Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν Σαδδουκαίων. Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὑτὸν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, τινες εἰσιν οἱ Σαδδουκαῖοι ; αἵρεσις Ἰουδαίων ἑτέρα λέγουσα μὴ εἶναι ἀνάστασιν, μήτε Ἄγγελον, μήτε πνεῦμα. καὶ ἐντεῦθεν μὲν οὐδὲν αὐτῷ περὶ ἀναστάσεως λέγουσι. πλάττουσι δέ τινα λόγον, καὶ πρᾶγμα συντιθέασιν ὡς ἐπίπαν μὴ γεγενημένον, οἰόμενοι εἰς ἀπορίαν αὐτὸν ἐκβαλεῖν q, καὶ τὸ ἀνάστασιν εἶναι ἀνατρέψαι. καὶ τίνος ἕνεκεν οὐκ ἔπλασαν δύο ἢ τρεῖς, ἀλλ’ ἑπτά; ὥστε ἐκ περιουσίας κωμῳδῆσαι τὴν ἀνάστασιν. διὸ καὶ λέγουσι, πάντες ἔσχον αὐτήν· τι οὖν ὁ Χριστός ; πρὸς ἀμφότερα ἀπο- ο δυνάμενα P. Ρ ἄρχοντας L. q ἐμβαλεῖν Ρ. F

402
κρίνεται, οὐ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην, ἱστάμενος καὶ ὅτι ἀνάστασις ἔσται, καὶ οὐ τοιαύτη ἀνάστασις οἴανΡ, ὥς φασί τινες, τοὺς Φαρισαίους ὑπολαμβάνειν. τι γάρ φησι ; πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. ἐπεὶ γὰρ ὡς εἰδότες, Μωσέα προεβάλλοντο καὶ τὸν νόμον, δείκνυσιν αὐτοὺς τὰς γραφὰς ἀγνοοῦντας, ἐκ δὲ τούτου καὶ τὴν δύναμιν τοῦ Θεοῦ. καὶ ἐπειδὴ αἴτιον ἦν τοῦ μὴ νομίζειν ἀνάστασιν, τὸ τοιαύτην ὑποπτεύειν γενήσεσθαι πραγμάτων κατάστασιν, τὸ αἴτιον θεραπεύει, εἶτα καὶ τὸ σύμπτωμα. ἐν γὰρ τῇ ἀναστάσει, φησὶν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται. ψεῦδος οὖν ὑποτίθεσθε ἀγνοοῦντες τὴν περὶ τῆς ἀναστάσεως γραφὴν, καὶ τὴν δύναμιν τοῦ Θεοῦ, τὴν ἐκ μὴ ὄντων τῷ λόγῳ τὰ πάντα συστησαμένην· ἥτις καὶ τὰ διεφθαρμένα εἰς ἀνάστασιν ἄγει. καὶ ἐπειδὴ μενοῦσιν ὡσαύτως ἄνθρωποι μηκέτι αὐξανόμενοι εἰς πλῆθος, καθάπερ καὶ οἱ Ἄγγελοι· διὰ τοῦτο κοινωνία γάμων ἀναιρεθήσεται· τοῦτο γὰρ τὸ ὡς “ Ἄγγελοι τοῦ Θεοῦ ἐν τοῖς οὐρανοῖς.” ὥσπερ γὰρ τὸ ἀγγελικὸν πλῆθος πολὺ μὲν ὂν, οὐ μὴν ἐκ γενέσεως αὐξηθὲν, ἀλλ’ ἐκ δημιουργίας ὑπάρχον· οὕτω δὴ καὶ τὸ ἀνιστάμενον πλῆθος. ὅτι δὲ γενήσεται ἀνάστασις, καὶ οὐκ ἀδύνατον τὸ πρᾶγμα τοῦτο, ἐξ ἐπαγγελίας τοῦ Θεοῦ συνίστησι, καὶ οὐκ ἐκ φυσιολογίας. οὐχὶ γὰρ τῶν οὐκ ὄντων, φησὶν, ἅγιος Θεὸς ὁ Θεὸς, οὐ γὰρ εἶπεν ἤμην, ἀλλ’ εἰμὶ τῶν ζώντων καὶ τῶν ὄντων ἴσμεν δὲ ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ τοῦ Οὐαλεντίνου r καὶ Μαρκίωνος ἔτι διαμάχονται, ἐπὶ ψυχὰς ἀνάγοντες τὸν λόγον. ταύτας γὰρ ζῆν, καὶ περὶ τούτων εἰρηκέναι τὸν Κύριον ὡς τούτων ὄντος Θεοῦ τοῦ Θεοῦ s. οὐ δήπου δὲ Σαδδουκαίοις περὶ ψυχῶν ἦν ἡ αἰτιολογίαι, ἀλλὰ περὶ σωμάτων· ὥστε περὶ τούτων ἡ ἀπόκρισις. λέγεται δὲ τότε ἀνίστασθαι ὁ νεκρὸς, ὅτε μετὰ σώματος ἡ ψυχή· οὐκ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς διαλελυμένης, ἀλλ’ ὡς ἀπρακτούσης, καὶ τὰ τῆς ψυχῆς ἴδια ὅσα μετὰ σώματος ἔσχεν οὐκ ἐχούσης. ἓν γάρ τι τὸ συναμφότερόν u ἐστιν ἐν ἀνθρώποις, καὶ ἡ ζωὴ κοινὴ, καὶ ἑκατέρων ν δεῖ w πρὸς τὸ τὴν ἐκ θανάτου ζωὴν πάλιν συστῆναι. Ρ οἵαν Ρ. οἷα L. et Poss. q τῶν ὀντ. κ. τ. ηώντ. L. r βαλεντίνου L. s ὄντα Θεὸν Poss. t ἀντιλογία Ρ. u Sic P.L. συναμφοτέρων Poss. v ἑκάτερον L. w δὴ P.L.

403

Περὶ τοῦ γραμματέως.

Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτὸν, ποία ἐστὶ πρώτη πασῶν ἐντολή ;

Ὁ μὲν Ματθαῖος ὅτι πειράζων ἠρώτησεν· ὁ δὲ Μάρκος τουναντίον. “ εἰδὼς ” γάρ φησιν “ ὁ Ἰησοῦς ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν “ αὐτῷ οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. ” οὐκ ἐναντιούμενοι ἑαυτοῖς, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες. ἠρώτησε μὲν γὰρ πειράζων παρὰ τὴν ἀρχὴν, ἀπὸ δὲ τῆς ἀποκρίσεως ὠφεληθεὶς, ἐπῃνέθη. οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπῄνεσεν, ἀλλ’ ὅτε εἶπεν, ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον πλεῖόν ἐστι τῶν ὁλοκαυτωμάτων, τότε φησὶν, “ οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας·” ὅτι τῶν ταπεινῶν ὑπερεῖδε, καὶ τὴν ἀρχὴν τῆς ἀρετῆς κατέλαβε. καὶ γὰρ πάντα ἐκεῖνα διὰ τοῦτο, καὶ τὸ σάββατον καὶ τὰ λοιπὰ, καὶ οὐδὲ οὕτως αὐτῷ ἀπηρτισμένον τὸν ἔπαινον x συνέθηκεν, ἀλλ’ ἔτι λείποντα· τὸ γὰρ εἰπεῖν, οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. τίνος οὖν ἕνεκεν τὴν ἀρχὴν ταύτην τῷ Ἰησοῦ προεβάλετο τὴν ἐρώτησιν ; προσδοκῶν τινα λαβὴν παρέξειν αὐτῷ ὡς ἐπιδιορθωσόμενον αὐτὸν, διὰ τὸ καὶ ἑαυτὸν ποιεῖν Θεόν. τί οὖν ὁ Χριστός ; δεικνὺς ὅθεν ἦλθεν ἐπὶ ταῦτα, ἀπὸ τοῦ μηδεμίαν ἔχειν ἀγάπην, ἀπὸ τοῦ φθόνῳ καὶ ζηλοτυπίᾳ τήκεσθαί, φησιν, ἀγαπήσῃ Κύριον τὸν Θεόν σου, αὕτη πρώτη, καὶ μεγάλη ἐντολή. δευτέρα δὲ ὁμοία αὐτῆς, “ καὶ ἀγαπήσεις τὸν “ πλησίον σου ὡς ἑαυτόν.” διατί δὲ ὁμοία αὐτῆς ; ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ αὐτὸ τὸ ἀγαπᾷν ἡμᾶς Κύριον τὸν Θεὸν ἡμῶν ἤρτηται τοῦ ἀγαπᾷν ἡμᾶς ἑαυτούς. ἀγαπῶντες γὰρ ἑαυτοὺς, ἀγαπῶμεν τὸν ποιήσαντα ἡμᾶς τοιούτους, ὡς y εἶναι κατ’ εἰκόνα τοῦ κτίσαντος ἡμᾶς. οὐ γὰρ ἐκ τοῦ ἀγαπᾷν τὸν Θεὸν ἀγαπῶμεν ἑαυτοὺς, ἀλλ’ ἐκ τοῦ ἀγαπᾷν ἑαυτοὺς εὐχαριστοῦμεν τῷ ἡμᾶς ποιήσαντι καὶ χαρισαμένῳ τὰ τοιαῦτα, ἅτινά ἐστι δυσεξαρίθμητα, [*](x Sic P.L. τοῦ ἐπαίνου Poss. y ὡς om, L.)

404
ἀμειβόμενοι κατὰ τὸ δυνατὸν ἡμῖν αὐτὸν διὰ τῆς τοιαύτης ἀγάπης. “ πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται “ πρὸς τὸ φῶς.” καὶ πάλιν· “ εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, οὐκ ἔστι “ Θεός·” καίτοι z ἀπὸ τούτου διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. “ καὶ ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ τὸ κεφάλαιον τούτων a, “ ἀγαπήσεις τὸν πλησίον σου.” τὴν πρώτην οὖν ἐρωτηθεὶς, ἐπήγαγε καὶ τὴν δευτέραν, οὐδὲν αὐτῆς ἀποδέουσαν· πλεονάζει δὲ τῇ ἐπαναλήψει τῇ περὶ τοῦ αὐτοῦ πράγματος ὁ νόμος τὸ ἐν ὅλῃ καρδίᾳ, καὶ τὸ ἐν ὅλῃ ψυχῇ, καὶ τὸ ἐν ὅλῃ τῇ διανοίᾳ, ἵνα ἐπιτείνῃ τὴν ἀγάπην εἰς τελειότητα· μὴ καταλιπὼν ἀπόκλεισιν ἐπ’ ἄλλο μηδὲν, ὅπερ ἐλαττώσῃ b τὴν πρὸς Θεὸν ἀγάπην. ταύτην οὖν εἰπὼν μεγάλην ὁ Κύριος, προσέθηκε καὶ πρώτην εἶναι ταύτην, ἵνα καὶ τὴν δευτέραν ἐπεισαγάγῃ, συνημμένην αὐτῇ καὶ μὴ δυναμένην διίστασθαι. διὸ καὶ περὶ μιᾶς ἐρωτηθεὶς, οὐκ ἀπεσιώτησε τὴν ἀχώριστον αὐτῆς. οὐ γὰρ ἀληθὴς ἡ πρὸς Θεὸν ἀγάπη, τὴν πρὸς τὸν πλησίον οὐκ ἔχουσα. εἶτα ἐπειδὴ ἀπεκρίθη, καὶ ἀντερωτᾷ.

Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως.

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ, πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς ἐστὶ Δαβίδ ;

Μετὰ τὸ ἐπαινέσαι τὸν εἰρηκότα ὅτι εἷς ἐστιν ὁ Θεὸς, ἵνα μὴ ἔχωσι λέγειν ὅτι θαύματα μὲν ἐποίησε, τῷ νόμῳ δὲ ἐναντίος καὶ τῷ Θεῷ πολέμιός ἐστι· διὰ τοῦτο μετὰ τοσαῦτα τοῦτο ἐρωτᾷ, λανθανόντως ἐνάγων αὐτοὺς εἰς τὸ καὶ αὐτὸν ὁμολογῆσαι Θεόν. ἐπειδὴ γὰρ πρὸς τὸ πάθος ἤμελλεν ἰέναι, λοιπὸν τίθησι τὴν κυρίαν αὐτῶν ἀνακηρύττουσαν προφητείαν. ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ προηγουμένως, ἀλλ’ ἀπὸ αἰτίας εὐλόγου. ἀνατρέπων γὰρ αὐτῶν τὴν πεπλανημένην δόξαν, οὕτως εἰσάγει τὸν Δαβὶδ ἀνακηρύττοντα αὐτοῦ τὴν θεότητα, καὶ τὸ γνήσιον τῆς βιότητος, καὶ τὸ ὁμότιμον [*](z καὶ τί P.L. a αὐτῶν P.L. b ἐλαττώσει Ρ.)

405
c πρὸς τὸν Πατέρα. καὶ οὐδὲ μέχρι τούτων ἵσταται. ἀλλ’ ὥστε καὶ φοβῆσαι καὶ τὰ ἑξῆς ἐπάγει λέγων, “ ἕως ἃν θῶ τοὺς “ ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.” ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται. πρότερον δὲ εἶπε, τι ὑμῖν δοκεῖ; τίνος υἱὸς ἦν ; ὥστε d εἰς ἐρώτησιν αὐτοὺς ἀγαγεῖν. ἐπειδὴ εἶπον, τοῦ Δαβὶδ καὶ μὴν ὁ Δαβὶδ τάδε ἔφη) ἀλλὰ πάλιν ἐν τάξει ἐρωτήσεως, “ πῶς οὖν ὁ Δαβὶδ ἐν πνεύματι ; ” ὥς τε μὴ προσθεῖναι αὐτοῖς τὰ λεγόμενα. διὸ οὐδὲ εἶπε, τι οὖν ὑμῖν δοκεῖ περὶ ἐμοῦ ; ἀλλὰ, περὶ τοῦ Χριστοῦ ; ὅρα δὲ πῶς αὐτοὺς ἐρωτῶν συλλογίζεται. εἰ οὖν Δαβὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἦν ; οὐκ ἀναιρῶν τὸ υἱὸν αὐτοῦ εἶναι· ἄπαγε· ἀλλὰ τὴν ὑπόνοιαν διορθούμενος· πῶς υἱὸς αὐτοῦ ἦν, οὕτως ὡς ὑμεῖς φατε, μόνον υἱὸς καὶ οὐχὶ Κύριος αὐτοῦ ἢν ; καίτοι τοῦτο μετὰ τὴν μαρτυρίαν οὐκ εἶπε, καὶ μὴν Κύριος αὐτοῦ ἐστὶν, ἀλλὰ πῶς, ἐκείνων ἦν ἐρωτῆσαι, ἀλλ’ οὐκ ἠρώτησαν. οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόντων μαθεῖν. διὸ καὶ αὐτὸς ἐπήγαγεν λέγων, ὅτι Κύριος αὐτοῦ ἦν e. οὐκ ἦν δὲ ἴσον ἀκοῦσαι, Ἰουδαίων ἁπάντων Κύριον, καὶ τοῦ Δαβίδ. σὺ δέ μοι σκόπει τὸ εὔκαιρον. ὅτε γὰρ εἶπεν εἷς ἐστι Κύριος, τότε καὶ περὶ αὐτοῦ εἶπεν, ὅτι Κύριός ἐστι καὶ ἀπὸ προφητείας, οὐκέτι ἀπὸ ἔργων μόνον, καὶ δείκνυσιν αὐτὸν ὑπὲρ αὐτοῦ ἀμυνόμενον, καὶ ὁμόνοιαν τοῦ Πατρὸς πρὸς αὐτόν. οὐδὲ γὰρ κατὰ τοὺς Ἰουδαίους τὸν υἱὸν Κύριον ἐχρῆν λέγεσθαι τοῦ Πατρὸς, τοὐναντίον δὲ, ὥσπερ καὶ τὸν Σολομῶνα ἡ μητὴρ f δοῦλον καλεῖ g τοῦ πατρὸς, λέγουσα, οὐχὶ Σολομῶνα τὸν δοῦλόν σου. πατέρα δὲ περὶ υἱοῦ λέγειν ὡς περὶ Κυρίου, παντελῶς ἀπᾷδον h, καὶ παρὰ τὴν φύσιν· καὶ μάλιστα ὁπότε κατὰ Πνεῦμα κινούμενον i λαλεῖ. οὐκ εἶπε δὲ τοῦ κύος Κύριον, ἀλλὰ τοῦ Δαβίδ. οὐ γὰρ ἐπειδὴ ἐν Πνεύματι λαλῶν Κύριον ἐκάλεσε τὸν Χριστὸν, διὰ τοῦτο δουλοποιητέον τὸ Πνεῦμα, ὡς τολμῶσιν οἱ εἰς τὸ Πνεῦμα δυσφημοῦντες. λέγει οὖν καὶ υἱὸν αὑτὸν τῆς παιδίσκης τοῦ Θεοῦ ὁ Δαβὶδ, καὶ οὐ δήπου τῷ Πνεύματι καὶ τοῦτο ἁρμόσει, ἀλλ’ εἰς τὸ ἴδιον πρόσωπον εἴρηται αὐτῷ ταῦτα καὶ ἄλλα πολλά.

[*](c τὸ add. Ρ. d ὥστε Ρ. ὅστε Poss. e ἐστὶν L. f ἡ μητ. om. L. ὁ, ἐκάλει L. h ἀπόδων L. i κινούμενος P.L.)
406

Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὑτοῦ, βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.

“ Καὶ ἔλεγεν αὐτοῖς·” τίσιν αὐτοῖς; δηλονότι τοῖς ἀπὸ τοῦ λαοῦ, περὶ ὧν εἶπε, “ καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.” φυλάξατε τοίνυν, φησὶν, ἑαυτοὺς ἀπὸ τῶν γραμματέων. μὴ ζηλοῦτε, μὴ μακαρίσητε, τὴν ἔξωθεν σκηνὴν θεωροῦντες. οὐ γὰρ ἕνεκα Θεοῦ k τὸ σχῆμα τὸ νόμιμον προβάλλονται, ἀλλ’ ἕνεκα τοῦ δοκεῖν ἀνθρώποις εὐσεβεῖν, καὶ κομίζεσθαι παρὰ ἀνθρώπων τὴν ἀνωφελῆ προτίμησιν. ἱκανὰ γὰρ ταῦτα πάντα ἐνδείξασθαι τῶν ἀνθρώπων τὸ πεφυσιωμένον καὶ περιττόν l. καρποῦνται γάρ, φησι, τοὺς οἴκους, καὶ ἃ ταῖς χήραις ταῖς ἀσθενέσιν ἔδει δίδοσθαι, κομίζονται. σχῆμά τι περιττῆς εὐλαβείας, τὸ παρεκτείνειν ἐπὶ πολὺ τὰς εὐχάς. ὅσῳ δὲ μᾶλλον τετίμηνται παρὰ τῷ λαῷ, καὶ τὴν τιμὴν εἰς βλάβην ἕλκουσι, τοσούτῳ μᾶλλον καταδικασθήσονται. δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. ταῦτα δὲ λέγων καὶ τοὺς Ἀποστόλους ἐπαίδευε μὴ μιμεῖσθαι τοὺς παρὰ Ἰουδαίοις διδασκάλους καὶ γραμματεῖς, ἀλλ’ αὐτὸν ζηλοῦν. ἐπειδὴ γὰρ διδάσκαλοι τῆς οἰκουμένης προεχειρίζοντο, διὰ τούτων αὐτοῖς εἰσηγεῖται ἀρίστης πολιτείας κατάστασιν.

Περὶ τῆς β΄ λεπτά.

Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά.

Ἐμέτρησεν οὐ τὸ βεβλημένον, συνεμέτρησε δὲ τὴν προθυμίαν. ἐκπλήττου τοίνυν τὸ κριτήριον τοῦ Θεοῦ, ὡς οὐ μεγέθει δωρεῶν ἀποβλέπει, ἀλλὰ τῇ προθυμίᾳ τῆς γνώμης. ἐκεῖνοι πολλὰ ἔχουσί φησιν· ἐκ τοῦ περισσεύματος δεδώκασιν· αὕτη τὴν αὑτῆς περιουσίαν προσήγαγεν. αὕτη ἡ χήρα τῶν γαστριζουσῶν τοὺς γραμματεῖς m τιμιωτέρα καθέστηκεν. ἐκεῖναι γὰρ σχήματι n διδασκάλῶν [*](k τοῦ κυρίου L. 1 περὶ αὐτὸν P.L. m Sic P.L. τῶν γραμματέων Poss. n σχήμασι Poss.)

407
καὶ κωτίλοις στωμύλοις φλυαρίαις ο] προσανέχουσι λόγοις, μηδὲν εἰς ψυχὴν ὠφελούμεναι· ἀλλὰ καὶ τὰ οἴκοι μάτην προσαναλίσκουσαι· αὕτη λάθρα διαδίδωσι τῷ Θεῷ, μηδὲν ἑαυτῇ εἰς περιουσίαν καταλιμπάνουσα Ρ· οὐ κολακευομένη ὑπὸ τῶν ἡγουμένων· Θεῷ δὲ τὴν ἑαυτῆς δεικνῦσα προαίρεσιν.