Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ τῶν ι΄ λεπρῶν.
Τὴν ἑαυτοῦ δόξαν διὰ τῆς μεγαλοπρεποῦς θαυματουργίας ἐμΦανῆ καθίστησιν ὁ Σωτῆρ’. ἔρχεται σαγηνεύων εἰς πίστιν τὸν ἀκάρδιον Ἰσραὴλ, ἀλλ’ ἦν καὶ οὕτω σκληρός τε καὶ ἀπειθής. ἦν δὲ ἡ ἀπόδειξις σαΦὴς, ὧν ἔΦην ἀρτίως, ἡ τῶν λεπρῶν διακάθαρσις· οὗτοι γὰρ πόλεων τε καὶ κωμῶν ἀπελαυνόμενοι ὡς ἀκάθαρτοι κατὰ τὸν Μωϋσέως νόμον, ὑπαντήσαντες τῷ Σωτήρι’, ἐλιπάρουν
Διὰ τί μὴ μᾶλλον ἔΦη, θέλω, καθαρίσθητι, καθὰ καὶ ἐΦ ἑτέρου λεπροῦ, προστέταχε δὲ μᾶλλον, ἑαυτοὺς ἐπιδείξατε τοῖς ἱερεῦσι; νόμος ἐκάλει πρὸς τοῦτο πάλιν τοὺς τῆς λέπρας ἀπηλλαγμένους. Ἐκέλευε γὰρ ὡς ἤδη τεθεραπευμένους βαδίζειν, καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, δηλονότι τοὺς ἱερεῖς, διαμαρτυρασθαι, ὅτι παρ’ ἐλπίδα καὶ παραδόξως ἀπηλλάγησαν τοῦ κακοῦ, τοῦ Χριστοῦ τοῦτο κατανεύσαντος. καὶ δὴ ἐν τῷ αὐτοὺς ὑπάγειν καθαροὶ γίνονται, καὶ οἱ μὲν ἐννέα ἅτε Ἰουδαῖοι ὄντες, εἰς ἀχώριστον λήθην ἐμπεσόντες, οὐχ ὑπέστρεψαν δοῦναι δόξαν τῷ Θεῷ, ὅθεν σκληροκάρδιον καὶ ἀμνήμονα παντελῶς δεικνύει τὸν Ἰσραὴλ, ὁ δὲ ἀλλογενὴς, τουτέστιν ὁ Σαμαρείτης, διὰ τὸ ἐξ Ἀσσυρίων κατάγειν τὸ γένος ἀλλογενής· οὐ γὰρ μάτην λέγει, ἐν μέσῳ τῆς Σαμαρείας καὶ Γαλιλαίας καὶ Ἰουδαίας, “ὑπέστρεψε μετὰ Φωνῆς “μεγάλης δοξάζων τὸν Θεόν.” Δεικνύει οὖν ὅτι οἱ Σαμαρεῖται εὐγνώμονες, Ἰουδαῖοι δὲ εὐεργετούμενοι ἀχαριστοῦσιν.
Ἐπειδὴ γὰρ ὁ τῶν ὄχλων Σωτῆρ’ ἐν τοῖς πρὸς ἅπαντας λόγοις διεμέμνητο πανταχοῦ τῆς βασιλείας τοῦ Θεοῦ, διὰ τοῦτο καταμειδιῶντες οἱ τάλανες, ἢ τάχα που εἰς νοῦν ἔχοντες ὅτι τὸν ἐπὶ ξύλου θάνατον ὑπομενεῖ ταῖς αὐτῶν δυστροπίαις σεσαγηνευομένος, εἰς τοῦτο κατειρωνεύοντες, καὶ Φασι, “πότε ἔρχεται ἡ βασιλεία “τοῦ Θεοῦ,” ἀντὶ τοῦ, πρὸ τῆς παρὰ σοῦ λαλουμένης βασιλείας, σταυρός σε καὶ θάνατος λήψεται. Τί οὖν πρὸς ταῦτα Χριστός; “ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι,” τουτέστιν ἐν ταῖς ὑμετέραις προαιρέσεσι, καὶ ἐν ἐξουσίᾳ κεῖται τοῦ λαβεῖν αὐτήν. Εξεστι γὰρ ἀνθρώπῳ παντὶ τὴν εἰς Χριστὸν δικαίωσιν, τὴν διὰ τῆς πίστεως δὲ δηλονότι καταπλουτήσαντι, καὶ διὰ πάσης ἀρετῆς ἐκλελαμπρυσμένῳ, τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν.
Ἑτοίμους δὲ εἶναι βουλόμενος τοὺς ἁγίους αὐτοῦ μαθητὰς πρὸς πᾶν ὁτιοῦν τῶν ἀνιᾷν πεΦυκότων, καὶ προευτρεπίζεσθαι πρὸς ὑπομονὴν, ἵνα εὐδόκιμοι γενόμενοι δυνηθῶσιν εἰσελθεῖν εἰς τὴν τοῦ Θεοῦ βασιλείαν, Φησὶ πρὸς αὐτούς· “ἐλεύσονται ἡμέραι ὅτε “ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ
Κυρίλλου Ἀλεξανδρείασ. Διαμεμήνυκε λέγων, ἔσεσθαι τὴν ἑαυτοῦ παρουσίαν. ἐγενήθη μὲν κατὰ σάρκα καὶ ἐκ γυναικὸς, τὴν ἐΦ᾿ ἡμῖν πληρώσων οἰκονομίαν· κεκένωται διὰ τοῦτο καὶ τεταπείνωκεν ἑαυτὸν, καὶ οὐκ ἐν δόξη θεότητος ἐμΦανῶς· ἐκάλει γὰρ ὁ καιρὸς εἰς τοῦτο, καὶ τῆς οἰκονομίας ἡ χρεία· μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀναπτὰς εἰς οὐρανὸν, καὶ συνεδρεύσας τῶ Θεῷ καὶ Πατρὶ, καταβήσεται πάλιν, οὐκ ἐν ὑΦέσει δόξης, οὔτε μὴν ἐν ἀνθρωπίνῃ σμικροπρείᾳ, ἀλλ’ ἐν τῇ τοῦ Πατρὸς ὑπεροχῇ, πληθύος Ἀγγέλων δορυφορούσης αὐτὸν, καὶ παρισταμένης ὡς Θεῷ καὶ Κυρίῳ τῶν ὅλων. Ἥξει τοίνυν ὡς ἀστραπὴ καὶ λεληθότως, καὶ οὐδενὶ πιστευτέον λέγοντι, “ἰδοὺ ὧδε ἣ ἐκεῖ.”
Φέρει δὲ εἰς ὑπόδειγμα τὴν γυναῖκα τοῦ Λὼτ, τὴν μετὰ τὸ ἐξελθεῖν ἀπὸ Σοδόμων στραφεῖσαν εἰς τὰ ὀπίσω, καὶ διὰ τοῦτο γενομένην στήλην ἁλὸς, τουτέστιν, ἀπολιθωθεῖσαν, ὅπως ἕκαστος τῆς πνευματικῆς ἐργασίας, ἀνδρείως ἀντέχηται. Διὸ καὶ τοῦ Λὼτ ἐμνημόνευσε καὶ τῶν ἐν Σοδόμοις, θείου πυρὸς ἔργον καὶ τροΦὴ γενομένοις.
Πῶς ἀπόλλυσι τις τὴν ἑαυτοῦ ψυχὴν, ἵνα αὐτὴν διασώσῃ; ἣ καὶ τίνα τρόπον ὁ διασῶσαι νομίσας ἀπόλλυσιν αὐτήν; ὁ θεῖος Ἀπόστολος περὶ τούτων Φησὶν, “οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ σάρκα “ἐσταύρωσαν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις,” πόνοις δηλονότι καὶ τοῖς εἰς εὐσέβειαν ἀγῶσι, κατανεκροῦντες τὸ τῆς σαρκὸς Φρόνημα, καθώς Φησιν, “νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς “γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν “πλεονεξίαν·” ὅσοι οὖν τούτων ἕνεκα νεκροῦνται, οὗτοι σεσώκασι τὴν ἑαυτῶν ψυχὴν, οἱ γε μὴν Φιλήδονον αἱρούμενοι βίον καὶ οἴονται b τὴν ἑαυτῶν ψυχὴν κτᾶσθαι, ἀπολλύουσι πάντως αὐτήν· [*](b οἷοντε Cod.)
Εοικε διὰ τούτων τοὺς ἐν πτωχείᾳ καὶ πόνοις ὄντας ὑποδηλοῦν· οἱ μὲν γὰρ τὸ τῆς πτωχείας Φορτικὸν γενναίως Φέροντες, σωΦρόνως τε καὶ ἐπιεικῶς βιοῦντες, οὗτοι παραλειφθήσονται, δίκαιοι δηλονότι τυγχάνοντες· οἱ δὲ μὴ τοιοῦτοι, ἀλλὰ κακοῦργοι καὶ πάσης Φανλότητος ἐπιτηδευταὶ, ἀφεθήσονται τῇ διὰ πυρὸς ὑποκεισόμενοι δίκῃ. ἀποστελεῖ γὰρ, Φησὶ, τοὺς Ἀγγέλους αὐτοῦ καὶ ἐκλέξωσιν ἐκ τῶν ἁμαρτωλῶν τοὺς δικαίους, καὶ προσοίσουσιν αὐτῷ.
Τὸ δὲ “ὅπου τὸ σῶμα,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὥσπερ οὖν σώματος κειμένου νεκροῦ τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ’ αὐτὰ συντρέχει, οὕτως ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ, τουτέστιν οἱ ὑψηλὰ πετόμενοι καὶ ἄνω τῶν ἐπιγείων κοσμικῶν ἀνενηγμένοι πραγμάτων, ἐπ’ αὐτὸν ἀναδραμοῦνται c. Νύκτα ὀνομάζει τὸν τῆς κρίσεως καιρὸν διὰ τὸ ἀφανὲς καὶ ἀπροσδόκητον τῆς παρουσίας αὐτοῦ, κλίνην δὲ τὴν ἀνάπαυσιν.
Περ τοῦ κριτοῦ τῆς ἀδικίας
Διὰ τῆς προκειμένης παραβολῆς τῆς λεγούσης “κριτής τις “ἦν,” καὶ τὰ ἑξῆς, ἀδιαλείπτως ἡμᾶς προσεύχεσθαι προτρέπεται Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ μὴ ἐκκακεῖν ἐν ταῖς δεήσεσιν. Εἰ γὰρ τὸν ἄδικον κριτὴν, τὸν μήτε Θεὸν Φοβούμενον μήτε μὴν ἀνθρώπους ἐντρεπόμενον, δεδυσώπηκε τῆς χήρας ἡ συνεχὴς πρόσοδος, ὥστε καὶ ἄκοντα ποιῆσαι τὴν ἐκδίκησιν αὐτῆς, πῶς ὁ Φιλοικτίρμων καὶ μισοπόνηρος, ὁ τοῖς ἀγαπῶσιν αὐτὸν χεῖρα νέμων ἀεὶ τὴν [*](c Hoc Scholium Cyrillo tribuit Cod. Meerman. Vid. Suppl. ad Cat. in S. Matth.)
Οὐκ ἀγνοῶν ὁ δεσπότης Χριστὸς, πῶς γὰρ ὁ πάντα εἰδώς; Φησι, “πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἄρα εὑρήσει τὴν πίστιν “ἐπὶ τῆς γῆς;” ἀλλ’ ὑπεκφαίνων ὅτι ἀποδραμοῦνταί τινες ἐν ἐσχάτοις καιροῖς τῆς ὀρθῆς πίστεως καὶ ἀδιαβλήτου, προσέχοντες πνεύμασι πλάνης καὶ ψευδηγορίαις διεστραμμένων ἀνθρώπων.
Περὶ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου.
Διὰ τῆς τοῦ Φαρισαίου καὶ τοῦ τελώνου παραβολῆς διδάσκει ἡμᾶς ὁ Φιλάνθρωπος Κύριος καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς, τίνα χρὴ τρόπον τὰς πρὸς αὐτὸν ποιεῖσθαι δεήσεις, ἵνα μὴ ἄμισθον εὑρεθῇ τοῖς χρωμένοις τὸ πρᾶγμα, μηδὲ δι’ ὧν ὠΦελεῖσθαί τις νομίζοι, διὰ τούτων αὐτὸν παροτρύνει καθ’ ἑαυτοῦ τὸν τῶν ἄνωθεν χαρισμάτων δοτῆρα Θεόν. Γέγραπται γὰρ, ὄτι “ἔστι δίκαιος “ἀπολλύμενος ἐν δικαίῳ d αὐτοῦ·” ὅθεν καὶ ὁ Φαρισαῖος ἐνταῦθα διὰ τοῦτο κατακέκριται, ὅτι μὴ ἐπιστημόνως ἐποιεῖτο τὴν προσευχήν. Πόλλα γὰρ κατ’ αὐτοῦ τὰ ἐγκλήματα· καὶ γὰρ ὡς ἄνους οὐ μόνον τεθαύμακεν αὐτὸς ἑαυτὸν, ἀλλὰ καὶ πολλοὺς ἑτέρους σὺν τῷ τελώνῃ κατέκρινεν· ὁ δὲ κατακριθεὶς ὑπ’ αὐτοῦ τελώνης οὐδ’ ὅσον εἰπεῖν ἀνατεῖναι τολμῶν εἰς ὕψος τοὺς ὀΦθαλμοὺς, ἀλλὰ περιστείλας τὴν παρρησίαν ὡς οὐκ ἔχων αὐτὴν, τοῖς ἀπὸ τοῦ d ἐνιδικαίως Cod.
Ἰσιδώρου Πηλουσιώτου ἐπιστολή.
ἐκπλήττεσθαι, πῶς ὁ μὲν Φαρισαῖος μεγαλορρημονήσας προέκρουσεν. ὁ δὲ Ἰὼβ πλείονα καὶ μείζονα εἰρηκὼς εὐδοκίμησεν.
Ἄκουε τοίνυν συντόμως. ὁ μὲν μηδενὸς παρακινοῦντος μηδὲ ἐρεθιζοντος μεγαληγορῶν, καὶ τῆς οἰκουμένης ἁπάσης Φρονῶν μειζόνως ὁ Φαρισαῖος, εἰκότως προσκρούει· ὑπερηφανίαν γὰρ νοσεῖ. ὁ δὲ ἐν μὲν τῷ εὐδοκιμεῖν κρύπτων τὰ οἰκεῖα πλεονεκτήματα, ἐν δὲ τῷ κακηγορεῖσθαι Φράζων πρὸς τὸ ἀποδύσασθαι τὰ ἐπιΦερόμενα ἐγκλήματα, ὥσπερ ὁ ἀοίδιμος πεποίηκεν Ἰὼβ, πάσης αἰτίας ἔξω καθέστηκεν εἰς τοὺς οὐ δεόντως κακηγορίας τῆς αἰτίας ἀπηλ- λαγμένους.
Περὶ τῶν βρεφῶν καὶ περὶ τοῦ εἰπόντος διδασκάλου ἕως “καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
Σευήρου ἐκ Τῆσ Πρὸσ Μάγναν.
μεγαλοΦώνως ᾔτει τε καὶ προσηύχετο, καὶ ὡς ἄξιος ὣν ὧν ᾔτει τυχεῖν, τὰς οἰκείας πράξεις ἀπηριθμεῖτο καὶ ἔλεγε, “νηστεύω δὶς “τοῦ σαββάτου” καὶ τὰ ἑξῆς, καὶ ὅσῳ πολλὰ κατέλεγε, τοσοῦτον πλέον τὴν θείαν ἀπέβυεν ἀκοὴν, καὶ ὁ τῶν ῥημάτων ὄγκος κενὸς περὶ τὰ χείλη κατέρρει, καὶ εἰς ἀφρὸν διελύετο, καθάπερ παΦλάζοντα κύματα. τελώνης δέ τις μακρὰν ἑστὼς καὶ τοῦ νεῶ τὴν ἐσχάτην ὑποδὺς γωνίαν, τὸ στῆθος ἔπαιε, τὴν ψυχὴν ὥσπερ ὑπομιμνήσκων διὰ τούτου τῶν αὐτῇ πεπλημμελημένων καὶ εἰς
Τοῦ Χρυσοστόμου. Διδάσκων τοὺς μαθητὰς ὁ καὶ τῦΦον καταπατεῖν κοσμικὸν, τοῖς τοιούτοις τὴν βασιλείαν ἐπαγγέλλεται Φάσκων, “ἀμὴν, λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται “τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Οὗτος γὰρ ΦιλοσοΦίας ὅρος, τὸ μετὰ συνέσεως ἄπλαστον εἰναι.
Περὶ τοῦ ἐπερωτήσαντος τὸν Ἰησοῦν πλουσίου.
Τοῦ Αὐτοῦ. eΤινὲς διαβάλλουσι τὸν νεανίσκον τινὰ καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα, ἐγὼ δὲ Φιλάργυρον αὐτὸν καὶ χρημάτων ἥττονα, οὐκ ἃν παραιτησαίμην εἰπεῖν. Ἐπειδὴ δὲ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ἤλεγξεν, ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ μὴ ἀσΦαλῶς τῶν ἀδήλων κατατολμᾷν, καὶ μάλιστα ἐν ἐγκλήμασι, καὶ τὸν Μάρκον ταύτην ἀνηρηκέναι τὴν ὑποψίαν· καὶ γάρ Φησιν, “ὅτι προσδραμὼν καὶ γονυπετῶν παρε- “κάλει αὐτὸν, καὶ ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτὸν,” διὰ τι οὖν οὕτως ὁ Χριστὸς πρὸς αὐτὸν ἀπεκρίνατο λέγων, “οὐδεὶς “ἀγαθός;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε ψιλῷ, καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαικῷ· διὰ τοῦτο ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσερχομένων ἀποκρίνεται. ὅταν οὖν εἴπῃ, “οὐδεὶς ἀγαθὸς,” οὐχ ἑαυτὸν ἐκβάλλων τοῦ ἀγαθὸς εἶναι τοῦτο λέγει, ἄπαγε. οὐ γὰρ λέγει, τί με λέγεις [*](e Cf. Cat. ad S. Matth. p. i 54 et seq. et Cat. in S. Marc. p. 376 et seq.)
Τοῦ ἁγίου Τίτου Βοστρῶν. Ὥστε Θεοῦ ἔργον τὸ σωθῆναι ἡμᾶς, ἀλλ’ ἡμῶν τὸ θελῆσαι, Θεοῦ δὲ τὸ δωρήσασθαι.
Κυρίλλογ Ἀλεξανδρείασ. Ἔξεστι γὰρ αὐτοῖς, εἰ ἅπαν ἕλοιντο τῶν ὄντων ἀπολισθεῖν, ἑτέρως εὐδοκιμεῖν, “ποιῆσαι “Φίλους ἐκ τοῦ ἀδίκου μαμμωνᾶ, ἱν ὅταν ἐκλείπωσι, δέξωνται “αὐτοὺς εἰς τὰς αἰωνίους σκηνάς.”
Τοῦ Αὐτοῦ. Προσεπάγει δὲ τοῦτο ὁ Ματθαῖος τὸ “τί ἄρα “ἔσται ἡμῖν;” πρὸς τοῦτο ἐρεῖ τις, τι γὰρ ὅλως ἀΦῆκαν οἱ μαθηταὶ, ἣ τίνων ἀντέκτισιν αἰτοῦσι παρὰ Χριστοῦ; Τί οὖν πρὸς ταῦτα Φαμέν; μάλιστα μὲν ταύτης ἕνεκα τῆς αἰτίας ἀναγκαιοτάτην ἐποιοῦντο τὴν πεῦσιν. ὡς γὰρ οὐδὲν κεκτημένοι πλὴν ὅτι μικρὰ καὶ εὐτελῆ, βούλονται μαθεῖν τίνα τρόπον ἀμείψεται Θεὸς καὶ τοὺς ὀλιγοστὰ καταλελοιπότας διά γε τὴν βασιλείαν τοῦ Θεοῦ, τουτέστι διὰ τὸ ἐφίεσθαι τυχεῖν τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τῆς εἰς αὐτὸν ἀγάπης. ἀραρότως μὲν γὰρ ὁ πολύσιος καταΦρονήσας ἃς πολλῶν, προσδοκήσει τὰς ἀμοιβάς. ὁ δέ γε μικρὰ κεκτημένος, εἶτα τούτων ἀποστὰς, ἐν ποίαις ἐλπίσιν ἔσται, πῶς οὐκ ἔδει μαθεῖν; εἶτα πρὸς τούτοις κἀκεῖνο εἰπεῖν ἀναγκαῖον, τὸ γάρ τοι πολλῶν ἣ ὀλίγων ἀπολισθεῖν ἴσον τοῖς πάθεσιν εἴη ἃν,
Διὰ τοῦτο δὲ οἱ Ἀπόστολοι “οὐδὲν τούτων συνῆκαν, ἀλλ’ ἦν τὸ “ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγό- “μενα,” ἐπειδὴ οὐδέπω ᾔδεισαν ἀκριβῶς τὰ παρὰ τῶν ἁγίων προΦητῶν προκεκηρυγμένα.