Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.

Ἣν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς, πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. ἔλεγον δὲ, Μῆ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.

Πρὸ δύο ἡμέρας τοῦ πάθους ἡ βουλή. διὸ δὲ τὴν τετάρτην ἐν τῇ ἑβδομάδι νηστείαν ἄγομεν, ὡς τοῦ πάθους ἀρχὴν τοῦ κατὰ τὴν ἕκτην1 ἐπιτελεσθέντος. δόλον δὲ μηχανῶνται διὰ τὸν λαὸν τὸν ἀκολουθοῦντα καὶ περιεστῶτα ἀεί. καὶ τὴν μὲν ἑορτὴν ὑπερθέσθαι βούλονται· οὐ συγχωροῦνται δὲ, ἐπειδὴ τὴν προφητείαν ἔδει πληροῦσθαι τὴν ἐν τῇ νομικῇ διατυπώσει, ἐν ᾗ τὸ Πάσχα ἐθύετο, μηνὶ πρώτῳ, τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ. ἐν τούτῳ γὰρ τῷ μηνὶ καὶ ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸ ἀληθινὸν Πάσχα ἔδει τυθῆναι. πρὸς δὲ τούτοις δείκνυται καὶ ὡς ἑκοντὶ ἑαυτὸν ἐξέδωκε, τὸ ὑπὲρ ἡμῶν καταδέξασθαι, ὅτι βουλόμενοι μὲν κατασχεῖν αὐτὸν, πολλάκις οὐκ ἴσχυσαν. ὅτε δὲ μὴ συλλαβέσθαι αὐτὸν ἐβούλοντο, τότε ἑαυτὸν ἐκδοὺς παρὰ πᾶσαν ἐλπίδα τὸ σπουδαζόμενον αὐτοῖς εἰς πέρας ἐξελθεῖν παρεσκεύασε. τούτοις ἐπισυνάπτει ὁ Εὐαγγελιστὴς ὁμοίως Ματθαῖος m τὸ ἐν τῇ Βηθανίᾳ γενόμενον ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ παρὰ n γυναικός.

Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς.

Δοκεῖ μὲν εἶναι μία καὶ ἡ αὐτὴ γυνὴ παρὰ τοῖς Εὐαγγελισταῖς [*](i Sic L. ἐκ τούτου Ρ. et Poss. k τῆς P. 1 Sic L. κατ’ αὐτὴν Ρ. et Poss m Ματθαίῳ L. n Slc L. περὶ Ρ.)

418
ἅπασιν· οὐκ ἢν ο δέ· ἀλλὰ παρὰ τοῖς τρισὶ μὲν, μία τις οὖσά μοι p δοκεῖ καὶ ἡ αὐτή· παρὰ δὲ τῷ Ἰωάννῃ οὐκέτι, ἀλλ’ ἑτέρα τις θαυμαστὴ ἡ τοῦ Λαζάρου ἀδελφή. καὶ ταῦτα μὲν φησιν ὁ τῆς βασιλίδος πόλεως ἐπίσκοπος Ἰωάννης. Ὠριγένης δὲ πάλιν ἄλλην μέν φησι τὴν παρὰ Ματθαίῳ καὶ Μάρκῳ ἐκχέουσαν τῆς κεφαλῆς τὸ μύρον ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ· ἄλλην δὲ τὴν παρὰ τῷ Λουκᾷ γεγραμμένην ἁμαρτωλὸν κατεκχέσασαν τῶν ποδῶν αὐτοῦ τὸ μύρον ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου. Ἀπολινάριος δὲ καὶ Θεόδωρος μίαν καὶ τὴν αὐτήν φασι παρὰ πᾶσι τοῖς Εὐαγγελισταῖς q, ἀκριβέστερον δὲ τὸν Ἰωάννην τὴν ἱστορίαν ἐκδεδωκέναι. φαίνονται δὲ Ματθαῖος καὶ Μάρκος καὶ Ἰωάννης περὶ τῆς αὐτῆς λέγοντες· ἐν Βηθανίᾳ γὰρ γεγενῆσθαί φασι· κώμη δὲ αὕτη. Λουκᾶς δὲ περὶ ἑτέρας. “ Ἰδοὺ γὰρ γυνή, φησιν, ἐν τῆ πόλει, “ ἥτις ἦν ἁμαρτωλὸς, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ “ Φαρισαίου,” καὶ τὰ ἑξῆς, ὡς εἶναι ταύτην ἁμαρτωλὸν καὶ ἐν τῇ πόλει· ἐκείνην δὲ μὴ ἁμαρτωλὸν ἀναγέγραπται r, καὶ ἐν Βηθανίᾳ τῇ κώμῃ. ἀποδέχεται μέντοι αὐτῆς ὁ Σωτῆρ’ τὴν προθυμίαν, οὐ μάτην λέγων τὸ λαληθήσεται ἐν ὅλῳ τῷ κόσμῳ μετὰ τοῦ κηρύγματος τοῦ Εὐαγγελίου καὶ τὸ τῆς γυναικὸς ἔργον, ἀλλ’ ὅτι τύπον ἐπεῖχε s τῆς προσαγούσης Χριστῷ τὴν πίστιν ἐκκλησίας, καὶ ἐκβαλλούσης ὥσπερ μύρον εὐωδέστατον. καὶ πιστικὴν γὰρ τὴν νάρδον ὀνομάζουσι, καὶ πολύτιμον λέγουσι. φησὶ δὲ εἰς τὸν ἐνταφιασμὸν αὐτῷ t συντελεῖν τὴν τοῦ μύρου ἄλειψιν· καὶ ὃ ἔσχε φησὶν, ἐποίησε. “ προέλαβε γὰρ μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐν- “ ταφιασμόν·” ἐπὶ γὰρ τῷ θανάτῳ μάλιστα τῆς πίστεως ἀποδέξασθαι αὐτὸν ὡς σωτήριον κόσμῳ· πίστεως δὲ τοῦτο ἔργον τῆς ἰσχυροτάτης. γίνεται δὲ σημεῖον τοῦ μέλλοντος καὶ κατὰ βούλησιν τοῦτο τοῦ Σωτῆρος· ἔργον γὰρ λόγου μᾶλλον μνημονεύεται, ἵνα μνημονεύομεν ὅτι προεγνώκει τὸ πάθος. τῶν δὲ αἰτιωμένων τὴν τοῦ μύρου ἔκχυσιν διαφόρων ὄντων, ὁ μὲν Ἰωάννης μόνον u Ἰούδα ἐμνημόνευσε τοῦ προδότου· ὁ δὲ Ματθαῖος τῶν Ἀποστόλων· ὁ δὲ Μάρκος τινῶν, οὐχ ἁπάντων. οὐ τὴν τοῦ λέγοντος ἐξελέγχει προαίρεσιν ὁ Κύριος, ἀπὸ πονηρίας λέγοντος τοῦτο τοῦ Ἰούδα κατ’ [*](P ἐστὶ Ρ. εἶναι L. q Sic L. εὐαγγελίοις Poss. r ἀναγεγράφθαι P.L. 8 Sic L. ἐπέχει Ρ. et Poss. t αὐτοῦ Ρ. u μόνου Ρ.)
419
αἰσχροκέρδειαν, ἀλλ’ οὐδὲ τοῖς ἄλλοις μέμφεται κατὰ ὑγιῆ λογισμὸν αἰτιασαμένοις. οὐκ εἰδότες γὰρ τὸ τοῦ πραχθέντος εὔλογον ᾐτιῶντο τὴν πρᾶξιν, ἤκουον γὰρ τοῦ διδασκάλου λέγοντος, “ ἔλεον “ θέλω καὶ οὐ θυσίαν,” καὶ πολλὰ ἐν τῷ ὄρει περὶ ἐλεημοσύνης διαλεχθέντος. καὶ ἀπὸ τούτων συνελογίζοντο πρὸς ἑαυτοὺς, ὡς πολλῷ κρεῖττον ἦν τὴν τιμὴν τοῦ μύρου διανεμηθῆναι τοῖς πένησιν. ὁ δὲ Σωτῆρ’ τὴν διάνοιαν αὐτῆς ὁρῶν ἀφίησιν, καὶ γὰρ πολλὴ ἡ εὐλάβεια ἦν, καὶ ἄφατος ἡ σπουδή· διὸ καὶ σφόδρα συγκαταβαίνων, συνεχώρησε κατὰ τῆς κεφαλῆς αὐτοῦ χυθῆναι τὸ ἔλαιον. πολλῶν δὲ αἰτιωμένων καὶ διαφόρων, ὁ Κύριος προγνώστης ὣν, τὸν μὲν Ἰούδαν ὡς φιλάργυρον ἐξελέγχει· τοὺς δὲ μαθητὰς οὐκ αἰτιᾶται, ὡς ἐξ ἁπλουστέρας γνώμης εἰρηκότων ταῦτα. ἐμνημόνευον γὰρ τὸ, “ ἔλεον θέλω καὶ οὐ θυσίαν.” εἰπόντες δὲ ὅτι ἠδύνατο τριακοσίων διναρίων πραθῆναι, ἔδειξαν ὅσα ἀνήλωσεν εἰς τὸ μύρον αὕτη, καὶ ὅσην τὴν προθυμίαν x ἐπεδείξατο. “ καὶ ὅπου ἂν κηρυχθῇ,” φησι, “ τὸ Εὐαγγέλιον τοῦτο, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη.” διὰ τοῦτο πάλιν τὴν εἰς τὰ ἔθνη ἔξοδον προαναφωνεῖ, καὶ ταύτῃ παραμυθούμενος αὐτοὺς ὑπὲρ τοῦ θανάτου· εἴγε μετὰ τὸν σταυρὸν y ἡ δύναμις, ὡς πανταχοῦ τῆς γῆς ἐκχυθῆναι τὸ κήρυγμα. καὶ οὐκ ἀπῄτει δὲ ὁ καιρὸς ὥστε διορθῶσαι τὸ γεγενημένον, ἀλλ’ ὥστε ἀποδέξασθαι μόνον. ὥσπερ γὰρ εἴτις αὐτὸν ἔροιτο πρὸ τοῦ ποιῆσαι τὴν γυναῖκα, οὐκ ἃν τοῦτο ἀπεφήνατο, οὕτω μετὰ τὸ ἀγορασθῆναι καὶ μετὰ τὸ χυθῆναι τὸ ἔλαιον, ἄκαιρος ἦν ἡ ἐπιτίμησις· διὸ καὶ αὐτὸς ὥστε μὴ πηρῶσαι τὴν γνώμην τῆς γυναικὸς ταῦτα ἔφησε· καὶ ὅσα φησίν, εἰς παραμυθίαν αὐτῆς λέγει. ἐγὼ γάρ, φησι, τοσοῦτον ἀπέχω τοῦ καταδικάσαι αὐτὴν ὡς κακῶς πεποιηκυῖαν, ἣ μέμψασθαι ὡς οὐ καλῶς ἐργασαμένην, ὅτι οὐδὲ ἀφήσω λαθεῖν τὸ γεγενημένον. ἀλλ’ ὁ κόσμος εἴσεται τὸ ἐν οἰκίᾳ εἰργασμένον καὶ ἐν κρυπτῷ. καὶ γὰρ μεγάλης διανοίας ἦν τὸ γεγενημένον, καὶ πολλῆς τεκμήριον πίστεως.

[*](x μεγαλοψυχίαν L. y τοῦ σταυροῦ Ρ.)
420