Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ Βαρτιμαίου.

Καὶ ἔρχονται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ, καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτίμαιος ὁ τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.

Ὅτι κατ’ ἐξουσίαν ἡ ἴασις ἦν, ἔδειξε λέγων, “ τί θέλεις ποιήσω “ σοι ; ” δήλη δὲ καὶ ἡ τιμὴ τοῦ πλήθους ἣν εἶχον πρὸς αὐτὸν, οὐκ ἐπιτρέποντες τῷ τυφλῷ βοᾷν, ὥσπερ ἐπὶ βασιλέως παριόντος. ὥστε οὐ ἃν συνῄρατο πρὸς τὴν Χριστοκτονίαν ὁ λαὸς, εἰ μὴ ὑπὸ

388
τῶν ἀρχόντων παρήχθη. βλάπτει γὰρ λαὸν ἐξουσία πονηρά. υἱὸν δὲ Δαβὶδ ἐκάλει ὁ τυφλὸς, τὴν διατρέχουσαν ἐν τῷ λαῷ φήμην ἀκούων, καὶ τὴν προσδοκίαν τὴν ἐκ προφητῶν πεπεισμένος. καὶ οὐκ ἀναίνεται τοι γένος ὁ Κύριος, καίτοι δείξας ἀλλαχοῦ ὅτι καὶ ὑπὲρ τὸ γένος ἐστὶ τὸ σαρκικόν. οὐ γὰρ τῷ ψευδομένῳ καὶ καλοῦντι υἱὸν Δαβὶδ, παρέσχεν ἂν τὴν ἴασιν ἐκ ψεύδους πίστεως καὶ ἐκ δυσφήμου λόγου, ὥσπερ οἴονται οἱ δοκήσει αὐτὸν φάσκοντες ἐληλυθέναι, ἢ ἐξ ἑτέρας οὐσίας σεσαρκῶσθαι k, καὶ μὴ τοῦ ἐκ Δαβὶδ φυράματος. τίνος δὲ χάριν ἠρώτησεν αὐτὸν ὁ Ἰησοῦς, τι θέλεις ποιήσω σοι ; ἵνα μή τις νομίσῃ l ἄλλο βουλομένῳ λαβεῖν, ἄλλο τι διδόναι· καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ τὴν προαίρεσιν πρότερον κατάδηλον ποιεῖν τῶν θεραπευομένων, καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε ἐπάγειν τὴν ἰατρείαν· δι’ ἓν μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ· δεύτερον δὲ, ἵνα δείξῃ τῆς δωρεᾶς ἀξίως ἀπολαύοντας.

Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ ῥαβουνὶ, ἵνα ἀναβλέψω, καὶ τὰ ἑξῆς.

Ὅτι δὲ ἀξίως καὶ πιστῶς m, καὶ ἐξ ὧν ἐβόησε καὶ μετὰ πάσης σπουδῆς προσέδραμεν, ἐκπηδήσας, καὶ ὅπερ n ἔφερεν ἱμάτιον ἀπέρριψε, μονονουχὶ τὸν παλαιὸν ἐκδύσας χιτῶνα, καὶ ὅλος τοῦ Ἰησοῦ γενόμενος, καὶ ἐκ τοῦ μαρτυρῆσαι αὐτῷ τὸν Χριστὸν καὶ εἰπεῖν· “ ὕπαγε, ἡ πίστις σου σέσωκέ σε.” καὶ τῆς ἰάσεως δὲ τυχὼν οὐκ ἀπεπήδησεν, ὅπερ πολλοὶ ποιοῦσι μετὰ τὰς εὐεργεσίας ἀγνωμονοῦντες· ἀλλὰ καὶ πρὸ τῆς δόσεως καρτερικὸς, καὶ μετὰ o τὴν δόσιν εὐγνώμων. ἠκολούθει γὰρ τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ. τὸ μὲν οὖν τυφλότητι ἴασιν γεγονέναι κατὰ τὴν ὁδὸν συμφωνεῖ τῷ Ματθαίῳ καὶ Λουκᾷ. ἕνα δὲ τυφλὸν οὗτός φησι καὶ Λουκᾶς· Ματθαῖος δὲ δύο· τοῦτο δὲ οὐδὲν πρὸς διαφωνίαν τῆς ἱστορίας. ἐνδέχεται γὰρ τοῦ ἐπιφανεστέρου μνήμην Μάρκον τε P καὶ Λοῦκαν πεποιῆσθαι q, ὥσπερ καὶ ὀνόματι r δεδήλωκεν ὁ Μάρκος εἰπὼν, τὸν υἱὸν Τιμαίου Βαρτίμαιον τυφλὸν, ὡς ἐπιφανῆ τότε ὄντα.

[*](i Sic P.L. ἀναίνει τοῦτο Poss. k ἀποσεσαρκῶσθαι Ρ. l νομίσοι m ἄξιος κ. πιστὸς L. n Sic L. καίπερ Poss. et Ρ. ο Sic L. κατὰ Poss. et Ρ. p τοῦτόν τε L. q ποιεῖσθαι L. r ὀνομαστὶ L.)
389