Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

Περὶ τοῦ πώλου.

Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηφθαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν.

Ωριγύνουσ. Ἡ μὲν Βηθανία ἑρμηνεύεται οἶκος ὑπακοῆς, δὲ Βηθφαγῆ σιαγόνες, ἱερατικός τις ὣν τόπος· καὶ γὰρ σιαγόνες τοῖς ἱερεῦσι ἐδίδοντο, ὡς ἐν τῷ νόμῳ ἀναγέγραπται· ὅπου οὖν ὑπακοὴ, καὶ ἱερὸς τόπος, ἐκεῖ ἀποστέλλει ὁ Κύριος τοὺς Ἀποστόλους λύσοντας “πῶλον δεδεμένον, ἐν ᾧτ’ οὐδεὶς πώποτε ἀνθρώπων “ἐκάθισεν,” ἀντὶ τοῦ οὐδέποτε ἄνθρωπος λογ(??)λὸς ἐπεκάθισεν, ἣ Μωϋσέως λόγος, ἣ Ἡσαΐου, οὐδὲ ἄλλου τινὸς τῶν προφητῶν. ὅτε δὲ ἦλθεν ὁ Χριστὸς, εἶπε τοῖς μαθηταῖς, ἵνα ἀπελθόντες λύσωσι τὸν πῶλον. Εἶπε δὲ αὐτοῖς, “ἐάν τις ὑμᾶς ἐρωτᾷ, τί λύετε τὸν πῶλον, “ἐρεῖτε, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” πολλοὶ γὰρ ἦσαν οἱ κύριοι τοῦ ὄνου πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ Σωτῆρος· ἴσμεν δὲ

141
ὅτι ὁ τοῦ Κυρίου ἅπαξ γενόμενος, οὐ δύναται πολλοὺς κυρίους ἔχειν· ὅταν τῇ κακίᾳ δουλεύῃ τις, πολλῶν παθῶν δοῦλός ἐστιν ὁ ἄνθρωπος.

Κυρίλλου Ἀλεξανδρείασ. Ἄγεται ὁ πῶλος, ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτὸ δύο τάγματα, προφῆται δὲ οὗτοι καὶ Ἀπόστολοις, δι’ ὧν σαγηνεύονται εἰς πίστιν τὰ ἔθνη. Ἄγεται τοίνυν ἀπό τινος κώμης, ἵνα δι’ αὐτοῦ τὴν ἄγροικον τῶν ἐθνῶν δείξῃ φρένα· οὐκ ἐν νόμῳ τεθραμμένων, ζησάντων δὲ μᾶλλον ἀτημελῶς καὶ ἀρτίως καὶ ἀγρίως, πλὴν μετέστη ἐπὶ τὸ ἥμερον· γέγονε γὰρ ὑπὸ Χριστῷ τῷ πάντα διδάσκοντι. ἕτερός γε μὴν τῶν ἁγίων Εὐαγγελιστῶν καὶ παῖδας ἔφη βαία φοινίκων ἀνατείνοντας προτρέχειν αὐτοῦ, καὶ ὁμοῦ τοῖς μαθηταῖς συντιθέναι τὴν δοξολογίαν, ἵνα καὶ δι’ αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν, ὥσπερ ἐν πίνακι γεγραμμένον, ἴ’ δῶμεν λαόν. Γέγραπται γὰρ, “καὶ ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.”

Τοῦ ἀγίου Τίυου. Ὁ Κύριος τίς, ἀπολελυμένον δὲ ἡ προσηγορία, βασιλεύων ἤθελε φαίνεσθαι τῷ πλήθει· ἰσοκέφαλος δὲ ἦν ἡ θέα· μεταστέλλεται πολλῶν, ἵνα καθισθέντα ἴδωσιν οἱ πολλοί· προέλαβε τὸ πλῆθος καὶ βοᾷ “εὐλογημένος ὁ “ἐρχόμενος ἐν ὀνόματι Κυρίου,” “δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ “γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.” Διά τι; ἄνθρωποι γὰρ μετ’ Ἀγγέλων· ὁ γὰρ ἄνω βασιλεὺς κατέβη κάτω, καὶ πεποίηκε μίαν ὑπακοήν. Σημεῖον τὸ γινόμενον. οὐ γὰρ ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς Ἰερουσαλὴμ εἰσιόντι τῷ Κυρίῳ χρεία τις ἐπ’ ὄνου καθέζεσθαι, ὃς εἰς τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζὸς, ἀλλὰ τὸ ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι, δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον ἡγεμόνα καὶ βασιλέα τῆς Ἱερουσαλήμ.

Τὸ γὰρ νέον τῆς κλήσεως ἐδήλωσεν ὁ πῶλος, ἀλλὰ καὶ τὸ πάλαι μὴ καθαρὸν τῶν νῦν καλουμένων. ἀκριβέστατα δὲ ὁ Ματθαῖος τὴν ὑποτύπωσιν τῶν πραγμάτων γεγενημένην ἔδειξεν, οὐ μόνον τοῦ πώλου μνημονεύων, ἀλλὰ καὶ τῆς ὄνου, ὅτι καὶ ὁ Ισραὴλ ὕστερον ἀκολουθήσει τῷ νέῳ λαῷ, καθά ποτε ἡ μήτηρ τῷ πώλῳ· ὅτι γὰρ ἐπὶ τῷ πώλῳ ἐκαθέσθη δηλοῦσιν οἱ λοιποὶ, οἳ καὶ μόνου τοῦ πώλου μνημονεύοντες ἀγομένου πρὸς τὸν Ἰησοῦν. ὁ δὲ

142
Ματθαῖος εἰπὼν καὶ τὴν ὄνον ἀχθεῖσαν καὶ ἐπάνω αὐτῷ καθεσθέντα τὸν Κύριον, οὐ δήπου συνωρίδα γενομένην τοῦ τε πώλου καὶ τῆς μητρὸς λέγει, πῶς γάρ; ἀλλ’ ἑπομένην τὴν ὄνον. Δεδεμένος δὲ ὁ πῶλος καὶ ἡ ὄνος τοὺς προσδεδεμένους τοῖς ἀνθρωπίνοις πράγμασιν ἔδειξε λαοὺς, καὶ μὴ ἀνέτους ὄντας εἰς τὸ δέξασθαι τὴν ἐπίβασιν τοῦ Κυρίου, ἀνιεμένους δὲ διὰ τὸ θεῖον ἐπίταγμα τοῦ Κυρίου μηδενὸς ἀποκωλύσαι δυνηθέντος, καὶ εἰ βούλονται κωλύειν τινὲς, ὡς αὐτοὶ δεσπόται, ἀλλ’ ἐάν τις ὑμῖν εἴπῃ, τί φησιν; “ἐρεῖτε ὅτι “ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.” θεία δὲ κλῆσις ἐν τούτῳ δεδήλωται.

Ἐδάκρυσε δὲ ἐπὶ τὴν Ἱερουσαλὴμ ὁ Κύριος, φιλάνθρωπος ὣν, ἵνα διὰ τούτου μάθωμεν ὅτι λελύπηται περὶ αὐτῆς, εἴπερ ὅλως χρή τι τοιοῦτο εἰπεῖν περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ. Πῶς γὰρ ἄλλως ἔγνωμεν ἃν ἡμεῖς ὅτι κακοὺς ὄντας ἠλέει, εἰ μὴ διὰ πράγματος ἀνθρωπίνου, τοῦτο κατέστησεν ἐνεργὲς, ὅθεν καὶ μετὰ τριάκοντα πέντε ἔτη τῆς ἀναλήψεως ἡ ἅλωσις αὐτῆς γέγονεν, ἀναβολὴν ποιουμένου τοῦ φιλανθρώπου Θεοῦ τῆς τιμωρίας ἐν τοσούτοις ἔτεσι, καὶ μακροθυμοῦντος πρὸς τὸ ἐπιστρέψαι τοὺς πεπλανημένους διὰ τῆς τῶν ἁγίων Ἀποστόλων διδασκαλίας, εἰς τὴν τῆς πίστεως ἀληθινὴν ἐπίγνωσιν, καὶ ἀπολλαγῆναι τῆς μελλούσης ὀργῆς ἔρχεσθαι ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· διὸ καὶ οἱ πεισθέντες μὲν ἐρρύσθησαν, οἱ δὲ ἀπειθήσαντες ἀπώλοντο. τὸ γὰρ, “εἰ “ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην,” τοῦτό ἐστιν, ὅτι τὰ χρήσιμα καὶ ἀναγκαῖα πρὸς τὸ εἰρηνεῦσαι Θεῷ εἰ ἐπέγνως ἅτινά ἐστιν, ἡ πίστις, καὶ ἡ εἰς Κύριον ὑπακοὴ, καὶ τὸ ἀπέχεσθαι τῶν τύπων καὶ τῆς ἐν νόμῳ λατρείας, οὐκ ἃν τοιαῦταί σε θλίψεις περιέμενον, ἀλλ’ ἐκρύβη, φησὶν, ἀπὸ ὀφθαλμῶν σου· ἑκουσίως γὰρ οὐκ ἠθέλησεν εἰδέναι, ἤγουν συνιέναι τὰς θεοπνεύστους γραφὰς τὰς δηλούσας τὸ περὶ ἐμοῦ μυστήριον.

Καιρὸν δὲ λέγει τῆς ἐπισκοπῆς σου, ἣν αὐτὸς ἐποιήσατο, κατελθὼν ἐπισκεψάμενος αὐτὴν, καὶ θεῖα διδάγματα διδάξας ἐν αὐτῇ, καὶ πλείστας θαυματουργίας ἐργασάμενος.

143

Περὶ τῶν ἐπερωτησάντων τὸν κύρων ἀρχιερέων.

Ἰωάννου Τοῦ Χρυσοστόμου. Ἰστέον δὲ, τοῦτό φησιν, ἀλλ’ ἐκεῖνος μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, οὗτος δὲ πρὸς τῷ τέλει, ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι καὶ κατὰ διαφόρους καιρούς. κἀκεῖ μὲν λέγουσιν, τί σημεῖον ἐπιδεικνύεις ἡμῖν; ἐνταῦθα βοῶσι, καίτοιγε ἐπιτιμηθέντες διὰ τὸ ἤδη θαυμάζεσθαι αὐτὸν παρὰ πᾶσι. τοῦτο δὲ κατηγορία μείζων Ἰουδαίων, ὅτι καὶ ἅπαξ καὶ δὶς τὸ αὐτὸ τοῦτο ποιήσαντος, ἔμενον ἐπὶ τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον· δέον κἀντεῦθεν αὐτοῦ μαθεῖν τὴν πρὸς τὸν Πατέρα τιμὴν καὶ τὴν οἰκείαν ἰσχύν. καὶ γὰρ ἐθαυματούργνσε, καὶ ἑώρων τοῖς λόγοις τὰ ἔργα συμβαίνοντα, ἀλλ’ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν· διόπερ καὶ αὐτὸς τὸν Ἡσαΐαν αὐτοῖς ἐπιτειχίζει κατήγορον λέγων, “ὁ οἰκός μου οἶκος προσευχῆς “κληθήσεται.”

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ.

διὰ Μωϋσέως, μόνους ἐκέλευσε τῶν ἱερῶν ἅπτεσθαι σπουδασμάτων τοὺς ἐξ αἵματος Λευΐ· αὐτοὶ διατάττουσι τὰ ἐν τῷ θείῳ νόμῳ, αὐτοῖς δέδοται τὸ μυσταγωγεῖν, καὶ ἡ τῶν ἱερῶν περιβόλων ἐξουσία· σὺ δὲ πῶς ἐξ ἑτέρας ὑπάρχων φυλῆς, γέγονας γὰρ ἐξ Ιούδα, τὰς ἐν ἡμῖν ἐκνεμηθείσας ἐξαρπάζεις τιμάς; “Τίς σοι “δέδωκε τὴν ἐξουσίαν ταύτην;” ἀλλ’ εἰ τὰς θεοπνεύστους ᾔδεις γραφὰς, ὦτ’ ἀσύνετε Φαρισαῖε, καὶ τὰς τῶν ἁγίων προφητῶν φωνὰς, ἐμνήσθης ἃν λέγοντος τοῦ μακαρίου προφήτου Δαβὶδ, πρὸς τὸν τῶν ὅλων σωτῆρα Χριστὸν, “Ὤμοσε Κύριος, καὶ οὐ μεταμελη- “θήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” φράζε δὴ οὖν, τίς ἐκ τῶν γραμματέων ἡ Φαρισαίων λελειτούργηκε τῷ Θεῷ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὃς εὐλόγησέ τε καὶ δεδεκάτωκε τὸν Ἀβραάμ· ὡς δὲ ὁ πάνσοφος γράφει Παῦλος, “χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖ- “ται,” οὐκοῦν ἡ ῥίζα δὲ ἡ ἀπαρχὴ τῆς γενέσεως τῶν ἐξ Ἰσραὴλ, τουτέστιν, ὁ προπάτωρ Ἀβραὰμ ὑπὸ τῆς τοῦ Μελχισεδὲκ ἱερωσύνης ηὐλόγηται. τύπος δὲ ἦν ὁ Μελχισεδὲκ καὶ ἡ κατ’ αὐτὸν

144
ἱερωσύνη τοῦ πάντων Σωτῆρος Χριστοῦ, ὃς γέγονεν ἡμῶν ἀρχιερεὺς καὶ Ἀπόστολος, προσάγων τῷ Θεῷ καὶ Πατρὶ τοὺς πεπιστευκότας εἰς αὐτὸν, διὰ τῆς ὑπὲρ νόμου λατρείας τελειῶν εἰς ἁγιασμόν. Τί τοίνυν ἀσχάλλεις, Φαρισαῖε, τῶν ἱερῶν περιβόλων ἐκπεμπομένων, οἷα ταῖς κατὰ νόμον θυσίαις ἦν χρήσιμα, καλοῦντος εἰς τὴν ἐπέκεινα τύπων ζωὴν, καὶ εἰς ἀληθῆ δικαίωσιν τῆς διὰ πίστεως, δηλονότι τῆς εἰς Χριστὸν, καὶ παρατιθέντος τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδὸν, ἐγκαλεῖς, εἰπέ μοι, τῷ νομοθέτῃ τοῦ νόμου τὴν λύσιν, καὶ ὅτι μὴ ταῖς ἰδίαις ἠκολούθησεν ἐντολαῖς, ἀλλὰ νόμου παντὸς ἐπέκεινα Θεοῦ; οὐ γὰρ τοὺς νόμους οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ’ ἡμῖν ὁρισάμενος μεθίστησι κατὰ καιροὺς, ἐφ’ ὅπερ ἂν ἕλοιτο τὰ διατεταγμένα, καὶ ἀναφέρων εἰς βελτίονα; Hv οὖν καιρὸς τοῦ παύσασθαι τὰ ἐν τύποις, ἀναδειχθῆναι δὲ τὰ κρείττονα. Καὶ γοῦν ἔφη που ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου, “καὶ “ἀφανισθήσεται νόμιμα λαοῦ μου·” ἤργησαν γὰρ τῆς νέας ἐντολῆς ἀναδεδειγμένης, ἢν δι’ ἑαυτοῦ λελάληκεν ἡμῖν ὁ Υἱός.

Περὶ τοῦ ἀμπελῶνος.

Τοῦ ἁγίου Ἰωάννου Τοῦ

Tαύτης πολλὰ αἰνίττεται· τοῦ Θεοῦ τὴν πρόνοιαν, τὴν εἰς αὐτοὺς γεγενημένην ἄνωθεν, τὸ ἐξ ἀρχῆς αὐτῶν φονικὸν, τὸ μηδὲν παραλειφθῆναι τῶν ἡκόντων εἰς ἐπιμέλειαν, τὸ καὶ τῶν προφητῶν σφαγέντων, μὴ ἀπολειφθῆναι αὐτοὺς, ἀλλὰ καὶ τὸν υἱὸν πέμψαι, καὶ τῆς παλαιᾶς καὶ νέας ἕνα καὶ τὸν αὐτὸν εἶναι Θεὸν, τὸ μεγάλα αὐτοῦ τὸν θάνατον κατορθώσειν, τὸ τὴν ἐσχάτην δίκην τοῦ σταυροῦ καὶ τοῦ τιμήματος αὐτοῦ ὑπομένειν, τῶν ἐθνῶν τὴν κλῆσιν, τῶν Ἰουδαίων τὴν ἔκπτωσιν· τὴν δὲ ἀποδημίαν, τὴν πολλὴν αὐτοῦ μακροθυμίαν φησίν.

Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείασ.

Τὴν ἔπι γε τοῖς υἱοῖς Ἰσραὴλ ἱστορίαν ἐν τούτοις, ὡς ἐν βραχεῖ συνενηνεγμένην. Ἀμπέλων γὰρ ὁ Ἰσραὴλ, φησὶν ὁ ψαλμῳδός· “ἄμπελον ἐξ Αἰγύπτου μετῇρας,” καὶ τὰ ἑξῆς. Καὶ ὁ Ἠσαίας “ἀμπελὼν ἐγενήθη,” φησὶ, “τῷ ἠγαπημένῳ.” Ἔστι τοίνυν ὁ τοῦτον

145
φυτεύσας Θεός· οὗτος ἀπεδήμησε χρόνους ἱκανοὺς, καίτοι πληροῖ τὰ πάντα, ἀπολιμπάνεται δὲ τῶν ὄντων οὐδενός. Πῶς οὖν ἀπεδήμησε; μετὰ τὸ ἀναληφθῆναι ἐν εἴ ’δει πυρὸς καταβεβηκὼς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, καὶ τὴν ἄρρητον μορφὴν ἐμφανῆ δεδήλωκεν αὐτοῖς· ἀλλ’ ὡς κατά γε τὸν τύπον τῶν ἀνθρωπίνων πραγμάτων ἔοικέ πὼς ἀποδημία μακρὰ τὸ γεγενημένον, πλὴν ὁρᾶται πεφροντικὼς τοῦ χωρίου, καὶ εἰς νοῦν ἔχων αὐτό. Οὐδεὶς γὰρ γέγονε διὰ μέσου καιρὸς, καθ’ ὃν οὐκ ἀπεστέλλοντο παρὰ τοῦ Θεοῦ προφῆταί τε καὶ δίκαιοι νουθετοῦντες, οἱ δὲ γεγόνασιν ἀπειθεῖς, καὶ ἀτιμάσαντες τοὺς ἀπεσταλμένους ἐξαπέστειλαν κενούς· τουτέστιν, οὐδὲν ἔχοντας εἰπεῖν ὑπὲρ αὐτῶν ἀγαθὸν τῷ πεπομφότι Θεῷ, καὶ φησὶν Ἱερεμίας, “ἰδοὺ τὸ ῥῆμα τοῦ Κυρίου ἐγενήθη αὐτοῖς εἰς ὀνειδισμὸν, “οὐ μὴν βουληθῶσιν αὐτοῦ d ἀκοῦσαι.”

Τοῦ ἁγίου Ἰωάννου Τοῦ Χρυσοστόμου. Τί ἐστι τὸ “ἴσας “ἐντραπήσονται;” οὐχ ὡς ἀγνοοῦντος, ἀλλὰ θέλοντος δεῖξαι τὸ ἁμάρτημα μέγα καὶ ἀπολογίας πάσης ἐστερημένον, ἐπεὶ αὐτὸς εἰδὼς, ὅτι ἀναιρήσουσιν ἔπεμψε, λέγει δὲ ἐντραπήσονται τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων, ὅτι δεῖ αὐτοὺς ἐντραπῆναι, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν, “ἐὰν ἄρα ἀκούσωσιν,” οὐδὲ ἐκεῖ ἀγνοῶν, ἀλλ’ ἵνα μὴ λέγωσί τινες τῶν ἀγνωμόνων, ὅτι ἡ πρόγνωσις αὐτοῦ γέγονεν ἀναγκαστικὴ τῆς παρακοῆς, διὰ τοῦτο οὕτω σχηματίζει τὰς λέξεις. Εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, τοῦ υἱοῦ τὸ ἀξίωμα αἰδεσθῆναι ἐχρῆν. καὶ ὁ μὲν Λουκᾶς φησιν, ὅτι αὐτὸς ἀπεφήνατο, ὅτι παθεῖν ἔδει τούτους, κἀκεῖνοι εἶπαν, “μὴ “γένοιτο,” καὶ τὴν μαρτυρίαν ἐπήγαγεν, ὁ δὲ Ματθαῖος ὅτι αὐτοὶ τὴν ψῆφον ἐξήνεγκαν.

Μετὰ δὲ τὸ ἀκοῦσαι αὐτοὺς τὴν τοῦ ἀμπελῶνος παραβολὴν, διὰ τοῦτο εἶπον, “μὴ γένοιτο,” ἐπειδὴ συνιέντες τῶν αἰνιγμάτων τὸ βάθος, ἀποσείονται τὸ παθεῖν, δεδοικότες τὸ ἐσόμενον. Ἀλλ᾿ οὐκ ἔστι τοῦτο ἐναντιολογίας· καὶ γὰρ ἀμφότερα γέγονε, καὶ τὴν ψῆφον αὐτοὶ ἐξήνεγκαν κὰν καθ’ ἑαυτῶν, καὶ πάλιν αἰσθόμενοι τῶν εἰρημένων, εἶπαν “μὴ γένοιτο,” καίτοι καὶ τὸν προφήτην ἐπετείχισεν αὐτοῖς, πείθων αὐτοὺς ὅτι πάντως ἔσται τοῦτο, ἀλλ’ ὅμως οὐδ’ [*](d αἰτῷ Ood.)

146
οὕτως τὰ ἔθνη σαφῶς ἀπεκάλυψεν, ὥστε μηδεμίαν αὐτοῖς παρασχεῖν σχεῖν λαβὴν, ἀλλ’ ἠνίξατο εἰπὼν, “δώσει τὸν ἀμπελῶνα ἄλλοις.”

Λίθον ἑαυτὸν καλεῖ, καὶ οἰκοδόμους τοὺς διδασκάλους τῶν Ἰουδαίων, ὃ καὶ Ἰεζεκιήλ φησιν, “οἱ οἰκοδομοῦντες τὸν τοῖχον καὶ “ἀλείφοντες ἀναρτύτως.” Πῶς δὲ ἀπεδοκίμασαν; ἢ λέγοντες, οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὗτος πλανᾷ τοὺς ὄχλους, καὶ ὅσα τοιαῦτα· δύο δέ φησιν ἀπωλείας ἐνταῦθα τῶν Ἰουδαίων, μίαν μὲν, τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι, τοῦτο γὰρ ἐπὶ τὸν λίθον τοῦτον, ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ τῆς συμφορᾶς καὶ πανολεθρίας, ἣν σαφῶς ἐδήλωσεν εἰπὼν, “λικμήσει “αὐτόν.” Διὰ τούτων καὶ τὴν ἀνάστασιν ἠνίξατο τὴν ἑαυτοῦ. Κυρίλλου. Σκανδαλισθέντες γὰρ ἐπὶ Χριστῷ καὶ αὐτῷ, τῶν Ἰουδαίων οἱ δῆμοι συνετρίβησαν. Οὐ γὰρ ἤθελον ἀκοῦσαι τῆς Ἡσαΐου φωνῆς λεγούσης, “Κύριον αὐτὸν ἁγιάσατε, “καὶ αὐτὸς ἔσται σοι φόβος, καὶ οὐχ ὡς λίθου προσκόμματι “συναντήσεσε αὐτῷ, οὐδὲ πέτρας πτώματε.”

Τοῦ Αὐτοῦ. Ἐξεκαύθη πάλιν εἰς ἀχαλίνους ὀργὰς Φαρισαίων ἐργαστήριον, καὶ ἀποκτεῖναι βουλεύονται τὸν ἐπὶ λύσει θανάτου γενόμενον ἄνθρωπον, ἀλλὰ διέκοψεν αὐτῶν τὸ ἀνόσιον ἐγχείρημα ὁ λαοῦ φόβος. Οὐ γὰρ τῆς εἰς Θεὸν εὐσεβείας ἦν αὐτοῖς λόγος, οὐδὲ γέγονεν αὐτοῖς χαλινὸς ἡ διὰ Μωϋσέως ἐντολὴ λέγουσα, “ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·” προτιμῶσι δὲ μᾶλλον τῆς εἰς Θεὸν αἰδοῦς τὸν ἀνθρώπινον φόβον.

Τοῦ Αὐτοῦ. Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν ἐσόμενον ἔξω φέρεσθαι τοῦ κακοῦ, καὶ τιμῆσαι τῇ πίστει τὸν καίουντα τὸν ἀσεβῆ, καὶ ἀμνησικάκῳ χάριτι διασώζοντα τοὺς ταῖς ἁμαρτίαις ἐνισχημένους; ἀλλ’ οὐδὲν τῶν τοιούτων ὑπολελογισμένοι, συκοφαντίας τῆς κατ’ αὐτοῦ συλλέγουσιν ἀφορμάς.

Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον.

Ὡς ἀνθρώπῳ προσίενται κοινῷ τῷ πάντων Σωτήρι’ Χριστῷ, ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι γέγονε μὲν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς Θεὸς ὢν ὁ Λόγος. Ἀπὸ δέ γε τῆς ὑπὲρ λόγον θεοσημείας

147
καὶ ἀποδείξεως τῆς θεοπρεποῦς οὐκ ἄνθρωπος ὣν μόνον διεδείκνυτο, ἀλλὰ καὶ Θεός. Ἤθελε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς ἀνθρωπίνης δυναστείας ἐλεύθερον εἶναι τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ τοὺς θείους πεπατήκασι νόμους, γεγόνασιν ὑπὸ χεῖρα τῶν τηνικάδε κεκρατηκότων, καὶ δεσμοὺς ἐπέθηκαν αὐτοῖς. ἐζήτουν τοίνυν, φησὶ, παραδοῦναι αὐτὸν τῇ ἀρχῇ τοῦ ἡγεμόνος. Προσεδόκησαν γὰρ ὅτι πάντη τε καὶ πάντως ἀκούσονται λέγοντος, οὐκ ἔξεστι δοῦναι φόρους Καίσαρι· ἀλλ’ “ἐπιδείξατέ μοι,” φησὶ, “δηνάριον.” Ἐπι- δειχθέντος δὲ, πάλιν εἴρετο, “τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ Καίσαρος, φασὶν, καὶ τί πρὸς ταῦτα Χριστός; “ἀπόδοτε τὰ “Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ,” χρημάτων μὲν γὰρ δεσμοὺς ἐπιρρίπτουσι τοῖς ὑπεζευγμένοις, οἱ τὴν κατ’ αὐτῶν λαχόντες ἀρχὴν, ζητεῖ δὲ παρ’ ἡμῶν καὶ ἀγάπην, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν εὐκοσμίαν. Οὐκοῦν τεθαύμακα μὲν τὴν ἀπολογίαν αὐτοῦ, καὶ τοῦτο ἐπὶ παντὸς τοῦ λαοῦ, οἱ δὲ καὶ τούτων εἰς λήθην ἐνηνεγμένοι, Πιλάτῳ προσῆγον τὸν Ἰησοῦν φάσκοντες, “τοῦτον “εὕραμεν διαστρέφοντα τὸν λαὸν καὶ κωλύοντα φόρους διδόναι “Καίσαρι.” καὶ ὅμως θαυμάσαντες τὴν ἀπολογίαν ἀπῆλθον κατῃσχυμμένοι·

Ωριγένους. Ἐγένετο ἐν ἀρχῇ ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέγραπται, κατ’ εἰκόνα Θεοῦ, ὕστερον δὲ παρὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ χοικήν· ὥσπερ γὰρ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως d ὁ ποιῶν τὰ ἔργα τοῦ κοσμοκράτορος τὴν εἰκόνα αὐτοῦ φορεῖ, ἣν παραινεῖ ὁ Σωτῆρ’ ἀποδιδόναι καὶ ἀποτίθεσθαι καὶ φορεῖν τὴν ἐξ ἀρχῆς γενομένην εἰκόνα καθ’ ὁμοίωσιν τῷ Θεῷ. Ἀκολούθως τούτοις καὶ ὁ Παῦλός φησιν, “ὡς “ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, οὕτω φορέσωμεν καὶ τὴν “εἰκόνα τοῦ ἐπουρανίου.” Τοῦτο οὖν δηλοῖ “ἀπόδοτε τὰ Καίσα- “ρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.”