Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς ξηρανθείσης συκῆς.

Καὶ τῆ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασε. καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα,

391
ἦλθεν εἰ ἄρα εὑρήσει τι ἐν αὐτῷ. καὶ ἐλθὼν ἐπ’ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων. Καὶ τῇ ἐπαύριόν φησιν, ἐξελθόντων αὐτῶν Βηθανίας, ἐπείνασεν. ὁ Ματθαῖος τὸ πρωὶ προστίθησι. πῶς δὲ πρωίας πεινᾶ ; συνεχώρησε τῇ σαρκὶ τοῦτο. ἄλλος δὲ ἔφη, ἦλθεν t εἰ ἄρα εὑρήσει u ἐν αὐτῇ καρπόν. ὅθεν δῆλον ὅτι τῆς ὑπονοίας αὐτῶν ἦν. καὶ γὰρ τὰς ὑπονοίας τῶν μαθητῶν γράφουσιν. οὕτω δὲ καὶ τὸ νομίζειν διὰ τοῦτο αὐτὴν κατηρᾶσθαι. τίνος οὑν ἕνεκεν κατηράθη ; τῶν μαθητῶν ἕνεκεν, ἵνα θαρρῶσιν. ἐπειδὴ γὰρ πανταχοῦ μὲν εὐεργετεῖ x, οὐδένα ἐκόλασεν y· ἔδει δὲ καὶ τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν, ἵνα μάθωσιν ὅτι δυνάμενος ξηράναι Ἰουδαίους, ἑκὼν συγχωρεῖ, καὶ οὐ ξηραίνει. οὐκ ἐβούλετο δὲ τοῦτο εἰς ἀνθρώπους ἐνδείξασθαι, καὶ z εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὑτοῦ τὴν ἀπόδειξιν ταύτην παρέσχετο. ὅταν δὲ εἰς τόπους γένηται τι, μὴ ἀκριβολογώμεθα, δικαίως ἢ ἀδίκως, λέγοντες, ἀλλὰ τὸ θαῦμα ἴδωμεν. ἐπεὶ καὶ περὶ τῶν χοίρων πολλοὶ τοῦτο εἰρήκασι τῶν καταποντισθέντων, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον. ἀλλ’ οὐδὲ ἐνταῦθα προσεκτέον αὐτοῖς. καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ ἐκεῖνο τὸ a φυτὸν ἄψυχον.

Τίνος οὖν ἕνεκεν περίκειται τοιοῦτον b σχῆμα τῷ πράγματι ; καὶ τῆς κατάρας ἂν c ἡ πρόφασις, ὅπερ ἔφην, τῆς τῶν μαθητῶν ὑπονοίας τὸ πρᾶγμα ἦν, εἰ καὶ τούτων οὐδὲν αἰνίττεται. εἰ δὲ λέγοι ὅτι d οὐκ ἦν καιρὸς, καὶ ἐντεῦθεν δείκνυσιν ὅτι προηγουμένως εἰς τοῦτο ἦλθε, οὐ διὰ πείναν, ἀλλὰ διὰ τοὺς μαθητάς. τίς γὰρ οὕτως εὐήθης ὥστε ὑπολαβεῖν ὅτι e ἐν πρωινῷ τῷ καιρῷ τοσοῦτον ἥττητο πείνης ; ἣ εἴπερ ἐπείνη καὶ τὸ ἐσθίειν τότε ἐνόμιζεν ἀδεὲς, τι τὸ κωλῦον ἦν αὐτὸν φαγόντα τῆς οἰκίας ἐξελθεῖν ; οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν ὡς ἡ τοῦ καρποῦ θέα πρὸς πείναν αὐτὸν ἐξεκαλέσατο. οὐ γὰρ ἦν καιρὸς συκῶν· πεινῶν δὲ πῶς οὐχ ἑτέρωθεν ἐζήτει τροφὴν, ἀλλ’ ἀπὸ τῆς συκῆς, ἣν οὐ δυνατὸν ἦν ἔχειν πρὸ τοῦ καιροῦ τὸν καρπὸν, δήλου πᾶσιν ὄντος σαφῶς ; ποίας δὲ ἀγανακτήσεως ἦν ἄξιον τὸ μὴ ἔχειν αὐτὴν καρπόν ; ὥστε ὅγε μὴ πάντως εὐήθης ἱκανῶς [*](t ἦλθεν om. L. u εὗροι L. x Sic L. εὐεργετῶν Poss. et P. y ἐκώλυσεν L. z ἀλλὰ Ρ. a τὸ om. Ρ. b Sic P.L. τοῦτο Poss. c αὕτη Ρ. d Sic P.L. λέγοιτο Poss. e Sic P.L. ὑπολάβητο Poss.)

392
ἂν ἐκ τούτων συλλογίσαιτο ὅτι πείνα μὲν οὐκ ἦν, πρόσχημα δὲ ἦν πείνης τὴν οἰκείαν ἐνδεικνύμενος δύναμιν, εἰς τὸ μὴ οἴεσθαι αὐτοὺς ἀτονίᾳ τὸ πάθος αὐτὸν ἀναδέχεσθαι. διὰ τοῦτο φυτὸν ἐπιλεξάμενος, ὃ κἀν εἰ τέμοι τις, οὐ ῥᾳδίως τὴν ἔμφυτον ὑγρασίαν ἀποτίθεσθαι πέφυκε· τοῦτο διὰ μόνης ἐξήρανε τῆς ἐπιτιμήσεως.

Ἄλλως δέ φησι τὴν μέλλουσαν κατὰ τὴν Ἰερουσαλὴμ κρίσιν ἐπὶ τῆς συκῆς ἔδειξεν, ὥσπερ καὶ ἡ παραβολὴ δηλοῖ· ἣν καὶ ὁ Λουκᾶς ἀπεμνημόνευσε λέγων, “ συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπε- “ λῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. εἶπεν “ δὲ πρὸς τὸν ἀμπελουργόν. ἰδοὺ τρία ἔτη ἀφ’ οὗ ἔρχομαι ζητῶν καρ- “ πὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. ἔκκοψον αὐτήν· ἵνα τι καὶ “ τὴν γῆν καταργῇ; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει. Κύριε, ἄφες αὐτὴν “ καὶ τοῦτο τὸ ἔτος, ἕως οὗ σκάψω περὶ αὐτὴν καὶ βάλλω κόπρια· “ κἂν μὲν ποιήσῃ καρπὸν, εἰ δὲ μήγε εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.” ὅπερ οὖν λόγῳ διεξῆλθεν, τοῦτο καὶ ἔργῳ δέδειχεν· ὥσπερ καὶ ἄλλα ἐποίησε συμβολικὰ, καθὼς ἐν τῇ παρουσίᾳ καὶ διὰ τῶν προφητῶν· ὅτι μᾶλλον ἀκοῆς ὅρασις ψυχῆς καθάπτεται, καὶ ἐν μνήμῃ σώζεται. ἡ μὲν παραβολὴ τὴν ἀκαρπίαν ἐλέγχει τῆς Ἰερουσαλήμ.

Ἔρχεται οὖν ὁ Κύριος ἐπὶ τὴν συκῆν ζητῶν καρπὸν ἐν αὐτῇ, καθὰ ἔλεγεν ἡ παραβολὴ, φύλλα δὲ εἶχε μόνον, ἅτε δὴ καὶ ἔαρος ὄντος· καὶ δοκεῖ μὲν κατὰ χρείαν τροφῆς ἐπ’ αὐτὴν ἐληλυθέναι. σύμβολον δὲ ποιεῖ τὸ εἰρημένον, καὶ συνέτρεχεν ἡ πεῖνα τῷ συμβόλῳ, ἡρμοσμένης τοῦ σώματος τοῦ ἁγίου φύσεως τε καὶ κινήσεως πρὸς τὰς τῶν πραγμάτων οἰκονομίας τε καὶ ἐνδείξεις. οὐ γὰρ ἀγνοεῖν δήπουθεν οἷόν τε ἦν, ὅτι καρπὸν εἰς βρῶσιν οὐκ ἂν ἔχοι κατ’ ἐκεῖνον τὸν καιρὸν ἡ συκῆ. ἀλλ’ ἐμφαίνεται τῷ πράγματι ὥσπερ βρῶσιν εἶναι τοῦ Κυρίου τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ ποθεῖν αὐτὸν ταύτην, καθὸ καὶ ἐπὶ τῶν μελλόντων πιστεύειν Σαμαρειτῶν εἶπεν τὸ “ ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ “ οἴδατε.” τὸ μὲν οὖν εὐθαλὲς τῆς συκῆς, τὴν δόξαν ἐδείκνυ τῆς Ἰερουσαλὴμ τὴν παρὰ Θεοῦ δεδομένην αὐτῇ· τὸ δὲ ἄκαρπον τὴν κακίαν καὶ ἀπιστίαν. ἡ δὲ ἀκαιρία τοῦ καρποῦ τὴν ἀκαιρίαν τῆς τότε σωτηρίας τῆς Ἰερουσαλὴμ ἤλεγχεν· τὴν δὲ ἀκαιρίαν ταύτην ἐπήγαγεν ἑαυτῇ. διὸ καὶ μέμψιν καὶ κατάραν ὑφίσταται· οὐ δήπου πρὸς τὴν συκῆν ὀργιζομένου τοῦ Κυρίου, ὅτι μὴ καρποφοροίη

393
καὶ ταῦτα παρὰ καιρὸν, ἀλλ’ ἐν τῷ δένδρῳ τὸ τῆς πόλεως ἐπιδεικνύντος. ἡ δὲ κατάρα τοῖς ἔργοις ἐμφαίνεται πεπληρωμένη περὶ τὴν πόλιν. τὸ δὲ μηκέτι καρπὸν ἄγειν τὴν Ἰερουσαλὴμ οὐκ ἀποκλείει τῆς καινουργηθείσης καρποφορίας, ἣν ἡ δοθησομένη αὐτοῖς Χριστοῦ γνῶσις παρέξει· οἱονεὶ κατά τινα ἐγκεντρισμὸν δοθησομένης τῆς Ἱερουσαλὴμ τῆς ἀποστολικῆς δυνάμεως εἰς τὸ καρποφορῆσαι· οὐ γὰρ ἐξ αὐτῆς ὁ καρπὸς ἐκεῖνος, ἀλλ’ ἐκ τῆς νέας καὶ προσγινομένης γνώσεως, ἣν ὥσπερ ἔξωθεν καὶ ἀπὸ τῆς ἐξ ἐθνῶν ἐκκλησίας προστιθεμένην λήψεται.

Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε.

Τοῦτο καὶ ὁ Ἰωάννης φησίν· ἀλλ’ ἐκεῖνος μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· οὗτος δὲ πρὸς τῷ τέλει, ὥσπερ καὶ ὁ Ματθαῖος. ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιροὺς, καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων καὶ ἀπὸ τῆς ἀποκρίσεως. ἐκεῖ μὲν γὰρ ἐν τῷ Πάσχα παρεγένετο, ἐνταῦθα δὲ πρὸ πολλοῦ. τοῦτο δὲ κατηγορία μείζων τῶν Ἰουδαίων f. ὅτι καὶ ἅπαξ καὶ δὶς τὸ αὐτὸ αὐτοῦ ποιήσαντος, ἐνέμενον ἐπὶ τῆ καπηλείᾳ· καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον, δέον κἀντεῦθεν μαθεῖν αὐτοῦ τὴν πρὸς τὸν Πατέρα τιμὴν καὶ τὴν οἰκείαν ἰσχύν. ἑώρων γὰρ τοὺς λόγους τοῖς πράγμασι συμφωνοῦντας· ἀλλ’ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν. διὸ καὶ αὐτὸς τὸν Ἡσαΐαν αὐτοῖς ἐπιτειχίζει κατήγορον, τὸν θυμὸν αὐτῶν κατασβεννὺς, καὶ δεικνὺς g ὅτι παρὰ Θεοῦ ἥκει. λῃστὰς δὲ τοὺς ἐμπόρους ἐκάλεσε, διὰ τὸ λῃστρικὸν τῆς φιλοκερδίας, οἱ τὴν τῶν θυσιῶν χρείαν πρόφασιν αἰσχροκερδίας λαμβάνοντες, βόας, καὶ τρυγόνας, καὶ περιστερὰς ἐπίπρασκον· ἕτεροι δὲ ἀργύρια προυτίθεσαν λεπτὰ πρὸς τὴν τῶν μειζόνων ἀλλαγήν. σφοδρότερον δὲ τὸ ἔργον οὐκ ἐν ἠπιότητι h λόγου γενόμενον i, ὅποτε καὶ τοὺς πιπράσκοντας ἐξέβαλε καὶ τὰς τραπέζας κατέστρεψεν. ἄλλος k [*](f ’Iουδ. μείζων L. S καὶ δεικνὺς om. L. h νηπιότητι L. i γινόμενον Ρ. k ἄλλως L.)

394
δέ φησιν ὅτι περὶ τὸν χρόνον οὐ πάνυ τοῖς τρισὶν Εὐαγγελισταῖς ἐμέλησεν ἐν τῇ διηγήσει τῆς ἀνόδου τῆς Ἱερουσαλήμ. ὁ γὰρ Ἰωάννης ἀκριβέστερον τὸ τοιοῦτον προιστορήσας, ἐν τῇ πρώτῃ ἀνόδῳ ταῦτα πεπρᾶχθαί φησι· καίτοι ἐν τῷ Πάσχα τὸ πάθος ἱστορεῖ γεγονός l. τὸ οὖν ἱστορῆσαι τὸ πρᾶγμα μόνον ἐμέλησεν αὐτοῖς, καὶ τὰς διαφόρους ἀνόδους μίαν πεποιήκασι. οὕτω καὶ ἐν τῷ ό ψαλμῷ τὰ ἐν διαφόροις γεγενημένα χρόνοις ὑφ’ ἕνα εἰσῆκται καιρὸν ἐν τῇ διηγήσει· ἔνθα φησιν, τὸ “ κατελάλησαν τοῦ Θεοῦ “ καὶ εἶπον, μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάζειν τράπεζαν ἐν ἐρήμῳ ; “ ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐρύησαν ὕδατα, καὶ χείμαρροι κατε- “ κλύσθησαν. μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμᾶσαι τράπεζαν “ τῷ λαῷ αὐτοῦ ; ” μετὰ γὰρ τὴν τοῦ ὕδατος δόσιν, οὐχὶ περὶ τοῦ μάννα ἦν ἀντιλογία, ἀλλ’ ἡ περὶ τῶν κρεῶν· εἰσήγαγεν δὲ ἑκάτερον κατ’ αὐτὸν ὁ ψαλμῳδός.

Οἱ δὲ γραμματεῖς καὶ ἀρχιερεῖς ἤκουσαν καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν.

Ἠσθάνοντο λοιπὸν m γὰρ ὅτι αὐτῶν καθάπτεται τὰ γινόμενα παρ’ αὐτοῦ. ποτὲ μὲν οὖν κατεχόμενος διὰ μέσου αὐτῶν ἀναχωρεῖ, καὶ οὐχ ὁρᾶται· ποτὲ δὲ φαινόμενος ὠδίνουσαν αὐτῶν τὴν ἐπιθυμίαν ἐπέχει. ἐνταῦθα δὲ τῷ φόβῳ n τοῦ πλήθους αὐτοὺς κατεῖχεν. οὐ γὰρ ἐβούλετο πάντα ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν. οἱ δὲ οὐδὲ ἀπὸ τοῦ πλήθους ἐσωφρονίζοντο, οὔτε τὴν τῶν προφητῶν μαρτυρίαν ᾐδοῦντο. οὕτω καθάπαξ αὐτοὺς ἡ φιλαρχία ἐπλήρωσεν ο, καὶ εἰς μιαιφονίαν ἐξώπλιζεν.

Καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως. καὶ πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.

Ἀκριβέστερον ὁ παρὼν Εὐαγγελίστης ἀπομνημονεύει τῆς ἱστορίας, ἐν τῇ ἐφεξῆς ἡμέρᾳ λέγων τεθεωρεῖσθαι ὑπὸ τῶν μαθητῶν ἐξηραμμένην τὴν συκῆν· ἐπανιόντων πάλιν ἐπὶ τὴν πόλιν ἀπὸ τῶν προαστείων. ὁ δὲ Ματθαῖος παρέδραμε τὸ ἀκριβὲς τοῦ καιροῦ εἰπὼν παραχρῆμα τὴν συκῆν ἐξηράνθαι καὶ τεθαυμακέναι τοὺς [*](1 Sic L. καὶ οὗτοι ἐν τῷ πάθει ἱστοροῦσι γεγονὸς P. Ct Poss. m Sic L. ἤσθοντο Ρ. et Poss. n Sic L. ὁ φόβος Ρ. et Poss. ο ἐπήρωσεν Ρ.)

395
μαθητάς. παραχρῆμα δὲ λέγοιτ’ ἃν καὶ εἰς αὔριον τὸ πρᾶγμα γνωσθέν· ὀξεῖα δὲ καὶ ἡ δύναμις καὶ ἐν τῷ ζωογονεῖν τὰ νεκρὰ, καὶ καθάπερ ἐπὶ τῶν ἀναβιωσθέντων ὑπὸ Κυρίου καὶ ἀποξηραίνουσα τὰ ζῶντα, καθάπερ ἐπὶ τῆς συκῆς. ταῦτα δὲ καὶ ὑπὸ τῆς γραφῆς ὑπὸ Θεοῦ λέγεται, τὸ “ ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω” καὶ τὸ “ ἐγὼ ξηραίνω ξύλον χλωρὸν, καὶ ἀνεθάλλω ξύλον ξηρὸν” καὶ οὐδεμία διατριβὴ περὶ τὴν θείαν ἐνέργειαν, εἰ μὴ ὅτε περὶ ἀνθρώπων προαιρέσεως γίνεται τῶν μὴ ταχὺ δεχομένων, μηδὲ οὕτως ὀξέως ἀποτελουμένων εἰς τόδε, ὡς ἡ θεῖα ἐνέργεια δύναται· ὅθεν καὶ περὶ τὴν ἐν πίστει δύναμιν ὀλίγοι οἱ συνακολουθοῦντες τοῦ κυρίου τὴν ὁμόνοιαν πρᾶξιν ἐνδιδόντες πίστεως, ἣν διὰ δυνάμεως αὐτοῖς παρέχεται. ὥστε μὴ μόνον ξύλον ἀποξηρᾶναι τεθηλὸς, ἀλλὰ καὶ ὄρος μετακινῆσαι προστάγματι, καὶ πάντα πληροῦν ὅσα ἀν’ τις αἰτήσαιτο.

Δῆλον δὲ ὡς οὐκ ἀχρεῖον τούτων ἕκαστον ἐπαγγέλλεται Χριστὸς, οὐδὲ οἷον ἐπὶ θαυματουργίᾳ κενῇ, καθάπερ ἀξιοῦσιν οἱ τὰ τοιαῦτα ἀπαιτοῦντες, καὶ κελεύοντες μετακινεῖν τῶν τυχόντων τι καὶ βραχυτάτων, ὡς ἐπ’ ἐλέγχῳ τῆς ἐπαγγελίας τῆς περὶ τῶν ὄρων· οὔτε γὰρ ὄρος οὔτε δὲ κάρφος ἀχρείως μετακινηθείη ἃν κατὰ δύναμιν Θεοῦ, ἐπεὶ μὴ δὲ αὐτὸς ἀχρείως τὴν συκῆν ἐξήρανεν, ἀλλ’ ἐπὶ σημείῳ τῆς τοῦ Ἰσραὴλ μελλούσης ἀκαρπίας, καὶ πρὸς ἔνδειξιν τῆς ἑαυτοῦ δυνάμεως. ἕπεται δὲ τῆ πίστει τῆ τελεία καὶ τὰ τῆς ἀρετῆς, ἤτοιγε ἀπ’ ἀρχῆς κατορθούμενα, ἣ καὶ ἐκ μετανοίας διορθούμενα. καὶ ἐπειδὴ τὸ ἐξ ἀρχῆς κατορθοῦν ἀπταίστως ἀδύνατον, τὸ διὰ μετανοίας προσέθηκεν ὁ Κύριος. P