Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ ἀμνησικακίας.

Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.

Οὐ μόνον εἶπεν “ πάντα ὅσα ἃν προσευχόμενοι αἰτῆσθε πι- [*](P Hujus Scholii partem, quod ex Cod. L. dedi sub Cyrilli nomine in Catena sua vulgavit Possinus.)

396
“ στεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν,” ἀλλὰ κἀκεῖνο τοῦτο· “ καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε “ κατά τινος. ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν “ τὰ παραπτώματα ὑμῶν·” οὕτω γὰρ φησὶν ἡ πίστις ἐν ὑμῖν ἀληθής ἐστιν ἡ πάντα δυναμένη.

Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.

Εἰ τὸ γοῦν ἐκ μετανοίας καθαρὸν q ὑμῖν παρείη, καὶ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν ἐπιτυχάνοιτε, διδόντος τὸ ἐνδόσιμον τῇ παρὰ Θεοῦ ἀφέσει, διὰ τῆς πρὸς ἀνθρώπους ἀφέσεως. παρασκευάζει τοίνυν τοὺς μαθητὰς αὑτοῦ r διὰ τούτων θαρρεῖν πίστει τε καὶ εὐχῇ, καὶ μὴ δεδοικέναι. τὸ γὰρ θαυμάσαι οὐκ ἦν ἀπὸ πίστεως. οὐδὲ γὰρ τῷ Θεῷ μέγα τοῦτο. ἐπεὶ οὖν οὐκ ᾔδεσαν αὐτοῦ σαφῶς τὴν δύναμιν, λανθανόντως ἀπάγει τῆς ἀπιστίας αὐτοὺς, καὶ δείκνυσιν ἡλίκον ἐστὶ τὸ τῆς πίστεως.

Περὶ τῶν ἐπερωτησάντων τὸν Κύριον Ἀρχιερέων καὶ Γραμματέων. ἤ Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ λέγουσιν αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ; καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν, ἵνα ταῦτα ποιῆς ;

Ἐπειδὴ τοῖς σημείοις ἐπισκῆψαι οὐκ εἶχον, τὴν τῶν καπηλευόντων ἐν τῷ ἱερῷ προφέρουσι διόρθωσιν. ὃ δὲ λέγουσι τοιοῦτον ἐστι. τὸν διδασκαλικὸν ἐδέξω θρόνον ; ἱερεὺς ἐχειροτονήθη,, ὅτι τοσαύτην ἐξουσίαν ἐπεδείξω ; καὶ μὴν οὐδὲν ἐποίησεν αὐθαδείας ἐχόμενον, ἢ τῆς εὐταξίας προενόησε τοῦ ἱεροῦ. ἀλλ’ ὅμως οὐδὲν ἔχοντες εἰπεῖν, τοῦτο ἐπισκήπτουσι. καὶ ὅτε μὲν ἐξέβαλεν οὐκ ἐτόλμησαν εἰπεῖν οὐδὲν, διὰ τὰ θαύματα ἃ ἔφη ὁ Ματθαῖος αὐτὸν πεποιηκέναι ἐν τῷ ἱερῷ. ἐπειδὴ δὲ ὤφθη, τότε ἐπιτιμῶσι. μονονουχὶ λέγοντες, τί δήποτε κωλύεις ἅπερ ἡμεῖς οὐκ ἀπεκωλύσαμεν [*](q Sic P.L. καιρὸν Poss. r αὐτοὺς L.)

397
ἐν τῷ παντὶ χρόνῳ ; διελέγχων τὴν ἐπιστασίαν τὴν ἡμετέραν, καὶ καταισχύνων ὡς ἀμελῶς ἔχοντας περὶ τὸ τῷ ἱερῷ πρέπον. ταῦτα γὰρ ἦν τὰ ἐννοήματα τῶν αἰτιωμένων τὸν Κύριον ἐπὶ τῇ διορθώσει τῶν κατὰ τὸ ἱερὸν πραγμάτων. ἔδει δὲ οὐκ ἐρωτᾶν ἀλλ’ εἰδέναι μάλιστα ἐκ τῶν πάλαι προφητῶν. ἐπειδὴ δὲ τούτου μὴ ἐφικνοῦντο διὰ τὸ μὴ βούλεσθαι, τὴν γοῦν Ἰωάννου μαρτυρίαν ἐχρῆν ἐν μνήμῃ φέροντας εἰδέναι, ὅτι οὗτός ἐστιν ὁ προσδοκώμενος πάλαι Σωτῆρ’ τοῦ κόσμου, καὶ γινώσκειν τὴν ἐξουσίαν καὶ μὴ ζητεῖν περὶ αὐτοῦ. ἐπειδὴ δὲ οὐ συνίασιν, ἄντικρυς μὲν ἑαυτῷ μαρτυρεῖν ὁ Κύριος ἐκκλίνει, διὰ τὸ κατὰ ἄνθρωπον μὴ ἀξιόπιστον εἶναι τὴν αὐτοῦ περὶ αὐτοῦ μαρτυρίαν· Ἰωάννην δὲ μάρτυρα παρέχεσθαι βούλεται, καὶ ἐπείπερ οὐκ ἀποδεξάμενοι οὐδὲ τὸν Ἰωάννην διαλέγεται, διὰ τοῦτο πρότερον ἐρωτᾷ περὶ Ἰωάννου, ἥντινα τιμὴν ἔχουσιν. “ εἶπεν γὰρ αὐτοῖς,” φησιν, “ ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα “ λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποιᾷ ἐξουσίᾳ ταῦτα “ ποιῶ, τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἣ ἐξ ἀνθρώπων ;” καὶ τὰ ἑξῆς. εἰ γὰρ ἐκεῖνον ἦσαν ἀποδεδεγμένοι, καὶ τὴν μαρτυρίαν πάντως ἀκόλουθον ἦν ἀποδέξασθαι, καὶ οὕτως ἃν ἠπίσταντο τὴν ἐξουσίαν.

Ἐρωτᾷ διὰ ταῦτα λέγων, ὅτι κἀγὼ ἕνα λόγον ἐρωτῆσαι βούλομαι, ὃν ἐὰν εἴπητέ μοι, μαθήσεσθε ἐν ποίᾳ δυνάμει ταῦτα ποιῶ, ἐὰν τοῦτον αὐτὸν περὶ ἐμοῦ μαρτυροῦντα δέχεσθε, καὶ τίς εἰμι γνώσεσθε. ἐρωτᾷ τὲ περὶ τῆς χάριτος τῆς ἐν Ἰωάννῃ. αὕτη γὰρ αὐτὸν ἔντιμόν τε καὶ ἀξιόπιστον καθίστη s μάρτυρα. καὶ εἴπατέ μοί, φησι, πότερον ἐκ Θεοῦ ἦν τὸ βάπτισμα Ἰωάννου ἣ ἐξ ἀνθρώπων t; τὸ γὰρ ἐξ οὐρανοῦ λέγων, τὸ ἐκ Θεοῦ δεδήλωκεν u. στενοχωροῦνται δὲ περὶ τὴν ἀπόκρισιν ἐκεῖνοι. εἰ μὲν ὁμολογοῖεν v τὴν ἀλήθειαν περὶ Ἰωάννου, τὴν ἀπιστίαν αἰδούμενοι τὴν πρὸς αὐτὸν ἣν ἠπίστησαν, ἀκόλουθον φανησομένην τῇ ἀληθεῖ περὶ αὐτοῦ μαρτυρίᾳ· εἰ δὲ ἀρνοῖντο ὅτι παρὰ Θεοῦ ὁ βαπτιστὴς, φοβούμενοι τὸν ὄχλον. διὸ ἐκκλεισθέντες ἀποκρίσεως, λέγουσιν, “ οὐκ οἴδαμεν.” καὶ πρὸς τοῦτο ὁ Σωτῆρ’ ἀκολούθως, “ οὐδὲ ἐγὼ λέγω ὑμῖν,” φησιν, “ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.” ὡς γὰρ δήλου x τούτου τυγχάνοντος [*](s καθίστησι Ρ. t ἀνθρώπινον L. u δεδήλωκεν αὐτὸς ὁ Ἰωάννης Poss. v ὁμολογεῖεν Ρ. ὁμολόγειαν Poss. x δήλον Poss.)

398
ὅτι ἔφυγον τὴν ἀπόκρισιν, οὐχὶ δὲ ἀγνοοῦντες ἀληθῶς οὐκ ἀπεκρίναντο· οὐδὲ ἐγώ φησιν ὑμῖν λέγω. οὐκ εἶπεν, οὐκ οἶδα, ἀλλ’ οὐ λέγω, ἀντὶ τοῦ, οὐκ ἠβουλήθητε τὸ ἀληθὲς εἰπεῖν· οὐδὲ τῆς παρ’ ἐμοῦ τεύξεσθε ἀποκρίσεως. ἢ καὶ οὕτως· οὐ δύνασθε οὐδὲ ὑμεῖς περὶ ἐμοῦ ἀκούειν ὅστις εἰμὶ, ἐπεὶ τὸν μάρτυρα οὐ δέχεσθε ὃς ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. εἰ γὰρ ἐπίστασθε ὅτι τὸ φῶς εἰμὶ τὸ ἀληθινὸν, ἔγνωτε τοῦτο ἂν ὅτι εἰκότως ἀφαιρῶ ’τον σκότον ἄπο του ἱέρου τόπου. σκότος γὰρ η φιλοκερδία καὶ αἰσχροκερδία τὸ καλὸν ἰδεῖν οὐκ ἐῶσα.

Περὶ τοῦ ἀμπελῶνος.

Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν, Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκε φραγμὸν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε.

Ἢ παραβολὴ δηλοῖ ὅτι μὴ μόνον περὶ τὸν Ἰωάννην ἀλλὰ καὶ περὶ αὐτὸν τὸν Κύριον, ἀρξάμενοι ἀπὸ τοῦ οἰκέτου, προελθόντες δὲ ἐπὶ τὸν δεσπότην. διὸ καὶ τὴν ἀποβολὴν εἰκότως πεισομένους αὐτοὺς προδείκνυσι, τὸν ἀμπελῶνα λέγων τὸν y Ἰσραὴλ τοῦ οἰκοδεσπότου, τοῦτ’ ἐστι τοῦ Θεοῦ, καὶ φραγμὸν περιβληθέντα ἀσφαλείᾳ τῇ παρὰ Θεοῦ· διὸ καὶ καθαίρεσιν τοῦ φραγμοῦ ἀπειλῶν ὁ Θεὸς ἐν τῷ προφήτῃ Ἡσαΐᾳ, τὴν ἀσφάλειαν ἐδήλωσεν περιαιρεθησομένην αὐτῶν. “ καὶ ὤρυξεν ὑπολήνιον·” ληνὸν μὲν, ὡς ἕτερός φησιν Εὐαγγελιστὴς, τὸ θυσιαστήριον λέγων, ὑπολήνιον δὲ τὸ ὑποκάτω, ἔνθεν τῶν θυσιῶν τὸ αἷμα ἐδέχοντο. πύργον δὲ τὸν ναὸν ἐπιφανέστατον ἐν ἀνθρώποις καὶ ὑψηλότατον. ἐκδεδωκέναι τε ἔφη τὸν ἀμπελῶνα γεωργοῖς, τοῦτ’ ἔστι τοῖς ἀρχιερεῦσι καὶ διδασκάλοις· καὶ ἀποδεδημηκέναι, τοῦτ’ ἔστι δεδωκέναι χρόνους εἰς καρποφορίαν, ἣν ὥσπερ ἐπιστὰς πάλιν ἤμελλεν ἀπαιτῆσαι z. ταῦτα δὲ εἰς τὸν Πατέρα μὲν λέγεται κατὰ τὴν ὑπόθεσιν τῆς παραβολῆς, καθ’ ἣν ἴδιον a τὸν Υἱὸν εἰσάγει ἡ [*](y τοῦ L. z ἀπαιτήσειν Ρ. a ἰδίως P.L.)

399
παραβολὴ, ὅτι καὶ ἰδία τοῦ Λόγου ἡ σάρκωσις· οὐ μὴν χωρίζει γε τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς ὁ περὶ τοῦ οἰκοδεσπότου λόγος, εἴπερ πάντα δι’ αὐτοῦ ἐγένετο. αὐτίκα καὶ ὁ Ἡσαΐας “ τοῦ ἀγαπητοῦ” λέγει τὸν ἀμπελῶνα· μετὰ δὲ ταῦτα τὴν ἀπαίτησιν τῆς καρποφορίας τοῦτ’ ἔστιν τοῦ νομικοῦ βίου, παρόντος τοῦ καιροῦ, φησι γεγενῆσθαι διὰ δούλου πρῶτον· οὗ τυπτηθέντος καὶ ἀναιρεθέντος, δι’ ἑτέρου δούλου πάλιν τὴν ἀπαίτησιν ἔδει γεγενῆσθαι. εἶτα καὶ τρίτον πάλιν ἀπεσταλκέναι αὐτοῖς, καὶ οὕτω τὸ τελευταῖον διὰ τοῦ υἱοῦ τὴν ὑπερβάλλουσαν δόξαν ἐπιδεικνύντος εἰς τὸ καταίδεσαι μειζόνως· οὐχ ὡς ἀγνοοῦντος τὸ ἀποβησόμενον τοῦ πέμποντος, ἀλλ’ ὡς τοῦ πράγματος ἔχοντος τὸ ἄξιον ἐντροπῆς. δοῦλον τε πρότερον μὲν λέγουσι τοὺς ἐν καιρῷ Ἠλιοῦ καὶ αὐτὸν Ἠλίαν προφήτας, δεύτερον δὲ τὸν Ἡσαΐαν, καὶ Ὠσηὲ καὶ Ἀμῶς, τρίτον δὲ τοὺς περὶ τὸν Ἐζεχιὴλ καὶ Δανιήλ· καὶ κατὰ ταύτην γε διαίρεσιν τὸ, “ τὰ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ “ ταύτῃ, καὶ οὐχ εὑρίσκω,” εἰς τοὺς προφήτας ἃν λέγοιτο, ἵνα τέταρτον ἔτος ᾐ τὸ τῆς παρουσίας τοῦ Κυρίου, καὶ μὴ τρίτον. ἐπάγει γοῦν ἡ παραβολὴ τὸ κατὰ τοῦ Κυρίου τόλμημα, ὅτι συνιέντες αὐτὸν ὄντα κληρονόμον, μείζονα τὴν τόλμαν ἐνεδείξαντο, ὡς ἀποκτεῖναι c αὐτὸν, καθέξοντες d τὴν κληρονομίαν. ἐξέβαλον οὖν αὐτὸν, φησὶν ἔξω τοῦ ἀμπελῶνος, τοῦτ’ ἔστιν τῆς πόλεως, καὶ τοῦ ναοῦ, καὶ ἀπέκτειναν. ἐπειδὴ εἶπεν ὅτι ἀπέκτειναν, οὐχ ὡς ἡ ἀκολουθία τῆς παραβολῆς ἔχειν δύναται αὐτὸν εἶναι τὸν παρεσόμενον ἐπὶ τιμωρίᾳ τῶν δούλων· ὅτι δὲ αὐτός ἐστι, δῆλον. ἤδη οὖν κριτικὴ πῶς αὐτοῦ παρουσία τοῦ παραδοθῆναι Ῥωμαίοις τὸν λαόν. καὶ αὐτοῦ τὸ ἔργον καὶ οὐ Ῥωμαίων. καὶ τότε ἡ ἔκδοσις τοῦ ἀμπελῶνος ἡ εἰς ἑτέρους γεωργοὺς, τουτέστιν εἰς τοὺς Ἀποστόλους καὶ τοὺς ἐξ ἐθνῶν διδασκάλους. “ Οὐδὲ ταύτην τὴν γραφὴν “ ἀνέγνωτέ, φησι, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,” καὶ τὰ ἑξῆς. Διὰ πάντων δείκνυσιν ὅτι οἱ μὲν ἐκβάλλεσθαι ἤμελλον, τὰ δὲ ἔθνη εἰσάγεσθαι. καὶ καλῶς εἶπε, “ παρὰ Κυρίου ἐγένετο·” ἵνα μάθωσιν ὅτι οὐδὲν τῷ Θεῷ ἐναντίον τῶν γινομένων ἦν. “ καὶ “ ἔστι θαυμαστόν.” καὶ μάλα εἰκότως. λίθον δὲ ἑαυτὸν καλεῖ e [*](b νομίμου P. c ἀποκτείνειν L. d καθελόντες Poss. e καλεῖ Ρ. λαλεῖ Poss.)
400
καὶ οἰκοδόμους, ὡσπερ καὶ γεωργοὺς πρώην ἐκάλεσε τοὺς διδασκάλους τῶν Ἰουδαίων· ἑαυτὸν δὲ μετὰ τὸ παρ’ ἐκείνοις ἀποδοκιμασθῆναι κεφαλὴν γωνίας καθιστάμενον f, τουτέστιν ἐθνῶν καὶ Ἰουδαίων· παρὰ Κυρίου δὲ τοῦτο εἶναι g θαῦμα ἀνθρώποις τοῖς συνιεῖσιν h, ὅτε δὴ i μετὰ θάνατον ζῶν φαίνεται Χριστὸς βασιλεὺς ὢν J οὐρανίων τε καὶ ἐπιγείων· καὶ τὰ ἔθνη ποιῶν ἅγια καὶ οἰκεῖα Θεῷ. οὐκ ἐξαρκεῖ δὲ αὐτοῖς τὸ μὴ πείθεσθαι αὐτῷ, ἀλλὰ καὶ κατασχεῖν ἐπὶ τιμωρίᾳ τὸν ἐλέγχοντα σπεύδουσι· καίτοι κεκαλυμμένου τοῦ ἐλέγχου καὶ μὴ προφανοῦς γεγονότος. κρείσσους δὲ καὶ οἱ ἀποκεκαλυμμένοι ἔλεγχοι κρυπτομένης φιλίας, τουτέστιν δολερᾶς καὶ κολακευτικῆς, ὡς Σολωμῶντι δοκεῖ. ὡρμηκότες δὲ ἐπὶ φόνον ἐπέχονται φόβῳ ἀνθρώπων, οὐ φόβῳ Θεοῦ. Sch. ad V. έκεφαλαίωσαν]. Κεφαλικὴν ζημίαν ἐπέθεντο ἤτοι θάνατον ἐπράξαντο ἢ ὅτι κατὰ κεφαλῆς θανατηφόρον πληγὴν ἤνεγκαν. ἐκεφαλαίωσαν, ἀντὶ τοῦ πάσαις πρὸς τῶν προλαβόντων ὑπέβαλον ποιναῖς· ἀνακεφαλαιούμενοι ἐν τούτῳ τὰ τῶν προλαβόντων JJ.

Περὶ τῶν ἐγκαθέτων διὰ τὸν κῆνσον. Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρωδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. Ἡρωδιανοὶ κατ’ ἐκείνους τοὺς χρόνους ἦσαν οἱ τὸν Ἡρώδην Χριστὸν εἶναι λέγοντες, ὡς ἱστορεῖται k. ἄλλοι δὲ Ἡρωδιανούς φασι τοὺς Ἡρώδου στρατιώτας. τούτους ’δει καὶ ὡς ἐναντιοῦντας m τῷ Χριστῷ τῷ ἀληθινῷ, καὶ ὡς περὶ τὸν ἄρχοντα ὄντας, τῆς κατηγορίας αὐτῶν μάρτυρας παρεῖναι βούλονται τῇ ἐρωτήσει τῶν πειραζόντων καὶ βουλομένων ἀκοῦσαι τι παρ’ αὐτοῦ, ὅτι μὴ δῷ τὸν n φόρον. τοῦτο γὰρ σαφῶς ὁ παρὼν Εὐαγγελιστής φησι, δῶμεν ἢ μή ; διὰ τοῦτο δὴ τὰ ἐγκώμια καὶ ἡ μαρτυρία τοῦ ἀληθεύειν ἅπαντα, καὶ πᾶσαν ὀρθὴν πρᾶξιν ἀληθινῶς καὶ μετὰ παρρησίας ὑποτίθεσθαι, αὕτη γὰρ ἡ ὁδὸς τοῦ Θεοῦ, καὶ μὴ φροντίζειν τινὸς, f καθιστάμενος om. L. g μετὰ Poss. h συνιοῦσιν L. i ὅτι δεῖ P. j βασιλεύων Ρ. jj Cod. L. k ἱστόρηται L. l δὴ Ρ. m ἐναντιωτάτους Ρ. n Sic L. δότε Poss. et Ρ.

401
μηδὲ ὑποστέλλεσθαι πρόσωπον. ταῦτα γὰρ λέγουσιν, ὡς ὑπαγαγεῖα αὐτὸν δυναμένοιο καταφρονῆσαι τοῦ ἄρχοντος καὶ ἀπαγορεῦσαι τοὺς τελουμένους βασιλεῖ φόρους. εἰδότες ὅτι καὶ ὁ Ἰούδας ὁ Γαλιλαῖος εἰσηγησάμενος μὴ ὑπακούειν βασιλεῖ, μηδὲ ἀπογράφεσθαι τὰς οὐσίας, ἀπώλετο· καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. πρὸς δὲ τὴν τοιαύτην πεῖραν ὁ τοῦ Σωτῆρος λόγος, πρῶτον μὲν αὐτὸ τοῦτο ἐξελέγχει ὅτι πειράζουσιν. ἵνα μηδὲ ὡς λανθάνοντες αὐτὸν μεγαφρονῶσιν, ἀλλ’ ἴδωσιν ὅτι καὶ τὰ ἐγκάρδια γινώσκει. τοῦτο γὰρ δηλοῖ τὸ “ εἰδὼς αὐτῶν τὴν ὑπό- “ κρισιν.” εἶτα κελεύει τὸ ἀργύριον προσενεχθῆναι αὐτῷ τὸ τελούμενον βασιλεῖ. καὶ οὐχ ὅτι ἀγνοεῖ τὴν ἐπιγραφὴν, ἀλλ’ ἵνα ἐκ τοῦ θεωρουμένου τὴν ἀπόκρισιν εὐλόγως ποιήσηται, καὶ ἐξ ὧν ἀποκρίνονται τὸ ἑπόμενον ἀκούσωσιν. ἐρωτήσας γὰρ τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή ; ὡς ἔφησαν, τοῦ βασιλέως, ἀκόλουθον ἐκ τοῦ ἐκείνων λόγου τὴν ἀπόκρισιν ἀπέδωκεν, ὅτι βασιλεῖ μὲν τὰ βασιλέος ἀποδοῦναι δεῖ, Θεῷ δὲ τὰ τοῦ Θεοῦ· ἐπισυνάψας δὴ τὰ περὶ Θεοῦ, οὐδὲ τοῦ δοκεῖν κολακεύειν ἄρχοντα P κατέλιπεν αὐτοῖς συκοφαντίαν. ἐπεὶ δοκεῖ δουλεία τις εἶναι ἀνθρώπου καὶ οὐ Θεοῦ, τὸ φόρους διδόναι. ὅθεν θαυμάσαντες τὸ ἄληπτον τοῦ λόγου, ἀπῆλθον.