Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ πώλου.

Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἰερουσαλὴμ εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὑτοῦ. καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε.

Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον· ἀλλ’ οὐδέποτε μετὰ τοσαύτης περιφανείας. καὶ γὰρ προοίμια ἢν, καὶ οὔτε αὐτοῖς κατάδηλος ἦν, οὔτε ὁ καιρὸς παθεῖν ἐγγύς. διόπερ ἀδιαφορώτερον αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον ἑαυτὸν κρύπτων· οὔτε γὰρ μᾶλλον ἐθαυμαστώθη φαινόμενος οὕτω, καὶ εἰς μείζονα ἂν αὐτοὺς ἐξήγαγεν ὀργήν. ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως ἐκλάμπει λοιπὸν, καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. Θέα δέ μοι πόσα θαύματα γίνεται, καὶ ὅσαι πληροῦνται προφητεῖαι. εἶπεν ὅτι εὑρήσετε ὄνον. προεῖπεν ὅτι οὐδεὶς κωλύσει· μὴ γὰρ μικρὸν νομίσῃς εἶναι τὸ γεγενημένον. τίς γὰρ αὐτοὺς ἔπεισε τῶν ἰδίων ἀφαιρουμένων, καὶ ταῦτα πένητας ὄντας ἴσως καὶ γεωργοὺς, μὴ ἀντειπεῖν ἑλκομένων τῶν ὑποζυγίων, καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες, ἀλλὰ τοὺς μαθητάς ; ἀπὸ τούτων αὐτοὺς παιδεύει ὅτι καὶ Ἰουδαίους ἠδύνατο κωλύειν μέλλοντας αὐτῷ ἐπιέναι, καὶ ἀφώνους καταστῆσαι· ἀλλ’ οὐκ ἠθέλησεν. καὶ σημεῖον δὲ τὸ γινόμενον ἦν· οὐ γὰρ ἀπὸ τοῦ ὄρους τῶν Ἐλαιῶν εἰς Ἰερουσαλὴμ ἐξιόντι τῷ Κυρίῳ χρεία τις ἐπ’ ὄνου καθέζεσθαι; ὃς τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζὸς, ἀλλὰ τὸ ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι, δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον ἡγεμόνα καὶ βασιλέα τῆς Ἰερουσαλήμ. τὸ γὰρ νέον τῆς κλήσεως ἐδήλωσεν ὁ πῶλος· ἀλλὰ καὶ τὸ πάλαι μὴ καθαρὸν τῶν νῦν καλουμένων. ὄνος γὰρ οὐ καθαρὸν κατὰ τὸν νόμον.

[*](s λυπὸν Cod. L. qui hæc solus exhibet.)
390

Ἀπῆλθον δὲ καὶ εὗρον πῶλον δεδεμένον, καὶ τὰ ἑξῆς.

Οὐ κάθηται ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ’ ἐπὶ τὰ ἱμάτια τῶν Ἀποστόλων. ἐπειδὴ τὸν πῶλον ἔλαβεν, ἅπαντα λοιπὸν προίενται.

Σκόπει δὲ τὸ εὐήνιον τοῦ πώλου. πῶς ἀδάμαστος ὢν καὶ χαλινοῦ ἄπειρος εὐτάκτως ἐφέρετο. καὶ αὐτὸς προφητεία τοῦ μέλλοντος ἦν δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν.

Πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδὸν καὶ τὰ ἑξῆς.

Ἕως ἐπὶ τῶν πονηροτέρων οἱ ἀφελεῖς οὐ διαστρέφονται, τῇ ἀληθείᾳ ἕπονται. ἀπὸ δὲ τῶν σημείων ἐπεγνωκότες τὸν Κύριον οἱ ὄχλοι, καὶ εὐφημίαν ἐποιοῦντο εἰς αὐτὸν, καὶ υἱὸν εἶναι Δαβὶδ καὶ Χριστὸν εἶναι πιστεύοντες, καὶ τὸ “ εὐλογημένος ὁ ἐρχόμενος “ ἐν ὀνόματι Κυρίου” κατὰ τὸν ψαλμὸν ἐπιβόωντες. Τὸ γὰρ “ ὡσαννὰ” ὕμνος ἑρμηνεύεται.

Τὸ δὲ καὶ εὐλογημένη ἡ ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν Δαβὶδ ἄριστα εἴρηται. πολλαχοῦ γὰρ οἱ προφῆται τὴν κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν βασιλείαν ἐπ ὀνόματι Δαβὶδ ἔφασκον ἔρχεσθαι. Δαβὶδ τὸν Χριστὸν ὀνομάσαντες, διὰ τὸ ἐκ Δαβὶδ αὐτὸν κατὰ σάρκα γνωρίζεσθαι. δόξαν οὖν ἀναπέμπουσιν τῷ ἐρχομένῳ ἐν ὀνόματι Κυρίου. εὐλογοῦσι δὲ καὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ἐπὶ πᾶσι Θεῶ τῶ ἐν ὑψίστοις τὴν δοξολογίαν ἀναπέμπουσιν, καθὼς ἐννοεῖν ἠδύναντο.

Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εἰς τὸ ἱερὸν καὶ τὰ ἑξῆς.

Τὸ καταλιπὼν, τὴν ὡς ἀπὸ ἀναξίων ἀναχώρησιν δηλοῖ. καὶ οὐκ ἐπὶ πολὺ χωρίζεται τῆς Ἰερουσαλὴμ, ἵνα πάλιν ἐπανέλθῃ μετὰ τὴν νύκτα· ἥκει γὰρ ἐπὶ τὸ πάθος, καὶ οὐκ ἔμελλεν ἀφίστασθαι πρὶν ἢ πάθῃ.