Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς συντελείας.

Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν, καὶ τὰ ἑξῆς.

Ἐπειδὴ πολλὰ περὶ τῆς ἐσομένης τῇ πόλει ἐρημίας καὶ τῷ ναῷ προεφήτευσεν, ὅτι ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, οἱ ἀκούσαντες ταῦτα, ὥσπερ θαυμάζοντες προσῆλθον, ἐπιδεικνύντες τοῦ ναοῦ τὸ κάλλος, καὶ διαποροῦντες εἰ τοσαῦτα μεγέθη καὶ κάλλη οἰκοδομημάτων ἀφανισθήσεται. ὁ δὲ Κύριος τούτων ἀκούσας, οὐδὲν ἧττον τὴν παντελῆ αὐτοῦ ἀπώλειαν προαναφωνεῖ. εἰ δέ φασί τινες, μήπω εἰς τέλειον τοῦτο γεγενῆσθαι, ἀλλ’ ἔτι σώζεσθαι λείψανον τούτων, οὐδ’ οὕτω διέπεσεν ἡ ἀπόφασις q. καὶ γὰρ r τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ ταῦτα ἔλεγεν, καὶ τὴν τῆς νομικῆς λατρείας κατάλυσιν περὶ τὸν κατ’ ἐκεῖνον τὸν τόπον ἔνθα ἦν. ἔστι γὰρ αὐτοῦ μέρος μέχρι τῶν θεμελίων ἠφανισμένον. ἣ καὶ ἐκ τῶν γεγενημένων καὶ περὶ τῶν λειψάνων θαρρεῖν χρὴ, ὡς τέλεον ἀπολλυμένων. Ἕτερος δέ φησιν s. ἐπειδὴ γῆ ἐκεῖνοι τὸ ἱερὸν ἐδείκνυσαν ὡς ἄριστα κατεσκευασμένον, καὶ διὰ τοῦτο οὐκ ὄφειλον καταπεσεῖν, ἐπὶ τὸ καθολικὸν τὸν λόγον ἐξήγαγεν, ὅτι ἔσται καιρὸς ὅτε πάντα συντελεσθήσεται, ὡς μηδὲ λίθον ἐπὶ λίθῳ μεῖναι. τοῦτο γὰρ περὶ τῆς καθόλου συντελείας ἔφη. καὶ πάλιν ὁ Μάρκος οὐ πάντας αὐτόν φησιν ἐρωτῆσαι περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ἀλλὰ μόνους τοὺς προγεγραμμένους. καὶ ὁ Λουκᾶς ἓν [*](ο στωμύλοις φλυαρίαις Poss. om. P.L. P καταναλίσκουσα Ρ. q Sic L. ἀπόκρισις Ρ. et Poss. r ἢ γὰρ L. s ἄλλως δέ φ. L. t Sic L. καθολικῆς Ρ. et Poss.)

408
ἔφησεν εἶναι τὸ ἐρώτημα περὶ τῶν Ἱεροσολύμων, ἅτε νομιζόντων αὐτῶν τότε καὶ τὴν παρουσίαν αὐτοῦ εἶναι. ὁ δὲ Ματθαῖος δύο, πέρι τε τῆς καθαιρέσεως τοῦ ναοῦ, καὶ τῆς συντελείας τοῦ αἰῶνος u. ἅτε πλείονα παρρησίαν ἔχοντες. διὰ τοῦτο κατ’ ἰδίαν προσῆλθον, ἅτε ὑπὲρ τοιούτων πευσόμενοι. “ ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς “ αὐτοῖς ἤρξατο λέγειν, βλέπετε μή τις ὑμᾶς πλανήσῃ” καὶ τὰ ἑξῆς. διαφόρως δὲ ταῦτά τινες ἐξειλήφασιν. οἱ μὲν γὰρ περὶ τῆς συντελείας τοῦ αἰῶνος εἰρῆσθαι ταῦτα ὑπολαμβάνουσιν, οἱ δὲ περὶ τῆς ἐρημώσεως τῆς Ἱερουσαλήμ· καὶ τῆς μὲν προτέρας Ἀπολιναρίος καὶ Θεόδωρος ὁ Μοψουεστίας. τῆς δὲ δευτέρας Τίτος, καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ τῆς βασιλίδος ἐπίσκοπος. ἐπειδὴ τοίνυν ὁ Μάρκος περὶ ταύτης μόνης φησὶ τὴν ἐρώτησιν ποιῆσαι τοὺς μαθητὰς, ἀναγκαῖον καὶ ἡμᾶς ἐν τῷ παρόντι μάλιστα τοῖς δευτέροις ἐξακολουθῆσαι. ἄλλο τοίνυν ἠρώτησαν, καὶ ἄλλο ἀποκρίνεται· τὸν καιρὸν ἠθέλησαν μαθεῖν τῆς ἀπωλείας τῆς Ἱερουσαλήμ· ὁ δὲ πρὸ τῆς ἀπωλείας τῆς Ἱερουσαλὴμ ἀσφαλίζεται τὴν διάνοιαν ἐρωτησάντων· οὐδὲν γὰρ αὐτοὺς ὠφέλει ὁ καιρὸς, ἃν μὴ ὦσιν ἀσφαλεῖς περὶ τὴν πίστιν. ὁ γὰρ διάβολος τοῦ Χριστοῦ τὴν παρουσίαν ἀμβλύναι βουλόμενος, εἰσήγαγεν ἑτέρους πλάνους ἐπὶ τῶν μαθητῶν· οἷος ἦν ὁ Θευδᾶς καὶ Ἰούδας ὁ Γαλιλαῖος. ἐπεὶ τοίνυν ταῦτα ἤμελλε γίνεσθαι, καὶ πολλοὶ ἐσφετερίζοντο τὸ ὄνομα τὸ Χριστοῦ, λέγει τέως τούτοις, βλέπετε μὴ πλανηθῆτε, μὴ τῇ ὁμωνυμίᾳ σφαλῆτε· τότε γὰρ δύνασθε καὶ τὸν καιρὸν μαθεῖν τῆς ἀπωλείας Ἱερουσαλὴμ, ὅταν ἀσφαλεῖς γένησθε περὶ τὴν τοῦ παραγενομένου. ὅταν δὲ ἀκούσητε πολέμους, οὓς x ὁ Ἰώσηππος ἱστορεῖ γεγενῆσθαι πρὸ τῆς ἁλώσεως, ἀντάραντος y μὲν τοῦ ἔθνους καὶ οὐ διδόντος τοὺς συνήθεις φόρους Ῥωμαίοις, ἐφόδων δὲ Ῥωμαϊκῶν συνεχῶν γινομένων κατὰ τῶν Ἰουδαίων, μὴ θροεῖσθέ z, φησιν. οὔπω γὰρ τὸ τέλος τῆς πόλεως. πολλάκις γὰρ ἀνακωχὴ πολέμου γενήσεται διὰ τὴν τῶν κρατούντων φιλανθρωπίαν, καὶ πολλάκις Ἰουδαῖοι τὴν ἑαυτῶν ἀγνωμοσύνην ἐπιδείξονται. οὐ τοίνυν τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης λέγει πολέμους τί γὰρ αὐτοῖς [*](u τῶν Ἱεροσολύμων om. L. x ὡς L. y ἀνταίροντος L. z φοβεῖσθε L.)
409
ἔμελλε τούτων a) τί δὲ καινότερον τῶν πρώην· ἀλλὰ τοὺς μακρόθεν λέγει αὐτοῖς ἐπιόντας. “ ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ “ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ “ λιμοὶ, καὶ ταραχαί. ἀρχαὶ ὠδίνων ταῦτα. ” ἐπειδὴ καὶ τὰ εἰρημένα ἱκανὰ ἦν αὐτοὺς θορυβεῖν, δεικνὺς ὅτι καὶ αὐτὸς αὐτοῖς συνεπιθήσεται καὶ πολεμήσει, οὐχὶ μάχας φησὶ μόνον, ἀλλὰ καὶ θεηλάτους πληγὰς, λιμοὺς καὶ σεισμούς· ὅθεν ἐδείκνυ ὅτι καὶ τοὺς πολέμους αὐτὸς ἐπήγαγεν· εἰ γὰρ περὶ τῶν πανταχοῦ γινομένων ἦν, οὐδ’ ἂν πρόρρησις ἦν, οὐδ’ ἃν αὐτοὺς ἐθορύβησεν. διὰ τοῦτό φησιν οὐδὲ ἁπλῶς αὐτὰ ἥξειν, ἀλλὰ μετὰ σημείων, ἵνα γνωσθῇ ὡς αὐτὸς αὐτοῖς ταῦτα ἐπήγαγεν. ἐμοὶ γοῦν δοκεῖ τὰ προοίμια λέγειν τῶν Ἰουδαϊκῶν κακῶν. πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων τῶν συμβαινόντων αὐτοῖς.

Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.

Εὐκαίρως παρενέβαλε τὰ αὐτῶν κακὰ, ἔχοντα παραμυθίαν ἀπὸ τῶν κοινῶν. οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ προσθεῖναι ὅτι διὰ τὸ ὄνομά μου, ἤγουν ἕνεκεν ἐμοῦ. εἰς μαρτύριον δὲ αὐτοῖς, ἵνα εἴπῃ, πρὸς τὸ μηδεμίαν αὐτοὺς ἔχειν ἀπολογίαν, ὑμῶν διὰ τὸ ταῦτα πάσχειν καταμαρτυρούντων.

Ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε· ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῆ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ἔστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.

Ταῦτα ἐπήγαγεν ἵνα μὴ νομίσωσι τὰ εἰρημένα κωλυτικὰ τοῦ κηρύγματος εἶναι. πρὸ γὰρ τῆς ἁλώσεως τὸ εὐαγγέλιον ἐκηρύχθη. ἄκουσον τί φησιν ὁ Παῦλος, “ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ- “ γος αὐτῶν b.” καὶ εἰς μαρτύριον αὐτοῖς, οὐκ εἰς τὸ πιστευθῆναι· ἐκηρύχθη μὲν γὰρ πανταχοῦ· διὸ καὶ εἶπεν, εἰς μαρτύριον τοῖς [*](a Sic P.L. ἐμέλετο τοῦτο Poss. b Sic Ρ. αὐτοῦ L. αὐτᾥ Poss.)

410
ἀπιστοῦσι, τουτέστιν εἰς ἔλεγχον, εἰς κατηγορίαν. διὰ τοῦτο δὲ μετὰ τὸ κηρυχθῆναι τὸ εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης, ἀπόλλυται τὰ Ἱεροσόλυμα, ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν ἀγνωμονοῦντες. οἱ γὰρ ἰδόντες αὐτοῦ τὴν δύναμιν πανταχοῦ διαλάμπουσαν c, καὶ ἐν ἀκαριαίῳ τὴν οἰκουμένην ἑλοῦσαν d, τίνα ἂν ἔχοιεν λοιπὸν συγγνώμην ἐπὶ τῆς αὐτῆς ἀγνωμοσύνης μείναντες ; ὅτι γὰρ πανταχοῦ ἐκηρύχθη τότε, ἄκουσον τί φησιν ὁ Παῦλος, “ τοῦ εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν “ οὐρανόν·” ὃ καὶ μέγιστον σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεως· ὅτι ἐν εἴκοσι ὅλοις ἔτεσι τὰ πέρατα τῆς οἰκουμένης κατέλαβεν ὁ λόγος. μετὰ γὰρ e τὰ προειρημένα φησὶν ἥξει τὸ τέλος τῶν Ἱεροσολύμων. “ ὅταν δὲ ἄγωσιν ὑμᾶς παραδιδόντες” καὶ τὰ ἑξῆς. πρὶν γὰρ f τὰ προειρημένα συμβῇ, ἐδιώχθησαν παρ’ αὐτῶν οἱ μακάριοι μαθηταὶ, δεσμῶται γεγόνασιν, ἤχθησαν ἐπ’ ἄρχοντας, ἐπέμφθησαν ἐπὶ βασιλέας. παρεγγυᾷ δὲ, ὅτι μὴ προμελετᾶτε μέλλοντες ἀπολογεῖσθαι· “ λήψεσθε γὰρ παρ’ ἐμοῦ σοφίαν, ᾗ οὐ “ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. εἶτα πάλιν τὸ πάντων αὐτοῖς προαναφωνεῖ χαλεπώτερον, τὸ g οὐδὲ τὴν ἀπὸ τῆς ἀγάπης παραμυθίαν ἕξουσιν, ἐμφυλίου πολέμου συμβαίνοντος, καὶ τῶν τῆς οἰκειότητος καὶ συγγενείας καταπατουμένων θεσμῶν. τριπλοῦς οὖν ἔσται h ὁ πόλεμος, ὁ ἀπὸ τῶν οἰκείων, ὁ ἀπὸ τῶν πλάνων, ὁ ἀπὸ τῶν πολεμίων. ἀλλὰ i μείζων ἡ παράκλησις. διὰ γὰρ τὸ ὄνομα αὐτοῦ πάντα ταῦτα συμβήσεται· ὅπερ μόνον ἱκανὸν πᾶσαν ἐπικουφίσαι] τὴν συμφορὰν, διὰ τὰς μελλούσας ἐλπίδας.

Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὸς ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω· τότε οἱ ἐν τῆ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη.

Βδέλυγμά τινές φασι τοὺς στρατιώτας τοὺς εἰσελθόντας k τῷ [*](c διαλάμψασαν L. d καὶ ἐν ἀκ. τ. οἰκ. ἑλ. om. L. e μετὰ τοῦτο οὖν ἥξει L. f Sic P.L. πρὸ δὲ τὰ Poss. g ὅτι P. h Sic L. ἐστιν Poss. i καὶ L. j πάσας ἐπικ. τὰς συμφορὰς L. k ἐπεισελθόντας P.L.)

411
ἱερῷ, τινὲς δὲ τὸν ἀνδριάντα τοῦ τότε τὴν πόλιν ἑλόντος· ὃ καὶ μάλιστά μοι δοκεῖ λόγον ἔχειν. βδέλυγμα γὰρ πᾶν εἴδωλον l ἐλέγετο καὶ πᾶν ἐκτύπωμα· ἐρημώσεως δὲ εἶπεν, ἐπειδὴ μετὰ τὸ ἀναστῆναι ἄβατος λοιπὸν ὁ τόπος ἐγένετο· καὶ Πίλατος δὲ ὁ καὶ τὸν Ἰησοῦν m σταυρώσας, τὰς τοῦ Καίσαρος εἰκόνας νύκτωρ εἰς τὸ ἱερὸν εἰσαγαγὼν καὶ ἀναστήσας, ὡς Ἰώσηππός φησι, πολλοῦ μὲν θορύβου τοῖς Ἰουδαίοις αἴτιος ἐγένετο· ἐκτότε δὲ ἡ στάσις λαβοῦσα τὴν ἀρχὴν, οὐ διέλιπεν ἄχρις οὗ τότε τὸ ἱερὸν ἐνεπρήσθη n καὶ ἡ πόλις ἠρημώθη. ταύτας οὖν καὶ εἰκότως βδέλυγμα καλεῖ. ἐρημώσεως δὲ καὶ ὡς ἀρχὴν ἐργαζόμενον ο τῆς στάσεως, ἀφ’ ἧς ἡ τῆς πόλεως ἐρήμωσις ἀπετελέσθη. εἶτα ἵνα μάθωσιν, ὅτι καὶ ζώντων τῶν ἐνίων αὐτῶν ταῦτα ἔσται, διὰ τοῦτο εἶπεν, “ ὅταν ἴδητε.” ἐξ ὧν ἄν τις θαυμάσειε μάλιστα τοῦ Χριστοῦ τὴν δύναμιν καὶ τὴν ἐκείνων ἀνδρείαν, ὅτι ἐν τοιούτοις καιροῖς ἐκήρυττον, ἐν οἶς μάλιστα τὰ Ἰουδαϊκὰ ἐπολεμεῖτο Ρ.

Μετὰ ταῦτα λέγει πάλιν τὰς Ἰουδαικὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ οἱ τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς. ὅταν γάρ, φησι, ταῦτα γένηται, καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως στῇ ἐν τόπῳ ἁγίῳ, φεύγετε. οὐδεμία γὰρ ἐλπὶς λοιπὸν σωτηρίας ὑμῖν. οὐδὲ γάρ ἐστιν ὑμῖν ὑπονοεῖν ὡς γενήσεταί τις μεταβολὴ τοιαύτη, οἵα καὶ πρότερον ἐν τοῖς πολέμοις ἐγένετο ἀγαπητὸν γὰρ λοιπὸν γυμνῷ σώματι διασωθῆναι· διὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δομάτων οὐκ ἀφίησιν εἰς τὴν οἰκίαν ἐλθεῖν r ὥστε ἆραι τὰ ἱμάτια· τὰ ἄφυκτα δηλῶν κακὰ καὶ τὴν ἀπέραντον συμφοράν, “ οὐαὶ δὲ ταῖς “ ἐν γαστρὶ ἐχούσαις·” καὶ τὰ ἑξῆς. πλεῖον γὰρ ὡς εἰκὸς ὑπομενοῦσι τότε τὴν ἀνάγκην, αἵτε ἔγκυοι τῶν γυναικῶν καὶ αἱ θηλάζουσαι, αἷς δὴ μάλιστα καὶ τὸ βραχύτατον κακὸν ἀνυπόστατον εἶναι συμβέβηκεν. ὁρᾷς ὅτι περὶ τῶν καταληψομένων τὴν Ἰουδαίαν φησι. χειμῶνος δέ φησιν διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ. καὶ μή τις νομίσῃ τὸ ἐπαγόμενον ὑπερβολικῶς εἰρῆσθαι· ἀλλ’ ἐντυχὼν τοῖς Ἰωσήπου συγγράμμασι, μανθανέτω τῶν εἰρημένων τὴν ἀλήθειαν. δείκνυσι δὲ αὐτοὺς καὶ χαλεπωτέρας τιμωρίας [*](1 εἶδος Ρ. m Κύριον L. n ἐνεπρίσθη Ρ. ο ἐργασάμενος P.L. Ρ Sic P.L. ὑποκαμεῖτο Poss. q ἐγίνετο P. r εἰσελθεῖν P.L.)

412
ἀξίους τῆς εἰρημένης. εἰ γὰρ καὶ ἐπὶ πλεῖόν φησιν ἐκράτησεν ὁ πόλεμος ὁ Ῥωμαίων ὁ κατὰ τῆς πόλεως, ἅπαντες ἀπώλοντο οἱ Ἰουδαῖοι· πᾶσαν γὰρ σάρκα ἔξω καὶ οἱ τὴν Ἰουδαικὴν λέγει, καὶ οἱ ἐνταῦθα ἔνδον. οὐ γὰρ δὴ μόνον τοὺς ἐν Ἰουδαίᾳ ἐπολέμουν, ἀλλὰ καὶ τοὺς πανταχοῦ διεσπαρμένους. τίνας δέ φησιν ἐκλεκτους ἐνταῦθα ; τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς πιστούς. ἵνα γὰρ μὴ λέγωσιν Ἰουδαῖοι, ὅτι δι’ αὐτοὺς καὶ τὸ κήρυγμα ταῦτα γέγονε τὰ κακὰ, δείκνυσι τοὐναντίον, ὅτι εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόρριζοι ἃν ἅπαντες ἀπώλοντο· ἀλλ’ ἵνα μὴ συναπόλωνται τοῖς ἀπίστοις Ἰουδαίοις οἱ ἐξ αὐτῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ. “ καὶ τότε ἐάν τις ὑμῖν “ εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστὸς” καὶ τὰ ἑξῆς· πληρώσας δὲ τὰ περὶ Ἱεροσολύμων, εἰς τὴν αὐτοῦ λοιπὸν διαβαίνει παρουσίαν, καὶ λέγει αὐτοῖς τὰ σημεῖα, οὐκ ἐκείνοις χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν, καὶ τοῖς μεθ’ ἡμᾶς ἐσομένοις ἅπασι. τὸ δὲ τότε, οὐχὶ τῆς ἀκολουθίας ἐστὶ τοῦ καιροῦ τῶν ἔμπροσθεν εἰρημένων, ἀλλ’ ἐν τῷ καιρῷ ᾧ μέλλει γίνεσθαι ταῦτα, ἃ μέλλω s λέγειν. ἔθος γὰρ τοῦτο τῆ γραφῇ τούτῳ κεχρῆσθαι τῆς ἱστορίας τῷ τρόπῳ· καὶ τέως ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώματα τῆς αὑτοῦ παρουσίας τῆς δευτέρας, καὶ τὰ τῶν πλάνων δείγματα. οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ, ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, καὶ οὐδενὸς εἰδότος ἐξ ἀρχῆς, οὕτως καὶ τότε φησίν· ἀλλὰ φανερῶς, καὶ ὥστε μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος.

Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ, ὧδε ὁ Χριστὸς, ἢ, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. ἐγερθήσονται γὰρ ψευδόχριστοὶ, καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς.

Ἐγερθήσονταί φησι ψευδοπροφῆται· οἱ μὲν οὖν ἐπὶ τῶν Ἀποστόλων ἀπατᾶν t ἐπιχειροῦντες τοὺς πολλοὺς ἠπάτων. οὗτοι δὲ οἱ πρὸ τῆς αὐτοῦ παρουσίας ἐκείνων πικρότεροι. ποιήσουσι γάρ, φησι, σημεῖα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτοὺς, τῷ ψευδοχρίστῳ [*](s Sic P.L. μέλλει Poss. t Sic L. ἅπαν Poss. ἄπιστοι Ρ.)

413
διακονούμενοι. ἐπὶ μὲν οὖν τῶν Ἰουδαίων ψευδοπροφῆται γεγόνασι. ψευδόχριστοι δὲ ἐπὶ τῆς καινῆς· τοὺς αὐτοὺς δὲ νῦν τούτους κἀκείνους φησὶ, καὶ ἐπιφέρει,

Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν πάντα. Μηδεὶς ἄγνοιαν προφασιζέσθω, ἀλλ’ ἀσφαλιζέσθω ἑαυτὸν ἀπὸ τῆς τούτων ἀπάτης.

Ἀλλ᾿ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὑτῆς.

Τοῦ Ἀντιχρίστου καὶ τῶν ψευδοπροφητῶν θλίψις τότε ἔσται μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων. ἀλλ’ οὐκ ἐκτείνεται εἰς χρόνου μῆκος. εἰ γὰρ ὁ Ἰουδαικὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον οὗτος ὁ πειρασμὸς συσταλήσεται διὰ τοὺς αὐτοὺς τούτους. μετ’ ἐκείνην οὖν τὴν θλῖψιν ὁ ἥλιος σκοτισθήσεται· ὁμοῦ γὰρ σχεδὸν ἅπαντα γίνεται, ὅταν u ψευδόχριστοι καὶ ψευδοπροφῆται θορυβήσουσι παραγενόμενοι· καὶ εὐθέως αὐτὸς πάρεσται, μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως· καὶ γὰρ ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ· καὶ τὰ ἄστρα πεσεῖται· τίς γὰρ αὐτῶν ἔσται χρεία, νυκτὸς οὐκ οὔσης ; καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, ὁρῶσαι τοσαύτην μεταβολὴν γινομένην, καὶ τοὺς συνδούλους αὐτῶν διδόντας εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην παρισταμένην κριτηρίῳ v· καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ “ ἀνθρώπου,” τουτέστιν, ἐν σώματι w ἐλευσόμενον, καθὰ καὶ ἀνελήφθη. ἀποστελεῖ δὲ λέγων τοὺς Ἀγγέλους αὑτοῦ ὁ υἱὸς τοῦ ἀνθρώπου, Θεὸν ἔδειξε τὸν υἱὸν τοῦ ἀνθρώπου· Θεοῦ γὰρ οἱ Ἀγγέλοι, καὶ τὸ ἀποστέλλειν αὐτοὺς ἴδιον Θεοῦ. τὸ δὲ ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ, διδάσκει ἡμᾶς τὰ αὐτὰ εἶναι τῆς γῆς καὶ οὐρανῶν ἄκρα· ὥστε Χριστῷ πιστεύειν δεῖ, καὶ μὴ ἀπατᾶσθαι, ὡς ἐλαχιστου μορίου τῆς γῆς οὔσης ἐν μέσῳ του οὐράνου ἀπείροις μεγεθεσιν ὑπερβαλόντος αὐτήν.

[*](u οἵτε γὰρ Ρ. V δικαστηρίω L. w Sic L. ἐνσώματον Ρ. εὐσώματον Poss.)
414

Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. οὕτω καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

Τὸ παράδειγμα τῆς συκῆς τίθησιν, ὡς οὐ πολὺ τὸ μέσον, ἀλλ’ ἐφεξῆς μετὰ τὴν θλῖψιν ἐκείνην καὶ ἡ παρουσία ἀπαντήσεται· ὅπερ x οὐ διὰ τῆς παραβολῆς μόνον ἐδήλωσεν εἰπὼν, “ γινώσκετε ὅτι “ ἐγγύς ἐστιν ἐπὶ θύραις.” ἐντεῦθεν καὶ ἕτερόν τι προφητεύει, θέρος καὶ γαλήνην ἐκείνην ἐσομένην τὴν ἡμέραν ἀπὸ χειμῶνος τοῖς δικαίοις· τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους· καὶ ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον οὕτως ἐκβησόμενον πάντως. ὥσπερ γὰρ τὸ τῆς συκῆς ἀνάγκη εἶναι, οὕτω καὶ τὸ τῆς συντελείας.