Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

Περὶ τῶν κοπτομένων γυναικῶν.

Δι’ ἣν αἰτίαν θρηνούσας τὰς γυναῖκας ὅτε ἐπὶ τὸν σταυρὸν ὡς τροπαιοῦχος ἀπῄει Χριστὸς, οὐ μόνον οὐκ ἀπεδέξατο, ἀλλὰ καὶ ἐπετίμησε; διὰ τὸ ἑκουσίως πάσχειν αὐτόν· τῷ μὲν γὰρ ἄκοντι πάσχοντι ἡ συμπάθεια παράκλησιν φέρει, τῷ δὲ ἑκόντι ὕβριν. Ἐπεὶ οὖν ἐκεῖναι, τὸν εὐφημεῖσθαι καὶ κροτεῖσθαι δίκαιον ὄντα, ὡς τὸν θάνατον σβέσαντα καὶ τὸν διάβολον ἐκνευρίσαντα, ἐθρήνουν κοπτόμεναι, διὰ τοῦτο ἐπετίμησέ τε αὐταῖς, καὶ τὰ μέλλοντα συμβήσεσθαι προεμήνυεν, ἅπερ κατασκήψαντος τοῦ πολέμου τῶν Ῥωμαίων τῇ χώρᾳ τῶν Ἰουδαίων πέρας ἔλαβε.

Ξύλον ὑγρὸν ἑαυτὸν λέγει, διὰ τὴν ἐν τῷ σώματι αὐτοῦ θείαν ζωὴν τὴν ἀμάραντον καὶ ἀκατάλυτον, καὶ διὰ τὸ ἔγκαρπον καὶ εὐθαλές· καρποὶ γὰρ ἦσαν αὐτοῦ αἱ ζωοποιοὶ μυσταγωγίαι καὶ παραινέσεις. ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν, εἰ οὑν ἐμὲ, φησὶ, τὸν τοιοῦτον δειναῖς περιβεβλήκασιν ἀτιμίαις οἱ Ῥωμαίων στρατιῶται, καὶ ὁ τούτων στρατηγὸς Πιλάτος, τί δράσουσι ὑμῖν τῷ ξηρῷ καὶ ἀκάρπῳ ξύλῳ, τῷ λαῷ τῶν Ἰουδαίων, προσπολεμοῦντα τὰ τῶν Ῥωμαίων στρατεύματα, μηδὲν ἐπ’ αὐτῷ τῷ λαῷ τῶν Ιουδαίων δηλονότι τὸν τεθαυμασμένον καὶ καρπὸν δικαιοσύνης

167
ἐχόντων βλέποντες, ἐφ’ οἷς ἦν εἰκὸς φειδοῦς καὶ τιμῆς ἀξιωθῆναι τῆς παρ’ αὐτῶν· μᾶλλον δὲ κατακαύσουσιν ὑμᾶς ὥσπερ ξύλον ξηρὸν, ἤγουν πολιορκήσουσι καὶ αἰχμαλώτους λήψονται καὶ ἀποκτενοῦσι, δηλονότι τῆς εἰς αὐτὸν τὸν Σωτῆρα δυσσεβείας ἕνεκα. Περὶ τοῦ σταυρωθῆναι τὸν δεσπότην Χριστὸν ἕως “ἦν δὲ “καὶ ἡ ἐπιγραφὴ ἐπ’ αὐτῷ, ὁ βασιλεὺς τῶν Ἰουδαίων,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Περὶ τοῦ μετανοήσαντος λῃστοῦ.

Ὁ μὲν οὖν Ματθαῖος καὶ Μάρκος ἐπειγόμενοι πρὸς ἕτερα, εἰπόντες ἕως οὗ ὠνείδιζον αὐτὸν οἱ λῃσταὶ, τὰ λοιπὰ τῆς ἱστορίας τὰ περὶ τὸν σταυρὸν παρέλιπον. Λουκᾶς δὲ ἀφέμενος τῶν προτέρων, ὡς παρὰ τοῖς ἄλλοις εἰρημένων, τὰ παραλειφθέντα ἐκείνοις, τουτέστι τοῦ ἑνὸς λῃστοῦ τὴν ἐπίγνωσιν ἱστορεῖ, ἀπὸ τῆς φωνῆς ἀρξάμενος ἦν ὁ Κύριος εἶπε· “Πάτερ, ἄφες αὐτοῖς, οὐκ οἴδασι τί “ποιοῦσιν,” ἀφ’ ἧς εἰκὸς ἦν, καθάπερ εἴρηται, τὸν ἕτερον τῶν λῃστῶν ἐλθεῖν εἰς κατάνυξιν.

Πῶς Ματθαῖος μὲν καὶ Μάρκος τοὺς δύο λέγουσι λῃστὰς ὀνειδίσαι τὸν Κύριον, Λουκᾶς δὲ τὸν ἕνα; ἐν ἀρχῇ μὲν οἱ δύο λῃσταὶ παραπλήσια τοῖς Ἰουδαίοις ἐφθέγγοντο, χάριτι τῇ πρὸς αὐτούς· ἴσως τινὰ πη αὐτῶν βοήθειαν ἐντεῦθεν προσδοκῶντες εἰς ἄφεσιν. Ἐπειδὴ δὲ ἅπερ προσεδόκων παρὰ τῶν Ἰουδαίων ἥργησαν, θάτερος τῶν λῃστῶν, αὐτός τε ἀνένηψε, καὶ τὸν ἄλλον εἰς τοῦτο προετρέπετο·

Πόθεν δὲ ἐκεῖνος ἀνένηψεν, οὔπω γὰρ ἦν τὰ κατὰ τὸν σταυρὸν θεασάμενος θαύματα; ἐκ τῶν λόγων ἴσως ὧν περ ὁ Κύριος Ἰησοῦς παρρησίᾳ πρὸς τὸν Θεὸν, ὡς πρὸς Πατέρα, ἐφθέγξατο λέγων, Πάτερ, ἄφες αὐτοῖς οὐ γὰρ οἴδασι τι ποιοῦσιν ὡς γὰρ ἴσος ἴσῳ διαλεγόμενος καὶ πατέρα ἐκάλει, καὶ, “ἄφες,” σὺν πολλῇ παρρησίᾳ ἔλεγεν. Οὐ γὰρ εἰπε, Κύριε, παρακαλῶ σε, συγχώρησον αὐτοῖς, δεικνὺς ὅτι τὰ εἰς αὐτὸν ἐφ’ ὕβρει λεγόμενα, εἰς βλασφημίαν τοῦ Πατρὸς ἀνατρέχουσι, διὰ τὸ τῆς θεότητος ὁμοούσιον.

Πῶς δὲ ἡ δεσπότου ἡμῶν Θεοῦ πεπλήρωται ὑπόσχεσις, ἡ

168
πρὸς τὸν λῃστὴν, εἰρηκότος πρὸς αὐτὸν, “σήμερον μετ’ ἐμοῦ ἔσῃ “ἐν τῷ παραδείσῳ;” πληρῶν τὰ πάντα τῇ θεότητι, καὶ ἐν τῷ σταυρῷ ἦν διὰ τὴν σάρκα, καὶ ἐν τῷ οὐρανῷ διὰ τὴν θειότητα, καὶ πάλιν καταβὰς ἀπὸ τοῦ σταυροῦ, καὶ ἐν τῷ ᾅδῃ ὑπῆρχεν, καὶ τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε τῇ παρουσίᾳ τῆς θεότητος· τάχα δὲ πρῶτον τὸν λῃστὴν τὸν εἰς αὐτὸν πιστεύσαντα.

Τοῦ ἁγίου Τίτου Βοστρῶν. Σήμερον πολλάκις ἐν τῇ τῇ υραφῇ, καὶ ἐπὶ ὅλον παρατείνει τὸν ἑστηκότα αἰῶνα, ὥσπερ καὶ ἐν τῷ “ἐφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον “ἡμέρας,” καὶ “οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας.” παρηγγέλλετο οὖν τῷ ἀξιώσαντι μνησθῆναι αὐτοῦ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τὸ ἐν τῷ ἐνεστηκότι αἰῶνι πρὸ τοῦ μέλλοντος ποιῆσαι αὐτὸν γενέσθαι ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.

Σευήρου ἀπολογ. b τινές φασι, πῶς ἃν εἴποιμεν εἰσεληλυθέναι τὸν λῃστὴν εἰς τὸν παράδεισον, τοῦ Ἀποστόλου Παύλου τοὺς ἀπ’ αἰῶνος ἀπαριθμησάμενος δικαίους ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ, δικαιωθέντας διὰ τῆς πίστεως, καὶ ἐπαγαγόντος, “καὶ “οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο “τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψα- “μένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι;” καὶ τινὲς λέγουσι ὡς ὁ Ἀπόστολος οὐκ ἐν οἱς ἀπηριθμήσατο καὶ τὸν λῃστὴν συνηρίθμησεν, ἀλλ’ ἐσιώπησεν αὐτὸν, ὡς τῶν ἐπηγγελμένων ἤδη τυχόντα, καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς καὶ ἀπροσδιορίστως, “πάντες οἱ “μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας,” ἀλλ’ εἶπε, “καὶ οὗτοι πάντες πρὸς τοὺς ἀπηριθμημένους δεικτικῶς ἀναφέρων τὸν λόγον, οἱς ὁ λῃστὴς οὐ συνηρίθμητο. ἕτεροι δὲ ἔφασαν, μηδέ πὼς τὸν λῃστὴν τετυχηκέναι τῆς ἐν τῷ παραδείσῳ. Αὐτὸς γὰρ γὰρ εἶπεν, “ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, “οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν·” ἔστι γὰρ καὶ τοιοῦτον εἶδος, φησὶν, ἐν τοῖς τοῦ Κυρίου ῥήμασιν, ἐν οἷς περὶ τῶν ἔσεσθαι μελλόντων ὡς ἤδη γεγενημένων διέξεισιν, ὡς ὅταν λέγῃ, “ὁ δὲ μὴ “πιστεύων, ἤδη κέκριται·” καὶ πάλιν, “ἀμὴν, λέγω ὑμῖν, ὅτι ὁ “τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν, “καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου [*](b Leg., credo, ἈΠΟ ΛΟΓ. Numerua Sermonis excidit.)

169
“εἰς τὴν ζωήν.” ἄλλοι δὲ πρὸς τούτοις τὴν ἔννοιαν καὶ τὸ ῥητὸν ἐκμάζονται c. λέγουσι γὰρ δεῖν ὑποστίζοντας ἀναγινώσκειν, “ἀμὴν λέγω σοι σήμερον, εἴς οὕτως ἐπιφέρειν τὸ “μετ’ ἐμοῦ ἔσῃ “ἐν τῷ παραδείσῳ,” ὡς εἰς τὸν μέλλοντα χρόνον δοκεῖν ἀφορᾷν τὴν ὑπόσχεσιν. ἀλλὰ ταῦτα μὲν οὗτοι.

Τὸ δὲ ἀληθὲς τῆς ἐξηγήσεως, τοῦτό ἐστι. τὰ ἐπηγγελμένα ἡμῖν ἀγαθὰ βασιλεία ἐστὶν οὐρανῶν, οὐχὶ ἡ εἰς τὸν παράδεισον εἴσοδος ἣ ἡ ἐπάνοδος· ὅθεν καὶ προσεύχεσθαι καὶ λέγειν προσέταξεν ὁ Κύριος, “ἐλθέτω ἡ βασιλεία σου,” οὐχ ἡ τοῦ παραδείσου διατριβή. ἀλλ’ ἴσως ἐρεῖ τις ὡς ταὐτόν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ ὁ παράδεισος, δύο προσηγοριῶν οὐσῶν περὶ ἓν πρᾶγμα τὸ ὑποκείμενον. ἀλλ’ ἡ τῶν ἱερῶν γραμμάτων διδασκαλία δείκνυσιν, ὡς οὐ ταὐτόν ἐστιν, ἀλλ’ ἑκατέρου πολὺ τὸ διάφορον. Τὰ μὲν γὰρ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἡτοιμασμένα τοῖς ἀγαπῶσι τὸν Κύριον ἀγαθὰ, “οὔτε ὀφθαλμὸς εἶδε, οὔτε οὖς ἤκουε, οὐδὲ ἐπὶ “καρδίαν ἀνθρώπου ἀνέβη,” καθὰ καὶ ὁ θεσπέσιος γράφει Παῦλος.

Τὸν δὲ παράδεισον καὶ ὀφθαλμὸς εἶδε τοῦ Ἀδὰμ, καὶ οὖς ἤκουεν· ἤκουσε γὰρ “ἀπὸ παντὸς ξύλου ἐν τῷ παραδείσῳ βρώσει φάγῃ,” εἰ καὶ τοῦ ἑνὸς ξύλου τὴν μὲν θέαν εἶχε, τὴν δὲ βρῶσιν οὐκ ἐπετέτραπτο. καὶ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, προσετάττετο γὰρ ἐργάζεσθαι τὸν παράδεισον· ἡ δὲ ἐργασία τοῦ παραδείσου βάναυσός τις οὐκ ἀλλ᾿ ἀλλ’ εἶχε λογικὴν εὐφροσύνην ἀναμεμιγμένην καὶ ἐννοιῶν θείων ἀπόλαυσιν· σιωπῶν γὰρ τὴν ἁρπαγὴν ᾗ ἡρπάγη Παῦλος ἐκεῖσεν, ἐπείπερ αὐτὸς εἶπεν, “εἴτε ἐν σώματι, εἴτε “ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα.”

Ὥστε ὁ λῃστὴς τοῦ μὲν παραδείσου τετύχηκεν· ἀψευδὴς γὰρ ὁ εἰπὼν, “σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ·” τὰ δὲ ἐν ἐλπίσι τῆς βασιλείας τῶν οὐρανῶν ἀγαθὰ μετὰ τῶν ἀπ’ αἰῶνος δικαίων οὐκ ἐκομίσατο, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι· ὅτι γὰρ τὰ ἀγαθὰ τὰ ἐν ἐπαγγελίαις ἡμῶν ἀποκείμενα οὐδὲν ἕτερόν ἐστιν ἣ βασιλεία τῶν οὐρανῶν, πολλαχόθεν μὲν ἐστὶν συνιδεῖν, μάλιστα δὲ ἐκ τῶν ῥημάτων ἐκείνων, ὧνπερ ὁ Κύριος ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ ἀναγέγραπται λέγων τοῖς ἑαυτοῦ μαθηταῖς, “ὑμεῖς δέ [*](c Leg. ἐκβιάζονται.)

170
“ἐστε οἱ διαμεμενηκότες ἐν τοῖς πειρασμοῖς μετ’ ἐμοῦ, κἀγὼ “διατίθημι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα “ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου.” Εχομεν δὲ πρὸς τῇ ἐπηγγελμένῃ βασιλείᾳ καὶ τὸν παράδεισον, ὅστις χωρὶς d ἐστὶ πνευματικῆς ἀναπαύσεως· θαυμάσαι οὖν ἐστὶ τοῦ Κυρίου τὰς πανσόφους οἰκονομίας, ὧν μετρίως τινὰς ἐμφάσεις δεδείγμεθα, τὸν ἐπ’ αὐταῖς εἰπεῖν τελείως λόγον οὐκ ἔχοντες· τοῦ γὰρ λῃστοῦ τοιαύτην πίστιν ἐπιδειξαμένου, καὶ τοῦ μὲν ἄλλους τῶν ἥλων καταφρονήσαντος, προσπεπερόνητο γὰρ τῷ ξύλῳ χεῖρας καὶ πόδας, καὶ τὰ ἐν ποσὶν ἅπαντα ὑπερβάντος, πρὸς δὲ τὰς μελλούσας ἀναπτερωθέντος ἐλπίδας, καὶ κράξαντος τὴν ἐξαίσιον καὶ ὑπὲρ ἄνθρωπον ἐκείνην φωνὴν “μνήσθητί μου, Κύριε, ὅταν “ἔλθῃς ἐν τῇ βασιλείᾳ σου,” ὁ τῶν ἡμετέρων διανοιῶν ἐξεταστὴς ἀκριβὴς, τῆς πίστεως αὐτοῦ θαυμάσας τὸ μεγαλοπρεπές τε καὶ ὑψηλὸν, ἐκ τῶν αὐτίκα μάλα ἐσομένων πρὸς τὴν ἐλπίδα τῶν μελλόντων αὐτὸν ἐβεβαίωσεν εἰπὼν, “σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ “παραδείσῳ.” Οἱ μὲν γὰρ ἄλλοι, φησὶν, οἱ πιστεύσαντες εἰς ἐμὲ, σημείων καὶ διδασκαλίας ἀπήλαυσαν, καὶ διὰ τούτων τὸν περὶ βασιλείας λόγον ἐδέξαντο· οὗτος δὲ μηδὲν ἀκούσας τῶν ἐμῶν ἢ θεασάμενος, εἰ μὴ τὸν ἀτιμιώτατον θάνατον τοῦ σταυροῦ, τὸ γενναῖον ἐκεῖνο ῥῆμα ἐφθέγξατο, “μνήσθητι μου, Κύριε, ὅταν “ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.” Τί οὖν; ἐχέτω τέως τὴν ἐν τῷ παραδείσῳ τρυφὴν τῆς οἰκείας ἐνέχυρον πίστεως· τεύξεται γὰρ καὶ τῆς βασιλείας εἰς ὕστερον, ἐν ᾗ γενέσθαι αὐτοῦ μνήμης ἠξίωσε· καὶ ὥσπερ νικηφόρον εἰσελαύνων εἰς πόλιν τὰ λαμπρὰ τῶν λαφύρων ἐπικομίζεται, περιφανεστέραν διὰ τούτων τὴν νίκην ποιῶν, καὶ ἀνακηρύττων τὸ τρόπαιον οὕτω καὶ ὁ Κύριοι εἰσελαύνων εἰς τὴν ἀρχαιὰν τοῦ ἀνθρώπου παστάδα, τὸν παράδεισον λέγω, τὸν λῃστὴν ἐπεφέρετο, πανοπλίας ἁπάσης σεμνότερον λάφυρον, καὶ τῶν τοῦ διαβόλου σκύλων, τὸ κράτιστον ἔργῳ δηλῶν, ὥσπερ ἔλεγεν, “ὡς δήσας τὸν ἰσχυρὸν τὰ σκεύη αὐτοῦ τῆς οἰκίας διήρπασεν.” Ὅτι δὲ ἦν ὥρα ἕκτη καὶ σκότος ἐγένετο, ἕως ἐξέπνευσε, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Οπερ εἶπεν ὁ δεσπότης Χριστὸς, ὅτι “ὅταν ὑψωθῶ, πάντας [*](d Leg. χωρίον.)

171
“ἑλκύσω πρὸς ἐμαυτὸν,” ἔργοις τοῦτο πεπλήρωται. Ἤρξατο γὰρ σαγηνεύειν πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας ἐν τῷ σταυρῷ ὑπάρχων, ὅθεν καὶ ὁ ἑκατόνταρχος ἰδὼν τὰ γενόμενα, ἐδόξαζε τὸν Θεόν· ἔτυπτον δὲ καὶ τὰ στήθη τῶν Ἰουδαίων τινὲς κατανυττόμενοι πάντως καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἀναβλέποντες πρὸς ἐπίγνωσιν τὴν εἰς Χριστὸν, τάχα που τῆς κατ’ αὐτὸν τὸν δεσπότην δυσσεβείας ἀπαλλαττόμενοι, τῆς τῶν σταυρωσάντων τόλμης καταβοῶντες, εἰ καὶ μὴ ἐμφανῶς διὰ τὴν τῶν ἡγουμένων ἀνοσιότητα.

Περὶ τῆς αἰτήσεως τοῦ σώματος τοῦ Κυρίου. Περὶ τοῦ Ἰωσὴφ, πῶς ἔθαψε τὸ σῶμα τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, καὶ περὶ τῶν μυροφόρων γυναικῶν, καὶ περὶ τῆς ἀναστάσεως τοῦ δεσπότου, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.

Περὶ τοῦ Κλεόπα.

Ἐπειδήπερ οἱ εἰς τὴν κώμην Ἐμμαοῦς μαθηταὶ πορευόμενοι, ὡς οὐκέτι ζῆν τὸν Χριστὸν προσδοκῶντες, περὶ αὐτοῦ πρὸς ἀλλήλους ἀνιώμενοι διελέγοντο· τοῦτο γὰρ δηλοῖ, ὅπερ εἶπον, ὅτι “ἡμεῖς δὲ “ ἠλπίζομεν,” διὰ τοῦτο αὐτὸς ἐπιστὰς αὐτοῖς, ἀνοήτους καὶ βραδεῖς τῇ καρδίᾳ καλεῖ, ἐξεγείρων αὐτοὺς διὰ τούτου κατὰ βραχὺ πρὸς τὴν τῆς ἀναστάσεως πίστιν. Εἰ γὰρ καὶ τὴν φήμην τῆς ἀναστάσεως εἶπον ἐκεῖνοι τὴν διὰ τοῦ Πέτρου καὶ Ἰωάννου, ἀλλ’ οὐχ ὡς πιστεύοντες τοῦτο ἔλεγον. Διὸ καί φησιν, ὅτι “ἐξέστησαν “ἡμᾶς αἱ γυναῖκες,” οὐκ εὐαγγελισμὸν ἀληθείας καὶ φωτισμὸν τοῦτο νομίζοντες, ἀλλ’ ὡς ἐκ ταραχῆς τινος καὶ φαντασίας εἰπουσῶν αὐτῶν τὰ περὶ τῆς ἀναστάσεως, καὶ τὴν αὐτοῦ γε τοῦ Πέτρου μαρτυρίαν καὶ τοῦ Ἰωάννου, τὰ ὀθόνια μόνα ἐπὶ τοῦ μνήματος ἑωρακότων, οὐκ ἀληθοῦς ἀναστάσεως τεκμήριον ὑπελάμβανον τοῦτο, ὅτι μὴ αὐτὸν ἰδεῖν ἔλεγον· “καὶ” γάρ φησιν, “ἀπῆλθόν τινες “τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω, καθὼς καὶ αἱ “γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.” αὐτὸς δὲ τῆς τοιαύτης ἀπιστίας τελείως αὐτοὺς ἐλευθερῶσαι βουλόμενος, ἀνεμίμνησκε τῶν παλαιῶν προρρήσεων, παράγων εἰς μαρτυρίαν Μωσέα τε καὶ

172
τοὺς προφήτας, ἑρμηνεύων τὰ ἐπικεκρυμμένα, καὶ τὰ πρὸς τοὺς ἀναξίους ἀσαφῆ τοῖς ἀξίοις σαφηνίζων. Ἐπειδὴ δὲ τέως “οἱ “ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτὸν,” ὥς φησιν ὁ Εὐαγγελιστὴς, ἕως οὗ ὁ λόγος τῆς τοῦ Σωτῆρος διδασκαλίας εἰσελθὼν εἰς τὰς καρδίας αὐτῶν, εὐπαράδεκτον τὴν πίστιν εἰργάσατο, ὅτε λοιπὸν ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, τότε καὶ τὴν ὄψιν ἐμφανῆ καθίστησιν αὐτοῖς· οὐ μὴν συμπαραμένει· “καὶ αὐτὸς γάρ φησιν, ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν οὐκέτι γὰρ μετὰ τὴν ἀνάστασιν τὰ τοῦ Κυρίου πρὸς τοὺς μαθητὰς τοιαῦτα οἷα τὰ πρότερον, ὅπως ἐκ τούτου πλειόνως τὸν πόθον ἐπαυξήσωσιν. “Ἀναστάντες δὲ αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ,” καὶ τὰ ἑξῆς· τουτέστιν, ἐν αὐτῇ μὲν τῇ ὥρᾳ ἐν ᾗ ἄφαντος ἀπ’ αὐτῶν ἐγένετο ὁ δεσπότης Χριστὸς, ὑπέστρεψαν μὴ βλέψαντες. οὐκ αὐτῇ δὲ τῇ ὥρᾳ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα, καὶ ἀπήγγειλαν τὰ κατὰ τὸν Κύριον Ἰησοῦν, ἀλλὰ μετά τινας ὥρας, ὅσας εἰκὸς ἦν αὐτοὺς ποιῆσαι τὸ διάστημα τῶν ἑξήκοντα a σταδίων βαδίζοντας, ἐν αἷς πάντως καὶ ὁ δεσπότης ὤφθη τῷ Σίμωνι, “αὐτοὶ δὲ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ “κλάσει του ἄρτου.”

“Ταῦτα δὲ,” φησὶ, “λαλούντων αὐτῶν, αὐτὸς ἔστη ἐν μέσῳ “αὐτῶν,” καὶ τὰ ἑξῆς, οὐκέτι κρατουμένων τῶν ὀφθαλμῶν αὐτῶν ἐπεφαίνετο αὐτοῖς, οὐδὲ ὡς περὶ ἑτέρου διαλέγεται, ἀλλ’ ἑαυτὸν ἐμφανῆ δίδωσι, καὶ θαρρεῖν παρακελεύεται. οἱ δὲ οὕτως ἦσαν ἀμφίβολοι καὶ δεδιότες, ὡς νομίζειν οὐκ αὐτὸν βλέπειν, φάντασμα δέ τι καὶ σκιάν. Αὐτὸς δὲ καὶ ἐκ τῶν τοιούτων λογισμῶν κατευνάζων αὐτοὺς τὸ ἐντριβὲς αὐτοῖς καὶ οὐκ ἄηθες ἀπεφθέγγετο ῥῆμα, εἰπὼν, “εἰρήνη ὑμῖν·” ἵνα δὲ βεβαίως καὶ ἐνδοιασμοῦ δίχα πιστεύσωσιν, αὐτὸν ἐκεῖνον εἶναι τὸν πεπονθότα, διαδείκνυσιν εὐθὺς, ὅτι Θεὸς ὣν φύσει, γινώσκει τὰ κρυπτὰ τῆς καρδίας, τὸν ἐν αὐτοῖς τῶν ἐννοιῶν οὐκ ἠγνόει θόρυβον. Φησὶ γὰρ “τί τεταραγμένοι ἐστε, καὶ τὰ ἑξῆς.

Δείκνυσι δὲ τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τὰς διατρήσεις τῶν ἥλων, καὶ ψηλαφᾷν ἐπιτρέπει, καὶ πληροφορεῖσθαι διὰ τρόπου τινὸς,” ὅτι τὸ πεπονθὸς ἐγήγερτο σῶμα. Διὸ μηδεὶς συκοφαντείτω [*](a ἑκατὸν ἑξήκοντα Cod.)

173
τὴν κοινὴν ἡμῶν ἀνάστασιν, ἀλλὰ περὶ τοῦ ἀνθρωπίνου σώματος ἀκούων, “ὅτι σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα “πνευματικὸν,” μὴ ἀπαρνήσηται τῶν ἀνθρωπίνων σωμάτων τὴν εἰς ἀφθαρσίαν ἀναδρομήν· ὥσπερ γὰρ ψυχικὸν ἐστὶ τὸ ταῖς ψυχικαῖς, ἤγουν σαρκικαῖς ἐπιθυμίαις ἀκολουθοῦν, οὕτω καὶ πνευματικὸν τὸ τοῖς τοῦ Ἁγίου Πνεύματος θελήμασιν ὑποκείμενον. Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστασιν οὐκ ἔστιν ἔτι φιλοσαρκίας καιρὸς, ἀλλὰ παντελῶς ἀπρακτήσει τῆς ἁμαρτίας τὸ κέντρον. Αὐτὸ μέντοι τὸ κατενεχθὲν εἰς τὴν γῆν τῆς ἀφθαρσίας ἐνδύσεται. Χρὴ δὲ σκοπῆσαι διὰ πόσων τοὺς ἰδίους μαθητὰς περὶ τῆς αὐτοῦ ἀναστάσεως ὁ δεσπότης Χριστὸς ἐπιστώσατο· πρῶτον μὲν διὰ τοῦ εἰπεῖν, “ψηλαφήσατέ με, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα δεύτερον δία τὸ ὑποδεῖξαι αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, τρίτον, διὰ τὸ ἐπιζητῆσαι βρώσιμόν τι καὶ φαγεῖν ἐνώπιον αὐτῶν, ἣ καὶ δι’ οὐδὲν ἕτερόν τι τοῦτο πεποίηκεν, ἣ ἵνα δείξῃ σαφῶς, ὡς αὐτός ἐστι ὁ ἀνάστας ἐκ νεκρὼν, ὃς πρὸ του σταύρου καὶ πάρα πάντα τον καιρὸν τῆς οἰκονομίας συνεσθίων καὶ συμπίνων αὐτοῖς, καὶ συναναστρεφόμενος ἀνθρωπίνως· οὐδὲ γὰρ, ὡς δεομένης ἔτι τροφῆς τῆς σαρκὸς αὐτοῦ, ἔφαγε μετὰ τὴν ἀνάστασιν.

Εἶτα διανοίξας αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς περὶ αὐτοῦ λεγούσας γραφὰς, ὅτι δεῖ b πάντα πληρωθῆναι καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν, “καθίσατε,” προστάξας αὐτοῖς, “ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε “δύναμιν ἐξ ὕψους,” ἐξαγαγὼν αὐτοὺς ἕως πρὸς Βηθανίαν, ἐπάρας τὰς χεῖρας, εὐλόγησεν αὐτούς. τοῦτο δὲ χρὴ νοεῖν ἡμᾶς ἐν τῇ μ΄ ἡμέρᾳ τῇ μετὰ τὴν ἀνάστασιν γεγονέναι, κατὰ τὸ ἐν ταῖς Πράξεσιν ἱστορημένον. Ἃ γὰρ ἐπιτεμόντες οἱ Εὐαγγελισταὶ εἰρήκασι, ταῦτα τῷ πλάτει τῆς ἱστορίας ἐξαπλοῦται καὶ σαφη- νίζεται.

Εὐλογήσας δὲ αὐτοὺς, καὶ βραχὺ προελθὼν, ἀνεφέρετο εἰς τὸν οὐρανὸν, ἵνα σύνεδρος εἴη τῷ Πατρὶ, καὶ μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς καὶ ταύτην ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν ἐν ἀνθρωπείᾳ μορφῇ γεγονὼς ὁ Λόγος. Ἥξει δὲ, ἥξει κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ [*](b δὴ Cod.)

174
Πατρὸς μετὰ τῶν ἁγίων Ἀγγέλων, καὶ παραλήψεται ἡμᾶς μεθ’ ἑαυτοῦ.

Δοξολογήσωμεν τοίνυν αὐτὸν τὸν ἐνανθρωπήσαντα δι’ ἡμᾶς Θεὸν Λόγον, τὸν ἑκουσίως παθόντα σαρκὶ, καὶ ἀναστάντα ἐκ νεκρῶν, καὶ λύσαντα τὴν φθοράν· τὸν ἀναληφθέντα, καὶ μετὰ τοῦτο ἥξοντα μετὰ δόξης πολλῆς ἐπὶ τὸ κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· δι’ οὗ καὶ μεθ’ οὗ, τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Παναγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐπληρώθη ἡ ἑρμηνεία τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου· ὁμοῦ κεφάλαια ΣΝ.