοὺς, τί οὖν ἑστῶτι εἶπεν ; ἄλλως δὲ οὐκ εἶπεν ὅτι ἐκέλευσεν οὐδὲ προσέταξεν, ἀλλ’ ὅτι είπε δι’ οὐδὲν ἕτερον, ἀλλ’ ινα μὴ ἀγέννητον αὐτὸν νομίσῃς καὶ ἀναίτιον· ὅτι γὰρ διὰ τοῦτο εἴρηκε, δῆλον ἐκ τοῦ τόπου τῆς καθέδρας. εἰ γὰρ ἐλάττωσιν ἠθέλησε δηλῶσαι, οὐκ ἃν εἶπεν ἐκ δεξιῶν, ἀλλ’ ἐξ ἀριστερῶν.
τοσούτῳ κρείττω γενόμενος τῶν Ἀγγέλων, ὅσῳ διὰ φορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
Τοῦ Μακαρίου Ἀθαναδίου. Ἐπειδὴ καὶ προφῆται διηκόνησαν, καὶ δι’ Ἀγγέλων ὁ νόμος ἐλαλήθη, καὶ ὁ Υἱὸς δὲ ἐπεδήμησε καὶ ἦλθε διακονῆσαι, ἀναγκαίως ἐπήγαγε τὸ “ τοσούτῳ κρείττων “ γενόμενος τῶν Ἀγγέλων,” δεῖξαι θέλων ὅτι ὅσον ὁ Υἱὸς διαφέρει ἀσυγκρίτοις ὑπεροχαῖς, τοσούτῳ καὶ τῆς διακονίας τῶν δούλων ἡ
(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης τὸ “ γενόμενος ἐνταῦθα ἀντὶ τοῦ ἀποδειχθείς· εἶτα καὶ πόθεν ἰσχυρίζεται ἀπὸ τοῦ ὀνόματος, ὅτι οἶδε τὸ υἱὸς ὄνομα τὴν γνησιότητα δηλοῦν· καὶ μὴν εἰ μὴ γνήσιος ἦν υἱὸς, γνήσιος δὲ οὐδὲν ἕτερον, ἀλλ’ ἣ ἐξ αὐτοῦ· πῶς ἀπὸ τούτου διισχυρίζεται ; εἰ γὰρ χάριτι ἔστιν υἱὸς, οὐ μόνον διαφορώτερος, ἀλλὰ καὶ ἐλάττων ἐστὶν Ἀγγέλων. πῶς ; ὅτι καὶ ἄνθρωποι δίκαιοι ἐκλήθησαν υἱοί· καὶ τὸ υἱὸς ὄνομα ἃν μὴ γνήσιον ᾖ, οὐκ ἰσχύει δεῖξαι τὸ διάφορον, καὶ δηλῶν ὅτι καὶ διαφορά τίς ἐστι κτισμάτων καὶ δημιουργοῦ, ἄκουσον τι φησι, “ τίνι γὰρ εἶπε “ ποτὲ τῶν ἀγγέλων, Υἱός μου εἶ’ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε ; “ καὶ πάλιν, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν.
Ὄτι οὐ λειτουργικὴ ἡ δόξα Χριστοῦ ἀλλὰ θεϊκὴ καὶ ποιητική. διὸ οὐκ ἐπὶ τοῦ παρόντος οἰωνὸς ἐν ᾧ οἱ λειτουργοὶ. ἀλλ’ ἐπὶ τῆς μελλούσης οἰκουμένης.
Κρυσοστόμου. Καὶ ταῦτα εἴρηται μὲν καὶ εἰς τὴν σάρκα, τὸ ἔσομαι ἀυτῶ, εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υιον· τί ’δε “ Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε,” οὐδὲν ἕτερον δηλοῖ, ἣ ὅτι ἐξ οὑ ἐστιν ο Θεός ὥσπερ γὰρ ὣν λέγεται ἀπὸ τοῦ ἐνεστῶτος χρόνου· οὗτος γὰρ μάλιστα ἁρμόζει αὐτῷ, οὕτω καὶ τὸ σήμερον· ἐνταῦθα δέ μοι δοκεῖ εἰς τὴν σάρκα εἰρῆσθαι· ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται· καὶ γὰρ ἡ σὰρξ κοινωνεῖ τῶν ὑψηλῶν, ὥσπερ καὶ ἡ θεότης τῶν ταπεινῶν· ὁ
c Ad marg. ΤΟΥ ΑΥΤΟΥ EN ΑΓΙΟΙΣ ΑΘΑΝΑΣΙΟΥ ΕΚ ΤΟΥ ΚΑTΑ ΑΠΟΛΛΙΝΑΡΙΟΥ ΛΟΓΟΥ. κάη λέγηται κρείττων γενόμενος τῶν Ἀγγέλων, οὐκ αὐτὸς ὁ ποιητὴς τῶν Ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὢν ποτὲ, ἀλλ᾿ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιοποιήσατο φυσικῇ γεννήσει, κρεῖττον ἀνατείλασα ἐκ τῆς τοῦ πρωτοπλάστου γεννήσεως. Τὸ οὖν κρείττων περὶ . . . . . . . . ὄνομα ὁ Θεὸς Λόγος ἀεὶ εἶχεν, . . . . . . . . οὐδὲ ὕστερον Ἀγγέλων κρείττων ἐγένετο, ὅτε καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποίησεν, ἀλλ᾿ ἀεὶ κρείττων ἦν καὶ ἀσύγκριτος. περὶ δὲ τοῦ κατὰ σῆκα τοῦτο εἴρηται.
ΘΕΟΔΩΡΗΤΟΥ. Πρωτοτοκς ὡς ἄνθρωπος, ὥσπερ μονγενὴς, ὡς Θεός· προσεκύνησαν δὲ αὐτὸν καὶ ὡς ἄνθρωπον οἱ ἄγγελοι.
Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτὸν πάντες Ἄγγελοι Θεοῦ.
Ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν παρουσίαν αὐτοῦ τὴν ἔνσαρκον πάροδον καλεῖ, οἷον, ὡς ὅταν λέγῃ, “ ἐξῆλθεν ὁ σπείρων τοῦ “ σπεῖραι,” καὶ πάλιν, “ ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω,” καὶ πολλαχοῦ ἴδοι τις ἄν· ὁ δὲ Παῦλος ἔσοδον καλεῖ λέγων, “ ὅταν “ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” εἰσαγωγὴν ταύτην λέγων τὴν τῆς σαρκὸς ἀνάληψιν. τι δή ποτ’ οὖν τούτῳ τῷ λόγῳ κέχρηται, δῆλά ἐστι τὰ σημαινόμενα, καὶ κατὰ τι εἴρηται· ὁ μὲν γὰρ Χριστὸς πάροδον καλεῖ· εἰκότως, ἐπειδὴ καθάπερ ἐν τοῖς βασιλείοις οἱ δεσμῶται καὶ προσκεκρουκότες τῷ βασιλεῖ ἔξω ἐστήκασιν, ὁ δὲ βουλόμενος αὐτοὺς καταλλάξαι, οὐκ ἔνδον εἰσάγει τούτους, ἀλλ’ αὐτὸς ἐξιὼν ἔξω τούτοις διαλέγεται, ἕως ἃν αὐτοὺς καταστήσας ἀξίους τῆς ὄψεως τοῦ βασιλέως εἰσαγάγῃ, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν, ἐξελθὼν πρὸς ἡμᾶς, σάρκα ἀναλαβὼν δηλονότι, καὶ διαλεχθεὶς τὰ παρὰ τοῦ βασιλέως, οὕτως ἡμᾶς εἰσήγαγε, καθαρίσας τῶν ἁμαρτημάτων καὶ καταλλάξας· διὰ τοῦτο πάροδον αὐτὴν καλεῖ· ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν ὀνομάζει, ἀπὸ μεταφορᾶς τῶν κληρονομούντων καὶ νομὴν παραλαμβανόντων καὶ κτῆσιν
Deest folium.
. . . .κὸς, θαυμάζοντες ἔλεγον, “ τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδωμ ; τουτέστιν ἐκ γῆς, ἐρύθημα ἱματίων ἐκ Βοσόρ·” ὅ ἐστι τῇ Ἑλλάδι φωνῇ, συνοχῆς ἣ θλίψεως, “ ἵνα τι σου ἐρυθρὰ “ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ ” προσεπυνθάνοντο δὲ κἀκεῖνο λέγοντες, τι αὗται αἱ πληγαὶ αἱ ἀνάμεσον τῶν χειρῶν σου ; ὁ δὲ πρὸς αὐτοὺς, ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. καὶ οὐ δή που φαίη τις ἂν, ὡς ἦν ἐξ ἀνάγκης αὐτῷ τοὺς τῶν ἥλων τύπους ἐνεῖκαι τε μετὰ τὴν ἀνάστας ἱν, καὶ σὺν αὐτοῖς ἀναβαίνειν εἰς τὸν οὐρανόν· ἐκεῖνο δὲ μᾶλλον εἰκότως περινοεῖν ἄξιον, ὥσπερ ἀπιστήσαντι τῷ Θωμᾷ τοὺς τύπους τῶν ἥλων καὶ αὐτὴν ἐπέδειξε τὴν πλευρὰν, ἵνα λοιπὸν ἀναπείσῃ λέγειν ἐξ
(Δίδυμου.) Δίδυμος δέ φησιν· εἰ πᾶσα ἡ γενετὴ φύσις τῷ Χριστῷ, διὰ γὰρ τῆς τῶν Ἀγγέλων προσηγορίας τὴν ὑπέρτερον λογικὴν σημαίνει φύσιν· ὥσπερ καὶ ἐν τῷ “ τίνι γὰρ “ τῶν Ἀγγέλων εἴρηκε ποτὲ, κάθου ἐκ δεξιῶν μου· καὶ ὑπεράνω ταύτης ἐστὶν αὐτός· καὶ προσκυνεῖν ὁ λόγος τῶν γραφῶν κτίσματι ἀπεῖπεν, “ μὴ ἀναβλέψας” λέγων “ εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν “ ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον “ τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς·” ὡς δὲ τούτοις προσκυνεῖν κεκώλυται, οὕτω καὶ τοῖς ἄλλοις κτίσμασι, κἄν τινα ὑπεραναβεβηκότα τυγχάνῃ, ὡς καὶ ἔμπροσθεν εἴρηται, διαβεβαιοῦσθαι προσήκει, οὐ κτίσμα ἀλλὰ κτίστην εἶναι τὸν Χριστόν. εἰ δὲ δι’ ἡμᾶς ἥνωσεν ἑαυτῷ τὴν κτιστὴν σάρκα ἐψυχωμένην, ψυχῇ λογικῇ τε καὶ νοερᾷ, καὶ οὕτω δὲ προσκυνούμενος ὡς Θεὸς ὑπὸ πάσης τῆς κτίσεως· ἰδοὺ ἡ μεγίστη διαφορὰ, ὅτι οἱ μὲν κτιστοὶ, ὁ δὲ ἀκτιστος·“ πρὸς μὲν τοὺς Αγγέλους, φησιν, ὁ ποιῶν, πρὸς “ δὲ τὸν Υἱὸν, ὁ θρόνος σου, ὁ Θεός” ἰδοὺ βασιλείας σύμβολον, “ ῥάβδος εὐθύτητος” ἰδοὺ καὶ ἕτερον βασιλείας σύμβολον· εἶτα πάλιν εἰς τὸ κατὰ σάρκα, “ ἠγάπησας δικαιοσύνην· διὰ τοῦτο ἔχρισέ σε “ ὁ Θεὸς, ὁ Θεός σου,” τουτέστι, Θεὲ, Θεός σου· ἐνταῦθα καὶ Ιουδαίους καὶ τοὺς ἀπὸ Παύλου τοῦ Σαμοσατέως καὶ Ἀρειανοὺς, καὶ Μάρκελλον καὶ Σαβέλλιον ἔβαλεν καὶ Μαρκίωνα· Ἰουδαιους μὲν ... άνο. πρόσωπον δεικνὺς, Θεὸν καὶ Θεόν· τοὺς δὲ Παυ-
Καὶ πρὸς μὲν τοὺς Ἀγγέλους λέγει, ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱὸν, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
(Θεόδωροσ.) Θεόδωρός φησι· τὸ μὲν τῆς ὑπηρεσίας τὴν σημαίνει, τὸ δὲ τὸ τῆς λειτουργίας δυνατόν· ταῦτα δὲ αὐτοὺς ἐκεῖθεν γεγενῆσθαι εἰπὼν, παρέστησεν ὡς ἐκεῖθεν καὶ τὸ δύνασθαι ταῦτα ἔχουσι· διαστέλλεται δὲ πρὸς ποιῶν, τὸ Θεὸς καὶ θρόνος καὶ βασιλείας ῥάβδος, ἃ πάντα τῆς ἀνωτάτω τιμῆς τε καὶ ἀξίας σύμβολα· καὶ γὰρ τὸ Θεὸς τὴν ἀνωτάτω σημαίνει φύσιν, καὶ ὁ θρόνος καὶ ἡ ῥάβδος ἀπὸ τῶν ἀνθρωπίνων, καὶ τὸ ταύτης βέβαιον παρίστησιν· εἶτα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ μὲν γὰρ “ ποιῶν” ἀπὸ καιροῦ εἶναι τὸ ἦρχθαι δείκνυσι τοὺς γεγονότας· τοῦτο δὲ τὸ τῆς βασιλείας ἀίδιον παρίστησιν.
(Σευηριανοῦ.) Ὁ μακάριος Σευηριανὸς φησὶν, ὥσπερ ἐπὶ ἀπαυγάσματος καὶ του χαρακτῆρος ἐμιμήσατο ’τον νοῦν Ἰωάννου, Λόγον ὀνομάσαντος, καὶ πρὸς Θεὸν εἶναι εἰπόντος οὕτω καὶ ἐνταῦθα μιμεῖται τὸν Ἰωάννην· ὥσπερ ἐκεῖνος εἶπεν· “ οὗτος ἦν ἐν ἀρχῇ, “ πάντα δι’ αὐτοῦ ἐγένετο,” ἀντὶ τοῦ οὗτος ἦν, ταῦτα οὐκ ἦν· οὕτω καὶ ὁ Παῦλος, περὶ μὲν τοὺς Ἀγγέλους, “ ὁ ποιῶν,” πρὸς δὲ τὸν Υἱὸν, “ ὁ θρόνος σου,” ἵνα δείξῃ τὸ μὲν ποιούμενον οὐκ ἦν, ὁ δὲ θρόνον ἔχων αἰώνιον, ἀεὶ πρὸς Πατέρα ἦν.
(Χρυσοστόμου.) Καὶ ὁ μακάριος δὲ Ἰωάννης τὴν αὐτὴν ἔννοιαν τοῖς προλαβοῦσιν εἰπὼν, ἐπιφέρει, τινες εἰσιν οἱ μέτοχοι, ἀλλ’ ἣ οἱ ἄνθρωποι ; τουτέστι τὸ πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Χριστός· “ κατ’ ἀρχὰς σὺ Κύριε, τὴν γῆν ἐθεμελίωσας.” ἵνα μὴ “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” ὡς
(Κυρίλλου.) Ὁ δὲ μακάριος Κύριλλός φησιν· ὁ Δαυὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν κοινὴν ὥσπερ τινὰ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἐξεφώνει λιτὴν, ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. δύναμις δὲ τοῦ Πατρὸς, ὁ Υἱὸς, δι’ οὗ ἐστερέωσε μὲν τοὺς οὐρανοὺς, καὶ τὴν γῆν τεθεμελίωκε, καὶ τὴν τοῦδε τοῦ παντὸς εἴργασται διακόσμησιν· καὶ πεποίηκε μὲν τὸν ἄνθρωπον κατ’ ἰδίαν εἰκόνα καὶ ὁμοίωσιν, φθορᾶς καὶ θανάτου κρείττονα, δικαιοσύνης ἐργάτην. ἐπειδὴ δὲ βεβασίλευκεν ὁ θάνατος διὰ τῆς ἁμαρτίας, καὶ ὑπενηνέγμεθα τῇ φθορᾷ, καὶ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, προενόησεν ἀναγκαίως τῶν ἑαυτοῦ κτισμάτων ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ καὶ ἀνακαινίσαι εἰς τὸ ἐν ἀρχαῖς. ὁ Δαυὶδ οὖν τὸ βαθὺ τῆς ἐνανθρωπήσεως διατρανοῖ μυστήριον, ἀναφωνῶν πρὸς τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν ἱν· “ ἠγάπησας “ δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους “ σου.” οἴονται δέ τινες οὐ τῷ μονογενεῖ πρέπειν τὰς τοίασδε φωνὰς, εἰρῆσθαι δὲ μᾶλλον ὡς πρὸς ἄνθρωπον ἁπλῶς, τὸν ἐκ τῆς ἁγίας παρθένου γεγενημένον. ὐθλος δὲ τῷ οὕτω φρονοῦντι ὡς διὰ πολλῶν ἀποδέδεικται λόγων· οὐ γὰρ ἄνθρωπος ἡμῖν ἐγεννήθη κοινὸς ἣ τῆς πρὸς Θέον ἑνότητος ἐψιλωμένος, ἴνα τις λέγοι κατὰ τὸν ἐκείνων λόγον, προεγνωκέναι περὶ αὐτοῦ τὸν τῶν ὅλων Θεὸν, ὡς ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀνομίαν, ὡς ἀπὸ γνώμης ἰδίας τε καὶ μόνης· καί τοι τὴν τοῦ ψάλλοντος φωνὴν ἐφαρμόσωμεν ἃν εἰκότως ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ μονογενεῖ, καὶ ταῖς Ησαΐου περὶ αὐτοῦ προφητείαις, ἰσχνὸν ἐνιέντες τὸν νοῦν· ἔφη γὰρ ὧδε, “ ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ “ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι “ φάγεται, πρὶν ἣ γνῶναι αὐτὸν, ἣ προσελέσθαι πονηρά·” ἐκλέξεται τὸ ἀγαθὸν, διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· ἠγάπησέ τε δικαιοσύ-
Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισεν σε ὁ Θεὸς ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἀνθρώπου φύσις, τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύσιν ἄτρεπτος ὣν ὁ ἐκ Θεοῦ Λόγος, ἅγιός τε καὶ δίκαιος καὶ μισῶν τὴν ἀδικίαν, γέγονε κα ἡμᾶς, καὶ κεχρημάτικε δοῦλος, καὶ Θεὸν ἐπεγράψατο τὸν Πατέρα [*](d Verbum aliquod excidit fort. κτίσιν. e Sic.)
Πῶς δὴ οὖν φησιν ὁ σοφώτατος Παῦλος τὸν Υἱὸν ἀπαύγασμά τε εἶναι τῆς δόξης τοῦ Πατρὸς, χαρακτῆρα δὲ ὁμοίως τῆς ὑποστάσεως αὐτοῦ· διαμορφοῖ γὰρ πάντως ὁ χαρακτὴρ ἐφ’ ἑαυτῷ τὸ ἀρχέτυπον· οὐκοῦν δὲ αὐτὸς ἅγιος ὁ Πατὴρ κατὰ φύσιν ; εἶτα τίς ὁ ἁγιάζων αὐτόν ; ἐρρῶσθαι δὴ οὖν τοῖς ἐκείνων εἰπόντες ἐμέτοις, ἅγιον κατὰ φύσιν ὑπάρχειν ὁμολογήσομεν τὸν Υἱὸν, καθάπερ ἀμέλει καὶ αὐτὸν τὸν Πατέρα, ἡγιᾶσθαι δὲ τότε κατὰ σάρκα φαμὲν, ὅτε κεκενῶσθαι λέγεται κεχρηματικὼς ἄνθρωπος, ᾧτ’ κατὰ μέθεξιν τὴν παρὰ Θεοῦ καὶ οὐ κατὰ φύσιν ἰδίαν ἔνεστιν ὁ ἁγιασμός. καὶ θαυμαστὸν οὐδὲν, εἰ τὰ τῆς ἀνθρωπότητος ἴδιᾳ Θεὸς ὣν ὁ Λόγος οἰκειοῦται φιλαγάθως τε ἅμα καὶ οἰκονομικῶς. ὁ γὰρ ὅλως τὴν κένωσιν ἐθελήσας παθεῖν, πῶς ἃν εἰκότως παραιτοῖτο τὰ αὐτῆς ; οὐκοῦν εἰ μὲ, νοοῖτο καθ’ ἑαυτὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἀπροσδεής ἐστι παντὸς ἀγαθοῦ, καὶ ἴδιον αὐτοῦ φαμεν τὸ Ἅγιον Πνεῦμα. ἐπειδὴ δὲ ὡς ἔφην γέγονε σὰρξ αὐτὸς τῷ ἰδίῳ πνεύματι τὸν αὐτοῦ καταχρίει ναόν· ἐνεργεῖ γὰρ ὁ Πατὴρ ἅπερ ἃν ἐργάζοιτο δι’ οὐδενὸς ἑτέρου πλὴν διὰ μόνου τοῦ Υἱοῦ ἐν Ἰσραήλ. οὐκοῦν λέγεται μὲν λαβεῖν τὸ πνεῦμα οἰκονομικῶς ὡς ἄνθρωπος. “ Ἰησοῦν τὸν ἀπὸ “ Ναζαρὲτ,” φησὶν, “ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ “ δυνάμει·” δίδωσι δὲ ὡς Θεὸς αὐτὸ τοῖς τοῦτο λαβεῖν ἀξίοις·
Ἀκούεις ἐν τούτοις καὶ μάλα σαφῶς ὑψῶσθαι τε αὐτὸν τῇ δεξιᾷ τοῦ Θεοῦ, λαβεῖν τε ἅμα καὶ δοῦναι τὸ Πνεῦμα· ὑψοῦται δὲ δηλονότι, ὅτε τεταπείνωκεν ἑαυτόν· ὥσπερ γὰρ καθῆκεν ἑαυτὸν εἰς τοῦτο ἑκὼν, οὕτω πάλιν ἑαυτὸν ὑψοῖ καὶ μετὰ σαρκὸς, αὐτὸς ὣν ἡ χεὶρ τοῦ Πατρὸς, δι’ ἧς τὰ πάντα θεοπρεπῶς ἐργάζεται· ὑψοῦται τοίνυν δι’ ἑαυτοῦ, κατὰ θέλησιν τοῦ Πατρὸς, ὅτε διαρρήξας τὰ τοῦ θανάτου δεσμὰ καὶ τοῖς κάτω πνεύμασιν εἰρηκὼς ἐξέλθετε, κεκάθικεν ἐν δεξιᾷ τοῦ Πατρός· κέχρισται τοίνυν τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ὁ κατὰ φύσιν Υἱὸς, ὅτε καὶ Θεὸς αὐτοῦ κεχρημάτικεν ὁ Πατὴρ καθ’ ἡμᾶς γεγονότος. ἄτοπον δὲ τοῦτο λέγειν οὐδαμῶς· ἔφη γάρ που τοῖς ἁγίοις Ἀποστόλοις “πορεύομαι πρὸς τὸν πατέρα μου “ καὶ πατέρα ὑμῶν, καὶ τὸν Θεόν μου καὶ Θεὸν ὑμῶν. ἰδοὺ δὴ σαφῶς Θεὸν ἑαυτοῦ διὰ τὸ ἀνθρώπινον τὸν ἴδιον ἔφη Πατέρα. ἐπειδὴ δὲ κεκλήμεθα δι’ αὐτοῦ πρὸς υἱοθεσίαν, κεχρημάτικεν ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις· δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ· ἀλλ’ ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρός ἐσμεν ἄνθρωποι, δηλονότι καὶ τὴν τοῦ τετιμηκότος οὐκ ἠγνοήκαμεν χάριν· οὕτως ὁ κατὰ φύσιν Υἱὸς καὶ Κύριος, κἂν ἐπέγνω διὰ τὴν σάρκα καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν Θεὸν ἑαυτοῦ τὸν Πατέρα, ἀλλ’ οὐκ ἔξω γέγονε τοῦ εἶναι ὁ ἐστιν, οὔτε μὴν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοὺς πρέποντας λόγους ἡμεῖς ἀγνοήσομεν. πῶς δὲ ἄρα παρὰ τοὺς μετόχους αὐτοῦ κεχρῖσθαι λέγεται ; Φέρε λέγωμεν ὡς ἔνι. ἡμεῖς μὲν γὰρ κεχρίσμεθα τῷ Ἁγίῳ Πνεύματι, διωρισμένων δὲ φυσικῶς τῶν καθ’ ἡμᾶς, καὶ τοσοῦτον, ὅσον ἃν νοοῖτο θεότητος φύσις παντὸς γενητοῦ· ὁ δὲ δι’ ἡμᾶς γενόμενος ἄνθρωπος τοῦ Θεοῦ λόγος τῳ ιδιῳ πνεύματι καταχρίει τὸν ἑαυτοῦ ναὸν, οὐ μερικὴν ἐνέργειαν ἐντιθεὶς, οὔτε μὴν ἐν ἀρραβῶνος τάξει καθὰ καὶ ἡμῖν δωρούμενος, ἀναπιμπλὰς δὲ μᾶλλον ἁγιασμοῦ, καὶ τῆς ἑαυτοῦ δυνάμεως τε καὶ δόξης· τοιγάρτοι καὶ ἔφασκεν, “ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.” ὅτι δὲ
Καὶ, σὺ κατ’ ἀρχὰς Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
Τοῦ Μακαρίου Ἀθανασίου. Οὐχ ὡς εἰς ἀπώλειαν ἐσομένης τῆς κτίσεως, φησὶν, ἀλλ’ ἵνα ἀπὸ τοῦ τέλους τὴν ἀρχὴν τῶν γενητῶν δείξῃ. τὰ γὰρ δυνάμενα ἀπολέσθαι, κἂν μὴ ἀπόλωνται διὰ τὴν χάριν τοῦ πεποιηκότος αὐτὰ, ὅμως ἐξ οὐκ ὄντων γέγονε, καὶ τὸ μὴ εἶναι ποτὲ αὐτὰ μαρτυρεῖται· διὰ τοῦτο γοῦν, ὡς τούτων τοιαύτην ἐχόντων τὴν φύσιν, λέγεται ἐπὶ τοῦ Υἱοῦ, τὸ “ σὺ δὲ “ διαμένεις,” ἵνα τὸ ἀΐδιον αὐτοῦ δειχθῇ.
Πάλιν ὁ μακάριος Κύριλλοσ· εἶτα τούτοις ἐπισυνάπτων εὐθὺς “ πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε, κάθου ἐκ δεξιῶν μου ἕως ἃν “ θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·” καὶ οὐκ ἃν, οἶμαι, ὑπολάβοι τις σωφρονῶν, ἕτερον εἶναι τὸν σύνεδρον τῷ πατρὶ, παρὰ τὸν ἐκ τῆς ἁγίας παρθένου κατὰ σάρκα γεγεννημένον, καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ἐμπεδοῖ λέγων ὁ Ἐμμανουὴλ τοῖς Ἰουδαίων καθηγηταῖς· “ τι ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τινος υἱός ἐστιν ; λέγουσιν “ αὐτῷ, τοῦ Δαβίδ·” εἶτα πρὸς αὐτοὺς ὁ Χριστός· “πῶς οὖν Δαβὶδ ἐν “ πνεύματι καλεῖ αὐτὸν Κύριον λέγων, εἰπεν ὁ Κύριος τῷ Κυρίῳ μου, “ κάθου ἐκ δεξιῶν μου ” σύνες οὖν, ὅτι τὸν κεχρισμένον ὡς ἄνθρωπον παρὰ τοὺς μετόχους αὐτοῦ καὶ κύριον ὀνομάζει, καὶ κατ’ ἀρχὰς ἔφη, θεμελιῶσαι τε τὴν γῆν, καὶ αὐτοὺς εἰργάσθαι τοὺς οὐρανούς· ὑπάρχειν δὲ καὶ διαπαντός. ἀΐδιος γὰρ κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καί τοι τῶν δι’ αὐτοῦ γεγονότων οὐκ ἐχόντων οὐσιωδῶς τὸ ἄναρχον ἐν χρόνῳ· κέκληνται γὰρ εἰς τὸ εἶναι παρὰ Θεοῦ, ὃς καὶ μόνος ἔχειν εἴρηται τὴν ἀθανασίαν· ἄφθαρτον γὰρ καὶ
Πρὸς τίνα γὰρ εἶπε τῶν Ἀγγέλων, κάθου ἐκ δεξιῶν μου ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν ;
Εἰ γὰρ ὁ μὲν τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις, τὸ δεσποτικὸν ἀξίωμα περικείμενος, κἂν εἰ γέγονεν υἱὸς Δαβὶδ, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου· οἱ δὲ παρεστήκασιν ὡς Θεῷ τε καὶ βασιλεῖ τῶν ὅλων, τίνι τῶν ὄντων ἀσυμφανὴς ἡ μεταξὺ κειμένη διαφορὰ Χριστοῦ καὶ Ἀγγέλων ; ὁ μὲν γάρ ἐστιν Υἱὸς καὶ Θεός· οἱ δὲ τὸ δουλοπρεπὲς ἔχουσι μέτρον, καὶ πρὸς εὐκλείας τῆς ἀνωτάτω λελόγισται παρ’ αὐτοῖς τὸ γνήσιον εἰς ὑπακόην. εἰ δὲ δή τις λέγοι, καὶ ποῖος ἡμᾶς ἀναπείσει τρόπος αὐτὸν οἴεσθαι τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, διὰ τῆς ἁγίας παρθένας γεγεννημένον, θεμελιῶσαί τε τὴν γῆν κατ’ ἀρχὰς, καὶ αὐτοὺς ἐγεῖραι τοὺς οὐρανούς ; ἀντακούσεται παρ’ ἡμῶν, ὡς εἴπερ ἕλοιτο τὴν τῆς ἀληθοῦς ἑνώσεως ἐννοῆσαι δύναμιν, οὐ τὴν ἐν μόνοις προσώποις καὶ κατὰ θέλησιν, ἤγουν εὐδοκίαν· ἴδια μὲν εὑρήσει γεγονότα διὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὰ ἀνθρώπινα, οὐκ ἀλλότρια δὲ τῆς ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄνθρωπος.
Τοῦ Μακαρίου Ἀθανασίου. Τὸ ἐκ δεξιῶν τοῦ Πατρὸς καθῆσθαι τὸν Υἱὸν, τὸ γνήσιον δηλοῖ τοῦ Θεοῦ. τήν τε γὰρ βασιλείαν τοῦ Πατρὸς βασιλεύων ὁ Υἱὸς, ἐπὶ τὸν αὐτὸν θρόνον τῷ Πατρὶ καθῆται, καὶ τῇ τοῦ Πατρὸς θεότητι θεωρούμενος, Θεός ἐστιν ὁ Λόγος, καὶ ὁ βλέπων τὸν Υἱὸν βλέπει τὸν Πατέρα, καὶ οὕτω εἷς Θεός ἐστιν. ἐκ δεξιῶν γοῦν καθήμενος ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα, ἀλλ’ ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει, κἂν ὡς ἄνθρωπος γενόμενος λέγῃ, “ προωρώμην τὸν “ Κύριον ὅτι ἐκ δεξιῶν μου ἐστὶ διὰ παντος·” δείκνυται γὰρ πάλιν
Θεόδωροσ δέ φησιν, εἰς τὸ “καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. “ ἐντεῦθεν συνιδεῖν ἐστιν ὅτι περὶ τῆς “ θείας φύσεως, ὅταν ἡμῖν ἡ παλαιὰ διαθήκη διαλέγηται, οὐ περὶ τοῦ Πατρὸς ἀφωρισμένως λέγει μόνου, ὥσπερ οἴονται οἱ αιρετικοί· τὸ “ ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ,” καὶ ὅσα τοιαῦτα λαμβάνειν ἐπ’ αὐτοῦ πειρώμενοι μόνου· τοὐναντίον δὲ ὅσα ἃν ὡς περὶ Θεοῦ λέγῃ τὴν ἀνωτάτω φύσιν ἐξηγουμένη, οὕτω φησὶν, ὡς ἃν καὶ Πατρὶ καὶ Υἱῷ διὰ τὴν τῆς φύσεως κοινωνίαν ὁμοίως ἁρμόττειν δυνάμενα. ἐπεὶ πῶς ὁ Ἀπόστολος τὴν δευτέραν εἵλκυσεν ἐπ’ αὐτοῦ μαρτυρίαν, οὐδὲν ἔχουσαν ὃ τῆς ἰδιότητος τοῦ προσώπου σημαντικὸν εἶναι ἠδύνατο, ὥσπερ οὖν καὶ ἀνωτέραν, ἣ οὐχὶ τὸ αὐτὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φαίνεται πεποιηκὼς, ἔνθα φησὶ, “γέγραπται γὰρ, ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει “πᾶν γόνυ;” οὐδὲ γὰρ ἐκείνην τὴν μαρτυρίαν εὕροι ἄν τις τοιοῦτό τι ἔχουσαν, ὃ τούτων ἀφωρισμένως ἐδήλου.
Σευτηριανὸσ δέ φησιν, οὐ μεταβολὴν λέγει φύσεως γινομένην, ἀλλὰ κατὰ σύγκρισιν, ὅτι εἰ χωρεῖ ταῦτα ἀπολέσθαι μᾶλλον, καὶ ὥσπερ ἀπόλλυται ὅσον πρὸς παράθεσιν τῆς τοῦ Υἱοῦ ἀϊδιότητος. καὶ γὰρ ὁ Κύριος προλέγων τὴν δευτέραν παρουσίαν, ἀστέρας μὲν πεσεῖσθαι λέγει, οὐκέτι δὲ ἥλιον ἣ σελήνην ἣ οὐρανόν. " πρὸς " τίνα δὲ τῶν Ἀγγέλων εἴρηκέ ποτε·” ἀφεὶς τὴν κτίσιν πᾶσαν, τὸ ταύτης ἀνώτερον λέγει τοὺς Ἀγγέλους· εἰ γὰρ πρὸς Ἀγγέλους διαφορὰ τῷ Υἱῷ, κατὰ τὸ τοὺς μὲν γενέσθαι, τὸν δὲ μὴ γενέσθαι, πόσῳ μᾶλλον πρὸς τὰ ἀόρατα πάντα. δεῖ δὲ ἐπισημήνασθαι, ὅτι διὰ τοῦ “ σὺ δὲ ὁ αὐτὸς εἶ,” καὶ τὸ προαιώνιον καὶ ἄτρεπτον τῆς φύσεως ἐδήλωσε, καὶ διὰ τοῦ φάναι, “ οὐχὶ πάντες εἰσὶ λειτουργικα πνεύματα εἰς διακονίαν, ἐδήλωσεν ὅτι ὁ Υἱὸς οὐκ ἐστι λειτουργικὸς, ἀλλὰ συνεργός.
Θεόδωροσ δέ φησι· τὸ μὲν λειτουργικὰ εἶναι πνεύματα, ἀπὸ τῆς προκειμένης εἰχε μαρτυρίας· ἐπισυνῆψε δὲ λοιπὸν αὐτὸς τὸ τῆς διακονίας εἶδος, λέγων, ὅτι [τοῖς] ὑπὲρ τῆς ἡμετέρας σωτηρίας
Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν.
Διὰ τοῦτο, φησὶ, δεῖ τοῖς παρ’ αὐτοῦ λεχθεῖσι νέμειν τὴν σπουδὴν, φυλασσομένους μήποτε παρατροπήν τινα ἀπὸ τῶν κρειττόνων δεξώμεθα.
Τοῦ Μακαρίου Ἀθανασίου. Ἐπεὶ οὐκ ἔστι τῶν γενητῶν Λόγος, ἀλλὰ Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο, ὅσῳ κρείττων αὐτὸς καὶ τὰ δι’ αὐτοῦ κρείττονα καὶ παρηγγελμένα ἐστὶ, τοσούτῳ καὶ ἡ τιμωρία χείρων ἀν’ γένοιτο.
Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ “ μή ποτε παραρρυῶμεν,” τουτέστι, μὴ ἀπολώμεθα, μὴ ἐκπέσωμεν, καὶ δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, ὅτι δύσκολον τὸ παραρυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥᾳθυμίας τοῦτο συνέβη. ἔλαβε δὲ τὴν λέξιν ἀπὸ τῶν παροιμιῶν, “ υἱὲ” γὰρ, φησὶ, “ μὴ παρα- “ ρυῆς.” καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δείκνυσι, καὶ τῆς ἀπωλείας τὸ χαλεπόν· τουτέστιν, οὐκ ἀκίνδυνος ἡμῖν ἡ παραβολὴ “εἰ γὰρ “ὁ δι’ Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος·” καὶ ἐν τῇ πρὸς Γαλάτας οὕτω ποῦ φησι, ” διαταγεὶς δι’ Ἀγγέλων ἐν χειρὶ “ μεσίτου·” καὶ πάλιν " ἐλάβετε νόμον, εἰς διαταγὰς Ἀγγέλων, ” καὶ οὐκ ἐφυλάξατε·” καὶ πανταχοῦ δι’ Ἀγγέλων αὐτὸν, φησὶ, δεδόσθαι. τινὲς μέντοι Μωσέα φασιν αἰνίττεσθαι· ἀλλ’ οὐκ ἔχει λόγον· Ἀγγέλους γὰρ ἐνταῦθα πολλούς φησι, καὶ ἐνταῦθα δὲ Ἀγγέλους τούτους φησὶ τοὺς ἐν οὐρανῷ· τί οὖν ἐστιν; ἤτοι τὴν δεκάλογον, φησὶ, λέγει· ἐκεῖ γὰρ Μώσης ἐλάλει, καὶ ὁ Θεὸς ἀπεκρίνατο, ἣ ὅτι παρῆσαν Ἄγγελοι τοῦ Θεοῦ διαπραττομένου, ἣ ὅτι περὶ τῶν ἐν τῇ παλαιᾷ λεγομένων καὶ γενομένων ἁπάντων ὡς Ἀγγέλων κοινωνησάντων τούτοις, ταῦτά φησι.
Τί δέ ἐστιν " ἐγένετο βέβαιος;” ἀληθὴς, ὡς ἄν τις εἴποι, καὶ πιστὸς ἐν τῷ προσήκοντι καιρῷ, καὶ πάντα ἐξέβη τὰ λεχθέντα· ἣ ὅτι, φησὶν, ἐκράτησε, καὶ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο· ἣ λόγον, φησὶ, τὰ προστάγματα· πολλὰ γὰρ χωρὶς νόμου προσέταξαν
Θεόδωροσ δέ φησιν· Ἔδειξε καὶ τοῖς πράγμασι τούτων πολὺ τὸ πρὸς ἐκεῖνα διάφορον, ἐκεῖ μὲν λόγον εἰπὼν, ἐνταῦθα δὲ σωτηρίαν· ἐπειδὴ γὰρ ἐκεῖνο νομίμων δόσις ἦν μόνον, ἐνταῦθα δὲ καὶ χάρις Πνεύματος, καὶ λύσις ἁμαρτημάτων, καὶ βασιλείας οὐρανῶν ἐπαγγελία, καὶ ἀθανασίας ὑπόσχεσις· ὅθεν καὶ δικαίως “τηλι-
Σευητιανὸσ δὲ τῷ ἁγίῳ Ἰωάννῃ ὁμοίως κατὰ μίαν ἐξήγησιν ἀκολουθήσας ἔφη, οὐ νόμον λέγει, ἀλλὰ τὸν πολλάκις δι’ Ἀγγέλων οἰκονομηθέντα " ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβε- “ βαιώθη·” τοῦτο ὅμοιόν ἐστι ἐκείνῳ τῷ ἐν τῆ πρὸς Γαλάτας Επιστολῇ, τὸ “ ἀνέβην κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοῖς “ τὸ εὐαγγέλιον, μή πὼς εἰς κενὸν τρέχω ἢ ἔδραμον· ἐβεβαιώθη δὲ, “ οὐχ ἡμῶν δεηθέντων, ἀλλὰ τῶν ἄλλων πάντων πληροφορηθέντων, “ ὅτι ἃ κηρύσσω, καλῶς κηρύσσω.”
Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης εἰς τὸ “ ἥτις ἀρχὴν “ λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου ὑπὸ τῶν ἀκουσάντων εἰς “ ἡμᾶς ἐβεβαιώθη,” φησὶ, τουτέστι, παρ’ αὐτῆς τῆς πηγῆς ἔχει τὴν ἀρχήν· οὐκ Ἄγγελος αὐτὴν διεπόρθμευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναμις, ἀλλ’ αὐτὸς ὁ μονογενής. τί δέ ἐστιν “ ἐβε- “ βαιώθη;” ἐπιστεύθη, ἐξέβη, τουτέστιν οἱ παρὰ τοῦ Κυρίου
Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.
Ἄρα μὴ περὶ ἑτέρας τινὸς διαλέγεται οἰκουμένης; οὐκέστιν, ἀλλὰ περὶ ταύτης· διὰ τοῦτο προσέθηκε " περὶ ἧς λαλοῦμεν,” ἵνα μὴ ἀφῇ τὸν νοῦν πλανηθέντα ἑτέραν τινὰ ἐπιζητεῖν· πῶς οὐν αὐτὴν μέλλουσαν καλεῖ, ὥσπερ καὶ ἑτέρωθι φησιν, “ὃς ἔστι τύπος “ τοῦ μέλλογrος,” περὶ τοῦ Ἀδὰμ καὶ τοῦ Χριστοῦ λέγων, ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, πρὸ τοῦ χρόνου τοῦ Ἀδὰμ μέλλοντα κατὰ σάρκα Χριστὸν καλῶν.
Διὰ τι μὴ τὸ ὄνομα τοῦ προφήτου εἶπεν, ἀλλ’ ἔκρυψεν αὐτό; καὶ ἐν ἑτέραις δὲ μαρτυρίαις τοῦτο ποιεῖ, δεικνὺς αὐτοὺς, οἶμαι, σφόδρα ἐμπείρους τῶν γραφῶν.
[*](f Suppl. ἔλεγον αὐτὸν ex Ed.)