Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ τοῦ Πάσχα.
Τίτου. Βοστρῶν. Εἰσῆλθε τοίνυν ὁ Σατανᾶς εἰς αὐτὸν, ὄντα ἐκ τῶν ιβ΄ ἀλλ’ ἐκ τοῦ ἀριθμοῦ, ἀριθμὸν ἀνεπλήρου, οὐκ ἀποστολικὸν ἀξίωμα ἐκέκτητο. Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ᾗ ἔδει θύεσθαι τὸ Πάσχα, φάσκα ὁ τῆς ἑορτῆς καιρὸς ὠνομάζετο· δηλοῖ δὲ διάβασις.
Ὥσπερ γὰρ τῆς Αἰγυπτίων δουλείας ὁ Ἰσραὴλ ἀπηλλάττετο εἰς τὴν τῆς ἐπαγγελίας ἐρχόμενος γῆν, διὰ θαλάσσης μέσης βαδίζων ἀβρόχῳ ποδὶ, οὕτω καὶ ἡμᾶς δεῖ καθάπερ τὴν θάλατταν διαπεραιοῦσθαι νεανικῶς τὸν εἰκαῖον τοῦ παρόντος βίου περισπασμόν· διαβαίνομέν γε μὲν ἐκ φιλοσαρκίας εἰς ἐγκράτειαν, ἐξ ἀγνωσίας τῆς πάλαι εἰς θεογνωσίαν τὴν πάλαι ἀληθῆ, ἐκ θανάτου εἰς ἀφθαρσίαν. Ἔχομεν τοίνυν τιμῶσαν ἐπὶ τοὺς τύπους τὴν ἀλήθειαν. ἐλθούσης γὰρ φησὶ, τῆς ἡμέρας, καθ’ ἣν ἔδει θύεσθαι τὸ Πάσχα, δύο τινὰς ἀπολέγδην τῶν ἁγίων Ἀποστόλων, ἦσαν δὲ Πέτρος καὶ Ἰωάννης, πέπομφεν ἐν τῇ πόλει, εἰπὼν αὐτοῖς τὰ γεγραμμένα· καίτοι τί δήποτε οὐ τὸν ἄνθρωπον ἐναργῶς καταμεμήνυκε τοῖς ἀπεσταλμένοις; Οὐ γὰρ ἔφη πρὸς τὸν δεῖνα τυχὸν, ἀλλὰ σημεῖον δέδωκεν ἄνθρωπον ἁπλῶς κεράμῳ ὕδατος πεφορτισμένον.
Τί οὖν πρὸς τοῦτο φαμέν; ἤδη τοῖς Ἰουδαίοις ὑποσχόμενος ἦν ὁ προδότης παραδώσειν αὐτόν. Ἵνα τοίνυν μὴ μάθῃ τὸν ἄνθρωπον, καὶ δραμὼν ἀπαγγείλῃ τοῖς μισθωσαμένοις, δίδωσι σημεῖον. Ἔτι γὰρ ὑπεπλάττετο τὴν μαθηταῖς εὔνοιαν ἔχειν, μιαιφονίαν ὠδίνων. “ὑπαντήσει γὰρ ὑμῖν,” φησὶ, “ἄνθρωπος κεράμιον “ὕδατος βαστάζων.” ἣ τάχα που καὶ μυστικόν τι καὶ ἀναγκαῖον διὰ τούτου δηλῶν· ἔνθα γὰρ ἃν εἰσέλθῃ τὸ ὕδωρ, δῆλον δὲ ὅτι τὸ τοῦ
Τοῦ Χρυσοστόμου. Κἀντεῦθεν δῆλον, ὅτι οὐκ ἦν γὼ δὲ οἶμαι, μηδὲ τοὺς μαθητὰς αὐτοῦ ἔχειν· ἣ γὰρ αὐτὸν ἐκεῖ παρεκάλεσαν ἐλθεῖν. τίνος δὲ ἕνεκα τὸ Πάσχα ἐτέλει; διὰ πάντων δείκνυς μέχρι τῆς ἐσχάτης ἡμέρας, ὅτι οὐκ ἔστιν εναντιος τῷ νόμῳ. Καὶ τί δῆτα πρὸς ἀγνῶτα πέμπει ἄνθρωπον; Δεικνὺς
Εἰπὼν ὅτι “ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν “μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν,” ἐσήμανε διὰ τούτου, ὅτι οὐκ ἄκων παραγέγονεν ἐπὶ τὸ πάθος, ἀλλὰ μετὰ πολλῆς ἐπιθυμίας ὥστε παθεῖν ὑπὸ τοῦ κόσμου· οὐκ ἐσθίει δὲ αὐτὸ μετὰ τῶν Ἰουδαίων, ἀλλὰ μετὰ τῶν μαθητῶν αὐτοῦ μόνων, ἐπειδήπερ ἐκεῖνοι ἀνάξιοι ἦσαν τούτου διὰ τὴν ἐπίμονον ἀπιστίαν. Περὶ τοῦ εἰπεῖν αὐτὸν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως οὐαὶ τῳ ἀνθρώπῳ ἐκείνῳ δι’ οὑ παραδίδοται, καὶ ὅτι φιλονεικία ἐγένετο ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων ἕως “διάκονος,” προεγράφη. Ιωάννου Τοῦ Χρυσοστόμου. Εἰς τὸ τουτέστι παραδοῦναι ὑμῖν τὰ καινὰ πράγματα, καὶ Πάσχα δοῦναι καθ’ ὃ μέλλω πνευματικοὺς ποιεῖν.
Κυρίλλου Ἀλεξανδρείασ. Ἐν τῶ εἰς τὸ Εὐαγγέλιον οὕτω κεῖται, “οὐ μὴ πίω ἀπαρτὶ ἐκ τούτου τοῦ “γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίω “μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.”
Πρὸς ταῦτα ἀποκρίνεται Σευῆρος ὁ ἐπίσκοπος Ἀντιοχείας πρὸς Λεόντιον πρεσβύτερον γράφων οὕτω. “Τοῦτο διπλὴν τὴν ἀπόδοσιν “ἔχει καὶ τὴν ἐξήγησιν. Ὁ μὲν γὰρ ἁγιώτατος τῆς Κωνσταντινου- “πόλεως ἐπίσκοπος Ἰωάννης ἐκείνην καινὴν πόσιν τοῦ ποτηρίου “φησὶν, ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔπιεν μετὰ τῶν μαθητῶν “αὐτοῦ, τὸν ναὸν τοῦ σώματος τοῦ ἀναστάντος πιστούμενος, καὶ τὸ “τῆς φιλοδοξίας ἀνόσιον ἐξοστρακίζων δοξάριον. Ἱστόρηται γὰρ ὁ “θεοπέσιος Πέτρος ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων πρὸς Κορνή- “λιον εἰπὼν, “οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ
Σευήρου ἐκ Τοῦ Πρὸσ Ἰουλιανὸν Συντάγματοε κεφαλαίου. Ἕνα γὰρ ἄρτον ὁ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος ἐν τῷ μυστικῷ δείπνῳ τῆς ἱερουργίας τοῦ μεγάλου μυστηρίου, πρῶτος αὐτὸς ἀπαρχόμενος καὶ τοῖς Ἀποστόλοις τοῦτο παραδοὺς, λαβὼν ηὐλόγησε, καὶ δέδωκεν εἰς ὄνομα τοῦ ἰδίου θανάτου καὶ τῆς ἀναστάσεως, εἰπὼν, “τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν διδόμενον “εἰς ἄφεσιν ἁμαρτιῶν,” ὃ καὶ ἐσθίομεν καὶ ἀπαθὲς καὶ ἀθάνατον, καὶ ἀφθαρσίας πλῆρες, καὶ ἀναπιμπλᾷ ἡμᾶς τῆς αὐτῆς εὐλογίας καὶ ἀθανασίας, ὥσπερ τινὸς τῆς μελλούσης ἡμῖν ἐγγίγνεσθαι θείας χάριτος καὶ δυνάμεως τῆς ἀναστάσεως.
Τοῦ Χρυσοστόμου. αῦτα πάλιν καὶ ἀνακτώμενος ἔλεγεν, ἵνα μὴ νομίσωσιν ἀσθενείας εἶναι τὸ πρᾶγμα, καὶ τὸν προδότην διορθούμενος.
Περὶ τῶν φιλονεικησάντων τίς μείζων.
Τοῦ δεσπότου Χριστοῦ εἰπόντος ὅτι ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν “ὡς ὁ διακονῶν,” τίς οὕτως ἐστὶν ἀπηνὴς, ὡς μὴ πᾶσαν ἀποπτύσαι φιλοδοξίαν; Ὁ γὰρ ὑπὸ πάσης λογικῆς κτίσεως καὶ ἁγίας διακονούμενος, ὁ σύνθρονος καὶ συμβασιλεύων τῷ Θεῷ καὶ Πατρὶ, διακόνου τάξιν ἐπέχων, ἔνιψε τοὺς πόδας τῶν μαθητῶν· καὶ κἀς ἕτερον δὲ τρόπον διακονίας ἔχει τάξιν, τουτέστι κατὰ τὸν τῆς μετὰ σαρκὸς οἰκονομίας λόγον.
Τὸ δὲ “ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ “βασιλείᾳ μου” φησὶν, ὅτι οὐκ ἐν ἐδεσμάτων χρείᾳ ἐσόμεθα καὶ τραπέζης, ἀλλ’ ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων ὑποδείξαι τὰ πνευματικὰ βούλομαι, ὅτι ὥσπερ οἱ παρὰ τῶν ἐπὶ γῆς βασιλέων τὰς πρώτας ἔχοντες τιμὰς, συνέστιοι τέ εἰσιν αὐτοῖς καὶ ὁμότιμοι,
Κυρίλλου Ἀλεξανδρείασ. Ὤιετο μὲν ἴσως διαβολικῆς ἀπονοίας ἐπίμεστος ὣν ὁ Ἰούδας, δύνασθαι λαθεῖν τὸν ὄντα Χριστὸν, ἀλλ’ ἠλέγχετο πάνυ πονηρὸς ὣν, καίτοι τραπέζης ἀξιούμενος, καὶ τῆς θείας ἡμερότητος μέχρι παντὸς ἀπολαύσας, ὃ δὴ μάλιστα φορτικώτερον αὐτῷ τὴν κόλασιν ἀπειργάζετο. Οὐαὶ τοίνυν αὐτῷ κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ὁ μὲν γὰρ κατ’ εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρὸς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα παντὸς ἡμᾶς ἐξέληται κακοῦ· ὁ δὲ τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ταῖς τῶν φονευόντων χερσὶ παραδοὺς, τὴν διαβόλῳ πρεπωδεστάτην ἐκληρονόμησε δίκην.
Περὶ τῆς ἐξαιτήσεως τοῦ Σατανᾶ.
Διὰ τι τοὺς ἄλλους ἀφεὶς πρὸς τὸν Πέτρον μόνον εἴρηκε, “Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς σινιᾶσαι ὡς “τὸν σῖτον;” ἵνα παιδεύσῃ αὐτὸν, μὴ ἑαυτῷ θαρρεῖν, ἀλλὰ τοῖς παρ’ αὐτοῦ χαρίσμασι σεμνύνεσθαι. Τί δέ ἐστι “σινιᾶσαι;” θορυβῆσαι, ταράξαι, πειράσαι· ἔθος γὰρ τῷ Σατανᾷ, τοῖς εὐδοκιμοῦσιν ἐπιπηδᾷν, ὥσπερ καὶ τῷ Ἰώβ.
Ἐν τῷ εἰπεῖν, ὅτι “ἐγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ “πίστις σου,” ἔδειξεν ὅτι ὡς ἄνθρωπος πάλιν διαλέγεται, καίτοι Θεὸς ὣν τῇ φύσει, εἰ καὶ γέγονε σὰρξ, δεηθῆναι γὰρ κατὰ τὸ ἀνθρώπινον, φησίν· ὑπεμφαίνει δὲ διὰ τούτων ὡς εἴπερ ἐκδοθείη πρὸς πεῖραν τῷ Σατανᾷ, ἄπιστος γενήσεται παντελῶς, ὅπως γε καὶ μὴ ἐκδοθεὶς ἠσθένησε τῇ πίστει ἀρνησάμενος.
Ἐπάγει δὲ τὸ “ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου,” ἵνα μὴ εἰς ἀπόγνωσιν ἐμπέσῃ, μᾶλλον δὲ ἀγαθὴν ἐλπίδα κτήσεται.
Τὸ γὰρ “ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου,” τοῦτό ἐστι· γενοῦ στήριγμα καὶ διδάσκαλος τῶν διὰ πίστεως προσιόντων ἐμοί. οὐ γὰρ δὴ ἀποστερηθήσῃ, φησὶν, ἀρνησάμενος τοῦ ἀποστολικοῦ χαρίσματος, ὅπερ τῆς θείας ἐστὶ γαληνότητος καὶ τῆς ἀφάτου
Τοῦ Χρυσοστόμου. Ἐντεῦθεν μανθάνομεν δόγμα μέγα, ὡς οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἃν μὴ τῆς ἄνω ἀπολαύῃ ῥοπῆς, καὶ πάλιν οὐδὲν κερδανοῦμεν ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης· καὶ ταῦτα ἀμφότερα δείκνυσι Ἰούδας καὶ Πέτρος. οὐκ ἐναντία ἑαυτῷ νομοθετῶν ὁ Χριστός φησι· πρότερον μὲν ἔλεγε, “μὴ κτήσησθε πήραν,” καὶ τὰ ἑξῆς. Νῦν δέ φησιν “ὁ ἔχων “βαλλάντιον, ἀράτω ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω “τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν·” κατ’ ἀρχὰς μὲν γὰρ ἐκεῖνα προσέτασσε, ὅπως πεῖραν καὶ ἀπόδειξιν τῆς αὐτῶν δυνάμεως λαβόντες, ἐν τῷ μηδενὸς αὐτοὺς ὑστερεῖσθαι μετὰ θάρσους καὶ προθυμίας εἰς τὴν οἰκουμένην ἐξέλθωσιν ἅπασαν· πρὸς δὲ τὴν συμπλήρωσιν τῆς οἰκονομίας ἐρχόμενος, ταῦτα παρεκελεύετο ἵνα μὴ διὰ τέλους ἀργοὶ μένωσι, πενίας δὲ καὶ πείνας καὶ γυμνότητος πεῖραν λαβόντες, ἐν τούτοις τὴν οἰκείαν φιλοσοφίαν ἐνδείξονται, καὶ μὴ ὥσπερ δι’ ἀψύχων ὀργάνων ἐνεργεῖσθαι τὰ κατ’ αὐτοὺς νομίζωσιν· ἔτι δὲ καὶ ἵνα μὴ μετὰ ταῦτά τινες ἔχωσι λέγειν, ὅτι οὐδὲν παρ’ αὐτοῖς εἰσήνεγκαν ἐκεῖνοι, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Θεοῦ ῥοπῆς ἐγένετο, πρὸς δὲ τούτοις ἵνα καὶ μετριάζειν μάθωσι, τοῦτο ποιεῖ, καὶ ὅπως μὴ μείζονα ἣ κατὰ ἄνθρωπον λάβωσι δόξαν. Διὰ δὴ ταῦτα καὶ πολλῶ πλείονα τούτων, ἀφεὶς αὐτοὺς πολλοῖς τῶν ἀδοκήτων περιπίπτειν, οὐκ ἠβουλήθη ὑπὸ τὴν ἀκρίβειαν τῆς νομοθεσίας τῆς προτέρας αὐτοὺς ἀφεῖναι, ἀλλ’ ἐχάλασε καὶ ἀνῆκε τῆς φιλοσοφίας τὸν τόνον ἐκείνοις, ὥστε μὴ βαρύν τινα καὶ ἀφόρητον αὐτοῖς γενέσθαι τὸν βίον, πολλαχοῦ ἐγκαταλιμπανομένοις καὶ τὸν ἀκριβῆ νόμον ἐκεῖνον ἀναγκαζομένοις τηρεῖν.
Ἀγοράσαι δὲ μάχαιραν, φησὶ, τὴν ἔφοδον τῶν Ἰουδαίων τὴν κατ’ αὐτοῦ γνωρίσαι αὐτοῖς βουλόμενος, καὶ ὅτι μέλλουσιν αὐτὸν συλλαμβάνειν, καὶ τοῦτο φανερῶς μὲν οὐκ ἠθέλησεν εἰπεῖν, ὥστε μὴ θορυβῆσαι πάλιν αὐτούς· δι’ αἰνίγματος μέντοι τῆς μαχαίρας τὴν ἐνεστῶσαν αἰνίττεται ἐπιβουλὴν, καὶ ὅτι μέλλει πάσχειν παρὰ τῶν Ἰουδαίων ἅπερ ἔπαθε, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Εἰπὼν γὰρ “ἀγορασάτω μάχαιραν,” ἐπήγαγεν, “ὅτι δεῖ τὰ γε-
Εἰπόντων δὲ τῶν Ἀποστόλων, “Κύριε, ἰδοῦ μάχαιραι ὧδε δύο,” καὶ τὸ λεχθὲν μὴ συνιέντων, αὐτός φησιν, “ἱκανόν ἐστι,” καίτοι γε οὐκ ἦν ἱκανόν. Εἰ μὲν γὰρ ἀνθρωπίνης βοηθείας κεχρῆσθαι αὐτοὺς ἐβούλετο, οὐδὲ εἰ ἑκατὸν ἦσαν μάχαιραι, ἱκαναὶ ἦσαν· εἰ δὲ μὴ τοῦτο, καὶ δύο περιτταί· καὶ ὅμως οὐκ ἀπεκάλυψε τὸ αἴνιγμα. καὶ γὰρ πολλαχοῦ φαίνεται τοῦτο ποιῶν, ἐπειδὰν μὴ νοήσωσι τὸ λεχθὲν, παρατρέχει τοῦτο καὶ ἀφίησι, τῇ τῶν πραγμάτων ἐκβάσει τῶν μετὰ ταῦτα τὴν κατανόησιν τῶν εἰρημένων ἐπιτρέπων λοιπὸν, ὥσπερ καὶ ὅτε εἶπε, “λύσατε τὸν ναὸν τοῦτον,” καὶ τὰ ἑξῆς. Περὶ τοῦ προσεύξασθαι αὐτὸν πρὸ τοῦ πάθους προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
Ινα δὲ δείξῃ, ὅτι ἀληθινὸς ἦν ἄνθρωπος, καὶ οὐκ ἀπὸ τῆς θεότητος ἡ ἀγωνία γέγονεν, ἵδρωσε, καὶ ἐγένετο αὐτοῦ ὁ ἱδρὼς ὤσει θρόμβοι αἵματος, ὅπερ μυστηρίου τινὸς ἐστὶ τεκμήριον. Οὐδὲ γὰρ εἰ σφόδρα δειλότατός ἐστι καὶ ἀγεννὴς, αἵματος ἔμελλε νοτίσιν ἐξ ἀγωνίας μόνης ὥσπερ ἰκμάσι ἱδρῶτος παρὰ φύσιν ὑγραίνεσθαι, ἀλλ’ εὐδόκησε τοῦτο γενέσθαι ἐν ἑαυτῷ, ὅπως τῆς ἡμετέρας φύσεως ὥσπερ ἀναξηράνῃ καὶ ἐξοικίσῃ τὴν τῆς δειλίας πηγὴν.
Ὤφθη δὲ αὐτῷ Ἄγγελος ἐξ οὐρανοῦ ἐνισχύων αὐτὸν, οὐχ ὅτι τῆς ἰσχύος τοῦ Ἀγγέλου ἐπεδέετο, ὁ ὑπὸ πάσης ὑπουρανίου δυνάμεως φόβῳ καὶ τρόμῳ προσκυνούμενος καὶ δοξαζόμενος, ἀλλ’ ἵνα πληρωθῇ τὸ ἐν τῇ μεγάλῃ ᾠδῇ ὑπὸ τοῦ Μωϋσέως εἰρημένον, “καὶ “ἐνισχυσάτωσαν αὐτὸν πάντες υἱοὶ Θεοῦ,” τουτέστι διὰ τὴν ὑπερβολὴν τῆς θαυμασιότητος δοξολογῶν αὐτὸν ὁ Ἄγγελος ἔλεγε πρὸς Κύριον· Σή ἐστιν ἡ ἰσχὺς, δέσποτα, σὺ γὰρ ἴσχυσας κατὰ θανάτου καὶ κατὰ τοῦ ᾅδου καὶ κατὰ τοῦ διαβόλου, ἐλευθέρωσας τὸ γένος τῶν ἀνθρώπων ἐξ αὐτῶν.
Φωνῇ παροιμίας λέγεται ἐπὶ τῶν σφόδρα λυπουμένων καὶ ἀγωνιώντων, “αἵματι ἵδρω,” ὥσπερ καὶ ἐπὶ τῶν πικρῶς ὀδυρομένων, “αἵματι κλαίει.” εἰ μὲν οὖν κατὰ τοῦτόν τις πεπαρῳδῆσθαι νομίσ(??)ι τὸν τρόπον, οὐδὲ γὰρ τῶν τοιούτων μαθημάτων ὁ ἀνὴρ ἀνήκοος, οὐ
Ἀπολιναρίου. Σημεῖον τὸ φίλημα δέδωκεν ὁ προδιδοὺς, τὸ καὶ μᾶλλον πλησιᾶσαι δύνασθαι κατὰ τὴν συνήθειαν, καὶ ὁ Κύριος φιλοῦντα μὲν αὐτὸν οὐκ ἀπεστράφη, τῇ τε συνήθει πραότητι καὶ προσελέγχων. Ἔδειξε δὲ αὐτῷ, ἵνα μὴ νομίζῃ λανθάνειν, ὅτι οὐκ ἐπὶ τούτῳ αὐτὸν δέχεται, ὅπερ σχηματίζεται διὰ τοῦ φιλήματος, ἀλλ’ ἐπ’ ἐκεῖνο, ἐφ’ ὅπερ ἥκει καὶ βούλεται τοῦ ἐπιτελέσαι.
Τοῦ Χρυσοστόμου. Ἄξιον ζητῆσαι τίνος ἐβάστασαν, καὶ πόθεν ἦσαν ἐκεῖ μάχαιραι; ἀπὸ δείπνου ἦσαν καὶ τραπέζης ἐξεληλυθότες· εἰκὸς οὖν καὶ μαχαίρας εἶναι ἐκεῖ διὰ τὸ ἀρνίον· τούτους δὲ ἀκούσαντας ὅτι ἥξουσι τινὲς ἐπ’ αὐτὸν λαβεῖν εἰς βοήθειαν ὡς πολεμήσοντας ὑπὲρ τοῦ διδασκάλου, ὃ τῆς ἐκείνης γνώσεως ἦν μόνον. Διὸ καὶ ἐπιτιμᾶται Πέτρος αὐτῇ χρησάμενος μετὰ σφοδρᾶς τῆς ἀπειλῆς· καὶ οὐκ ἀφῆκέν τινα βλάβην γενέσθαι Χριστός· ἰάσατο γὰρ αὐτὸν, καὶ θαῦμα ἐπεδείξατο, ἱκανὸν καὶ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὴν δύναμιν ἐμφῆναι, καὶ τὴν τοῦ μαθητοῦ φιλοστοργίαν τε καὶ πραότητα. Καὶ γὰρ ἐκεῖνο φιλοστόργως καὶ τοῦτο πειθηνίως. Ἀκούσας γὰρ “βάλε [*](a Quædam excidisse)
Ἀπολιναρίου. τοῦτό ἐστιν ὅτι συγχωρήσεως καιρὸς καὶ ἡ ἐξουσία του σκότους. Τίτου Βοστρῶν. Ὅτε θέλω κρατοῦμαι, φησὶν, ἐγὼ γὰρ νῦν θέλω, αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα, καὶ ἡ ἐξουσία τῆς ἁμαρτίας ὑμῶν. Τοῦ Χρυσοστόμου. Ἰστέον ὅτι οὔτε ἤσθετο τοῦ πτώματος ὁ Πέτρος, καὶ τοῦτο δηλῶν ὁ Λουκᾶς φησιν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὀ χριστὸς, δείκνυς ὅτι οὐ μόνον ἠρνήσατο, ἀλλ’ οὐδὲ ἐπεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος· ἀλλ’ ἐδεήθη πάλιν τῆς τοῦ διδασκάλου ὑπομνήσεως, καὶ τὸ βλέμμα αὐτῷ γέγονε ἀντὶ φωνῆς, οὔπω περιδεὴς ἦν. ὁ δὲ Μάρκος φησὶν, ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρύων, ὅτε δὲ τρίτον καὶ τελευταῖον, ἀκριβέστερον ἐξηγούμενος τοῦ μαθητοῦ τὴν ἀσθένειαν, καὶ τὸ σφόδρα αὐτὸν ἀποτεθνηκέναι τῷ δέει, καὶ ταῦτα πη αὐτοῦ τοῦ διδασκάλου μαθὼν ἔγραψε· καὶ γὰρ φοιτητὴς ἦν Πέτρου. σύμφωνα δὲ τὰ παρὰ τοῦ Ματθαίου καὶ Μάρκου, εἰ καὶ δοκεῖ ἐναντία εἶναι. Ἐπειδὴ γὰρ καθ’ ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρύων, δηλῶν ὁ Μάρκος ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε καὶ εἰς μνήμην ἤγαγε, τοῦτό φησιν· ὥστε ἀμφότερα ἀληθῆ. πρὶν ἣ γὰρ τὴν τρίτην ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλέκτορα, τρίτον ἠρνήσατο, μόνου δὲ ὑπὸ τοῦ Χριστοῦ τῆς ἁμαρτίας ἀναμνησθεὶς, οὐδὲ κλαῦσαι ἐτόλμα φανερῶς, ἀλλ’ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς.
Κυρίλλου Ἀλεξανδρείασ. Ἠσθένησε κατὰ τὴν πρόρρησιν τοῦ Χριστοῦ μακάριος Πέτρος, καὶ ἠρνήσατο τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, καὶ οὐχ ἅπαξ, ἀλλὰ τρὶς, καὶ ἐνώμοτον ἐποιεῖτο τὴν ἄρνησιν. Ἔφη γὰρ ὁ Ματθαῖος, “ὅτι ἤρξατο καταναθεματίζειν “καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.” Πειρῶνται μὲν οὖν τινὲς, ὀμωμοκέναι κατὰ τὸν Ματθαῖον, οὐκ οἶδεν ἄνθρωπον γεγονότα τὸν Ἰησοῦν, τοῦτο δὲ ἄπιστον. Πῶς γὰρ αὐτὸν οὐκ ἠρνήσατο τῆς μετὰ σαρκὸς οἰκονομίας ἀνατρέπων τὸ μυστήριον· ᾔδει γὰρ κα· ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· καὶ γοῦν ὡμολόγησεν ἐναργῶς, “ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ “τοῦ ζῶντος,” καὶ οὐχ ὡς ἕνα τῶν καθ’ ἡμᾶς Υἱὸν αὐτὸν εἶναι Θεοῦ
Τοῦ Αὐτοῦ. Πρέποι ἃν εἰπεῖν ὅπερ ἔφη τις τῶν ἁγίων “ἐξέστη ὁ οὐρανὸς ἐπὶ τοῦτο, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα “λέγει Κύριος.” ὁ γῆς τε καὶ οὐρανοῦ Κύριος, ὁ τῶν ὅλων γενεσιουργὸς καὶ τεχνίτης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὡς εἷς ἐξ ἡμῶν ἀτιμάζεται, καὶ διακαρτερεῖ τυπτομενος, καὶ τὸν ἐκ τῶν ἀσεβῶν ὑπομένει γέλωτα, τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξικακίας ἑαυτὸν παρατιθείς. Ὁ γὰρ ἐτάζων καρδίας καὶ νεφροὺς, ὁ προφητείας πάσης δοτὴρ, πῶς ἂν ἠγνόησε, τίς ἐστιν ὁ παίσας αὐτόν; Ἀνισχούσης ἡμέρας τὸ δυσσεβὲς καὶ πάσης ἀνομίας μεστὸν συνήγερται βουλευτήριον, καὶ εἰς μέσον ὁ Μωϋσέως καὶ προφητῶν δεσπότης ἀθέσμως ἐξυβριζόμενος παρεκομίζετο· ἐπυνθάνοντο δὲ εἰ αὐτὸς ἔστιν ὁ Χριστός ἀλλ’ εἴποι τις ἃν πρὸς αὐτοὺς, εἰ μὲν ἀγνοῶν ἐρωτᾷς, οὐκ ἔδει σε πρὶν τὸ ἀληθὲς μαθεῖν, τύπτειν καὶ ὑβρίζειν αὐτὸν, μήπως Θεῷ προσκρούσῃς· εἰ δὲ ὑποπλάττεις τὴν ἄγνοιαν, εὖ εἰδὼς αὐτὸν ὄντα Χριστὸν, ἀκούσεις οὖν τοῦ ἱεροῦ γράμματος, “Θεὸς οὐ μυκτηρίζεται,” διὸ καὶ Χριστὸς πρὸς αὐτούς· “ἐὰν ὑμῖν εἴπω” καὶ τὰ ἑξῆς· ποῦ γὰρ ἀκούσαντες ἐπιστεύσατε; ποῦ δὲ ἐρωτώμενοι ἐσιγήσατε; Ἐλέγχοντος ἦν αὐτοὺς τὸ εἰρημένον, ὅτι οὐ παντελῶς διαλέληθεν αὐτοὺς τὸ πρᾶγμα διὰ τὴν ἐκ τῶν σημείων ἐπίγνωσιν. Πόθεν γὰρ τὸ λέγειν τοῦτον μόνον Χριστὸν, ὅπερ ἐφ’ ἑτέρῳ οὐκ εἰρήκασιν;
Κυρίλλου Ἀλεξανδρείασ. Ἀπήγαγον Πιλάτῳ τὸν Ἰησοῦν· παρεδέθησαν καὶ αὐτοὶ ταῖς τῶν Ῥωμαίων στρατιαῖς, καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ’ αὐτοῖς προεπηγγελμένα, “οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβή- “σεται αὐτῷ·” ὁ δὲ, “καθὼς ἐποίησας, οὕτως ἔσται σοὶ τὸ ἀντα- “πόδομά σου, ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου.” Τί δὲ δὴ καὶ Πιλάτῳ, φασὶ, τὰς κατὰ τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ, συντιθέντες συκοφαντίας; “τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος “ἡμῶν, καὶ κωλύοντα φόρους διδόναι Καίσαρι.” Ποῦ κεκώλυκε φόρους διδόναι Καίσαρι; καίτοι πεπόμφατε πρὸς αὐτὸν ἐξ ἑαυτῶν τινας μετὰ τῶν καλουμένων Ἡρωδιανῶν πειράζοντάς τε καὶ λέγοντας, “διδάσκαλε, ἔξεστι φόρους διδόναι Καίσαρι, ἣ οὔ;” εἶτα πρὸς ταῦτα Χριστός· ἐπιδείξατέ μοι, φησὶ, νόμισμα τοῦ κένσου, εἴρετό τε, τίνος ἔχει εἰκόνος ἐπιγραφὴν τὸ προσοισθὲν δηνάριον; ὡς δὲ Καίσαρος ἔφασκον, ἀπόδοτε, φησὶ, “τὰ Καίσαρος Καίσαρι “καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” Ποῦ τοιγαροῦν κεκώλυκε φόρους διδόναι Καίσαρι; ἀλλ’ εἰσῆν αὐτοῖς ὁ σκοπὸς τὸ καταγαγεῖν εἰς θάνατον τὸν ἀναφέροντα πρὸς ζωὴν, πλὴν ἠλέγχοντο καὶ ἀνδρὸς εἰδωλολάτρου γεγονότες δυσσεβέστεροι. Ὁ μὲν γὰρ Πιλάτος παντὸς αἰτιάματος ἀπήλλαττε τὸν Ἰησοῦν, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ τρίς· οἱ δὲ ἐπίσχυον λέγοντες, ἀνασείει τὸν λαὸν, συκοφαντιῶν ἑτέρας συλλέγοντες ἀφορμάς· καὶ ὅτι μὲν ἐδίδασκε, φασὶν, σεσιγήκασι δὲ τῆς διδασκαλίας τὸν τρόπον, δεδιότες ποῦ μὴ ἄρα πῶς καὶ αὐτὸς ὁ Πιλάτος εὑρεθῇ τοῖς πιστεύουσιν ἐναρίθμιον, πλὴν καὶ ταῦτα ἃ λέγουσιν, ἐπετίμα Πιλάτος, ἀπολογούμενός τε καὶ λέγων, “οὐδεμίαν αἰτίαν εὕρηκα ἐν αὐτῷ,” καὶ τὰ ἑξῆς.
Κατηγορεῖτο μὲν ὑπὸ τῶν Ἰουδαίων ὁ Χριστός· ἦν δὲ ἄπιστος ἡ κατηγορία, τοῦ πράγματος φωνὴν ἐναντίαν τοῖς κατηγόροις ἀφιέντος· οὔτε γὰρ φόρον ἐκώλυσε Καίσαρι διδόναι ποτὲ, μᾶλλον μὲν οὖν καὶ ἐπέτρεψε λέγων, “ἀπόδοτε τὰ Καίσαρος Καίσαρι,
Ἐξουθένησις Ἡρώδου.
Ἐκπεμφθεὶς δὲ πρὸς Ἡρώδην ὑπὸ Πιλάτου, οὐκ ἀπεκρίθη τῷ Ἡρώδῃ ἐρωτώμενος ὑπ’ αὐτοῦ, ἐπειδὴ οὐκ ἔδει πρὸς ἄνθρωπον ἀποκρίνεσθαι μηδὲν ἄξιον ἀποκρίσεως ἔχοντα· ἄλλως τε δὲ οὐδὲ διδασκαλίας ἦν ὁ καιρὸς, οὐδὲ ἐπιδείκνυσθαι σημείων δύναμιν πρέπον ἦν τῷ πρὸς τεραστίων ὄψιν φιλοθεάμονι μᾶλλον ἣ σημεῖα δυνάμεως θεῖα ἰδεῖν βουλομένῳ· ὅθεν σιωπῆς ἰδὼν τὸν καιρὸν ἐσιώπα.
Χλευάζει μέντοι τὸν σεμνὸν καὶ τίμιον ὁ ἀναίσθητος, μαρτυρεῖ δὲ δι’ ὣν χλευάζει ὅτι μηδὲν ἄδικον ἔπραξεν ὁ Χριστός οὐ γὰρ ἐσθῆτος a ἔδει λαμπρᾶς ἐπὶ τοῦ κακόν τι δεδρακότος ἣ εἰρηκότος, ὅθεν Ἰουδαῖοι καὶ οὕτω καταισχύνονται ἐκ τοῦ δικαστηρίου καὶ τῆς κατηγορίας ἀυτῶν· ἀπιόντος του κατηγορουμένου μέτα λαμπρᾶς ἐσθῆτος a, εἰ καὶ διαπαίζων Ἡρώδης ἐποίει τοῦτο, οὐκ ἃν δὲ τοῦτο διεπράξαντο, εἴπερ ἦν ὀργῆς ὁ καιρός. Μαρτυρεῖ δὲ καὶ ὁ Πιλάτος, ὅτι ψῆφος ἦν αὕτη τοῦ Ἡρώδου μὴ ἠδικηκέναι τὸν Κύριον, ἐξ ὧν φησι πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας, ὅτι “προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν “λαὸν, καὶ ἰδοὺ, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνω, οὐδὲν εὗρον ἐν τῷ “ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε αὐτοῦ, ἀλλ’ οὐδὲ Ἡρώδης” καὶ τὰ ἐξῆς.
ἘΞ ἀνεπιγράφου. Κατηγορεῖτο ὑπὸ γραμματέων, καὶ ἄπιστος ἡ κατηγορία, τοῦ πράγματος φωνὴν ἐναντίαν τοῖς κατηγόροις [*](a αἰσθῆτος Cod.)
Κυρίλλου Ἀλεξανδρείασ. τοῦ κρίνειν λαχόντος ἐλευθεροῦντος αὐτὸν, θανάτου ψῆφον ὑποστῆναι παρακαλοῦσι τὸν πάσης εὐσεβείας καθηγητὴν καὶ διδάσκαλον, ἵνα ἔτι φορτικωτέραν ὑπομείνωσι κόλασιν· ἀνέκραγον γὰρ παμπληθεὶ λέγοντες “αἶρε τοῦ- “τον, ἀπόλυε δὲ ἡμῖν τὸν Βαραββᾶν,” ἰδοὺ δὴ σαφῶς “τὸν “ἅγιον καὶ δίκαιον ἠρνήσαντο, καὶ ᾐτήσαντο ἄνδρα φονέα χαρι- “σθῆναι αὐτοῖς, ἵνα τῆς ἐκείνου μερίδος ἔσονται κοινωνοὶ,” ὃ δὴ καὶ συνέβη παθεῖν αὐτούς· δέδονται γὰρ εἰς ὄλεθρον καὶ σφαγήν. ἐπεφώνησαν γὰρ, φησὶν, λέγοντες, “αἶρε, αἶρε, σταύρωσον αὐτὸν,” ταύτην αὐτῶν τὴν ἀνοσίαν καταβοὴν ᾐτιᾶτο λέγων ὁ Κύριος διὰ φωνῆς Ἱερεμίου· “ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν “κληρονομίαν μου, δέδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας “ἐχθρῶν αὐτῆς· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς διὰ τοῦτο ἐμίσησε.
Τοῦ Αὐτοῦ. Ἔφη που περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος ὁ προφήτης Ἡσαΐας, “οὐαὶ αὐτοῖς ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ· “δείλαιοι εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἐλυτρωσάμην “αὐτοὺς, αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψευδῆ”—καὶ πάλιν, “πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δι’ ἀπαιδευσίαν γλώσ- “σης αὐτῶν.” “ἐπέκρινε τοίνυν,” φησὶν, “ὁ Πιλάτος γενέσθαι “τὸ αἴτημα αὐτῶν,” καὶ νίκην νενικήκασι ὀλέθρου μητέρα· καὶ ἄγεται μὲν ὁ Σωτῆρ’ ἐπὶ τὸ σωτήριον πάθος· Σίμωνι δὲ, φησὶ, Κυρηναίῳ ἐπέθηκαν τὸν σταυρὸν αὐτοῦ. ἕτερος δὲ τῶν ἁγίων Εὐαγγελιστῶν καὶ αὐτὸν ἔφη τὸν Ἰησοῦν βαστάσαι τὸ ξύλον.