Περὶ τῆς συντελείας.
Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν, καὶ τὰ ἑξῆς.
Ἐπειδὴ πολλὰ περὶ τῆς ἐσομένης τῇ πόλει ἐρημίας καὶ τῷ ναῷ προεφήτευσεν, ὅτι ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, οἱ ἀκούσαντες ταῦτα, ὥσπερ θαυμάζοντες προσῆλθον, ἐπιδεικνύντες τοῦ ναοῦ τὸ κάλλος, καὶ διαποροῦντες εἰ τοσαῦτα μεγέθη καὶ κάλλη οἰκοδομημάτων ἀφανισθήσεται. ὁ δὲ Κύριος τούτων ἀκούσας, οὐδὲν ἧττον τὴν παντελῆ αὐτοῦ ἀπώλειαν προαναφωνεῖ. εἰ δέ φασί τινες, μήπω εἰς τέλειον τοῦτο γεγενῆσθαι, ἀλλ’ ἔτι σώζεσθαι λείψανον τούτων, οὐδ’ οὕτω διέπεσεν ἡ ἀπόφασις q. καὶ γὰρ r τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ ταῦτα ἔλεγεν, καὶ τὴν τῆς νομικῆς λατρείας κατάλυσιν περὶ τὸν κατ’ ἐκεῖνον τὸν τόπον ἔνθα ἦν. ἔστι γὰρ αὐτοῦ μέρος μέχρι τῶν θεμελίων ἠφανισμένον. ἣ καὶ ἐκ τῶν γεγενημένων καὶ περὶ τῶν λειψάνων θαρρεῖν χρὴ, ὡς τέλεον ἀπολλυμένων. Ἕτερος δέ φησιν s. ἐπειδὴ γῆ ἐκεῖνοι τὸ ἱερὸν ἐδείκνυσαν ὡς ἄριστα κατεσκευασμένον, καὶ διὰ τοῦτο οὐκ ὄφειλον καταπεσεῖν, ἐπὶ τὸ καθολικὸν τὸν λόγον ἐξήγαγεν, ὅτι ἔσται καιρὸς ὅτε πάντα συντελεσθήσεται, ὡς μηδὲ λίθον ἐπὶ λίθῳ μεῖναι. τοῦτο γὰρ περὶ τῆς καθόλου συντελείας ἔφη. καὶ πάλιν ὁ Μάρκος οὐ πάντας αὐτόν φησιν ἐρωτῆσαι περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ἀλλὰ μόνους τοὺς προγεγραμμένους. καὶ ὁ Λουκᾶς ἓν [*](ο στωμύλοις φλυαρίαις Poss. om. P.L. P καταναλίσκουσα Ρ. q Sic L. ἀπόκρισις Ρ. et Poss. r ἢ γὰρ L. s ἄλλως δέ φ. L. t Sic L. καθολικῆς Ρ. et Poss.)
408
ἔφησεν εἶναι τὸ ἐρώτημα περὶ τῶν Ἱεροσολύμων, ἅτε νομιζόντων αὐτῶν τότε καὶ τὴν παρουσίαν αὐτοῦ εἶναι. ὁ δὲ Ματθαῖος δύο, πέρι τε τῆς καθαιρέσεως τοῦ ναοῦ, καὶ τῆς συντελείας τοῦ αἰῶνος u. ἅτε πλείονα παρρησίαν ἔχοντες. διὰ τοῦτο κατ’ ἰδίαν προσῆλθον, ἅτε ὑπὲρ τοιούτων πευσόμενοι. “ ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς “ αὐτοῖς ἤρξατο λέγειν, βλέπετε μή τις ὑμᾶς πλανήσῃ” καὶ τὰ ἑξῆς. διαφόρως δὲ ταῦτά τινες ἐξειλήφασιν. οἱ μὲν γὰρ περὶ τῆς συντελείας τοῦ αἰῶνος εἰρῆσθαι ταῦτα ὑπολαμβάνουσιν, οἱ δὲ περὶ τῆς ἐρημώσεως τῆς Ἱερουσαλήμ· καὶ τῆς μὲν προτέρας Ἀπολιναρίος καὶ Θεόδωρος ὁ Μοψουεστίας. τῆς δὲ δευτέρας Τίτος, καὶ ὁ ἐν ἁγίοις Ἰωάννης ὁ τῆς βασιλίδος ἐπίσκοπος. ἐπειδὴ τοίνυν ὁ Μάρκος περὶ ταύτης μόνης φησὶ τὴν ἐρώτησιν ποιῆσαι τοὺς μαθητὰς, ἀναγκαῖον καὶ ἡμᾶς ἐν τῷ παρόντι μάλιστα τοῖς δευτέροις ἐξακολουθῆσαι. ἄλλο τοίνυν ἠρώτησαν, καὶ ἄλλο ἀποκρίνεται· τὸν καιρὸν ἠθέλησαν μαθεῖν τῆς ἀπωλείας τῆς Ἱερουσαλήμ· ὁ δὲ πρὸ τῆς ἀπωλείας τῆς Ἱερουσαλὴμ ἀσφαλίζεται τὴν διάνοιαν ἐρωτησάντων· οὐδὲν γὰρ αὐτοὺς ὠφέλει ὁ καιρὸς, ἃν μὴ ὦσιν ἀσφαλεῖς περὶ τὴν πίστιν. ὁ γὰρ διάβολος τοῦ Χριστοῦ τὴν παρουσίαν ἀμβλύναι βουλόμενος, εἰσήγαγεν ἑτέρους πλάνους ἐπὶ τῶν μαθητῶν· οἷος ἦν ὁ Θευδᾶς καὶ Ἰούδας ὁ Γαλιλαῖος. ἐπεὶ τοίνυν ταῦτα ἤμελλε γίνεσθαι, καὶ πολλοὶ ἐσφετερίζοντο τὸ ὄνομα τὸ Χριστοῦ, λέγει τέως τούτοις, βλέπετε μὴ πλανηθῆτε, μὴ τῇ ὁμωνυμίᾳ σφαλῆτε· τότε γὰρ δύνασθε καὶ τὸν καιρὸν μαθεῖν τῆς ἀπωλείας Ἱερουσαλὴμ, ὅταν ἀσφαλεῖς γένησθε περὶ τὴν τοῦ παραγενομένου. ὅταν δὲ ἀκούσητε πολέμους, οὓς x ὁ Ἰώσηππος ἱστορεῖ γεγενῆσθαι πρὸ τῆς ἁλώσεως, ἀντάραντος y μὲν τοῦ ἔθνους καὶ οὐ διδόντος τοὺς συνήθεις φόρους Ῥωμαίοις, ἐφόδων δὲ Ῥωμαϊκῶν συνεχῶν γινομένων κατὰ τῶν Ἰουδαίων, μὴ θροεῖσθέ z, φησιν. οὔπω γὰρ τὸ τέλος τῆς πόλεως. πολλάκις γὰρ ἀνακωχὴ πολέμου γενήσεται διὰ τὴν τῶν κρατούντων φιλανθρωπίαν, καὶ πολλάκις Ἰουδαῖοι τὴν ἑαυτῶν ἀγνωμοσύνην ἐπιδείξονται. οὐ τοίνυν τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης λέγει πολέμους τί γὰρ αὐτοῖς
[*](u τῶν Ἱεροσολύμων om. L. x ὡς L. y ἀνταίροντος L. z φοβεῖσθε L.) 409
ἔμελλε τούτων a) τί δὲ καινότερον τῶν πρώην· ἀλλὰ τοὺς μακρόθεν λέγει αὐτοῖς ἐπιόντας. “ ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ “ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ “ λιμοὶ, καὶ ταραχαί. ἀρχαὶ ὠδίνων ταῦτα. ” ἐπειδὴ καὶ τὰ εἰρημένα ἱκανὰ ἦν αὐτοὺς θορυβεῖν, δεικνὺς ὅτι καὶ αὐτὸς αὐτοῖς συνεπιθήσεται καὶ πολεμήσει, οὐχὶ μάχας φησὶ μόνον, ἀλλὰ καὶ θεηλάτους πληγὰς, λιμοὺς καὶ σεισμούς· ὅθεν ἐδείκνυ ὅτι καὶ τοὺς πολέμους αὐτὸς ἐπήγαγεν· εἰ γὰρ περὶ τῶν πανταχοῦ γινομένων ἦν, οὐδ’ ἂν πρόρρησις ἦν, οὐδ’ ἃν αὐτοὺς ἐθορύβησεν. διὰ τοῦτό φησιν οὐδὲ ἁπλῶς αὐτὰ ἥξειν, ἀλλὰ μετὰ σημείων, ἵνα γνωσθῇ ὡς αὐτὸς αὐτοῖς ταῦτα ἐπήγαγεν. ἐμοὶ γοῦν δοκεῖ τὰ προοίμια λέγειν τῶν Ἰουδαϊκῶν κακῶν. πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων τῶν συμβαινόντων αὐτοῖς.
Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.
Εὐκαίρως παρενέβαλε τὰ αὐτῶν κακὰ, ἔχοντα παραμυθίαν ἀπὸ τῶν κοινῶν. οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ προσθεῖναι ὅτι διὰ τὸ ὄνομά μου, ἤγουν ἕνεκεν ἐμοῦ. εἰς μαρτύριον δὲ αὐτοῖς, ἵνα εἴπῃ, πρὸς τὸ μηδεμίαν αὐτοὺς ἔχειν ἀπολογίαν, ὑμῶν διὰ τὸ ταῦτα πάσχειν καταμαρτυρούντων.
Ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε· ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῆ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ἔστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.
Ταῦτα ἐπήγαγεν ἵνα μὴ νομίσωσι τὰ εἰρημένα κωλυτικὰ τοῦ κηρύγματος εἶναι. πρὸ γὰρ τῆς ἁλώσεως τὸ εὐαγγέλιον ἐκηρύχθη. ἄκουσον τί φησιν ὁ Παῦλος, “ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ- “ γος αὐτῶν b.” καὶ εἰς μαρτύριον αὐτοῖς, οὐκ εἰς τὸ πιστευθῆναι· ἐκηρύχθη μὲν γὰρ πανταχοῦ· διὸ καὶ εἶπεν, εἰς μαρτύριον τοῖς [*](a Sic P.L. ἐμέλετο τοῦτο Poss. b Sic Ρ. αὐτοῦ L. αὐτᾥ Poss.)
410
ἀπιστοῦσι, τουτέστιν εἰς ἔλεγχον, εἰς κατηγορίαν. διὰ τοῦτο δὲ μετὰ τὸ κηρυχθῆναι τὸ εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης, ἀπόλλυται τὰ Ἱεροσόλυμα, ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν ἀγνωμονοῦντες. οἱ γὰρ ἰδόντες αὐτοῦ τὴν δύναμιν πανταχοῦ διαλάμπουσαν c, καὶ ἐν ἀκαριαίῳ τὴν οἰκουμένην ἑλοῦσαν d, τίνα ἂν ἔχοιεν λοιπὸν συγγνώμην ἐπὶ τῆς αὐτῆς ἀγνωμοσύνης μείναντες ; ὅτι γὰρ πανταχοῦ ἐκηρύχθη τότε, ἄκουσον τί φησιν ὁ Παῦλος, “ τοῦ εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν “ οὐρανόν·” ὃ καὶ μέγιστον σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεως· ὅτι ἐν εἴκοσι ὅλοις ἔτεσι τὰ πέρατα τῆς οἰκουμένης κατέλαβεν ὁ λόγος. μετὰ γὰρ e τὰ προειρημένα φησὶν ἥξει τὸ τέλος τῶν Ἱεροσολύμων. “ ὅταν δὲ ἄγωσιν ὑμᾶς παραδιδόντες” καὶ τὰ ἑξῆς. πρὶν γὰρ f τὰ προειρημένα συμβῇ, ἐδιώχθησαν παρ’ αὐτῶν οἱ μακάριοι μαθηταὶ, δεσμῶται γεγόνασιν, ἤχθησαν ἐπ’ ἄρχοντας, ἐπέμφθησαν ἐπὶ βασιλέας. παρεγγυᾷ δὲ, ὅτι μὴ προμελετᾶτε μέλλοντες ἀπολογεῖσθαι· “ λήψεσθε γὰρ παρ’ ἐμοῦ σοφίαν, ᾗ οὐ “ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. εἶτα πάλιν τὸ πάντων αὐτοῖς προαναφωνεῖ χαλεπώτερον, τὸ g οὐδὲ τὴν ἀπὸ τῆς ἀγάπης παραμυθίαν ἕξουσιν, ἐμφυλίου πολέμου συμβαίνοντος, καὶ τῶν τῆς οἰκειότητος καὶ συγγενείας καταπατουμένων θεσμῶν. τριπλοῦς οὖν ἔσται h ὁ πόλεμος, ὁ ἀπὸ τῶν οἰκείων, ὁ ἀπὸ τῶν πλάνων, ὁ ἀπὸ τῶν πολεμίων. ἀλλὰ i μείζων ἡ παράκλησις. διὰ γὰρ τὸ ὄνομα αὐτοῦ πάντα ταῦτα συμβήσεται· ὅπερ μόνον ἱκανὸν πᾶσαν ἐπικουφίσαι] τὴν συμφορὰν, διὰ τὰς μελλούσας ἐλπίδας.
Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὸς ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω· τότε οἱ ἐν τῆ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη.
Βδέλυγμά τινές φασι τοὺς στρατιώτας τοὺς εἰσελθόντας k τῷ [*](c διαλάμψασαν L. d καὶ ἐν ἀκ. τ. οἰκ. ἑλ. om. L. e μετὰ τοῦτο οὖν ἥξει L. f Sic P.L. πρὸ δὲ τὰ Poss. g ὅτι P. h Sic L. ἐστιν Poss. i καὶ L. j πάσας ἐπικ. τὰς συμφορὰς L. k ἐπεισελθόντας P.L.)
411
ἱερῷ, τινὲς δὲ τὸν ἀνδριάντα τοῦ τότε τὴν πόλιν ἑλόντος· ὃ καὶ μάλιστά μοι δοκεῖ λόγον ἔχειν. βδέλυγμα γὰρ πᾶν εἴδωλον l ἐλέγετο καὶ πᾶν ἐκτύπωμα· ἐρημώσεως δὲ εἶπεν, ἐπειδὴ μετὰ τὸ ἀναστῆναι ἄβατος λοιπὸν ὁ τόπος ἐγένετο· καὶ Πίλατος δὲ ὁ καὶ τὸν Ἰησοῦν m σταυρώσας, τὰς τοῦ Καίσαρος εἰκόνας νύκτωρ εἰς τὸ ἱερὸν εἰσαγαγὼν καὶ ἀναστήσας, ὡς Ἰώσηππός φησι, πολλοῦ μὲν θορύβου τοῖς Ἰουδαίοις αἴτιος ἐγένετο· ἐκτότε δὲ ἡ στάσις λαβοῦσα τὴν ἀρχὴν, οὐ διέλιπεν ἄχρις οὗ τότε τὸ ἱερὸν ἐνεπρήσθη n καὶ ἡ πόλις ἠρημώθη. ταύτας οὖν καὶ εἰκότως βδέλυγμα καλεῖ. ἐρημώσεως δὲ καὶ ὡς ἀρχὴν ἐργαζόμενον ο τῆς στάσεως, ἀφ’ ἧς ἡ τῆς πόλεως ἐρήμωσις ἀπετελέσθη. εἶτα ἵνα μάθωσιν, ὅτι καὶ ζώντων τῶν ἐνίων αὐτῶν ταῦτα ἔσται, διὰ τοῦτο εἶπεν, “ ὅταν ἴδητε.” ἐξ ὧν ἄν τις θαυμάσειε μάλιστα τοῦ Χριστοῦ τὴν δύναμιν καὶ τὴν ἐκείνων ἀνδρείαν, ὅτι ἐν τοιούτοις καιροῖς ἐκήρυττον, ἐν οἶς μάλιστα τὰ Ἰουδαϊκὰ ἐπολεμεῖτο Ρ.
Μετὰ ταῦτα λέγει πάλιν τὰς Ἰουδαικὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ οἱ τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς. ὅταν γάρ, φησι, ταῦτα γένηται, καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως στῇ ἐν τόπῳ ἁγίῳ, φεύγετε. οὐδεμία γὰρ ἐλπὶς λοιπὸν σωτηρίας ὑμῖν. οὐδὲ γάρ ἐστιν ὑμῖν ὑπονοεῖν ὡς γενήσεταί τις μεταβολὴ τοιαύτη, οἵα καὶ πρότερον ἐν τοῖς πολέμοις ἐγένετο ἀγαπητὸν γὰρ λοιπὸν γυμνῷ σώματι διασωθῆναι· διὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δομάτων οὐκ ἀφίησιν εἰς τὴν οἰκίαν ἐλθεῖν r ὥστε ἆραι τὰ ἱμάτια· τὰ ἄφυκτα δηλῶν κακὰ καὶ τὴν ἀπέραντον συμφοράν, “ οὐαὶ δὲ ταῖς “ ἐν γαστρὶ ἐχούσαις·” καὶ τὰ ἑξῆς. πλεῖον γὰρ ὡς εἰκὸς ὑπομενοῦσι τότε τὴν ἀνάγκην, αἵτε ἔγκυοι τῶν γυναικῶν καὶ αἱ θηλάζουσαι, αἷς δὴ μάλιστα καὶ τὸ βραχύτατον κακὸν ἀνυπόστατον εἶναι συμβέβηκεν. ὁρᾷς ὅτι περὶ τῶν καταληψομένων τὴν Ἰουδαίαν φησι. χειμῶνος δέ φησιν διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ. καὶ μή τις νομίσῃ τὸ ἐπαγόμενον ὑπερβολικῶς εἰρῆσθαι· ἀλλ’ ἐντυχὼν τοῖς Ἰωσήπου συγγράμμασι, μανθανέτω τῶν εἰρημένων τὴν ἀλήθειαν. δείκνυσι δὲ αὐτοὺς καὶ χαλεπωτέρας τιμωρίας [*](1 εἶδος Ρ. m Κύριον L. n ἐνεπρίσθη Ρ. ο ἐργασάμενος P.L. Ρ Sic P.L. ὑποκαμεῖτο Poss. q ἐγίνετο P. r εἰσελθεῖν P.L.)
412
ἀξίους τῆς εἰρημένης. εἰ γὰρ καὶ ἐπὶ πλεῖόν φησιν ἐκράτησεν ὁ πόλεμος ὁ Ῥωμαίων ὁ κατὰ τῆς πόλεως, ἅπαντες ἀπώλοντο οἱ Ἰουδαῖοι· πᾶσαν γὰρ σάρκα ἔξω καὶ οἱ τὴν Ἰουδαικὴν λέγει, καὶ οἱ ἐνταῦθα ἔνδον. οὐ γὰρ δὴ μόνον τοὺς ἐν Ἰουδαίᾳ ἐπολέμουν, ἀλλὰ καὶ τοὺς πανταχοῦ διεσπαρμένους. τίνας δέ φησιν ἐκλεκτους ἐνταῦθα ; τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς πιστούς. ἵνα γὰρ μὴ λέγωσιν Ἰουδαῖοι, ὅτι δι’ αὐτοὺς καὶ τὸ κήρυγμα ταῦτα γέγονε τὰ κακὰ, δείκνυσι τοὐναντίον, ὅτι εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόρριζοι ἃν ἅπαντες ἀπώλοντο· ἀλλ’ ἵνα μὴ συναπόλωνται τοῖς ἀπίστοις Ἰουδαίοις οἱ ἐξ αὐτῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ. “ καὶ τότε ἐάν τις ὑμῖν “ εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστὸς” καὶ τὰ ἑξῆς· πληρώσας δὲ τὰ περὶ Ἱεροσολύμων, εἰς τὴν αὐτοῦ λοιπὸν διαβαίνει παρουσίαν, καὶ λέγει αὐτοῖς τὰ σημεῖα, οὐκ ἐκείνοις χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν, καὶ τοῖς μεθ’ ἡμᾶς ἐσομένοις ἅπασι. τὸ δὲ τότε, οὐχὶ τῆς ἀκολουθίας ἐστὶ τοῦ καιροῦ τῶν ἔμπροσθεν εἰρημένων, ἀλλ’ ἐν τῷ καιρῷ ᾧ μέλλει γίνεσθαι ταῦτα, ἃ μέλλω s λέγειν. ἔθος γὰρ τοῦτο τῆ γραφῇ τούτῳ κεχρῆσθαι τῆς ἱστορίας τῷ τρόπῳ· καὶ τέως ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώματα τῆς αὑτοῦ παρουσίας τῆς δευτέρας, καὶ τὰ τῶν πλάνων δείγματα. οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ, ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, καὶ οὐδενὸς εἰδότος ἐξ ἀρχῆς, οὕτως καὶ τότε φησίν· ἀλλὰ φανερῶς, καὶ ὥστε μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος.
Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ, ὧδε ὁ Χριστὸς, ἢ, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. ἐγερθήσονται γὰρ ψευδόχριστοὶ, καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς.
Ἐγερθήσονταί φησι ψευδοπροφῆται· οἱ μὲν οὖν ἐπὶ τῶν Ἀποστόλων ἀπατᾶν t ἐπιχειροῦντες τοὺς πολλοὺς ἠπάτων. οὗτοι δὲ οἱ πρὸ τῆς αὐτοῦ παρουσίας ἐκείνων πικρότεροι. ποιήσουσι γάρ, φησι, σημεῖα, ὥστε πλανῆσαι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτοὺς, τῷ ψευδοχρίστῳ [*](s Sic P.L. μέλλει Poss. t Sic L. ἅπαν Poss. ἄπιστοι Ρ.)
413
διακονούμενοι. ἐπὶ μὲν οὖν τῶν Ἰουδαίων ψευδοπροφῆται γεγόνασι. ψευδόχριστοι δὲ ἐπὶ τῆς καινῆς· τοὺς αὐτοὺς δὲ νῦν τούτους κἀκείνους φησὶ, καὶ ἐπιφέρει,
Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν πάντα. Μηδεὶς ἄγνοιαν προφασιζέσθω, ἀλλ’ ἀσφαλιζέσθω ἑαυτὸν ἀπὸ τῆς τούτων ἀπάτης.
Ἀλλ᾿ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὑτῆς.
Τοῦ Ἀντιχρίστου καὶ τῶν ψευδοπροφητῶν θλίψις τότε ἔσται μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων. ἀλλ’ οὐκ ἐκτείνεται εἰς χρόνου μῆκος. εἰ γὰρ ὁ Ἰουδαικὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον οὗτος ὁ πειρασμὸς συσταλήσεται διὰ τοὺς αὐτοὺς τούτους. μετ’ ἐκείνην οὖν τὴν θλῖψιν ὁ ἥλιος σκοτισθήσεται· ὁμοῦ γὰρ σχεδὸν ἅπαντα γίνεται, ὅταν u ψευδόχριστοι καὶ ψευδοπροφῆται θορυβήσουσι παραγενόμενοι· καὶ εὐθέως αὐτὸς πάρεσται, μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως· καὶ γὰρ ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ· καὶ τὰ ἄστρα πεσεῖται· τίς γὰρ αὐτῶν ἔσται χρεία, νυκτὸς οὐκ οὔσης ; καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, ὁρῶσαι τοσαύτην μεταβολὴν γινομένην, καὶ τοὺς συνδούλους αὐτῶν διδόντας εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην παρισταμένην κριτηρίῳ v· καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ “ ἀνθρώπου,” τουτέστιν, ἐν σώματι w ἐλευσόμενον, καθὰ καὶ ἀνελήφθη. ἀποστελεῖ δὲ λέγων τοὺς Ἀγγέλους αὑτοῦ ὁ υἱὸς τοῦ ἀνθρώπου, Θεὸν ἔδειξε τὸν υἱὸν τοῦ ἀνθρώπου· Θεοῦ γὰρ οἱ Ἀγγέλοι, καὶ τὸ ἀποστέλλειν αὐτοὺς ἴδιον Θεοῦ. τὸ δὲ ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ, διδάσκει ἡμᾶς τὰ αὐτὰ εἶναι τῆς γῆς καὶ οὐρανῶν ἄκρα· ὥστε Χριστῷ πιστεύειν δεῖ, καὶ μὴ ἀπατᾶσθαι, ὡς ἐλαχιστου μορίου τῆς γῆς οὔσης ἐν μέσῳ του οὐράνου ἀπείροις μεγεθεσιν ὑπερβαλόντος αὐτήν.
[*](u οἵτε γὰρ Ρ. V δικαστηρίω L. w Sic L. ἐνσώματον Ρ. εὐσώματον Poss.)414
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. οὕτω καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
Τὸ παράδειγμα τῆς συκῆς τίθησιν, ὡς οὐ πολὺ τὸ μέσον, ἀλλ’ ἐφεξῆς μετὰ τὴν θλῖψιν ἐκείνην καὶ ἡ παρουσία ἀπαντήσεται· ὅπερ x οὐ διὰ τῆς παραβολῆς μόνον ἐδήλωσεν εἰπὼν, “ γινώσκετε ὅτι “ ἐγγύς ἐστιν ἐπὶ θύραις.” ἐντεῦθεν καὶ ἕτερόν τι προφητεύει, θέρος καὶ γαλήνην ἐκείνην ἐσομένην τὴν ἡμέραν ἀπὸ χειμῶνος τοῖς δικαίοις· τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους· καὶ ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον οὕτως ἐκβησόμενον πάντως. ὥσπερ γὰρ τὸ τῆς συκῆς ἀνάγκη εἶναι, οὕτω καὶ τὸ τῆς συντελείας.
Περὶ τῆς ἡμέρας καὶ ὥρας.
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ Ἄγγελοι οἱ ἐν τῷ οὐρανῷ, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ.
“ Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεά αὕτη,” ἰνα εἴπῃ τὴν τῶν πιστῶν. οἶδε γὰρ γενεὰν, οὐκ ἀπὸ χρόνων χαρακτηρίζειν μόνον, ἀλλὰ καὶ ἀπὸ τρόπου, θρησκείας, καὶ πολιτείας. ὡς ὅταν λέγῃ, “ αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον.” τὸ δὲ μέχρις οὗ ταῦτα πάντα γένηταί, φησι τὰ τῶν Ἱεροσολύμων, τὰ τῶν πολέμων, τὰ ἐφεξῆς εἰρημένα, ἅπερ εἴρηκε μέχρι τῆς αὐτοῦ παρουσίας συμβησόμενα. ὅπερ γὰρ ἄνω ἔλεγεν δεῖ πάντως γενέσθαι, καὶ ἐνταῦθα δηλοῖ λέγων· ὅτι πάντως ἐκβήσεται, καὶ μενεῖ ἡ γενεὰ τῶν πιστῶν, οὐδενὶ τῶν εἰρημένων διακοπτομένη.
Θεοδώρου Μομψουεστίασ y. Ἄλλος δέ φησι, γενεὰν λέγειν αὐτὸν πονηρὰν, τῷ τρόπῳ a καὶ οὐ τοῖς προσώποις· διδάσκων ὅτι παρόντων [*](Χ ἅπερ L. y Sic P. z Ἄλλως L. a τὸν τρόπον Ρ.)
415
καὶ ὁρώντων τῶν ἀσεβῶν καὶ b χριστοκτόνων δείξει τὴν ἀπ’ οὐρανοῦ δόξαν αὑτοῦ, ὥστε πληρωθῆναι τὸ “ ὄψονται εἰς ὃν ἐξεκέντησαν.” Άλλος c δὲ πάλιν περὶ τῆς κατ’ ἐκεῖνον τὸν καιρὸν γενεᾶς λέγειν αὐτόν φησιν, ἕως οὗ παρέλθῃ, ἕως οὗ συμβήσεται Ἰουδαίοις τὰ προλεχθέντα· διὰ τούτων πιστούμενος καὶ τοὺς περὶ συντελείας λόγους. “ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ “ παρέλθωσι,” τουτέστι, τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα εὐκολώτερον ἀφανισθῆναι, ἣ τῶν λόγων τῶν ἐμῶν τι διαπεσεῖν. καὶ ὁ ἀντιλέγων ὑπὲρ τούτων, βασανιζέτω τὰ εἰρημένα, καὶ ἀπὸ τῶν παρελθόντων καὶ τοῖς μέλλουσι πιστευέτω. διὰ γὰρ τοῦτο καὶ τὰ στοιχεῖα εἰς μέσον τέθεικε, τοῖς παλαιοῖς ἐμφιλοχωρῶν ῥήμασι, (καὶ γὰρ καὶ διὰ τοῦ Ἱερεμίου τὸ ἀσάλευτον τῆς ἀποφάσεως τῆς ἑαυτοῦ ἀπὸ τούτων καὶ d παρίστησιν) ὁμοῦ δὲ καὶ δημιουργὸν ἑαυτὸν ἐντεῦθεν δείκνυσι λανθανόντως τοῦ παντός. ἐπειδὴ γὰρ περὶ συντελείας διελέχθη, πράγματος παρὰ πολλοῖς ἀπιστουμένου, διὰ τοῦτο τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μέσον παρήγαγε, μετὰ πολλῆς ἐξουσίας δεικνὺς ἑαυτὸν δεσπότην τοῦ παντός.
“ Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἣ ὥρας οὐδεὶς οἰδεν,” καὶ τὰ ἑξῆς. τῷ e μὲν οὖν εἰπεῖν, οὐδὲ οἱ Ἄγγελοι, ἐπιστομίσας f αὐτοὺς, ὥστε μὴ ζητῆσαι μαθεῖν, ὅπερ ἐκεῖνοι οὐκ ἴσασι τὸ δὲ εἰπεῖν, οὐδὲ ὁ Υἰὸς, κωλύει οὐ μόνον μαθεῖν, ἀλλὰ καὶ ζητῆσαι. ὅτι γὰρ διὰ τοῦτο εἴρηται, ὅρα μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ περιεργοτέρους εἶδε γεγενημένους, πῶς ἐπεστόμισε μειζόνως. νῦν μὲν γὰρ καὶ τεκμήρια εἴρηκε πολλὰ καὶ ἄπειρα· τότε δὲ ἁπλῶς, “ οὐχ ὑμῶν ἐστι “ γνῶναι χρόνους ἣ καιρούς· εἶτα ἵνα μὴ εἴπωσιν, ἠπορήμεθα, διεπτύσθημεν, οὐδὲ τούτου ἐσμὲν ἄξιοί, φησι, “ οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἴδιᾳ ἐξουσίᾳ, καὶ γὰρ σφόδρα ἔμελλεν αὐτῷ τὸ τιμᾷν αὐτοὺς καὶ μηδὲν ἀποκρύπτεσθαι· διὰ τοῦτο ἀεὶ τῷ Πατρὶ αὐτοὺς ἀνατίθησι, καὶ φοβερὸν τὸ πρᾶγμα ποιῶν, κἀκείνων ἐπιτειχίζων τῇ πεύσει τὰ εἰρημένα. ὅτι γὰρ τοῦτό ἐστι, τί δήποτε τὸν μὲν Πατέρα οἶδε σαφῶς, ὡς ἐκεῖνος τὴν Υἱὸν, τὴν δὲ ἡμέραν ἀγνοεῖ; πῶς δὲ εἰ πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν, [*](b καὶ om. L. c ἄλλως P.L. d καὶ om. L. e τὸ P.L. f ἐπεστόμισεν P.L.)
416
τὴν ἡμέραν ἠγνόησε ; ὁ γὰρ τοὺς αἰῶνας ποιήσας, εὔδηλον ὅτι καὶ τοὺς χρόνους· εἰ δὲ τοὺς χρόνους, καὶ τὴν ἡμέραν. πῶς οὖν ἣν ἐποίησεν ἀγνοεῖ; διὰ δὴ πάντα g εἰπὼν καὶ τοὺς χρόνους καὶ τοὺς καιροὺς, καὶ ἐπ’ αὐτὰς τὰς θύρας ἀγαγὼν (ἐγγὺς γάρ ἐστιν ἐπὶ θύραις φησιν) ἀπεσίγησε τὴν ἡμέραν. Ἔστι δὲ εἰπεῖν καὶ κατὰ Μάρκον ὅτι οὐδὲ ὁ Υἱὸς οἶδεν εἰ μὴ ὁ Πατὴρ, εἰ μὴ οἰδεν ὁ Πατὴρ, οὐδὲ ὁ Υἱὸς n. ἀλλ’ ἐπειδὴ ἐπίσταται ὁ Πατὴρ, καὶ ὁ Υἱὸς δηλονότι, ἡ σοφία τοῦ Πατρὸς, ἡ πάντα ἔχουσα τὰ τοῦ Πατρὸς, πλὴν τὸ εἶναι αὐτὸ τοῦτο Πατήρ. “ βλέπετε δὲ, ἀγρυπνεῖτε” καὶ τὰ ἑξῆς. ἡ ἐπαγωγὴ δείκνυσι τὴν αἰτίαν δι’ ἣν οὐκ ἐσαφήνισεν αὐτοῖς τὴν ἡμέραν, ἀπὸ μὲν γὰρ τοῦ μαθεῖν τὴν κρίσιν, πολὺ τὸ κέρδος, ἀπὸ δὲ τοῦ τὸν καιρὸν οὐκέτι. εἰ γὰρ νῦν ἀγνοοῦντες ἔκαστος τὴν ἑαυτοῦ ἡμέραν καὶ εἰδότες ὅτι πολλάκις ἀμύητοι ἀπελεύσονται, φιλονεικοῦσιν εἰς ἐσχάτας ἀναπνοὰς βαπτίζεσθαι, ὅθεν καὶ ἔρημοι λοιπὸν ἀπέρχονται τῆς τῶν ἀγαθῶν ἐργασίας· ἀπὸ μὲν πίστεως σωζόμενοι, ἔργα δὲ ἐπιδεῖξαι οὐκ ἔχοντες, εἰ καὶ ἡ συντέλεια δήλη ἦν, τι οὐκ ἃν ἐποίησαν ; ὅθεν ἐπιφέρει μονονουχὶ λέγων διὰ τοῦτο, οὐκ εἶπον ὑμῖν, ἵνα ὡς τὴν ἡμέραν ἀγνοοῦντες βλέπητε καὶ προσεύχησθε καὶ ἀγρυπνῆτε. καὶ γὰρ οὐκ εἶπεν, οὐκ οἶδα, ἀλλ’ οὐκ οἴδατε, βουλόμενος ἐναγωνίους εἶναι διηνεκῶς, ἐκείνην καὶ ἄδηλον τὸ τέλος ἔχοντες.
Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ τὰ ἕξης.
Διὰ τοῦτο εἶπεν γρηγορεῖτε, δεικνὺς ὅτι εἰ ᾔδεσαν οἱ ἄνθρωποι πότε ἀποθανοῦνται, πάντες ἂν κατ’ ἐκείνην τὴν ὥραν ἐσπούδασαν. διὰ τοῦτο ἀεὶ αὐτοὺς βουλόμενος τοῦτο προσδοκᾶν, ἵνα ἀεὶ σπουδάζωσι, καὶ τῆς ἑκάστου ζωῆς τὸ τέλος ἄδηλον ἐποίησα. εἶτα ἐκκεκαλυμμένος ἑαυτὸν Κύριον ὀνομάζει. οὐδαμοῦ οὕτω σαφῶς εἰπών. ἐντεῦθεν δέ μοι καὶ ἐντρέπειν δοκεῖ τοὺς ῥαθύμους. οὐδὲ γὰρ ὅσην περὶ χρήματα σπουδὴν πεποίηνται οἱ προσδοκῶντες κλέπτεσθαι, τοσαύτην ὑμεῖς, φησιν, ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας ποιεῖσθε. ἐργασίας οὖν ὁ παρὼν καιρὸς, ὁ δὲ μέλλων τῆς κρίσεως.
[*](g τοῦτο πάντα P. h τὴν ἡμέραν ἣν μόνος οἶδέν φησιν ὁ πατὴρ, οὐδὲ ὁ υἱός Poss. et Ρ. om. L.)417
ἄνθρωπον δὲ ἑαυτὸν ὀνομάζει διὰ τὴν οἰκονομίαν. ἀποδημίαν δέ φησι τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἔργον δὲ ἑκάστου i τὴν τῶν ἐντολῶν ἐργασίαν καὶ τήρησιν, ἥτις φαίνεται διὰ τοῦ k θυρωροῦ.
Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
Ἣν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς, πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. ἔλεγον δὲ, Μῆ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
Πρὸ δύο ἡμέρας τοῦ πάθους ἡ βουλή. διὸ δὲ τὴν τετάρτην ἐν τῇ ἑβδομάδι νηστείαν ἄγομεν, ὡς τοῦ πάθους ἀρχὴν τοῦ κατὰ τὴν ἕκτην1 ἐπιτελεσθέντος. δόλον δὲ μηχανῶνται διὰ τὸν λαὸν τὸν ἀκολουθοῦντα καὶ περιεστῶτα ἀεί. καὶ τὴν μὲν ἑορτὴν ὑπερθέσθαι βούλονται· οὐ συγχωροῦνται δὲ, ἐπειδὴ τὴν προφητείαν ἔδει πληροῦσθαι τὴν ἐν τῇ νομικῇ διατυπώσει, ἐν ᾗ τὸ Πάσχα ἐθύετο, μηνὶ πρώτῳ, τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ. ἐν τούτῳ γὰρ τῷ μηνὶ καὶ ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸ ἀληθινὸν Πάσχα ἔδει τυθῆναι. πρὸς δὲ τούτοις δείκνυται καὶ ὡς ἑκοντὶ ἑαυτὸν ἐξέδωκε, τὸ ὑπὲρ ἡμῶν καταδέξασθαι, ὅτι βουλόμενοι μὲν κατασχεῖν αὐτὸν, πολλάκις οὐκ ἴσχυσαν. ὅτε δὲ μὴ συλλαβέσθαι αὐτὸν ἐβούλοντο, τότε ἑαυτὸν ἐκδοὺς παρὰ πᾶσαν ἐλπίδα τὸ σπουδαζόμενον αὐτοῖς εἰς πέρας ἐξελθεῖν παρεσκεύασε. τούτοις ἐπισυνάπτει ὁ Εὐαγγελιστὴς ὁμοίως Ματθαῖος m τὸ ἐν τῇ Βηθανίᾳ γενόμενον ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ παρὰ n γυναικός.
Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς.
Δοκεῖ μὲν εἶναι μία καὶ ἡ αὐτὴ γυνὴ παρὰ τοῖς Εὐαγγελισταῖς [*](i Sic L. ἐκ τούτου Ρ. et Poss. k τῆς P. 1 Sic L. κατ’ αὐτὴν Ρ. et Poss m Ματθαίῳ L. n Slc L. περὶ Ρ.)
418
ἅπασιν· οὐκ ἢν ο δέ· ἀλλὰ παρὰ τοῖς τρισὶ μὲν, μία τις οὖσά μοι p δοκεῖ καὶ ἡ αὐτή· παρὰ δὲ τῷ Ἰωάννῃ οὐκέτι, ἀλλ’ ἑτέρα τις θαυμαστὴ ἡ τοῦ Λαζάρου ἀδελφή. καὶ ταῦτα μὲν φησιν ὁ τῆς βασιλίδος πόλεως ἐπίσκοπος Ἰωάννης. Ὠριγένης δὲ πάλιν ἄλλην μέν φησι τὴν παρὰ Ματθαίῳ καὶ Μάρκῳ ἐκχέουσαν τῆς κεφαλῆς τὸ μύρον ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ· ἄλλην δὲ τὴν παρὰ τῷ Λουκᾷ γεγραμμένην ἁμαρτωλὸν κατεκχέσασαν τῶν ποδῶν αὐτοῦ τὸ μύρον ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου. Ἀπολινάριος δὲ καὶ Θεόδωρος μίαν καὶ τὴν αὐτήν φασι παρὰ πᾶσι τοῖς Εὐαγγελισταῖς q, ἀκριβέστερον δὲ τὸν Ἰωάννην τὴν ἱστορίαν ἐκδεδωκέναι. φαίνονται δὲ Ματθαῖος καὶ Μάρκος καὶ Ἰωάννης περὶ τῆς αὐτῆς λέγοντες· ἐν Βηθανίᾳ γὰρ γεγενῆσθαί φασι· κώμη δὲ αὕτη. Λουκᾶς δὲ περὶ ἑτέρας. “ Ἰδοὺ γὰρ γυνή, φησιν, ἐν τῆ πόλει, “ ἥτις ἦν ἁμαρτωλὸς, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ “ Φαρισαίου,” καὶ τὰ ἑξῆς, ὡς εἶναι ταύτην ἁμαρτωλὸν καὶ ἐν τῇ πόλει· ἐκείνην δὲ μὴ ἁμαρτωλὸν ἀναγέγραπται r, καὶ ἐν Βηθανίᾳ τῇ κώμῃ. ἀποδέχεται μέντοι αὐτῆς ὁ Σωτῆρ’ τὴν προθυμίαν, οὐ μάτην λέγων τὸ λαληθήσεται ἐν ὅλῳ τῷ κόσμῳ μετὰ τοῦ κηρύγματος τοῦ Εὐαγγελίου καὶ τὸ τῆς γυναικὸς ἔργον, ἀλλ’ ὅτι τύπον ἐπεῖχε s τῆς προσαγούσης Χριστῷ τὴν πίστιν ἐκκλησίας, καὶ ἐκβαλλούσης ὥσπερ μύρον εὐωδέστατον. καὶ πιστικὴν γὰρ τὴν νάρδον ὀνομάζουσι, καὶ πολύτιμον λέγουσι. φησὶ δὲ εἰς τὸν ἐνταφιασμὸν αὐτῷ t συντελεῖν τὴν τοῦ μύρου ἄλειψιν· καὶ ὃ ἔσχε φησὶν, ἐποίησε. “ προέλαβε γὰρ μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐν- “ ταφιασμόν·” ἐπὶ γὰρ τῷ θανάτῳ μάλιστα τῆς πίστεως ἀποδέξασθαι αὐτὸν ὡς σωτήριον κόσμῳ· πίστεως δὲ τοῦτο ἔργον τῆς ἰσχυροτάτης. γίνεται δὲ σημεῖον τοῦ μέλλοντος καὶ κατὰ βούλησιν τοῦτο τοῦ Σωτῆρος· ἔργον γὰρ λόγου μᾶλλον μνημονεύεται, ἵνα μνημονεύομεν ὅτι προεγνώκει τὸ πάθος. τῶν δὲ αἰτιωμένων τὴν τοῦ μύρου ἔκχυσιν διαφόρων ὄντων, ὁ μὲν Ἰωάννης μόνον u Ἰούδα ἐμνημόνευσε τοῦ προδότου· ὁ δὲ Ματθαῖος τῶν Ἀποστόλων· ὁ δὲ Μάρκος τινῶν, οὐχ ἁπάντων. οὐ τὴν τοῦ λέγοντος ἐξελέγχει προαίρεσιν ὁ Κύριος, ἀπὸ πονηρίας λέγοντος τοῦτο τοῦ Ἰούδα κατ’
[*](P ἐστὶ Ρ. εἶναι L. q Sic L. εὐαγγελίοις Poss. r ἀναγεγράφθαι P.L. 8 Sic L. ἐπέχει Ρ. et Poss. t αὐτοῦ Ρ. u μόνου Ρ.) 419
αἰσχροκέρδειαν, ἀλλ’ οὐδὲ τοῖς ἄλλοις μέμφεται κατὰ ὑγιῆ λογισμὸν αἰτιασαμένοις. οὐκ εἰδότες γὰρ τὸ τοῦ πραχθέντος εὔλογον ᾐτιῶντο τὴν πρᾶξιν, ἤκουον γὰρ τοῦ διδασκάλου λέγοντος, “ ἔλεον “ θέλω καὶ οὐ θυσίαν,” καὶ πολλὰ ἐν τῷ ὄρει περὶ ἐλεημοσύνης διαλεχθέντος. καὶ ἀπὸ τούτων συνελογίζοντο πρὸς ἑαυτοὺς, ὡς πολλῷ κρεῖττον ἦν τὴν τιμὴν τοῦ μύρου διανεμηθῆναι τοῖς πένησιν. ὁ δὲ Σωτῆρ’ τὴν διάνοιαν αὐτῆς ὁρῶν ἀφίησιν, καὶ γὰρ πολλὴ ἡ εὐλάβεια ἦν, καὶ ἄφατος ἡ σπουδή· διὸ καὶ σφόδρα συγκαταβαίνων, συνεχώρησε κατὰ τῆς κεφαλῆς αὐτοῦ χυθῆναι τὸ ἔλαιον. πολλῶν δὲ αἰτιωμένων καὶ διαφόρων, ὁ Κύριος προγνώστης ὣν, τὸν μὲν Ἰούδαν ὡς φιλάργυρον ἐξελέγχει· τοὺς δὲ μαθητὰς οὐκ αἰτιᾶται, ὡς ἐξ ἁπλουστέρας γνώμης εἰρηκότων ταῦτα. ἐμνημόνευον γὰρ τὸ, “ ἔλεον θέλω καὶ οὐ θυσίαν.” εἰπόντες δὲ ὅτι ἠδύνατο τριακοσίων διναρίων πραθῆναι, ἔδειξαν ὅσα ἀνήλωσεν εἰς τὸ μύρον αὕτη, καὶ ὅσην τὴν προθυμίαν x ἐπεδείξατο. “ καὶ ὅπου ἂν κηρυχθῇ,” φησι, “ τὸ Εὐαγγέλιον τοῦτο, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη.” διὰ τοῦτο πάλιν τὴν εἰς τὰ ἔθνη ἔξοδον προαναφωνεῖ, καὶ ταύτῃ παραμυθούμενος αὐτοὺς ὑπὲρ τοῦ θανάτου· εἴγε μετὰ τὸν σταυρὸν y ἡ δύναμις, ὡς πανταχοῦ τῆς γῆς ἐκχυθῆναι τὸ κήρυγμα. καὶ οὐκ ἀπῄτει δὲ ὁ καιρὸς ὥστε διορθῶσαι τὸ γεγενημένον, ἀλλ’ ὥστε ἀποδέξασθαι μόνον. ὥσπερ γὰρ εἴτις αὐτὸν ἔροιτο πρὸ τοῦ ποιῆσαι τὴν γυναῖκα, οὐκ ἃν τοῦτο ἀπεφήνατο, οὕτω μετὰ τὸ ἀγορασθῆναι καὶ μετὰ τὸ χυθῆναι τὸ ἔλαιον, ἄκαιρος ἦν ἡ ἐπιτίμησις· διὸ καὶ αὐτὸς ὥστε μὴ πηρῶσαι τὴν γνώμην τῆς γυναικὸς ταῦτα ἔφησε· καὶ ὅσα φησίν, εἰς παραμυθίαν αὐτῆς λέγει. ἐγὼ γάρ, φησι, τοσοῦτον ἀπέχω τοῦ καταδικάσαι αὐτὴν ὡς κακῶς πεποιηκυῖαν, ἣ μέμψασθαι ὡς οὐ καλῶς ἐργασαμένην, ὅτι οὐδὲ ἀφήσω λαθεῖν τὸ γεγενημένον. ἀλλ’ ὁ κόσμος εἴσεται τὸ ἐν οἰκίᾳ εἰργασμένον καὶ ἐν κρυπτῷ. καὶ γὰρ μεγάλης διανοίας ἦν τὸ γεγενημένον, καὶ πολλῆς τεκμήριον πίστεως.
[*](x μεγαλοψυχίαν L. y τοῦ σταυροῦ Ρ.)420
Περὶ τοῦ Πάσχα.
Καὶ τῆ πρώτη ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ Πάσχα;
Πρώτην ἀζύμων τὴν πρὸ τῶν ἀζύμων φησίν. εἰώθασι γὰρ ἀπὸ τῆς ἑσπέρας τὴν ἡμέραν ἀριθμεῖν ἀεί. Ἕτερος δέ φησι πρὸ μιᾶς τῶν ἀζύμων, ἡμέρας μνημονεύσας ἐκείνης καθ’ ἣν ἐν τῇ ἑσπέρᾳ τὸ πάσχα ἔμελλε θύεσθαι. ὅθεν δῆλον ὅτι τὴν αὐτὴν ἐδήλωσαν ἀμφότεροι z. τῇ γὰρ πέμπτῃ τοῦ σαββάτου προσῆλθον· καὶ ταύτην ὁ μὲν τὴν πρὸ τῶν ἀζύμων καλεῖ, ὁ δὲ αὐτὴν τὴν τῶν ἀζύμων· ἑκάτερος ἀληθεύων· ἀπὸ γὰρ a τῆς ἑσπέρας ἤρξατο· διὸ ἕκαστος προστίθησιν ὅτε ἐθύετο τὸ Πάσχα. καὶ λέγουσι, “ ποῦ “ θέλεις ἑτοιμάσωμεν σοι φαγεῖν τὸ Πάσχα ;” ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐκ ἦν αὐτῷ οἰκία, οὐκ ἦν καταγώγιον. ἐγὼ δὲ οἶμαι μηδὲ αὐτοὺς b ἔχειν· ἢ γὰρ ἃν αὐτὸν ἐκάλεσαν ἐκεῖ ἐλθεῖν, ἀλλ’ οὐκ ἦν οὐδὲ τούτοις· πᾶσιν ἀποταξαμένοις λοιπόν c. τίνος δὲ ἕνεκα τὸ Πάσχα ἐπετέλει ; διὰ d πάντων δεικνὺς μέχρι τῆς ἐσχάτης ἡμέρας, ὅτι οὐκ ἦν ἐναντίος τῷ νόμῳ.
Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν πόλιν καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος, καὶ τὰ ἑξῆς.
Καὶ τι δήποτε πρὸς ἀγνοοῦντα πέμπει ἄνθρωπον ; κἀντεῦθεν δεικνὺς διὰ πάντων, ὅτι ἠδύνατο μὴ παθεῖν. ὁ γὰρ τὴν διάνοιαν τούτου πείθων e ὥστε ὑποδέξασθαι, καὶ ταῦτα ἀπὸ ῥήματος ψιλοῦ, τί οὐκ ἂν εἰργάσατο ἐν τοῖς σταυροῦσιν αὐτὸν, εἴγε ἠβούλετο μὴ παθεῖν f; τοιγαροῦν g καὶ σημεῖον αὐτοῖς δι’ δῶσιν, ὡς Μάρκος καὶ Λουκᾶς ἱστοροῦσιν· τὸ δὲ ἦν ὁ τὸ κεράμιον βαστάζων. οὐδέτερος [*](z Sic P.L. διάφορος Poss. a Sic L. ἕκατ’. δὲ ἀληθεύει, ὅτι ἀπὸ Ρ. et Poss. b αὐτὸς L. c Sic L. ἔχειν ὡς πᾶσιν (πᾶσαν Ρ.) ἀποταξα μένους· εἰ γὰρ αὐτὸν ἂν αὐτὸν Ρ.) ἐκάλεσαν ἐκεῖ Ρ. et Poss. d Sic P.L. πρὸ Poss. e μεταθεὶς ἀπὸ ψιλῶν ῥημάτων Ρ. et Poss. f Slc L. ἐν τοῖς ἄλλοις Ρ. et Poss. o Sic L. εἶτα ἐπειδὴ ἠγνόουν P. et Poss.)
421
οὐν αὐτῶν εἴρηκεν, πῶς ἔδομαι τὸ Πάσχα. ἀλλὰ “ποῦ ἐστι n τὸ “ κατάλυμά μου, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω ” ὥστε ἀρκοῦσαν γενέσθαι τὴν παρασκευήν. καὶ ἐκεῖνον μὲν νομίσαι κρύπτεσθαι αὐτὸν, ὁ δὲ Ματθαῖος εἴρηκεν μόνος τὸ “ πρός σε “ ποιῶ τὸ Πάσχα,” δύναται δὲ ταύτην τὴν παρασκευὴν δηλοῦν τοῦ Πάσχα, οὐ τὴν βρῶσιν. ὁ γὰρ Ἰωάννης δηλοῖ κατὰ τὴν τοῦ πάθους ἡμέραν καὶ ὥραν μήπω τὸ Πάσχα βρωθὲν ὑπὸ Ἰουδαίων, ἐπείπερ, ὡς ἔλεγεν, ἐχρὴν κατὰ τὴν αὐτὴν ἡμέραν τό τε τυπικὸν Πάσχα καὶ τὸ ἀληθινὸν ἐπιτελεσθῆναι. Ἀποστείλας τοίνυν τοὺς μαθητὰς ὁ Σωτῆρ’, ἔφη αὐτοῖς ἀπελθεῖν εἰς τὴν πόλιν· καὶ ὅτι ἀπαντήσεταί τις αὐτοῖς κεράμιον ὕδατος βαστάζων· ᾧπερ i ἑπομένους δεῖ ἐπιστῆναι τῇ οἰκίᾳ εἰς ἣν ἐκεῖνος εἰσέρχεται. εἶτα τῷ δεσπότη τῆς οἰκίας εἰπεῖν τὰ ἀκόλουθα. ταῦτα δὲ παραλέλειπται τῷ Ματθαίῳ ἁπλῶς εἰρηκότι, ἐκέλευσεν αὐτοῖς πρὸς τὸν δεῖνα ἀπελθεῖν, ᾧ καὶ τόδε εἰπεῖν. καὶ γὰρ εὑρήσει τις αὐτὸν ἁπλῶς τοῦ μηνύσαι τὰ πράγματα μόνου γενόμενον, πλεῖστα παραλιμπάνοντα k τῶν γεγονότων ἐν μέσῳ, ὅπερ ἐν πολλοῖς αὐτὸν τίς εἰρηκέναι ἀπεδέξατο.