Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ τοῦ τυφλοῦ.
Προσῆλθε μὲν ὁ τυφλὸς ὡς Θεῷ τῷ πάντα ἰσχύοντι, ὀνομάζει δὲ αὐτὸν υἱὸν Δαβὶδ, ἐπειδὴ τεθραμμένος ἐν Ἰουδαισμῷ οὐκ ἠγνόησε τὰ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν περὶ αὐτοῦ προηγορευμένα, ὅτι ἐκ γένους ὑπῆρχε τοῦ Δαβὶδ τὸ κατὰ σάρκα· οὐκοῦν ὡς ἤδη πεπιστευκὼς ὅτι Θεὸς ὣν ὁ Λόγος ὑπέμεινε τὴν κατὰ σάρκα γέννησιν, τὴν ἀπό γε τῆς παναγίας παρθένου Φημὶ, πρόσεισιν ὡς Θεῷ λέγων, “ἐλέησόν με, υἱὲ Δαβίδ.” ὅτι γὰρ οὕτω διατιθεὶς προσεκόμισε τὴν ἱκετηρίαν, ἐπιμαρτυρήσει λέγων αὐτῷ ὁ Χριστὸς, “ἡ πίστις σου σέσωκέ σε.” θαυμάσωμεν δὲ αὐτοῦ καὶ τὴν ἔνστασιν τῆς ὁμολογίας, ὅτι τινῶν ἐπιτιμώντων αὐτῷ, αὐτὸς οὐκ ἀνίει· διὸ καὶ τετίμηται εἰκότως παρὰ Χριστοῦ τοῦ Θεοῦ· κέκληται γὰρ παρ’ αὐτοῦ, καὶ ἐγγὺς γενέσθαι προστέτακται.
Οὐκ ἀγνοῶν δὲ ἠρώτησεν αὐτὸν ὁ πάντα εἰδὼς, “τί θέλεις “ποιήσω σοι;” ἀλλ’ ἵνα μάθοιεν οἱ παρεστηκότες, ἤγουν οἱ συμβαδίζοντες ὡς οὐ χρήματα αἰτεῖν αὐτὸν, ἀλλ’ ἐνέργειαν θεικὴν, ὡς παρὰ Θεοῦ. Ἐπειδὴ δὲ τὸν τῆς αἰτήσεως ἐνεφάνισε τρόπον, τότε δὴ τότε τῆς Ἰουδαίων ἀπιστίας ἔλεγχος ἦν τὸ εἰρημένον παρὰ Χριστοῦ· ἔΦη γὰρ μετ’ ἐξουσίας τῆς ἀνωτάτω, “ἀνάβλεψον· τίς γὰρ τῶν ἁγίων προφητῶν εἰπέ τι τοιοῦτον, ἤγουν ἐν τοσαύτῃ λελάληκεν ἐξουσίᾳ; ὅθεν καὶ φῶς τῷ κάμνοντι γέγονεν ἡ Φωνή· Φωτὸς γὰρ ἦν λόγος τοῦ ἀληθινοῦ· ἀπαλλαγεὶς δὲ τῆς νόσου, οὐ κατημέλησε τοῦ εἶναι Φιλόχριστος, ἠκολούθει γὰρ, Φησὶν, αὐτῷ, τὴν δόξαν ἀναπέμπων ὡς Θεῷ· γέγονε δὲ καὶ ἑτέροις πρόφασις
Περὶ τοῦ Ζακχαίου.
Ἀρχιτελώνης ἦν ὁ Ζακχαῖος, ἐπ’ ἐπιτάσει δὲ πολλῇ παρ’ αὐτῷ τὸ φιλάργυρον, καὶ τῆς πλεονεξίας ὁ σκοπὸς, τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ἀλλ’ οὐ μεμένηκεν ἐν τούτοις ὁ Ζακχαῖος· ἠξιώθη δὲ φειδοῦς τῆς παρὰ τοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ὁ καλῶν ἐγγὺς τοὺς μακρὰν, καὶ φωτίζων τοὺς ἐσκοτισμένους. ἐπιθυμήσαντος γὰρ ἐκείνου τὸν Κύριον Ἰησοῦν θεάσασθαι, καὶ διὰ τοῦτο ἐπὶ συκομορέαν ἀνελθόντος, ἐβλάστησεν ἐν ἑαυτῷ σπέρμα σωτηρίας· ὅνπερ ἰδὼν ὁ Χριστὸς τοῖς τῆς θεότητος ὀφθαλμοῖς, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι· προτείνει τὴν ἡμερότητα λέγων, “Ζακχαῖε, σπεύσας κατάβηθι” καὶ τὰ ἑξῆς· ἐγίνωσκε γὰρ ὡς προγνώστης Θεὸς τὸ ἐσόμενον. εἶδεν ἀνθρώπου ψυχὴν ἑτοιμότατα διανεύουσαν εἴς γε τὸ ἑλέσθαι βιοῦν ἁγίως, καὶ μετέθεικεν εἰς εὐσέβειαν· καὶ γὰρ ὑπεδέξατο τὸν Ἰησοῦν χαίρων, ὅθεν καὶ γέγονεν εὐθὺς ἐλεήμων καὶ φιλοπτωχείας ἐραστὴς, καὶ τοῖς ἠδικημένοις ὑπέσχετο τετραπλοῦν ἅπερ ἠδίκησεν ἀποδοῦναι, κατὰ τὸν νόμον τὰ τέσσαρα πρόβατα ἀντὶ ἑνὸς ἐκτίσειν κελεύοντα. Διό φησι Χριστὸς ὁ Θεὸς ἡμῶν, “σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ “γέγονε, καθότι καὶ αὐτὸς υἱός ἐστιν Ἀβραάμ.” ἔνθα γὰρ εἰσβάλλῃ Χριστὸς, ἐκεῖ πάντως ἐστὶ καὶ σωτηρία. Ἔδει δὲ καὶ τοὺς Ἰουδαίους χαίρειν ἐπὶ Ζακχαίῳ σεσωσμένῳ παραδόξως, ὅτι καὶ αὐτὸς εἰς υἱοὺς ἐτέλει τοῦ Ἀβραὰμ, οἷς τὴν διὰ Χριστοῦ λύτρωσιν διὰ προφητῶν ἁγίων ἐπηγγείλατο Θεός.
Τοῦ ἁρίου Τίτου Βοστρῶν. Παραθαρρύνας αὐτὸν λέγει, “σπεύσας κατάβηθι,” σοῦ χρείαν ἔχω, μέγα σου τὸ ἕλκος, μεγάλην ἐπιδείκνυμι τὴν θεραπείαν, ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι, οὐ τοσοῦτον ἐν τῷ ἔξω, ὅσον ἐν τῶ τῆς διανοίας. καὶ ὑπεδέξατο αὐτὸν χαίρων· ἔτυχε γὰρ ὧν μὴ προσεδόκα. Ἐπαγγέλλεται δὲ τῷ Σωτήρι’ τὰ ἡμίση τῶν ὑπαρχόντων, οὐχ ἵνα ἑαυτῷ τὰ λοιπὰ παρακατάσχῃ, ἀλλ’ ἵνα τετραπλασίονα ἀποτίσῃ τοῖς πλεονεκτηθεῖσιν. ἐπὶ τούτοις Ἰησοῦς εὐφραίνεται καὶ φησι, “σήμερον σωτηρία
Περὶ τοῦ πορευθέντος λαβεῖν ἑαυτῷ βασιλείαν.
Ὁ σκοπὸς τῆς προκειμένης παραβολῆς ὅλην ὡς ἐν βραχέσι παριστᾷ τῆς ἐφ’ ἡμῖν γενομένης οἰκονομίας τοῦ Θεοῦ Λόγου τὴν δύναμιν, καὶ τοῦ κατ’ αὐτὸν μυστηρίου τὰ ἀπαρχῆς μέχρι τέλους. γέγονε μὲν γὰρ ἄνθρωπος Θεὸς ὢν ὁ Λόγος, κεχρημάτικε δὲ διὰ τοῦτο καὶ δοῦλος, ἀλλ’ ἦν καὶ ἔστιν εὐγενὴς, κατά γε τὴν ἐκ Πατρὸς ἄρρητον γέννησιν. ἀποπεράνας δὲ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, εἰς τὴν ἐνοῦσαν αὐτῷ κατὰ φύσιν ἀναπεφοίτηκε δόξαν, καὶ οἷον ἀποδεδήμηκεν εἰς χώραν μακράν· χώρα γὰρ ἑτέρα παρὰ τὴν γῆν ὁ οὐρανός. Ἀνέβη δὲ λαβεῖν ἑαυτῷ βασιλείαν. πῶς δὲ ὁ τῶν ὅλων βασιλεύων μετὰ τοῦ Πατρὸς ἄνεισι πρὸς αὐτὸν, ληψόμενος βασιλείαν; δηλονότι ἐνανθρωπήσαντι τῷ Υἱῷ καὶ τοῦτο δίδωσιν ὁ Πατήρ. Ἀναφοιτήσας γὰρ εἰς οὐρανὸν, κεκάθικεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης ἐν ὑψηλοῖς, τὸ λοιπὸν ἐκδεχόμενος ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.
Τίνες δέ εἰσιν οἱ πολῖται αὐτοῦ οἱ μισοῦντες αὐτόν; οἱ Ἰουδαῖοι, περὶ ὧν φησὶν, “ὅτι καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ “καὶ τὸν Πατέρα μου,” καὶ οὐκ ἠθέλησαν αὐτὸν ἐπ’ αὐτοὺς βασιλεῦσαι. διὸ καὶ ἔλεγον πρὸς Πιλάτον ἀρνούμενοι τὴν βασιλείαν αὐτοῦ, “οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα,” καίτοι Ζακχαρίου τοῦ προφήτου βοῶντος, “χαῖρε σφόδρα, θύγατερ Σιῶν, ὅτι ἰδοὺ “ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων·” ὁμοίως καὶ Ἡσαΐου, “ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες “μετὰ κρίσεως ἄρξουσιν·” ἔτι δὲ καὶ τοῦ προφήτου Δαβὶδ περὶ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· “ἐγὼ δὲ κατεστάθην βασιλεὺς “ ὑπ᾿ αὐτῶν.”
Περὶ τῶν λαβόντων τὰς μνᾶς.
Ποίους δὲ δούλους καλέσας τούτοις διένειμε τὰς δέκα μνᾶς; τοὺς τελείους τὴν ἕξιν, οἷς ἃν πρέπῃ καὶ ἡ στερεὰ τροφὴ, τοὺς μυσταγωγεῖν εἰδότας ὀρθῶς, καὶ πρὸς πᾶσαν ἀρετὴν ἑαυτούς τε καὶ ἑτέρους ἀπευθύνοντας. οὗτοι γὰρ νουθετοῦντας τοὺς ὑπὸ χεῖρα λαοὺς προσεργάζονται τοῖς δοθεῖσι, καὶ τὸν τοῖς ἁγίοις πρέποντα κερδαίνουσι κλῆρον. ὑποστρέψαντος γὰρ μετὰ τὸ λαβεῖν τὴν βασιλείαν τοῦ ἀνθρώπου τοῦ εὐγενοῦς, δῆλον δὲ ὅτι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ἐν δευτέρᾳ αὐτοῦ παρουσίᾳ τεύξονται καὶ ἐπαίνων, καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐντρυφήσωσι. δεκαπλασιάσαντες γὰρ καὶ πανταπλασιάσαντες τὰ δοθέντα διὰ τοῦ κερδᾶναι πολλοὺς, ἐπάνω δέκα πόλεων ἣ πέντε γενήσονται, τουτέστιν ἄρξουσι πάλιν, οὐχ ὧν ἦρξαν πρὸ τούτου μόνων, ἀλλὰ γὰρ καὶ ἑτέρων ἔτι πολλῶν. Ἀτιμία δὲ ἔσται τοῖς ὄκνῳ νενικημένοις· ὁ γάρ τοι κατακρύψας σουδαρίῳ τὴν μνᾶν, ὑπενήνεκται τῇ τοιᾷδε δίκῃ.
Ταύτην δὲ τὴν παραβολὴν εἶπεν, ἐπειδὴ ἔλεγεν, ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ θεασάμενοι αὐτὸν εἰς Ἱερουσαλὴμ ἀνιόντα ᾠήθησαν διὰ τοῦτο ἀνιέναι, ἵνα δὴ ἀρχὴν δῷ τῇ βασιλείᾳ τοῦ Θεοῦ. ταῦτα μὲν οὖν ἐκεῖνοι ἐνόμιζον, οὐ μὴν ἔλεγον, ἀλλ’ ἐν ταῖς διανοίαις αὐτῶν ἐκύλιον τὴν προσδοκίαν. Ὁ δὲ πλάσας τὴν κὰμ δίαν καὶ τοὺς λόγους ἐπιστάμενος, ᾔδει ταύτην αὐτῶν τὴν προσδοκίαν, καὶ διορθοῦται τὸ σφάλμα διὰ παραβολῆς· εὐκαταφρόνητος γὰρ πᾶσα γυμνότης λόγου.
Εἰ γὰρ “αὐστηρός εἰμι, φησὶ, “θερίζων ὅπου οὐκ ἔσπειρα, διὰ τί μὴ τὴν δοθεῖσάν σοι χάριν, τοῦτο γάρ ἐστιν ἡ μνᾶ, δέδωκας τοῖς τραπεζίταις, τουτέστι, προὔθηκας εἰς ἀπόλαυσιν τοῖς εὖ εἰδόσι δοκιμάζειν τὰ παρὰ σοῦ. Ἐγὼ γὰρ ἐλθὼν ἔπραξα ἄν· τουτέστιν, ἀπῄτησα τὸ ἐμὸν σὺν τόκῳ· τῶν μὲν γὰρ διδασκάλων ἐστὶ τὸ κατασπείρειν τοῖς ἀκροωμένοις τὸν ἐπωφελῆ καὶ σωτήριον λόγον, τοῖς ἀκροωμένοις δὲ οὐ μόνον τὰ καταβληθέντα τηρεῖν ἀμείωτα, ἀλλὰ καὶ πᾶσαν ἀρετὴν προσεργάσασθαι. Διόπερ ὁ μὲν ὀκνηρὸς
Τοῖς γὰρ κατακούσασι προθύμως τῶν αὐτοῦ λόγων τοῖς μαθηταῖς λέγω καὶ τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ κατέχουσιν ἐν τῇ διανοίᾳ τὸν τῆς διδασκαλίας θεμέλων, καὶ ἐδόθη καὶ ἐπερισσεύθη τὰ τῆς θείας γνώμης κατὰ τὴν τοῦ Πνεύματος δωρεάν. Ἰουδαίων δὲ μὴ κατασχόντων τὸν αὐτοῦ λόγον, καὶ ὃ ἐδόκουν ἔχειν ἀφῃρέθη· τοῦτο δέ ἐστιν ἡ κατὰ τὸν Μωϋσέως νόμον λατρεία, καὶ τὰ προφητικὰ καὶ θεόπνευστα γράμματα, τὰ προαγορεύοντα τὴν παρουσίαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ, καὶ αὐτὸ τὸ τοῦ Ισραὴλ διαβόητον ὄνομα.