Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς ἡμέρας καὶ ὥρας.

Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ Ἄγγελοι οἱ ἐν τῷ οὐρανῷ, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ.

“ Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεά αὕτη,” ἰνα εἴπῃ τὴν τῶν πιστῶν. οἶδε γὰρ γενεὰν, οὐκ ἀπὸ χρόνων χαρακτηρίζειν μόνον, ἀλλὰ καὶ ἀπὸ τρόπου, θρησκείας, καὶ πολιτείας. ὡς ὅταν λέγῃ, “ αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον.” τὸ δὲ μέχρις οὗ ταῦτα πάντα γένηταί, φησι τὰ τῶν Ἱεροσολύμων, τὰ τῶν πολέμων, τὰ ἐφεξῆς εἰρημένα, ἅπερ εἴρηκε μέχρι τῆς αὐτοῦ παρουσίας συμβησόμενα. ὅπερ γὰρ ἄνω ἔλεγεν δεῖ πάντως γενέσθαι, καὶ ἐνταῦθα δηλοῖ λέγων· ὅτι πάντως ἐκβήσεται, καὶ μενεῖ ἡ γενεὰ τῶν πιστῶν, οὐδενὶ τῶν εἰρημένων διακοπτομένη.

Θεοδώρου Μομψουεστίασ y. Ἄλλος δέ φησι, γενεὰν λέγειν αὐτὸν πονηρὰν, τῷ τρόπῳ a καὶ οὐ τοῖς προσώποις· διδάσκων ὅτι παρόντων [*](Χ ἅπερ L. y Sic P. z Ἄλλως L. a τὸν τρόπον Ρ.)

415
καὶ ὁρώντων τῶν ἀσεβῶν καὶ b χριστοκτόνων δείξει τὴν ἀπ’ οὐρανοῦ δόξαν αὑτοῦ, ὥστε πληρωθῆναι τὸ “ ὄψονται εἰς ὃν ἐξεκέντησαν.” Άλλος c δὲ πάλιν περὶ τῆς κατ’ ἐκεῖνον τὸν καιρὸν γενεᾶς λέγειν αὐτόν φησιν, ἕως οὗ παρέλθῃ, ἕως οὗ συμβήσεται Ἰουδαίοις τὰ προλεχθέντα· διὰ τούτων πιστούμενος καὶ τοὺς περὶ συντελείας λόγους. “ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ “ παρέλθωσι,” τουτέστι, τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα εὐκολώτερον ἀφανισθῆναι, ἣ τῶν λόγων τῶν ἐμῶν τι διαπεσεῖν. καὶ ὁ ἀντιλέγων ὑπὲρ τούτων, βασανιζέτω τὰ εἰρημένα, καὶ ἀπὸ τῶν παρελθόντων καὶ τοῖς μέλλουσι πιστευέτω. διὰ γὰρ τοῦτο καὶ τὰ στοιχεῖα εἰς μέσον τέθεικε, τοῖς παλαιοῖς ἐμφιλοχωρῶν ῥήμασι, (καὶ γὰρ καὶ διὰ τοῦ Ἱερεμίου τὸ ἀσάλευτον τῆς ἀποφάσεως τῆς ἑαυτοῦ ἀπὸ τούτων καὶ d παρίστησιν) ὁμοῦ δὲ καὶ δημιουργὸν ἑαυτὸν ἐντεῦθεν δείκνυσι λανθανόντως τοῦ παντός. ἐπειδὴ γὰρ περὶ συντελείας διελέχθη, πράγματος παρὰ πολλοῖς ἀπιστουμένου, διὰ τοῦτο τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μέσον παρήγαγε, μετὰ πολλῆς ἐξουσίας δεικνὺς ἑαυτὸν δεσπότην τοῦ παντός.

“ Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἣ ὥρας οὐδεὶς οἰδεν,” καὶ τὰ ἑξῆς. τῷ e μὲν οὖν εἰπεῖν, οὐδὲ οἱ Ἄγγελοι, ἐπιστομίσας f αὐτοὺς, ὥστε μὴ ζητῆσαι μαθεῖν, ὅπερ ἐκεῖνοι οὐκ ἴσασι τὸ δὲ εἰπεῖν, οὐδὲ ὁ Υἰὸς, κωλύει οὐ μόνον μαθεῖν, ἀλλὰ καὶ ζητῆσαι. ὅτι γὰρ διὰ τοῦτο εἴρηται, ὅρα μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ περιεργοτέρους εἶδε γεγενημένους, πῶς ἐπεστόμισε μειζόνως. νῦν μὲν γὰρ καὶ τεκμήρια εἴρηκε πολλὰ καὶ ἄπειρα· τότε δὲ ἁπλῶς, “ οὐχ ὑμῶν ἐστι “ γνῶναι χρόνους ἣ καιρούς· εἶτα ἵνα μὴ εἴπωσιν, ἠπορήμεθα, διεπτύσθημεν, οὐδὲ τούτου ἐσμὲν ἄξιοί, φησι, “ οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἴδιᾳ ἐξουσίᾳ, καὶ γὰρ σφόδρα ἔμελλεν αὐτῷ τὸ τιμᾷν αὐτοὺς καὶ μηδὲν ἀποκρύπτεσθαι· διὰ τοῦτο ἀεὶ τῷ Πατρὶ αὐτοὺς ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, κἀκείνων ἐπιτειχίζων τῇ πεύσει τὰ εἰρημένα. ὅτι γὰρ τοῦτό ἐστι, τί δήποτε τὸν μὲν Πατέρα οἶδε σαφῶς, ὡς ἐκεῖνος τὴν Υἱὸν, τὴν δὲ ἡμέραν ἀγνοεῖ; πῶς δὲ εἰ πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν, [*](b καὶ om. L. c ἄλλως P.L. d καὶ om. L. e τὸ P.L. f ἐπεστόμισεν P.L.)

416
τὴν ἡμέραν ἠγνόησε ; ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν. πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ; διὰ δὴ πάντα g εἰπὼν καὶ τοὺς χρόνους καὶ τοὺς καιροὺς, καὶ ἐπ’ αὐτὰς τὰς θύρας ἀγαγὼν (ἐγγὺς γάρ ἐστιν ἐπὶ θύραις φησιν) ἀπεσίγησε τὴν ἡμέραν. Ἔστι δὲ εἰπεῖν καὶ κατὰ Μάρκον ὅτι οὐδὲ ὁ Υἱὸς οἶδεν εἰ μὴ ὁ Πατὴρ, εἰ μὴ οἰδεν ὁ Πατὴρ, οὐδὲ ὁ Υἱὸς n. ἀλλ’ ἐπειδὴ ἐπίσταται ὁ Πατὴρ, καὶ ὁ Υἱὸς δηλονότι, ἡ σοφία τοῦ Πατρὸς, ἡ πάντα ἔχουσα τὰ τοῦ Πατρὸς, πλὴν τὸ εἶναι αὐτὸ τοῦτο Πατήρ. “ βλέπετε δὲ, ἀγρυπνεῖτε” καὶ τὰ ἑξῆς. ἡ ἐπαγωγὴ δείκνυσι τὴν αἰτίαν δι’ ἣν οὐκ ἐσαφήνισεν αὐτοῖς τὴν ἡμέραν, ἀπὸ μὲν γὰρ τοῦ μαθεῖν τὴν κρίσιν, πολὺ τὸ κέρδος, ἀπὸ δὲ τοῦ τὸν καιρὸν οὐκέτι. εἰ γὰρ νῦν ἀγνοοῦντες ἔκαστος τὴν ἑαυτοῦ ἡμέραν καὶ εἰδότες ὅτι πολλάκις ἀμύητοι ἀπελεύσονται, φιλονεικοῦσιν εἰς ἐσχάτας ἀναπνοὰς βαπτίζεσθαι, ὅθεν καὶ ἔρημοι λοιπὸν ἀπέρχονται τῆς τῶν ἀγαθῶν ἐργασίας· ἀπὸ μὲν πίστεως σωζόμενοι, ἔργα δὲ ἐπιδεῖξαι οὐκ ἔχοντες, εἰ καὶ ἡ συντέλεια δήλη ἦν, τι οὐκ ἃν ἐποίησαν ; ὅθεν ἐπιφέρει μονονουχὶ λέγων διὰ τοῦτο, οὐκ εἶπον ὑμῖν, ἵνα ὡς τὴν ἡμέραν ἀγνοοῦντες βλέπητε καὶ προσεύχησθε καὶ ἀγρυπνῆτε. καὶ γὰρ οὐκ εἶπεν, οὐκ οἶδα, ἀλλ’ οὐκ οἴδατε, βουλόμενος ἐναγωνίους εἶναι διηνεκῶς, ἐκείνην καὶ ἄδηλον τὸ τέλος ἔχοντες.

Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ τὰ ἕξης.

Διὰ τοῦτο εἶπεν γρηγορεῖτε, δεικνὺς ὅτι εἰ ᾔδεσαν οἱ ἄνθρωποι πότε ἀποθανοῦνται, πάντες ἂν κατ’ ἐκείνην τὴν ὥραν ἐσπούδασαν. διὰ τοῦτο ἀεὶ αὐτοὺς βουλόμενος τοῦτο προσδοκᾶν, ἵνα ἀεὶ σπουδάζωσι, καὶ τῆς ἑκάστου ζωῆς τὸ τέλος ἄδηλον ἐποίησα. εἶτα ἐκκεκαλυμμένος ἑαυτὸν Κύριον ὀνομάζει. οὐδαμοῦ οὕτω σαφῶς εἰπών. ἐντεῦθεν δέ μοι καὶ ἐντρέπειν δοκεῖ τοὺς ῥαθύμους. οὐδὲ γὰρ ὅσην περὶ χρήματα σπουδὴν πεποίηνται οἱ προσδοκῶντες κλέπτεσθαι, τοσαύτην ὑμεῖς, φησιν, ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας ποιεῖσθε. ἐργασίας οὖν ὁ παρὼν καιρὸς, ὁ δὲ μέλλων τῆς κρίσεως.

[*](g τοῦτο πάντα P. h τὴν ἡμέραν ἣν μόνος οἶδέν φησιν ὁ πατὴρ, οὐδὲ ὁ υἱός Poss. et Ρ. om. L.)
417

ἄνθρωπον δὲ ἑαυτὸν ὀνομάζει διὰ τὴν οἰκονομίαν. ἀποδημίαν δέ φησι τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἔργον δὲ ἑκάστου i τὴν τῶν ἐντολῶν ἐργασίαν καὶ τήρησιν, ἥτις φαίνεται διὰ τοῦ k θυρωροῦ.