Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ οἰκοδομῆς πύργου παραβολή.
Τὸ δὲ ἐκ τῆς τοῦ πύργου οἰκοδομῆς ἡμῖν ἐπιδηλούμενον, τοῦτό ἐστιν, ἵνα οἱ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν κατορθοῦν ἑλόμενοι, τὴν ἀρκοῦσαν ἐν τούτῳ προθυμίαν, τῷ ἑαυτῶν ἐγκαταθέμενοι νοΐ, οὕτως ἔχονται τῆς τοιαύτης μακαρίας πολιτείας, μεμνῆσθαί τε τοῦ λέγοντος “τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν “ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρη- “σον·” εἰ δὲ παρά τισιν οὐκ ἔστι προθυμία τοιαύτη, οὗτοι πῶς ἂν ἰσχύσειαν τὸν προστεθεικότα αὐτοῖς περαιῶσαι σκοπόν;
Τοῦ ἁγίου Μαξίμου Σκόλιον. Τίς ἡ παραβολὴ τοῦ πύρυοθ; ὁ πύργος σημαίνει τὴν τῶν ἀρετῶν τελείωσιν μετὰ γνώσεως οἰκοδομηθεῖσαν. ὅστις οὖν πράττει τὴν κατὰ πρᾶξιν ἀπάθειαν, ἔχει ἐπιτηδειότητα πρὸς ἐπίκτησιν Φυσικῶν καὶ θεωρητικῶν καὶ
Τὸ δὲ “εἴ τις βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβα- “λεῖν εἰς πόλεμον,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι πρὸς τὰς ἐναντίας δυνάμεις ἐστὶν ἡμῖν ὁ ἀγὼν, καθὼς ὁ Ἀπόστολός Φησιν, “οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα,” καὶ τὰ ἑξῆς. Ἔτι δὲ καὶ πρὸς τὸ Φρόνημα τῆς σαρκὸς, ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων νόμος, τὰ πολύτροπα πάθη, πρὸς ταῦτα ἡμῖν ἡ πάλη, αὕτη τῶν ἐχθρῶν ἡ ἀγρία πληθύς· πῶς οὖν ἄρα τούτων περιεσόμεθα; ὅταν πιστεύσωμεν ὅτι ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ ὅτι αὐτὸς ἐξουδενώσει πάντας τοὺς θλίβοντας ἡμᾶς, καθὼς ἑαυτόν τις τῶν ἁγίων προΦητῶν διαθεὶς ἔΦη, “ἰδοὺ, Κύριος βοηθεῖ μοι, “καὶ τίς κακώσει με;” καὶ πάλιν ὁ θεσπέσιος Δαβίδ· “Κύριε, “Φωτισμός μου καὶ Σωτῆρ’ μου,” καὶ τὰ ἑξῆς· αὐτὸς γὰρ ἡμῶν ἡ ἰσχύς ἐστι. διὸ αὐτὸν ἔχοντες βοηθὸν, μηδαμῶς περὶ εἰρήνης τοὺς ἐχθροὺς ἡμῶν δαίμονας ἐρωτήσωμεν, ὅπερ ἐστὶ δουλωθῆναι τοῖς πάθεσιν, ἀλλὰ μᾶλλον ἀντιστῶμεν αὐτοῖς, τὸν κραταιὸν Θεὸν ἡμῶν εἰς ἀντίληψιν ὁλοψύχως καὶ ἀδιαλείπτως ἐπικαλούμενοι.
Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ ἐν τίνι ἀρτυθήσεται;
Κυρίλλου. Ἔστωσαν οὖν ἐν ἡμῖν οἱ ἅλες, τουτέστιν, οἱ τε καὶ σωτήριοι λόγοι, ὧν ἐὰν καταΦρονήσωμεν, ἐσόμεθα μωροὶ καὶ ἀσύνετοι, καὶ ἀχρεῖοι παντελῶς.
ἘΞ Ἀνεπιγράφου. Οὕτω δὴ καὶ τὸ ἅλας εἶναι πάντας συστήσεται τοὺς μὲν πρώτως, τοὺς δὲ δευτέρως· πρώτως μὲν γὰρ οἱ Ἀπόστολοι, οἳ τῷ κόσμῳ παντὶ γεγόνασιν ἅλες, καὶ ὅσοι μετ’ ἐκείνους τοιοῦτοι ἀρτύοντες εἰς σωτηρίαν ἀνθρώπους, δεύτερον δὲ οἱ τὰς ἐκκλησίας πληροῦντες, λαοὶ χρήσιμοι πρὸς ὠΦέλειαν τοῖς πλησιάζουσι καθιστάμενοι, “καλὸν οὖν,” Φησὶ, “τὸ ἅλας, ἐὰν “δὲ τὸ ἅλας μωρανθῆ, ἐν τίνι ἀρτυθήσεται, οὔτε εἰς γῆν, οὔτε εἰς “κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν “ἀκουέτω.” χρησίμους ὑμᾶς Φησιν, ὁ παρ’ ἐμοῦ λόγος ἅπασιν ἀνθρώποις κατασκευάζει, καὶ πᾶσιν ἐπὶ σωτήρια παραμίγνυσι,
Περὶ τῆς δραχμῆς φησιν ὁ ἅγιος Γρηγόριος ὁ θεόλογος, ὅτι λύχνον ἧψεν ὁ Χριστὸς καὶ Θεὸς, δηλονότι τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε τῆς ἁμαρτίας, τὸν κόσμον ἀποκαθάρας, καὶ τὴν δραχμὴν ἐζήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι, καὶ συγκαλεῖται τὰς φίλας αὐτῷ δυνάμεις ἐπὶ τῇ τῆς δραχμῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἃς καὶ τῆς οἰκονομίας μύστιδας ἐπεποίητο.
ἘΞ ἀνεπιγράφου. Λύχνον μὲν ἁπτόμενον εἶναι τῆς τὸν λόγον, σάρωσιν δὲ τὴν τῶν ἁμαρτιῶν ἀποκάθαρσιν, καὶ τῶν πονηρῶν δαιμόνων τὸν χωρισμὸν καὶ τὴν ἀπαλλοτρίωσιν. ταῦτα γὰρ οἱονεὶ χρήματα τῇ εἰκόνι ἐπιπροσθοῦντα οὐ συνεχώρει ἐπ’ ὄψεσιν ὁρᾶσθαι Θεοῦ· ὅθεν τούτων ἀπωσθέντων, εὑρεθῇ ἡ ἀπολωλυῖα δραχμὴ, ὑπὸ τῆς γυναικὸς, ἣν εἰς τὴν ἐπουράνιον εἴληφεν Ἰερουσαλήμ.
Περὶ τοῦ ἀποδημήσαντος εἰς χώραν μακράν.
Εἰπὼν ὁ δεσπότης Χριστὸς ὅτι “ἄνθρωπός τις δύο εἶχεν υἱοὺς,” περὶ τοῦ ἀνθρωπίνου γένους Φησὶν, ὅτι εἰς δύο διήρηται τάγματα, εἰς δικαίους καὶ ἁμαρτωλοὺς, εἷς δὲ πατὴρ τῆς ἀνθρωπότητος, ὁ Φιλάνθρωπος Θεός. Προσῆλθε δὲ, φησὶν, ὁ νεώτερος, οὐ διὰ τὸν χρόνον νεώτερος ἀλλὰ διὰ τὸ ἐνὸν τῆς διανοίας καὶ τὴν γνώμην ἄστατον κεκτῆσθαι ἀνήλιξ ὑπάρχων· καὶ λέγει τῷ πατρὶ, “δός “μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας,” τουτέστιν, οὐ θέλω δουλεύειν ἀνάγκῃ, αὐτεξούσιος γάρ εἰμι, ἐὰν θέλω, σωΦρονῶ, ἐὰν οὐ θέλω, οὐκ ἀναγκάζομαι· ἔδωκεν οὖν ὁ πατὴρ ἀφθόνως ἅπασαν τὴν κτίσιν, ἐπέστησεν αὐτῷ τὸν ἑαυτοῦ νόμον τὸν Φυσικὸν καὶ γραπτὸν,
Ἀποδημήσας τοίνυν ἔζησεν ἀσώτως, καὶ ἀνήλωσε τὴν οὐσίαν, τουτέστι τὸν ἔμφυτον λογισμὸν, τὴν σωφροσύνην, τὴν γνῶσιν τῆς ἀληθείας, τὴν μνήμην τοῦ Θεοῦ· ὅθεν καὶ γέγονεν αὐτῷ λιμὸς ἰσχυρὸς, οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου· ἕπεται γὰρ τῇ ἀπωλείᾳ τῶν προειρημένων ἀρετῶν ὁ τοιοῦτος λιμός. Διὸ “καὶ παρευθὺς ἐκολλήθη ἑνὶ τῶν “πολιτῶν τῆς χώρας ἐκείνης·” ἔνθαπέρ εἰσιν οἱ μὲν πολῖται αὐτῆς δαίμονες, ὁ δὲ λιμὸς τῶν ἀγαθῶν σφοδρός· διὸ καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· οὕτω γὰρ τιμῶσιν οἱ δαίμονες τοὺς τιμῶντας αὐτοὺς, τοιαύτας δωρεὰς χαρίζονται τοῖς πειθομένοις αὐτοῖς. καὶ γὰρ ἐκπίπτων τις ἀπὸ Θεοῦ, καὶ διὰ τῶν ἡδονῶν τοῖς δαίμοσι προσκολλώμενος, χοιρώδης τε γενόμενος ὡς εἰς γῆν νενευκὼς, καὶ τῷ βορβόρῳ τῶν τῆς ἀτιμίας παθῶν ἐγκυλινδούμενος, εἰκότως χοῖρος νομισθήσεται· χρονίζων δὲ τοῖς κακοῖς καὶ ἄλλοις τύπος ἀπωλείας εὑρίσκεται, τρόπον τινὰ βόσκων αὐτοὺς καὶ τρέΦων τοῖς τῆς ἀσωτίας διδάγμασι. τὸ δὲ “ἐπεθύμει “χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδί- “δοῦ αὐτῷ·” τοῦτο ἐστὶν, ὅτι τῶν κακῶν οὐκ ἐλάμβανε κόρον· παραβάλλεται δὲ τοῖς κερατίοις ἡ ἁμαρτία, ὅτι ὥσπερ ἡ τούτων γεῦσις γλυκεῖά ἐστι, κατ’ αὐτὸ δὲ καὶ τραχεῖα, οὕτω καὶ ἡ τῆς ἁμαρτίας Φύσις εὐΦραίνει μικρὰ καὶ κολάζει μεγάλα, τέρπει πρόσκαιρα καὶ μαστίζει αἰώνια. εἰς ἑαυτὸν ἐλθὼν, τουτέστι λογισάμενος τὴν προτέραν μακαριότητα καὶ τὴν δευτέραν ἀθλιότητα, καὶ τίς μὲν ἦν ὅτε ἦν μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς, τίς δὲ γέγονεν ὅτε ἦν ὑποτεταγμένος τοῖς δαίμοσιν, εἶπε, “πόσοι μίσθιοι τοῦ Πατρός μου,” τουτέστι κατηχούμενοι, καὶ γὰρ μισθοῦται ἀεὶ ὁ Φιλάνθρωπος Θεὸς, καὶ περὶ τρίτην ὥραν καὶ ἐΦεξῆς, ὡς γέγραπται, “περισσεύ- “ονται ἄρτων,” τῶν θείων ἐντρυφῶντες γραΦῶν, “ἐγὼ δὲ τῷ λιμῷ “τούτων συνέχομαι.” “Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου,” ὑποστρέψω καλῶς ὅθεν ἐξῆλθον κακῶς, καὶ ἐρῷ αὐτῷ, “πάτερ, “ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,” ἀρκεῖ μοι πρὸς
“Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ·” πόθεν ἀναστάς; ἐκ τῆς καθέδρας τῆς ἡδονῆς, ἐκ τοῦ τῆς ἁμαρτίας πτώματος· προσέθηκε γὰρ τῇ καλῇ βουλῇ καὶ τὴν πρᾶξιν· δεῖ γὰρ ἡμᾶς οὐ μόνον βουλεύεσθαι τὰ Φίλα Θεῷ, ἀλλὰ καὶ τὰς ἀγαθὰς ὁρμὰς ἐπιδεικνύειν ταῖς πράξεσιν· “ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος,” πῶς μακράν; ὅτι προέλαβεν ἡ εὐεργεσία τὴν μετάνοιαν· “εἰδεν αὐτὸν “ὁ πατὴρ αὐτοῦ, καὶ εὐσπλαγχνίσθη·” πατὴρ γὰρ ἐστὶ τῇ χρηστότητι, εἰ καὶ Θεὸς ὑπάρχει τῇ Φύσει, “καὶ δραμὼν ἔπεσεν “ἐπὶ τὸν τράχηλόν αὐτοῦ καὶ κατεφίλησεν αὐτόν· οὐ γὰρ ἀνέμεινε τὸν προσκεκρουκότα πλησίον ἐλθεῖν, ἀλλ’ αὐτὸς αὐτῷ προσαπήντησεν· ἔθος γὰρ τῷ Φιλανθρώπῳ Θεῷ τοῦτο ποιεῖν· τὸ περιπλέκεσθαι τῇ μετανοούσῃ ψυχῇ, καὶ ἀσπάζεσθαι αὐτῆς τὴν ὑποταγήν. “εἶπε δὲ αὐτῷ ὁ υἱὸς αὐτοῦ, πάτερ, ἥμαρτον εἰς τὸν “οὐρανὸν,” Φοβοῦμαι τοῦ στερεώματος τὴν μορΦὴν, ὡς κατηγόρου Φωνὴν, “καὶ ἐνώπιόν σου·” διὸ καὶ εὐλαβοῦμαι τῷ Φωτὶ τῆς σῆς θειότητος ἐνατενίσαι, ῥυπαροὺς ἔχων τοὺς ἐπὶ τοῦ σώματος καὶ τῆς ψυχῆς ὀφθαλμοὺς, μετὰ γὰρ πάντων μου τῶν κακῶν καὶ αἱ ἱπποδρομίαι κατηγοροῦσί μου· τὸ δὲ, “ποίησόν με ὡς ἕνα “τῶν μισθίων σου,” τοῦτο ἔστιν, ὅτι μήτε τῆς αὐλῆς ἀπελάσῃς με, δέσποτα, ἵνα μὴ πάλιν ὁ πολέμιος εὑρών με πλανώμενον, ὡς αἰχμάλωτον ἀπαγάγῃ, μήτε πλησίον ἑλκύσῃς τῆς μυστικῆς τραπέζης καὶ Φοβερᾶς, οὐ τολμῶ γὰρ ὀΦθαλμοῖς ἐναγέσιν ὁρᾷν τῶν ἁγίων τὰ ἅγια. “εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ,” τουτέστι πρὸς τοὺς ἱερέας, “ἐνέγκατε τὴν στολὴν πρώτην,” τουτέστιν, ἣν ἀπώλεσε τοῦ πατρὸς ἀναχωρήσας, τὴν πίστιν, τὴν γνῶσιν τῆς ἀληθείας, καὶ ἐνδύσατε αὐτὸν τὸν ἑαυτὸν ἀποδύσαντα, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, τὴν σΦραγίδα τῆς πίστεως τὴν κατὰ τοῦ διαβόλου, καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ, ἵνα τούτους ὑποδησάμενος ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης καταπατῇ τοὺς ὄφεις καὶ τοὺς σκορπίους, τὰς ἀντικειμένας δυνάμεις. καὶ ἐνέγκατε τὸν μόσχον τὸν σιτευτὸν τὸν τυθέντα ὑπὲρ τῆς οἰκουμένης, τὸν τοῖς μετανοοῦσι μεταδιδόμενον, τὴν μετάλειψιν
“Καὶ ἤρξαντο εὐΦραίνεσθαι·” χαρὰ γὰρ γίνεται, οὐ μόνον ἐν οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἀλλὰ ἐν τῇ γῇ πάντων εὐφραινομένων τῶν δικαίων. τὰ γὰρ ἐφεξῆς τῆς παραβολῆς ταύτης εἰρημένα, οἷον ἔστιν ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος, ἐρωτήσας καὶ μαθὼν τῆς ἑορτῆς τὴν ὑπόθεσιν, ἠγανάκτησε καὶ οὐκ ἠθέλησεν εἰσελθεῖν, καὶ τὰ τούτων ἀκόλουθα, οὐ χρὴ ὡς Φθονήσαντος ἣ ἐγκαλέσαντος ταῦτα ἡμᾶς λογίζεσθαι, διότι παραβολὴ τὸ λεγόμενόν ἐστι, τὰ δὲ ἐν παραβολαῖς λεγόμενα οὐ δεῖ πάντα κατὰ λέξιν περιεργάζεσθαι, καθώς φησιν ὁ Χρυσόστομος εἰς τὴν ἑρμηνείαν τοῦ κατὰ Ματθαῖον, τὴν παραβολὴν ἑρμηνεύων τῶν μισθουμένων ἐργατῶν, ἀλλὰ τὸν σκοπὸν μαθόντας δι’ ὧν συνετέθησαν, τοῦτον δρέπεσθαι μόνον, καὶ μηδὲν περαιτέρω ζητεῖν ἣ πολυπραγμονεῖν. καὶ γὰρ οὐκ ἔστιν οὐδεὶς τῶν ἁγίων τοιαῦτα δικαιολογούμενος, ὡς Φθόνου καὶ βασκανίας ὑπάρχοντες καθαροί. Εἰ γὰρ καὶ τὰς ψυχὰς αὐτῶν ὑπὲρ τῶν ἁμαρτωλῶν διδόασι, πολλῷ μᾶλλον ὁρῶντες αὐτοὺς σωζομένους χαίρουσι καὶ οἰκεῖα νομίζουσι τὰ εἰς αὐτοὺς γινόμενα ἀγαθά.
Τίνος οὖν ἕνεκεν οὕτως συνετέθη ἡ παραβολὴ αὕτη; καὶ τι κατασκευάσαι βούλεται; τὴν ὑπερβάλλουσαν ἐμΦαίνει Φιλανθρωπίαν τοῦ Θεοῦ, ὅτι τοσαύτη ἐστὶ πρὸς τοὺς ἐπιστρέΦοντας εἰς αὐτὸν καὶ γνησίως μετανοοῦντας, ὥστε καὶ Φθόνον τεκεῖν ἑτέροις δυναμένους· ὅπερ καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, εὐεργετήσαντες τινὰ, λέγοντες αὐτῷ, ὅτι ὁ δεῖνά μοι ἐνεκάλεσεν, ὅτι σε τοιαύτης τιμῆς ἠξίωσα, οὔτε ἐγκληθέντες παρὰ τοῦ ἐκεῖνον διαβαλεῖν ἐθέλοντος, ἀλλ’ ἐν τούτῳ δεῖξαι βουλόμενοι τὸ μέγεθος τῆς δωρεᾶς ἧς ἀπήλαυσεν, ὅμως δὲ καὶ προασφαλίζεται διὰ τοῦ ὑποδείγματος τοῦ πρεσβυτέρου υἱοῦ, τοὺς ἀμέμπτως πολιτευομένους μηδέποτε δέξασθαι λογισμὸν Φθόνον τίκτοντα ἐπὶ σωτηρίᾳ μετανοούντων ἁμαρτωλῶν, ὑπὸ τοῦ μισανθρώπου διαβόλου ὑποβαλλόμενον, ἀλλὰ μᾶλλον παραυτὰ τοῦτον ἀποστρέφεσθαι, εὐφραινομένους καὶ χαίροντας ἐπὶ τῇ σωτηρίᾳ αὐτῶν.
Χρὴ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι δοκεῖ τισι διὰ τῆς τῶν υἱῶν δυνάμεως τούς τε ἁγίους Ἀγγέλους κατασημαίνεσθαι, καὶ ἡμᾶς
Περὶ τοῦ οἰκονόμου τῆς ἀδικίας.
Λέγει δὲ καὶ περὶ τῶν παραβολῶν ὁ ἅγιος Κύριλλος, ὅπερ καὶ ὁ Χρυσόστομός Φησιν, ὅτι πλαγίως καὶ ἀσυμφανῶς ἡμῖν αὗται πραγμάτων ὀνησιφόρων δήλωσιν εἰσκομίζουσιν, ὅταν αὐτὸν ἐν βραχεῖ καὶ συνεσταλμένως τὸν νοῦν καταθήσωμεν· οὐ γὰρ ἅπαντά Φησι, τῆς παραβολῆς τὰ μέρη πολυπραγμονεῖσθαι χρή· λεπτῶς δὲ καὶ ἐξητασμένως, ἵνα μήτε πρὸς τὰ πέρα μέτρου βαδίζων ὁ λόγος καταλυπήσῃ τῷ περιττῷ τοὺς Φιλακροάμονας, μήτε μὲν ἀδολεσχίας ὄχλον ἐργάσηται τισιν, οἷον καὶ ἐπὶ τῆς παραβολῆς ἐστι τῆς λεγούσης, “Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἰχεν οἰκονόμον” καὶ τὰ ἑξῆς· εἰ γὰρ μὴ βούλοιτό τις διατρανοῦν, τίς μὲν ἃν εἴη ὁ ἄνθρωπος ὁ τὸν διαβεβλημένον ἔχων οἰκονόμον, ἣ καὶ τίς ἃν εἴη τυχὼν ὁ διαβεβληκὼς αὐτὸν, τίνες δὲ καὶ οἱ τοῖς ὀΦλήμασιν ἔνοχοι καὶ τὰς τῶν ὀφλημάτων ποιοῦντες ἀποκοπὰς, καὶ διὰ ποίαν αἰτίαν ὁ μὲν ἔλαιον, ὁ δὲ σῖτον ἐποφλῆσαι λέγονται, σκοτεινὸν ἅμα καὶ περιττὸν ἀποτελέσει τὸν λόγον. οὐκοῦν οὐ πάντη τε καὶ πάντως ἅπαντα τῆς παραβολῆς τὰ μέρη τῇ τῶν δηλουμένων εἰσὶ θεωρίᾳ χρήσιμα, εἰς εἰκόνα δὲ ληΦθεῖεν ἃν ἀναγκαίου πράγματος ἀμυδρῶς ὑπεμφαίνουσα τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις.
Εστι τοίνυν τῆς προκειμένης παραβολῆς τοιοῦτος ὁ νοῦς· βοΰλεται
Τίς ἐστιν “ὁ πιστὸς ἐν ἐλαχίστῳ,” ὁ καλῶς εἰδὼς βιοῦν καὶ τὴν εἰς τὸ μέλλον ἐλπίδα δεδιψηκὼς, καὶ ἀποφέρων μὲν τῶν ἐπιγείων τὸν νοῦν, φρονῶν δὲ μᾶλλον τὰ ἄνω, καὶ διὰ τοῦτο τὸν ἐπίγειον πλοῦτον εἰς τοὺς ἐνδεεῖς καλῶς δαπανῶν. ἐλάχιστον δὲ τὸν ἐπίγειον πλοῦτον ἐκάλεσεν, ὃν δὴ καὶ ἄδικον μαμμωνᾶν Φησιν. ὁ τοιοῦτος οὐν ἐν τῷ ἐλαχίστῳ πιστὸς εὑρισκόμενος, καὶ ἐν πολλῷ πιστός ἐστι, τουτέστιν ἐν τοῖς πνευματικοῖς καὶ θείοις χαρίσμασιν· ὁ δὲ ἐν τῷ πλούτῳ τούτῳ ἄδικος γενόμενος, εἰς ἑαυτὸν μόνον συντηρῶν αὐτὸν δηλονότι, καὶ ἐν τοῖς θείοις χαρίσμασιν ἄδικος εὑρεθήσεται. [*](a Sic.)
Ἐπειδὴ δὲ τῇ νόσῳ τῆς φιλαργυρίας συνεχόμενοι ἐξημυκτήρζον αὐτὸν οἱ Φαρισαῖοι καίπερ διὰ μακρῶν λόγων τούτους θεραπεῦσαι βουληθέντος, τρέπεται λοιπὸν ἐπὶ τὸ δριμὺ τῶν ἐλέγχων, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ ἀποΦαίνει δόξης αὐτοὺς ὄντας ἐραστὰς τῆς τοῖς δικαίοις τε καὶ ἀγαθοῖς πρεπούσης ἀνδράσιν, αὐτοὺς δὲ οὐ μὴν ὄντας τοῦτο κατὰ ἀλήθειαν· Φησὶ γὰρ, “ὑμεῖς ἐστε οἱ “δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων· ὁ δὲ Θεὸς γινώσκει “τὰς καρδίας ὑμῶν, ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον “τοῦ Θεοῦ·” τοῦτο καὶ ἑτέρωθέν που πρὸς αὐτοὺς εὑρίσκεται λέγων, “πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ “δόξαν τὴν παρὰ τοῦ μόνου οὐ ζητεῖτε;” τοὺς μὲν γὰρ ἀληθῶς ὄντας ἀγαθοὺς τοῖς εἰς δικαιοσύνην ἐπαίνοις ὁ τῶν ὅλων στεΦανοῖ Θεὸς, οἵ γε μὴν ἀΦιλάρεταοι καὶ ὑποκριταὶ τάχα ταῖς ἑαυτῶν ψήΦοις τὸ δοκεῖν εἶναι σεπτοὶ παραβλέπουσιν, ἀλλ’ οὐδεὶς, ὦ βέλτιστοι, Φαίη τις ἃν αὐτοῖς ἑαυτὸν στεΦανοῖ. Γέγραπται γὰρ, “ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ “σὰ χείλη. ὁ γὰρ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν, καὶ τιμᾷ μὲν “δίκαιον τὸν ἀληθινόν· σκορπίζει δὲ τὰ τῶν ἀνθρωπαρέσκων ὀστᾶ.” ἀνθρωπαρεσκία γὰρ ῥίζα καὶ ἀρχὴ καὶ γένεσις τῆς μεμισημένης παρὰ τῷ Θεῷ καὶ ἀνθρώποις ὑπεροψίας. περὶ ὡν εἶπεν ὁ Κύριος “ὁ νόμος καὶ οἱ προΦῆται,” ἕως “μοιχεύει,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
Περὶ τοῦ πλουσίου κοὶ τοῦ Λαζάρου.
Τὴν προκειμένην παραβολὴν τὴν τοῦ πλουσίου καὶ τοῦ Λαζάρου ἄριστα διαμορΦοῖ καὶ διαπλάττει Χριστὸς ὁ Θεὸς ἡμῶν, ὥστε
Μηδεὶς δὲ νομιζέτω τῶν ταῦτα ἀκουόντων, ὅτι γέγονέ τισιν ἀνταπόδοσις ἢ πονηρῶν ἔργων ἣ ἀγαθῶν· ἔστι γὰρ παραβολὴ τὸ εἰρημένον ἀστείως παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐσχηματισμένη, ἵν εἴδοιεν οἱ τὸν ἐκ γῆς ἔχοντες πλοῦτον, ὡς εἰ μὴ βουληθεῖεν εἶναι χρηστοὶ καὶ εὐμετάδοτοι καὶ κοινωνικοὶ, καὶ ταῖς τῶν πενήτων ἀνάγκαις ἐπικουρεῖν ἕλοιντο, δεινῇ καὶ ἀΦυλάκτῳ περιπεσοῦνται δίκῃ. Ἴδωμεν τοίνυν τοῦ πλουσίου τὴν ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων ἠρμένην ὀΦρύν. “Ενεδιδύσκετο,” Φησὶ, “πορφύραν καὶ βύσ- “σον,” τουτέστιν εὐειματεῖν b ἐσπούδαζε, καὶ ἦν ἐν ἐσθῆτι πολυτελεστάτῃ τελεστάτῃ καὶ ἀκαταλείπτοις τρυφαῖς. τοῦτο γὰρ ἐμφαίνει τὸ εὐφραίνεσθαι καθ’ ἡμέραν. πρόσκειται δὲ “λαμπρῶς,” τουτέστιν, ἀσώτως.
Ὁ δὲ Λάζαρος νόσῳ καὶ πενίᾳ πεπεδημένος ἐβέβλητο, Φησὶ, πρὸς τὸν πυλῶνα αὐτοῦ ἀτημελῶς ἐρριμμένος, οὐδενὸς ἀξιούμενος λόγου, Φειδοῦς καὶ Φροντίδος ἄμοιρος ὤν· ζητῶν πρὸς κόρον τῆς τοῦ πλουσίου τραπέζης τὰ παρολισθαίνοντά τε καὶ ἀχρηστότερα· ἐκολάζετο δὲ καὶ ἑτέρως νόσῳ χαλεπωτάτῃ, ἀλλὰ καὶ οἱ κύνες, Φησὶν, ἔλειχον τὰ ἕλκη αὐτοῦ, οὐκ ἀδικοῦντες ἀλλ’ οἷον συναλγοῦντες καὶ θεραπεύοντες τῇ γλώττῃ, καὶ τὸ λυποῦν ἀποξέοντες, καὶ ΦιλοΦρόνως περιαλείΦοντες, ὅπως καὶ ἐν τούτῳ δειχθῇ ὁ πλούσιος καὶ θηρῶν ἀπηνέστερος, ὡς ἀσυναλγὴς καὶ ἀφιλοικτίρμων καὶ μεστὸς πάσης ἀπανθρωπίας. ὑπάρχων δὲ ὁ πένης ἐν τοιούτοις [*](b εὐϊματεῖν Cod.)
“Ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάΦη·” μὴ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον ὅτι μετὰ τὸ ἀποθανεῖν τὸν πλούσιον πρόσκειται τὸ “ἐτάΦη.” ἐπειδὴ γὰρ καὶ ζῶν, καθάπερ ἐν μνήματι κατορρυγμένη ὑπῆρχεν αὐτοῦ ἡ ψυχὴ, τάφου περιφέρουσα τὴν σάρκα· διὰ τοῦτο προσετέθη τὸ “ἐτάφη,” ἀπαλλαγεὶς δὲ τοῦ σώματος ἄπεισιν ἐκ τρυφῆς εἰς τὸν ᾅδην· ἵνα δὲ μειζόνως κατατρύχηται, ὁρᾷ, φησὶν, τὸν Λάζαρον ἐν κόλποις ὄντα τοῦ Ἀβραὰμ, ὥσπερ γὰρ τὸν Ἀδὰμ ἐκβαλὼν τοῦ παραδείσου κατ’ ἀντικρὺ τούτου κατῴκισεν αὐτὸν ὁ Θεὸς, ἵνα ἡ συνεχὴς ὄψις ἀνανεοῦσα τὸ πάθος ἀκριβεστέραν αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν, οὕτω δὴ καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατῴκησε.
Τίνος δὲ ἕνεκε οὐχὶ παρ’ ἑτέρῳ δικαίως τὸν Λάζαρον, ἀλλ’ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ εἶδεν; ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραάμ. Ἵν οὖν ἔλεγχος αὐτοῦ γένηται τῆς μισοξενίας, διὰ τοῦτο αὐτὸν μετ’ ἐκείνου βλέπει. ἐκεῖνος καὶ τοὺς παριόντας ἐθήρευε καὶ εἰς τὴν οἰκίαν εἷλκεν εἴσω τὴν ἑαυτοῦ· οὕτος καὶ τὸν ἔσω κείμενον παρεώρα·
Διὰ τί δὲ οὐ πρὸς τὸν Λάζαρον τὸν λόγον ἀπέτεινεν, ἀλλὰ πρὸς τὸν Ἀβραάμ Φησι, “πάτερ Ἀβραὰμ, ἐλέησόν με,” καὶ τὰ ἑξῆς; Ἐπειδὴ ᾐσχύνθη καὶ ἠρυθρίασεν ἐκ τῶν κατ’ αὐτὸν πραγμάτων, καὶ ἐνόμισεν αὐτὸν μνησικακήσειν πάντως. Εἰ γὰρ ἐγὼ, Φησὶ, τοσαύτης ἀπολαύων εὐπορίας, καὶ οὐδὲν ἠδικημένος, ὑπερεῖδον ἐν τοσούτοις ὄντα τὸν ἄνθρωπον κακοῖς, καὶ οὐδὲ ψιχίων μετέδωκα, πολλῷ μᾶλλον αὐτὸς οὕτως ὑπεροφθεὶς οὐκ ἐπινεύσει τῇ χάριτι ταύτῃ. Ταῦτα λέγομεν, οὐχὶ τοῦ Λαζάρου κατηγοροῦντες, οὐ γὰρ δὴ οὕτως διέκειτο ἐκεῖνος, ἀλλ’ ὅτι οὗτος ταῦτα δεδοικὼς οὐκ ἐκάλεσεν ἐκεῖνον, ἀλλὰ τὸν Ἀβραὰμ ἐφώνησεν· ἐνόμιζε γὰρ αὐτὸν ἀγνοεῖν τὰ γεγενημένα.
Τί οὖν ἐκεῖνος; “τέκνον μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου “ἐν τῆ ζωὴ σου.” Σκοπήσωμεν ΦιλοσοΦίαν δικαίου· οὐκ εἰπεν, ἀπάνθρωπε καὶ ὠμὲ καὶ παμπόνηρε, τοσαῦτα κακὰ διαθεὶς τὸν
Τί οὖν ἐντεῦθεν μανθάνομεν; ὅτι κἂν μιαροὶ τινες ὦσι, κἂν εἰς ἔσχατον κακίας ἐληλακότες, πολλάκις ἕν τι καὶ δύο καὶ τρία εἰργάσαντο ἀγαθά· καίπερ οὖν καὶ οὗτος ὁ πλούσιος, ὅθεν διὰ τῆς εὐημερίας τῆς ἐν τῷδε τῷ βίῳ ἀπολαβὼν αὐτὰ, ἤκουσεν ὅτι “ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά. Ἴσως γὰρ καὶ οὕτος ἓν ἢ καὶ δύο ἢ καὶ τρία ἡμαρτηκὼς, ἐντεῦθεν διὰ τῆς ὀδύνης ἧς ὑπέμεινεν, ἀπέλαβε ταῦτα.
Διό Φησιν, “ὅδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι·” ἡ γὰρ κρίσις ἀνήλεος τῷ μὴ ποιήσαντι, ἔλεγε.
Τί δὲ σημαίνει ὅπερ εἶπεν Ἀβραὰμ, “ὅτι χάσμα μέγα ἐστή- “ρικται,” καὶ τὰ ἑξῆς; τὴν τῶν δικαίων διαφορὰν πρὸς τοὺς πταίοντας· ὥσπερ γὰρ ἐναντίαι αἱ προθέσεις, οὕτως ἀμιγὴς ἡ μετάσασις, τῶν μὲν τὴν ἄνεσιν, τῶν δὲ τὴν κόλασιν δεχομένων. ἀποτυχὼν δὲ τῶν καθ’ ἑαυτὸν, ὑπὲρ ἑτέρων λοιπὸν ποιεῖται τὴν ἱκετηρίαν. Ὅρα πῶς Φιλάνθρωπος καὶ ἥμερος γέγονεν ὑπὸ τῆς κολάσεως· ὁ γὰρ τοῦ Λαζάρου καταφρονῶν παρόντος, ἑτέρων ἀπόντων τῶν Φροντίζει, καὶ παρακαλεῖ πεμφθῆναι τὸν Λάζαρον εἰς τὸν οἶκον τοῦ πατρὸς, καὶ οὐδὲ ἁπλῶς παρεκάλεσεν ἀναστῆναι τινα ἐκ τῶν νεκρῶν, ἀλλὰ τὸν Λάζαρον, ὅπως, φησὶν, ἰδόντες αὐτὸν στεΦανωθέντα, ὃν ἔβλεπον μυρίοις κακοῖς ἀγωνιζόμενον, οἱ γενόμενοι μάρτυρες τῆς πενίας αὐτοῦ τοῦ λιμοῦ καὶ τῶν ὀδυνῶν, αὐτοὶ καὶ τῆς μεταβολῆς καὶ τῆς δόξης αὐτοῦ γενόμενοι μάρτυρες, ἑκατέρωθέν τε παιδευθέντες, καὶ μαθόντες ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεται πράγματα, κἂν οὕτω παρασκευάσωνται ὡς δυνηθῆναι ταύτην διαφυγεῖν τὴν κόλασιν.
Τί οὖν ὁ Ἀβραάμ; “ἔχουσι Μωσέα καὶ τοὺς προΦήτας, ἀκου-
Τίνος δὲ ἕνεκεν ἀνταποκριθεὶς ὁ πλούσιος ἔΦη, “οὐχὶ, πάτερ “Ἀβραὰμ, ἀλλ’ ἐάν τις ἐκ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοή- “σουσιν;” ἐπειδὴ αὐτὸς οὗτος τῶν θείων γραφῶν ἀκούων κατεφρόνει, καὶ μύθους ἐνόμιζεν εἶναι τὰ λεγόμενα, ἐξ ὧν αὐτὸς ὑπενόει, καὶ περὶ τῶν ἀδελΦῶν οὕτως ὑποπτεύουσιν ὥσπερ κἀγὼ, ὅτι “τις ἦλθεν “ἐκεῖθεν;” τίς ἐκ νεκρῶν ἀνέστη; τίς εἶπε τὰ ἐν τῷ ἅδῃ; διὰ τοῦτο ἐάν τις ἀπὸ τῶν νεκρῶν ἀπέλθῃ, οὐκ ἀπιστήσουσιν αὐτῷ, ἀλλὰ μᾶλλον τοῖς λεγομένοις προσέξουσιν. “εἶπε δὲ,” Φησὶ, “πρὸς “αὐτὸν, εἰ Μώσεως καὶ τῶν προΦητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις “ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.” ὅτι δὲ τοῦτο οὕτως ἐστὶν ἀληθὲς, καὶ ὁ τῶν γραΦῶν οὐκ ἀκούων, οὐδὲ νεκρῶν ἀνισταμένων ἀκούσεται, ἔδειξαν οἱ Ἰουδαῖοι. οἳ ἐπειδὴ Μώσεως οὐκ ἤκουσαν καὶ τῶν προΦητῶν, οὐδὲ νεκροὺς ἰδόντες ἀναστάντας ἐπίστευσαν, ἀλλὰ νῦν μὲν ἀνελεῖν τὸν Λάζαρον ἐπεχείρουν, νῦν δὲ τοῖς Ἀποστόλοις ἐπεπήδων, καίτοι πολλῶν ἀναστάντων ἐν τῷ καιρῷ τοῦ σταύρου·
Κόλπους δὲ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακὼβ τούτους εἶναι ὁ ἅγιος Διονύσιος ὁ Ἀρεωπαγίτης τὰς θειοτάτας καὶ μακαριωτάτας λήξεις, τὰς ὑποδεχομένας πάντας τοὺς δικαίους, εἰς τὴν ἐν αὐταῖς ἀγήρω καὶ μακαριωτάτην τελείωσιν.
Περὶ τῶν σκανδάλων λαλῶν ἕως “ἀΦήσεις αὐτῷ,” προεγράΦη εἰς τὸ κατὰ Ματθαῖον.
Περὶ τῶν ἀρχαιοτέρων ἁγίων Φησὶν ὁ Ἀπόστολος, ὅτι ἐν τῇ πίστει ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι, τούτων οὖν ζηλωταὶ γενέσθαι βουλόμενοι οἱ ἅγιοι Ἀπόστολοι, “πρόσθες ἡμῖν πίστιν” ἔλεγον τῷ δεσπότῃ Χριστῷ, οὐκ αἰτοῦσι δὲ πίστιν ἁπλῶς, ἵνα μὴ ἀπίστους αὐτοὺς νομίσῃ τις, ἀλλὰ προσθήκην πίστεως, τουτέστι τὴν εἰς τοῦτο βεβαίωσιν. παρασκευάσαι δὲ αὐτοὺς βουλόμενος δεκτικοὺς γενέσθαι τῆς τοιαύτης χάριτος, Φησὶν, “εἰ ἔχετε πίστιν “ὡς κόκκον σινάπεως, ἐλέγετε ἃν τῇ συκαμίνῳ ταύτῃ, ἐκριζώθητι” καὶ τὰ ἑξῆς. Εἰ γὰρ τὸ πεπηγὸς οὕτω καὶ κατὰ γῆς ἐρριζωμένον μετακινήσειεν ἃν ἡ τῆς πίστεως δύναμις, καθόλου Φαίη τις
Ἐπειδὴ πέΦυκέ πὼς ἀεὶ ὁ ἀνθρώπινος νοῦς καταΦέρεσθαι εἰς Φιλοδοξίαν, ἀΦορμὴ δὲ τοῦ πάθους γίνεται πολλάκις, τὸ ἔπι τισι τῶν ἀρίστων ἀνδραγαθημάτων εὐδοκιμῆσαι παρὰ Θεῷ, παγχάλεπον δὲ τοῦτο καὶ Θεῷ κατεστυγημ·ένον, καταΦέρει εἰς τοῦτο γνώμης ὁ ἀρχέκακος δράκων, ὡς οἴεσθαι τάχα που καὶ ὀφελεῖν τὸν Θεὸν τὰς ἀνωτάτω τιμὰς, ὅταν εὐκλεᾶ καὶ εὐδόκιμον ἔχωσι τὴν ζωήν. Διὰ τοῦτο τῶν προκειμένων ἀναγνωσμάτων τὴν δύναμιν ὁ δεσπότης ποιεῖται Χριστὸς, λέγων, “τίς ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα “ἢ ποιμαίνοντα,” καὶ τὰ ἑξῆς. Διδάσκει γὰρ διὰ τούτων ὅτι τῆς δεσποτικῆς ἐξουσίας ἡ δύναμις, ὡς ὄφλημα πανταχοῦ παρὰ τῶν οἰκετῶν ζητεῖ τὴν ὑποταγήν. οὐ γὰρ χάριν, ἔΦη, ὁμολογήσει τῷ οἰκέτῃ, κἂν εἰ γένοιτο παρ’ αὐτοῦ πᾶν ὅπερ ἔδει γενέσθαι κατά γε τὸ τῆς δουλείας πρέπον, ἀλλὰ μὴ πληροῦντος μὲν τὸ ὀΦειλόμενον κίνδυνος ἕπεται, πληροῦντος δὲ χάρις οὐδὲ μία, κἂν εἰ ὁ δεσπότης Χριστὸς ὑπάρχων ἀγαθὸς καὶ Φιλότιμος καὶ Φιλάνθρωπος οὐ μόνον ἰσοδύναμα γέρα τοῖς κάμνουσιν ἐπαγγέλλεται, ἀλλὰ καὶ πολλῷ πλέον τοὺς πόνους ὑπερβαίνοντα, καθώς Φησιν ὁ πάνσοΦος Παῦλος, “ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, “πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.”