Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

Περὶ τῶν Σαδδουκαίων.

Κυρίλλου Ἀλεξανδρείασ. Προσίασι Σαδδουκαῖοι ἡμῶν Σωτήρι’ Χριστῷ, ὅς ἐστι ζωὴ καὶ ἀνάστασις, καὶ ἀναιρεῖν [*](d οὗτος Cod.)

148
πειρῶνται τὴν ἀνάστασιν. Ὑβρισταὶ δὲ ὄντες καὶ ἄπιστοι πλάττουσί τι μεστὸν ἀμαθίας. Ἴδωμεν δὲ ἅπερ ἔφη αὐτοῖς Χριστὸς, “Οἱ μὲν γὰρ υἱοὶ,” φησὶ, “τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ γαμίζονται,” καὶ τὰ ἑξῆς.

Τοῦ Αὐτοῦ. Οἱ υἱοὶ τοῦ νυμφῶνος, τουτέστιν, οἱ τὸν καὶ ἐνσώματον καὶ φιλοσοφίας γέμοντα διαζῶντες βίον, τεκνογονίας ἕνεκα γαμοῦσι καὶ γαμίζονται· οἱ γε μὴν τὴν εὐκλεᾶ καὶ ἀγαθοῦ μεστὴν κατορθώσαντες ζωὴν, εἶτα καταξιωθέντες τυχεῖν τῆς ἐντίμου ἀναστάσεως, ἄνω που πάντως ἔσονται τῆς ἐν τῶδε τῶ κόσμῳ ζωῆς. Διαβιώσονται γὰρ ὡς ἂν ἁγίοις πρέπῃ καὶ ἐγγὺς ἤδη γεγόνασι Θεοῦ· ἰσάγγελοι γὰρ εἰσὶ καὶ υἱοὶ Θεοῦ, τὴν ἁγίοις πρέπουσαν τελοῦντες λατρείαν. Παρήγαγε δὲ αὐτοῖς καὶ Μωϋσέα εὖ εἰδότα σαφῶς τῶν νεκρῶν τὴν ἀνάστασιν. Ἐν γὰρ τῇ βάτῳ, φησὶν, εἰσκεκόμικε λέγοντα Θεόν· “ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ “καὶ Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ·” τίνων δὲ Θεὸς, εἰ μὴ ζήσονται κατ’ ἐκείνους; ἀλλ’ ἔστι ζώντων Θεός. Οὐκοῦν πάντη τε καὶ πάντως ἀναβιώσονται, τῆς πανσθενεστάτης δεξιᾶς ἀποφερούσης εἰς τοῦτο ἅπαντας τοὺς ἐκ τῆς γῆς.

Οὐχὶ τῶν οὐκ ὄντων καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναβησομένων εἶναί φησι Θεὸν τὸν Θεὸν, οὐ γὰρ ἤμην, ἀλλ’ εἰμὶ τῶν ὄντων καὶ ζώντων. Ὥσπερ γὰρ ὁ Ἀδὰμ, εἰ καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε τῇ ἀποφάσει, οὕτω καὶ οὗτοι, εἰ καὶ ἐτεθνήκεσαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως. Πῶς οὖν φησιν ἀλλαχοῦ, “ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ;” ἀλλ’ οὐκ ἔστι τοῦτο ἴσον, ἐκ νεκρῶν γὰρ ἐνταῦθα φησὶ τῶν καὶ αὐτῶν ζή- σεσθαι μελλόντων.

Ωριγένους. Ωριγένης δέ φησιν, Ἀναγινώσκοντές τινες πλανῶνται περὶ τὸν νοῦν τῆς γραφῆς, φέρε εἰπεῖν ἐκ τοῦ Ἡσαΐου, “ἐκλεκτοὶ μου οὐ τεκνοποιήσουσιν εἰς κατάραν,” καὶ ἐν τῷ Δευτερονομίῳ “ἐν ταῖς εὐλογίαις εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας “σου,” ὑπολαμβάνοντες ἐν τῇ ἀναστάσει τῶν νεκρῶν ἔσεσθαι ταῦτα, μὴ νοοῦντες τὰς πνευματικὰς εὐλογίας. Διὰ τοῦτο, σωματικῶς ἐκδεχομένοις τοῖς ἐκ τῶν Ἰουδαίων Σαδδουκαίοις, ἔλεγεν ὁ Σωτῆρ’, “πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς.”

149

Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως πρὸς τοὺς Φαρισαίους.

Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ταῦτα τοῖς μαθηταῖς ἔλεγε, χρείαν ἔχουσι τῆς τοιαύτης παραινέσεως. Ἐπειδὴ γὰρ διδάσκαλοι τῆς οἰκουμένης προεχειρίζοντο, διδάσκει αὐτοὺς, μὴ μιμεῖσθαι τοὺς παρὰ Ἰουδαίοις διδασκάλους. Ἐκεῖνοι γὰρ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν, διδάσκοντες νηστεύειν καὶ δεικνύοντες γαστριμαργίαν, οὐ προἱστάμενοι χηρῶν, ἀλλὰ τὰ τούτων ἀναλίσκοντες· “οὗτοι λήψονται, φησὶ, περισσότερον κρίμα,” ὅτι δὴ διδασκαλικὸν ἔχοντες σχῆμα, προαγωγοὶ τυγχάνουσιν εἰς κακίαν.

Περὶ τῆς τὰ β΄ λεπτά.

I Κυρίλλου Ἀλεξανδρείασ. Ἔφη που ὁ Σωτῆρ, “μακάριοι οἱ “ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται,” τούτους ἐποπτεύει προσφέροντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον, ἀλλ’ ὡς ἐκ πλούτου πολλοῦ πολλὰ μὲν ἦσαν εἰκὸς τὰ παρ’ ἑκάστου καρποφορούμενα· ὀλίγα δὲ πάλιν καὶ τῆς τῶν προσκομιζόντων ἀναξία χειρός· εἶτα μετ ἐκείνους γύναιον πτωχείᾳ δεινῇ κατισχημένον εἰσέθη e ἐξ ἐράνου μόλις καὶ σὺν ἱδρῶτι συλλέγον εὐτελεστάτην καὶ ἀποχρῶσαν ἡμέρᾳ διατροφήν f. εἶτα δύο προσῆγεν ὀβολοὺς, ὥσπερ ἀποκτωμένη τὸν βίον. Ὢ παραδόξου πράγματος· ἡ τὸν πη ἑτέρου ἔλεον ζητοῦσα διηνεκῶς, αὕτη δανείζει Θεῷ, καρποφόρον αὐτῷ καὶ αὐτὴν ἀποφαίνουσα τὴν πτωχήν· νικᾷ τοιγαροῦν τοὺς ἄλλους, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ Θεῷ.

Tίνος ἕνεκεν ἡ πενιχρὰ χήρα τοὺς πλουσίους ἐνίκησε, τοὺς τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον προσφέροντας, καὶ δικαίᾳ ψήφῳ στεφανοῦται παρὰ τοῦ Θεοῦ; διὰ τὸ τοὺς μὲν ἐκ πλούτου πολλοῦ ὀλίγα προσκομίζειν καὶ ἀνάξια τῆς ἑαυτῶν χειρὸς, εἰ καὶ πολλὰ ἦν εἰκὸς αὐτοὺς ὡς πλουσίους προσφέρειν καὶ καρποφορεῖν, τὴν δὲ ὅπερ ἐξ ἐράνου μόλις καὶ ἱδρῶτος εὐτελὲς συνήγαγε, [*](e εἰς ἔθει Cod. f διὰ τροφήν Cod.)

150
τουτέστι δύο ὀβολοὺς, τοῦτο προσαγάγῃ· καὶ γὰρ ὥσπερ ἀποκτωμένη τὸν βίον ὅλον ἑαυτῆς, μεγαλοψύχως πάντα προσήγαγε.

Περὶ τῆς συντελείας.

Ἐπεδείκνυόν τινες τῷ Χριστῷ τὰς ἐν τῷ ναῷ μεγαλουργίας καὶ τὸν τῶν ἀναθημάτων κόσμον· ᾠήθησαν γὰρ, ὅτι θαυμάσει σὺν αὐτοῖς τὰ ὁρώμενα, καίτοι Θεὸς ὣν καὶ θρόνον ἔχων τὸν οὐρανόν. Ὁ δὲ ἀφίησι μὲν τὸν περὶ αὐτῶν λόγον, προμεμήνυκε δὲ ὅτι ἐκ βάθρων πεσεῖται κατὰ καιροὺς, κατακομιζούσης εἰς τοῦτο αὐτὸ τῆς Ῥωμαίων στρατείας, καὶ ἅπασαν τὴν Ἱερουσαλὴμ τὴν τῆς κυριοκτονίας δίκας ἐξαιτούσης τὸν Ἰσραὴλ, μετὰ γάρτοι τὸν τοῦ Σωτῆρος σταυρὸν ταῦτα συνέβη παθεῖν αὐτούς· οἱ δὲ οὐ συνίσταντο τῶν ὁρωμένων τὴν δύναμιν, ᾠήθησαν μᾶλλον τοὺς περὶ τῆς συετελείας τοῦ αἰῶνος λόγους ἐξυφαίνειν αὐτὸν. Εἴροντο δὴ οὖν πότε ταῦτα ἔσονται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ γίνεσθαι. Τί οὖν ὁ Χριστός; ἕπεται τῷ σκοπῷ τῶν προσαγόντων τὴν πεῦσιν, καὶ φησὶ μὲν τέως τοὺς περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων λόγους, διατρανοῖ δὲ τοὺς περὶ τῆς συντελείας τοῦ παρόντος αἰῶνος. Πρὶν γὰρ τὴν ἐξ οὐρανοῦ γενέσθαι κάθοδον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, πρόδρομοι τινες ἀναφαίνονται ψευδόχριστοι καὶ ψευδοπροφῆται, τὸ αὐτοῦ πρόσωπον ἑαυτοῖς περιπλάττοντες, ἀλλὰ μὴ ἀκολουθήσητε, φησὶν, αὐτοῖς.

Τοῦ ἁγίου Τίτου Βοστρῶν. “Ὅταν δὲ ἀκούσητε,” ὡς γάρ φησι Ιώσηππος, προέλαβον πολέμιοι, ἀντάραντος τοῦ ἔθνους, καὶ μὴ διδόντος τοὺς συνήθεις φόρους ’Ρωμαίοις, καὶ μετρίως σωφρονισθέντες, καὶ ἀνέσεως τυχόντες, πάλιν ἐνεωτέριζον, καὶ πάλιν ἐγίγνετο πόλεμος, καὶ οὐδέποτε ἡσυχίαν ἠσπάσαντο· τελευταῖον θεασάμενοι Ῥωμαῖοι τὴν τούτων ἀπόνοιαν, κατέλυσαν τὴν πόλιν. Τοῦ Αὐτοῦ. Γέγραπται ἐν ταῖς Πράξεσιν, ὅτι μετὰ ἐγένετο λιμὸς μέγας ἐπὶ Κλαυδίου Καίσαρος, καὶ σεισμοὶ πολλοὶ ἐγένοντο.

Κυρίλλου Ἀλεξανδρείασ. Δίδωσι σημεῖα σαφῆ ἐναργῆ τῆς συντελείας τοῦ κόσμου· πόλεμοι γὰρ ἔσονται, ἔφη,

151
καὶ ἀκαταστασίαι, καὶ τὰ ἑξῆς. Καὶ ἕτερός φησιν Εὐαγγελιστὴς, πάντα τὰ ἄστρα πεσεῖται, εἱλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον καὶ τὰ ἑξῆς. Διὰ μέσου δὲ τίθησι καὶ περὶ τῆς τῶν Ἱεροσολύμων ἁλώσεως. Ἐκέρασε γὰρ τὸν λόγον τοῦτον κἀκείνῳ τοῖς διηγήμασι. Πρὸ γὰρ τούτων πάντων φησὶν “ἐπιβαλοῦσι ἐφ’ ὑμᾶς “τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι” καὶ τὰ ἑξῆς· πρὸ γὰρ τῶν τῆς συντελείας καιρῶν ἥλω μὲν ἡ τῶν Ἰουδαίων χώρα, καταδραμούσης αὐτὴν τῆς Ῥωμαίων στρατείας, ἐμπέπρησται δὲ ὁ νεὼς, κατεσείσθη τὰ παρ’ αὐτοῖς βασίλεια, πέπαυται τῆς κατὰ νόμον λατρείας ἡ δύναμις· πρὶν δὲ ταῦτα συμβῆναι ἐδιώχθησαν παρ’ αὐτῶν οἱ μακάριοι μαθηταὶ, δεσμῶται γεγόνασι, ἤχθησαν ἐπ’ ἄρχοντας, ἐπέμφθησαν ἐπὶ βασιλέας· ἀπεστάλη γοῦν ὁ Παῦλος εἰς Ῥώμην πρὸς Καίσαρα· πλὴν γέγονεν αὐτοῖς εἰς μαρτύριον, τούτέστιν εἰς μαρτυρίου δόξαν τὰ ἐπενηνεγμένα· παρεγγυᾷ δὲ ὅτι “μὴ προμελετᾶτε μέλλοντες ἀπολογεῖσθαι, λήψεσθε γὰρ πη ἐμοῦ “σοφίαν ἣ γλῶσσαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν, ἅππαντες “οἱ ἀντικείμενοι ὑμῖν,” ἀποκείρων δὲ τῆς ἀνθρωπίνης μικροψυχίας τὰς ἀφορμὰς, παραδοθήσεσθαι, φησὶν, αὐτοὺς ὑπὸ ἀδελφῶν καὶ φίλων καὶ τῶν ἐκ γένους, πλὴν ὅτι πάντη τε καὶ πάντως σωθήσονται πη αὐτοῦ· θρὶξ γὰρ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐκ ἀπολεῖται, φησί· σαφεστέραν δὲ τὴν προαγόρευσιν ποιῶν, “ὅταν, ἴδητε, φησὶ, “κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἰερουσαλήμ· τότε γνῶτε ὅτι “ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.” Εἶτα μεθίστησι πάλιν τοὺς λόγους ἐπὶ τὸν τῆς συντελείας καιρόν.

Τοῦ Αὐτοῦ. Ἃ γὰρ ἑωράκατε ἐπ’ ἐμοὶ γινόμενα, καὶ ἐφ’ ὑμῖν ἔσεσθαι.

Τίτου. Ποῖον δὲ μαρτύριον; ὅτι τὸ ἴδιον ᾐνίξατο τοῦ κηρύγματος· ὅταν γάρ τις διαμαρτύρηται τὸ βέλτιον, καὶ τὸ καθ’ ἑαυτὸν ποιήσῃ παρρησιασάμενος, ἀποβήσηται ὑμῖν εἰς μαρτύριον, ὅτι τὴν εὐσέβειαν ἀπηγγείλατε.

Τὰ δὲ ἕτερα τούτων περί τε τοῦ ἱεροῦ καὶ περὶ τῆς συντελείας, ἕως “οἱ δὲ λόγοι οὐ μὴ παρέλθωσι,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον, καὶ ἐκεῖ ζήτει.

Κυρίλλου Ἀλεξανδρείασ. Ἀρχομένης γὰρ ὥσπερ τῆς ἐναλάττεσθαι, συνοχή τις ἔσται δεινὴ, καὶ ἀπόψυξις εἰς

152
θάνατον. Τὸ γὰρ τῶν ἐπερχομένων ἀφόρητον δεῖγμα πολλοῖς ἀρκέσει πρὸς ὄλεθρον· οὐ λεληθότως, ἀλλ’ ὡς Θεὸς καὶ Κύριος ἐν δόξῃ θεοπρεπεῖ, καὶ πάντα μεταστήσει πρὸς τὸ ἄμεινον.

Ἀναβιώσονται γὰρ οἱ νεκροὶ καὶ ἀποδύσονται τὴν φθορὰν, τὸ ἐκ γῆς τοῦτο καὶ εὐάλωτον σῶμα, ἐνδύσονται g δὲ τὴν ἀφθαρσίαν, Χριστοῦ νέμοντος αὐτὴν, καὶ συμμόρφους τοῦ σώματος τῆς δόξης αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύσαντας ἀποφαίνοντος.

Εἰπὼν δὲ τῆς συκῆς τὴν παραβολὴν, ἐπήγαγεν ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ, ὅπερ ὁ Ματθαῖός φησι, “γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Τὸ δὲ τοιοῦτο διδάσκει, ὅτι οὔπω πρὸς τὸ ἔσχατον τέλος ἥκει τὰ πράγματα τούτων γινομένων, ἀλλ’ ὁδεύει πρὸς τὸ τέλος ἤδη, καθάπερ ἐπὶ τῶν καρπῶν, ὁδεύει ἡ συκῆ τοὺς κλάδους, ἁπαλυνομένη καὶ ἐκφύουσα τὰ φύλλα. Οὕτω γὰρ δὴ καὶ ἡ τοῦ Κυρίου παρουσία, καταργοῦσα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, παρασκευάζει τῇ βασιλείᾳ τοῦ Θεοῦ.

Γενεὰς, φησὶν οὐ τοὺς τότε ἀνθρώπους, ἀλλὰ τοὺς ὁμοίους τῷ τρόπῳ. Οἶδε γὰρ καὶ οὕτως καλεῖν γενεὰν, ὡς τὸ “αὕτη γενεὰ “ζητούντων τὸν Κύριον.”

Τοῦτο καὶ τὴν τῶν στοιχείων συντέλειαν ἤδη προαγορεύει ἅμα ἐν τῷ λέγειν, ὅτι ἀδύνατον τοὺς λόγους μου παρελθεῖν, καίτοι καὶ τῶν στοιχείων παρερχομένων.

Εἰπὼν περὶ τῆς συντελείας, καὶ ὅτι πάντως ἥξει ἡ ἡμέρα, καὶ ὅτι ταῦτα γενήσεται, καὶ οὐκ ἐγχωρεῖ μὴ γενέσθαι ἅπερ εἶπε, προσθεὶς ἔφη, “προσέχετε ἑαυτοῖς μή ποτε βαρηθῶσιν ὑμῶν οἱ “ὀφθαλμοὶ,” οὐχ οἱ σωματικοὶ, ἀλλ’ οἱ τῆς διανοίας. Μέριμνα γὰρ βιωτικῶν καὶ κραιπάλη καὶ μέθη ἐξορίζει μὲν τὴν σύνεσιν· ἀφορίζει δὲ καὶ τὴν πίστιν, ἐμβάλλει δὲ εἰς λήθην τῶν συμφερόντων.

Διὸ πολλῆς ἀγρυπνίας χρεία, μνήμης τε καὶ εὐλαβείας καὶ συνέσεως, ἵνα προσευχόμενοι διὰ παντὸς, τὰς πρεπούσας νήστείας προσφέρωμεν τῷ Θεῷ.

Τί δὲ ἦν ἅπερ εδιδασκεν ἐν τῷ ἱερῷ; πάντως που τὰ ὑπὲρ νομικὴν λατρείαν μεθιστῶν μετ’ ἐξουσίας τὰ ἐν τύπῳ κεχρησμωδημένα πρὸς τὴν ἀλήθειαν. Διόπερ καὶ θαυμάζων ὁ λαὸς, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ, ἥδιστα τοῦτον ἠκροᾶτο. Εἰς τὸ ὄρος δὲ [*](g ἐνδύσηται Cod.)

153
τῶν ἐλαιῶν ηὐλίζετο τοὺς ἐν τῇ πόλει θορύβους παραιτούμενος, ἵνα καὶ ἐν τούτῳ τύπος ἡμῖν γένηται.

Περὶ τῆς ἑορτῆς τῶν ἀζύμων ὅτι ἤγγιζε, καὶ ὅτι ἐζήτουν οἱ ἀρχιερεῖς ἀνελεῖν αὐτὸν, καὶ ὅτι εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν, καὶ ὅτι συνεφώνησε τοῦ παραδοῦναι αὐτὸν, καὶ ὅτι ἐζήτει ἐπὶ τοῦτο εὐκαιρίαν, ἕως “καὶ οἱ δώδεκα Ἀπόστολοι σὺν αὐτῷ,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.