Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ τῶν εἰπόντων τῷ Ἰησοῦ διὰ Ἡρώδην.
Τὸ “ἔξελθε καὶ πορεύου ἐντεῦθεν,” Φθόνῳ φερόμενοι οἱ Φαρισαῖοι ἔλεγον δεσπότῃ Χριστῷ· οὐδὲ γὰρ ἤθελόν τινας Φιλεῖσθαι ὑπ’ αὐτοῦ, οὔτε ταῖς θεοσημίαις, οὔτε ταῖς ὑπὲρ νόμου μυσταγεγίαις. Ὅπερ γὰρ εἶπον, ὅτι Ἡρώδης θέλει σε ἀποκτεῖναι,” προφασιζόμενοι ἔλεγον, ὅθεν αὐτὸς ὡς ἐτάζων νεΦροὺς καὶ καρδίας, τοῦτο εἰδὼς, πράως τε καὶ ἐπεσκιασμένως, καθὼς ἔθος αὐτῷ, ἀνταποκριθεὶς εἶπε, “εἴπατε τῇ ἀλώπεκι ταύτῃ.” καὶ δοκεῖ μέν πὼς τετράφθαι καὶ βλέπειν τὴν τοῦ λόγου δύναμιν εἰς τὸ Ἡρώδου πρόσωπον, ὥς τινες ἐνόμισαν, ἔρχεται δὲ μᾶλλον κατὰ τῆς Φαρισαίων σκαιότητος. οὐ γὰρ εἶπε τῇ ἀλώπεκι ἐκείνῃ, ἀλλὰ “ ταύτῃ,” εὐφυέστατα μέσῃ τινὶ χρώμενος Φωνῇ, σαφῶς δεικνύων ἐγγὺς ὄντας τῇ ἀλώπεκι τοὺς Φαρισαίους τῇ πανουργία· καὶ γὰρ πῶς ὡς ἀεὶ πανοῦργόν ἐστι καὶ δύστροπον τὸ ζῶον, οὕτω καὶ οἱ Φαρισαῖοι· ὅθεν καὶ ὡς προσδοκῶντες κατορρωδήσειν αὐτὸν τὴν Ἡρώδου χεῖρα, ταῦτα ἔλεγον, καί τοι τῶν δυνάμεων ὄντα Κύριον. Οπερ δὲ ᾔδει λυπεῖν τὸ τῶν Φαρισαίων στῖφος, ἀποπληροῦν ἐπαγγέλλεται λέγων, “ἰδοὺ, ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἐπιτελῶ.” Ως γὰρ προείρηται διὰ τοῦτο ἐδίωκον αὐτὸν, ἵνα μὴ τῇ τῶν παραδόζων ἐπιδείξει χρώμενος, σαγηνεύῃ πολλοὺς εἰς τὸ πιστεύειν ἀυτῶ. ι Διὰ δὲ τοῦ εἰπεῖν “τελειοῦμαι,” ἔδειξεν, ὅτι ἑκὼν ὑπομένει τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ τότε ὑπέρχεται γε τοῦ σῶσαι τὴν ὐπ’ οὐρανόν. Εἰπὼν δὲ ὅτι “δεῖ με” οὐκ ἀνάγκην ἀδιαΦύλακτον ἐπηρτημένην ὥσπερ ἑαυτῷ ἐδήλωσεν, ἀλλ’ ὅτι μᾶλλον ἐν ἐξουσίᾳ τῶν αὐτοῦ θελημάτων ἀνειμένως τε καὶ ἀνυπόπτως, ὅποιπερ ἃν ἐθέλοι,
Εἰπὼν δὲ ὅτι “οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερου- “σαλὴμ,” ἐδήλωσεν ὅτι καὶ τοῦτό, φησιν, ἀπόκειται αὐτὴ, τὸ καὶ ἐμὲ αὐτὸν τὸν τῶν προφητῶν κύριον ἐν αὐτῇ παθεῖν.
Τὸ δὲ “οὐκ ἐνδέχεται” μηδεὶς νομιζέτω βίαν ἀναγκαστικὴν Ἰουδαίοις ἐπαγομένην εἰς τὸ τοιαῦτα δρᾷν εἰρῆσθαι, ἀλλὰ κατὰ τὴν τῆς ἀληθείας διάγνωσιν ἐξ ὧν ἔπραττον μιαιφόνον κεκτημένοι προαίρεσιν. Τὸ “Ἱερουσαλὴμ, Ἱερουσαλὴμ,” ἕως, “ἐν ὀνόματι “Κυρίου, προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.”
Περὶ τοῦ ὑδρωπικοῦ.
Κληθεὶς δὲ πάλιν ὑπὸ Φαρισαίου ἐν σαββάτῳ ὁ δεσπότης Χριστός· ἦν δὲ οὗτος τῶν παρ’ αὐτοῖς διαπρεπεστάτων, μάλιστα διὰ τὸ δύστροπον αὐτῶν ἀπῆλθε, μᾶλλον δὲ διὰ τὴν τούτων ὠΦέλειαν συνέστιος γενόμενος τούτοις, ὅπως θεωροὶ γενόμενοι τῆς ὑπὲρ ἄνθρωπον ἰσχύος τε ὁμοῦ τε καὶ δόξης αὐτοῦ, τάχα πὼς κἂν οὕτως πιστεύσωσιν ὅτι Θεός ἐστι, καὶ Υἱὸς Θεοῦ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, οὐκ ἀποστὰς τοῦ εἶναι ὃ ἦν· παρετηροῦντο δὲ αὐτὸν, μὴ ἄρα πὼς καταπεφρόνηκε τῆς εἰς τὸν νόμον αἰδοῦς, τι τῶν ἀπηγορευμένων ἐργαζόμενος ἐν ἡμέρᾳ σαββάτῳ. ὁ δὲ Κύριος οὐχ ὅπως ἐκκλίνῃ τὴν ἄφρονα μέμψιν, ἀλλ’ ὅπως εὐεργετήσῃ τινὰς πάντα διαπράττεται, ὅθεν καὶ τὴν ἀφροσύνην ἐλέγχει τῶν αἰτιᾶσθαι μελλόντων αὐτὸν ἐπὶ σαββατικαῖς εὐεργεσίαις, λέγων, “ἔξεστι τῷ σαβ- “βάτῳ θεραπεῦσαι ἣ οὔ;” καὶ γὰρ ἦν, φησὶν, ἄνθρωπός τις ὑδροπικὸς ἔμπροσθεν αὐτοῦ. ἐπειδὴ δὲ δυστρόπως σεσιγήκασι, παραλύει Χριστὸς τὴν ἄθραυστον αὐτῶν ἀναισχυντίαν, λογισμοῖς ἀναγκαίοις εἰς τοῦτο χρώμενος, καὶ ὡσανεὶ λέγων αὐτοῖς, εἰ κεκώλυκεν ὁ νόμος ἐλεεῖν ἐν σαββάτῳ, πῶς ἐποικτείρεις αὐτὸς τὸν εἰς φρέαρ καταπεσόντα; μὴ φροντίσῃς υἱοῦ κινδινεύοντος ἐν σαββάτῳ, μηδὲ τὶ
Περὶ τοῦ μὴ ἀγαπᾶν τὰς πρωτοκλισίας.
Ὅπερ δὲ εἶπε, τοὺς κεκλημένους “ἐπίσχων πῶς τὰς πρωτοκλι- “σίας ἐξελέγοντο,” δοκεῖ μέν τισιν ἴσως μικρά πὼς εἶναι ταῦτα, καὶ οὐ πολλῆς ἄξια Φροντίδος· ὅταν δέ τις αὐτοῖς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείσῃ, τοτηνικάδε μαθήσεται, ὁποίου μὲν ἀπαλλάττει μώμου τὸν ἄνθρωπον, ὅσον δὲ τὸ κόσμιον αὐτὸν ἐργάζεται· τὸ γὰρ τιμὰς οὐ πάντως ἡμῖν ὀφειλομένας προχείρως ἐπιζητεῖν ἀσυνέτους ἀποφαίνει. πόσης γὰρ αἰσχύνης τὸ πρᾶγμα μεμέστωται, ὅταν ἐντιμωτέρου ἐλθόντος, ὁ ἀμφοτέρους καλέσας ἐρεῖ, “δὸς “τούτῳ τόπον;” σώφρων δὲ καὶ ἀξιοθαύμαστος ὁ δυνατὸς ὣν τοῖς πρώτοις κατασεμνύνεσθαι, καὶ τούτου μὲν οὐκ ἐΦιέμενος, παραχωρῶν δὲ ἑτέροις ὑπό γε τοῦ μὴ δοκεῖν ἡττᾶσθαι φιλοδοξίᾳ· διόπερ ὁ τοιοῦτος ὡς ὄφλημα λήψεται τὴν τιμὴν, τὸ “προσανάβηθι” ἀκούων. μέγα τοίνυν καὶ ἐξαίρετον ἀγαθὸν τὸ μέτριον Φρόνημα.
Κυρίλλου Ἀλεξανδρείασ. Εἰ γὰρ τοῖς ἑτέροις ζητεῖ, κερδαινέτω τοῦτο διὰ τῆς ἄνωθεν ψήΦου, καὶ στεΦανούσθω τιμαῖς ταῖς παρὰ Θεοῦ, νικάτω πολλοὺς τῇ τῶν ἀρετῶν λαμπρότητι, τῇ ταπεινοφροσύνῃ· ὑψηλὸν γὰρ παρὰ Θεῷ τὸ συνεσταλμένον Φρόνημα. μιμητὴς γίνεται τοῦ Χριστοῦ τοῦ εἰπόντος, “μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρ- δίᾳ.” Ταῦτα δὲ λέγων οὐκέτι ἐπιπλήττει βαρέως, ἀλλὰ παραινεῖ χρηστῶς.
Τὸ δὲ, “πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαν- “τὸν ὑψωθήσεται,” τῆς θείας ἤρτηται κρίσεως, οὐ πάντως γὰρ κατὰ τὴν τῶν ἀνθρώπων ἐπιτελεῖται συνήθειαν, ἐπειδὴ καὶ πολλοὶ τιμῆς ὀρεχθέντες, ἐπέτυχον τῆς εὐτελοῦς ταύτης τιμῆς.
Περὶ τῶν καλουμένων ἐν τῷ δείπνῳ.
Ὑποθέμενος περὶ τῆς σωτηρίου ταπεινοφροσύνης θεῖον παράγγελμα καλὸν καὶ πρὸς τοὺς καλοῦντας ἐπιφέρει τὸ δίδαγμα, καὶ μέγαν εἰσάγει τῆς πρὸς ἀνθρώπους δεξιώσεως τὸν σκοπὸν καὶ τὸν καρπὸν ἀξιοσπούδαστον, εἰ καὶ μὴ παραχρῆμα τὴν ἀνταπόδοσιν κέκτηται. οἱ γὰρ μικρόψυχοι φίλους καλοῦντες καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γείτονας, διὰ τὸ εὐθέως ἀντικληθῆναι πή αὐτῶν τοῦτο ποιοῦσιν· οἱ δὲ μεγαλόψυχοι τὸ ὑπερβαλλόντως κάλλιον καὶ μεγαλοπρεπέστερον ἐργάζονται, ὅπερ ὑπέδειξεν ὁ Κύριος· τὸ τοὺς δεομένους καὶ ἀσθενεῖς καὶ λελωβημένους φιλανθρωπεύεσθαι, παρ’ ὣν οὐκ ἔστιν ἀνταπόδοσις· ἀλλ’ ὁ Θεὸς ὁ ἀνταποδιδοὺς τῆς Φιλανθρωπίας τὴν τιμὴν ἐπὶ τῆς μελλούσης ζωῆς· τοῦτο δὲ οὐχ ἵνα τῆς πρὸς τοὺς ἰδίους ἀπείρξῃ τιμῆς διεμαρτύρατο, ἀλλ’ ἵνα διδάξῃ μὴ πιπράσκειν τὰς ΦιλοΦροσύνας τῶν ἴσων ἀνταποδώσεως, ἀλλ’ ὠφελίμους ποιεῖσθαι ταύτας ἐπὶ μεγάλαις ἀνταποδώσεσι ταῖς παρὰ Θεοῦ.
O εἰπὼν “μακάριος ὅς τις φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ “τῶν οὐρανῶν,” οὔπω μὲν ἦν πνευματικὸς, ψυχικὸς δὲ μᾶλλον, καὶ ἀνεπιτηδείως ἔχων πρὸς σύνεσιν ἀκριβῆ τῶν λαλουμένων περὶ Χριστοῦ, ὠήθη γὰρ σωματικὰς ἔσεσθαι τῶν ἁγίων τὰς ἀμοιβάς. διόπερ ἐξυφαίνει Χριστὸς ὁ Θεὸς ἡμῶν παραβολὴν τοῖς τότε παροῦσιν· ἀποχρεώντως ἔχουσαν εἰς παράδειξιν τῆς ἐπὶ παντὶ τῷ κόσμῳ γενομένης οἰκονομίας, ἥτις ἐστιν ἀυτὴ.
“Ἄνθρωπός τις,” Φησὶν, “ἐποίησε δεῖπνον μέγα,” καὶ ὁ μὲν ἄνθρωπος νοηθείη ἄνθρωπος καὶ πατήρ· αἱ γὰρ εἰκόνες πλάττονται πρὸς τὸ ἀληθὲς, οὐκ αὐταὶ δὲ πάντως εἰσὶν ἡ ἀλήθεια· οὕτω δὴ οὖν ὁ τῶν ὅλων δημιουργὸς, ὁ Πατὴρ τῆς δόξης μέγα πεποίηκε δεῖπνον, τουτέστιν, οἰκουμενικὴν εἰργάσατο πανήγυριν· δῆλον δὲ ὅτι τὴν ἐπὶ Χριστῷ δεῖπνον δὲ αὐτὸ καλεῖ καὶ οὐχι ἄριστον, ὅτι ἐν ἐσχάτοις καιροῖς τοῦ αἰῶνος, καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ καθ’ ἡμᾶς αἰῶνος ἐπεφάνη ἡμῖν ὁ Υἱὸς, ὅτε καὶ τὸν δι’ ἡμᾶς ὑπέστη θάνατον, καὶ δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα Φαγεῖν, ἐκάλεσε
Τὸ δὲ “ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι,” τοῦτό ἐστιν, ὅτι ὡς ἐξ ἑνὸς συνθήματος οὐδένα λόγον ἐποιήσαντο τῆς κλήσεως, τοῖς γεωδεστέροις ἀσυνέτως προσνενευκότες, ἀγρῶν τε καὶ γεωργίας καὶ παιδοποιίας ἕνεκα.
Τίνες δὲ ἃν νοηθεῖεν οἱ παραιτησάμενοι; ἣ τάχα που τῆς Ἰουδαίων συναγωγῆς οἱ προεστηκότες, ἄνδρες ἁδροὶ τὰ βαλλάντια καὶ Φιλοκερδίᾳ ἡττημένοι, καὶ πᾶσαν εἰς τοῦτο δαπανῶντες σπουδήν· διὰ πάσης γὰρ ἔπος εἰπεῖν τῆς θεοπνεύστου γραφῆς ἐπ’ αὐτοῖς δὴ τούτοις διαβεβλημένους ἔνεστιν ἰδεῖν τούτους. διὸ καὶ ἔξω μεμενήκασι τῆς ἑορτῆς, ταῖς οὕτω σκληραῖς ἀπειθείαις τὸ μέγα δεῖπνον περιυβρίσαντες.
Κέκληνται δὲ ἀντ’ ἐκείνων οἱ εἰς τὰς πλατείας καὶ τὰς ῥύμας, οἱ ἐκ τῆς Ἰουδαϊκῆς πληθύος ἀσθενῆ τε καὶ ἀγεννῆ τὴν διάνοιαν ἕως τινὸς ἔχοντες καὶ ἀΦεγγῆ καὶ χωλεύουσαν, ὑγιεῖς δὲ καὶ εὔρρωστοι διὰ τῆς εἰς Χριστὸν γενομένης πίστεως· ἐδιδάχθησαν γὰρ ὀρθοποδεῖν, καὶ τὸ θεῖον εἰς νοῦν ἐδέξαντο Φῶς· ὅτι δὲ πεπιστεύκασι τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, διαμάθοι τις ἂν ταῖς τῶν ἁγίων Ἀποστόλων Πράξεσιν ἐντυχών.
Ἀγαθὸς ὢν Φύσει ὁ Θεὸς καὶ φιλάνθρωπος καὶ εἰς τὰς ὁδοὺς καὶ εἰς τοὺς Φραγμοὺς ἐξαποστέλλει τὸν δειπνοκλήτορα, ὅπερ ἀποφαίνει τὴν τῶν ἐθνῶν κλῆσιν, μέταγε τοῖς ἐξ αἵματος Ἰσραὴλ εἰσενενεγμένους διὰ τῆς πίστεως· καὶ γὰρ “ἔτι τόπος ἐστὶ,” Φησίν· ὑπῆρχον δὲ οἱ ἐξ ἐθνῶν ἄγροικοι τὰς Φρένας καὶ ἀπηγριωμένοι τὸν νοῦν, καὶ οἷον ἔξω πόλεως διάγοντες, διὰ τὸ μὴ ζῆν ἐν εὐνομίᾳ, κτηνοπρεπῶς δὲ μᾶλλον, καὶ σὺν ἀλογίᾳ πολλῇ.
Οὐχ ἁπλῶς δὲ εἶπε τούτους καλέσαι, ἀλλὰ καὶ ἀναγκάσαι, καίτοι προαιρετικὸν ἅπασι τὸ πιστεύειν ἐστὶ, καὶ δεκτὸν τοῦτο παρὰ Θεῷ, καὶ τῶν παρ’ αὐτοῦ χαρισμάτων ἀναπιμπλάμεθα. πῶς
Εἰπὼν ὁ δεσπότης Χριστὸς καὶ Φιλάνθρωπος, “εἴ τις ἔρχεται “πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ,” καὶ τὰ ἑξῆς, οὔτε ἀγνοῆσαι τὴν φύσιν, οὔτε δουλεῦσαι τῇ φύσει προστάσσει Χριστὸς, ἀλλὰ χρῆσθαι τῇ Φύσει πρὸς τὸ ἄμεινον καὶ σωτήριον· καὶ γὰρ τὸ τιμᾷν γονέας καὶ αὐτῷ τῷ Κυρίῳ δοκεῖ, καὶ τὸ ἐκτρέΦειν τὰ τέκνα καὶ τὰ τοιαῦτα, τοῖς γονεῦσιν ὑπακούειν, καὶ τὸ ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας τοὺς ἄνδρας, καὶ τὸ τὰς γυναῖκας τοὺς ἑαυτῶν ἄνδρας Φοβεῖσθαι, ὁ θεῖος Ἀπόστολος εἰσηγήσατο. οὐ γὰρ οἰκείους γε ὄντας τῇ πίστει, τοὺς οἰκείους μισητέον, ἀλλὰ τοῦτό ἐστιν, ὅπερ φησὶν, ὅτι τοὺς πρὸς τὴν εἰς Θεὸν πίστιν ἐμποδίζοντας καὶ πρὸς σωτηρίαν ψυχῆς κωλύοντας, τούτους παραιτητέον, καὶ μηδαμῶς ἕνεκεν ἀγάπης σαρκικῆς, τῆς εἰς Χριστὸν ἀγάπης καταφρονεῖν.