Περὶ τῶν υἱῶν Ζεβεδαίου.
Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἥμιν.
Πῶς ὁ Ματθαῖός φησιν, ὅτι μητὴρ προσῆλθεν; ἀμφότερα γενέσθαι εἰκός. τὴν γὰρ μητέρα παρέλαβον ὡς μείζονα τὴν ἱκετηρίαν ἐργασόμενοι, καὶ ταύτῃ τὸν Χριστὸν δυσωπήσοντες n. ὅτι γὰρ τοῦτο ἢν, καὶ αὐτῶν μᾶλλον ἡ αἴτησις ἢν, καὶ αἰσχυνόμενοι προβάλλονται τὴν τεκοῦσαν, σκόπει ᾗ o πρὸς αὐτοὺς ἀποτείνει τὸν λόγον. μάθωμεν δὲ τι πρότερον αἰτοῦσι, καὶ ἀπὸ ποίας γνώμης, εἴτε αὐτοὶ εἴτε καὶ μητὴρ, καὶ πόθεν ἐπὶ τοῦτο ἦλθον. ἑώρων αὐτοὺς τιμωμένους παρὰ τοὺς ἄλλους, καὶ προσεδόκησαν ἐντεῦθεν ἐπιτεύξεσθαι. ἁλλὰ τι ποτέ ἐστιν ὃ αἰτοῦσιν; ἄκουσον ἑτέρου Εὐαγγελιστοῦ σαφῶς ἐκκαλύπτοντος p. διὰ γὰρ τὸ ἐγγὺς εἶναι τὴν Ἱερουσαλὴμ, καὶ δοκεῖν ὅτι ἡ βασιλεία αὐτοῦ ἤδη φαίνεται, ταῦτα ᾔτουν. ἐνόμιζον γὰρ ὅτι μετὰ τὴν βασιλείαν οὐ τεύξονται. διὰ τοῦτο γοῦν καὶ νῦν προσῆλθον ἀξιοῦντες· ὅθεν δῆλον ὅτι περὶ αἰσθητῆς ὑπόπτευον βασιλείας. ἀλλὰ μηδεὶς καταγινωσκέτω τῶν Ἀποστόλων, εἰ οὕτως ἀτελέστερον διέκειντο. οὔπω σταυρὸς q ἦν, οὔπω πνεύματος χάρις. διὰ τοῦτο γὰρ ἐκκαλύπτει αὐτῶν τὰ ἐλαττωματα, ἴνα μέτα ταύτα γνῶσι τινες ἄπο τῆς χάριτος ἐγένοντο. οὐκ ἀγνοῶν δὲ ὁ Σωτῆρ’ τι αἰτῆσαι βούλονταί, φησι, “ τί θέλετε ” ἀλλ’ ἵνα ἀναγκάσῃ αὐτοὺς ἀποκρίνεσθαι, καὶ οὕτως διδάξῃ r. τὸ δὲ αἰσχυνόμενοι ἐπειδὴ ὑπὸ πάθους ἀνθρωπίνου πρὸς τοῦτο ἴεσαν s) κατ’ ἰδίαν ἐκτὸς τῶν μαθητῶν λαβόντες αὐτὸν ἠρώτησαν· προσεπορεύθησαν t γὰρ, φησὶν, ὥστε μὴ γενέσθαι αὐτοῖς κατάδηλον. τι οὖν αὐτοί u; δῆλον x ὅτι οὐδὲν πνευματικὸν ᾔτουν, οὔτε ᾔδεσαν [*](n δυσωπήσαντες L. o πῶς Ρ. P Sic P.L. ἐγκαλ. σωτῆρος Poss. r Sic P.L. διδάξαι Poss. s ἤεσαν υ αὐτὸ L. x δηλῶν P. καλ. Poss. q Sic P.L. ἤεσαν L. t προε. P.L.)
385
πάλιν ὅπερ ᾔτουν· οὐ γὰρ ἃν ἐτόλμησαν τοσοῦτον αἰτῆσαι. φησὶν, οὐκ οἴδατε τί αἰτεῖσθε· πῶς μέγα, καὶ τὰς ἄνω ὑπερβαῖνον δυνάμεις. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω; ἰδὲy πῶς εὐθέως ἀπήγαγεν τῆς ὑπονοίας ἀπὸ τῶν ἐναντίων αὐτοῖς διαλεχθείς. ὑμεῖς μὲν γάρ, φησι, περὶ τιμῆς μοι διαλέγεσθε, ἐγὼ δὲ περὶ ἀγώνων ὑμῖν καὶ ἱδρώτων. οὐ γάρ ἐστιν οὗτος ὁ τῶν ἐπάθλων καιρὸς, ἀλλὰ σφαγῆς καὶ πολέμων καὶ κινδύνων τὰ παρόντα. καὶ ὅρα πῶς τῷ τρόπῳ τῆς ἐρωτήσεως ἐφέλκεται. “ δύνασθε πιεῖν τὸ ποτήριον ὃ “ ἐγὼ πίνω ;” ἵνα τῇ πρὸς αὐτὸν κοινωνίᾳ προθυμότεροι γένωνται. καὶ βάπτισμα πάλιν αὐτὸ καλεῖ. δεικνὺς μέγαν ἀπὸ τῶν γινομένων τὸν καθαρμὸν, αὐτοῖς μὲν τὸν ἑαυτοῦ, τῇ οἰκουμένῃ δὲ τὸν ἀπὸ τοῦ σταυροῦ. “ λέγουσιν αὐτῷ, δυνάμεθα.” εὐθέως ἐπηγγείλαντο, προσδοκῶντες ἀκούσεσθαι ὅπερ ᾔτησαν, ἐπειδὴ ταῦτα εἶπον. δεικνὺς δὲ ὅτι οὐκ ἀλαζονεία a τὰ εἰρημένα, φησὶ, “ τὸ μὲν ποτήριον “ ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτι- “ σθήσεσθε,” τοῦτ’ ἔστι, μαρτυρίου καταξιωθήσεσθε, καὶ ταῦτα πείσεσθε ἅπερ ἐγώ· “ τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύ “ μῶν μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ “ Πατρός.” ἰδὲ πῶς ἐπῇρεν αὐτῶν τὰς ψυχὰς, καὶ ὑψηλὰς ἐποίησε, καὶ πρὸς λύπην ἀχειρώτους εἰργάσατο. ἀλλὰ τί ποτε ἐπὶ τὸ εἰρημένον ; καὶ γὰρ δύο ἐστὶν τὰ ἀπορούμενα· ἓν μὲν, εἰ ἡτοίμασται τινι τὸ καθίσαι ἐκ δεξιῶν αὐτοῦ ; ἕτερον δὲ, εἰ ὁ πάντων Κύριος ἐκείνοις οἷς μὴ ἑτοίμασται οὐκ ἦν κύριοςb παρασχεῖν i πρὸς μὲν οὖν τὸ πρότερον ἐροῦμεν, ὡς οὐδεὶς ἐκ δεξιῶν αὐτοῦ ἣ ἐξ ἀριστερῶν κάθηται. ἄβατος γὰρ πάσῃ τῇ κτίσει ὁ θρόνος ἐκεῖνος. ὡς οὖν ἐξαίρετον τοῦ μονογενοῦς τίθησιν αὐτὸ ὁ Παῦλος λέγων, “ πρὸς τίνα γὰρ τῶν Ἀγγέλων εἴρηκέ ποτε, Κάθου ἐκ δεξιῶν μου ; “ καὶ πρὸς μὲν τοὺς Ἀγγέλους φησίν· ὁ ποιῶν τοὺς ἀγγέλους “ αὑτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱὸν, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν “ αἰῶνα.” πῶς οὖν φησι τὸ καθίσαι ἐκ δεξιῶν μου ἢ “ ἐξ εὐωνύ- “ μῶν οὐκ ἔστιν ἐμὸν δοῦναι ;" ὡς ὄντων καθεζομένων τινῶν ἣ οὐκ ὄντων ; ἄπαγε· ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἀπεκρίνετοc τῶν ἐρωτώντῶν
[*](y εἶδες L. z Sic P.L. ἀνακαλεῖ Poss. a οὐ κολάζει L. b κύριος οὐκ ἔστι παρ. L. c ἀπεκρίνατο P.) 386
συγκαταβαίνων τῇ αὐτῶν διανοίᾳ. οὐ γὰρ ᾔδεσαν τὸν ὑψηλὸν θρόνον ἐκεῖνον καὶ τὴν ἐκ δεξιῶν τοῦ πατρὸς καθέδραν, ἀλλ’ ἓν ἐζήτουν b μόνον τῶν πρωτείων ἀπολαῦσαι καὶ πρὸ τῶν ἄλλων στῆναι. ἐπειδὴ γὰρ δώδεκα θρόνους ἤκουσαν, ἀγνοήσαντες τί ποτε ἦν τὸ εἰρημένον, τὴν προεδρίαν ἐπεζήτησαν. ὃ τοίνυν φησὶν ὁ Χριστὸς τοῦτ’ ἔστιν· ὅτι ἀποθανεῖσθε μὲν δι’ ἐμὲ καὶ κοινωνήσετέ μοι κατὰ τὸ πάθος· οὐ μὴν ἀρκεῖ τοῦτο ποιῆσαι πρὸς τὴν πρώτην τάξιν ὑμᾶς κατασχεῖν. ἂν γάρ τις ἕτερος ἔλθοι e μετὰ τοῦ μαρτυρίου καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν κεκτημένον πολλῷ πλείονα ὑμῶν, οὐκ ἐπειδὴ φιλῶ νῦν ὑμᾶς d, καὶ τῶν ἄλλων προκρίνω, διὰ τοῦτο παρωσάμενος ἐκείνους, ὑμῖν δώσω τὰ πρωτεῖα. ἐκείνοις οὖν ἡτοίμασται τοῖς ἀπὸ τῶν ἔργων δυναμένοις γενέσθαι λαμπροτέροις. πανταχόθεν οὖν αὐτοὺς συνελαύνει, μετὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν, εἰς τὴν τῶν οἰκείων κατορθωμάτων ἐπίδειξιν τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς εὐδοκιμήσεως ἔχειν. ὅτι γὰρ αὐτὸς Κύριός ἐστι τοῦ παντὸς, δῆλον ἐξ ὧν αὐτὸς πᾶσαν ἔχει τὴν κρίσιν, καὶ αὐτὸς ἀποδώσει e ὡς δίκαιος κριτὴς Παύλῳ τὸν τῆς δικαιοσύνης στέφανον, οὐ μόνον δὲ αὐτῷ, ἀλλὰ καὶ τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, κατὰ τὸν τοῦ Ἀποστόλου λόγον. παραπεμπόμενος οὖν αὐτοὺς οἰκονομικῶς, ὥστε μὴ ὑπὲρ πρωτείων ἐνοχλεῖν εἰκῆ καὶ μάτην, ὁμοῦ καὶ μὴ λυπῆσαι βουλόμενος, ἀμφότερα ταῦτα κατορθοῖ. οὐ τοίνυν τὸν Υἱὸν ὑπερβέβηκεν ἡ τοιαύτη δόσις. ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρὸς, ὡς εἰ καὶ ἔλεγεν, ὑπ’ ἐμοῦ. ὅθεν ὁ Μάρκος οὐδὲ εἴρηκε τὸ ὑπὸ τοῦ Πατρός μου. ἀκούσαντες δέ φησιν οἱ δέκα ὅτι ἐπετιμήθησαν, ἠγανάκτησαν. ἕως μὲν γὰρ τοῦ Χριστοῦ ὁ f ψῆφος ἦν, οὐκ ἠγανάκτουν, ἀλλ’ ὁρῶντες αὐτοὺς προτιμωμένους g, ἔστεργον, αἰδούμενοι τὸν διδάσκαλον. καὶ πρὸς Πέτρον δέ τι παθόντες ἀνθρώπινον, οὐκ ἐδυσχέραινον, ἀλλ’ ἠρώτησαν μόνον, τίς ἆρα μείζων ἐστίν; ἐπειδὴ δὲ ἐνταῦθα τῶν μαυητῶν ἡ αἴτησις ἦν, ἀγανακτοῦσι, καὶ οὐδὲ ἐνταῦθα εὐθέως, ἀλλ’ ὅτε αὐτοῖς ἐπετίμησεν ὁ Χριστὸς, καὶ ἔδειξεν οὐ πάντας ληψομενους h, οὕτω ἅπαντες ἀτελέστεροι ἦσαν. ἀλλὰ μὲν ταῦτα ὄψει i
[*](b Sic P.L. ἀνεζήτουν Poss. c ἔλθῃ P. d Sic L. ἡμᾶς Ρ. e ἀποδίδωσιν L, f ἡ P. g Sic P.L. προτιμωτέρους PoSS. h Sic. P.L. λελογημένους POSS. i Sic P.L. ὄψεις Poss.) 387
αὐτοὺς πάντων τούτων ἀπηλλαγμένους τῶν παθῶν, καὶ τὰ πρωτεῖα παραχωροῦντας ἀλλήλοις. Τί οὖν ὁ Χριστός ; προσκαλεσάμενος αὐτούς, φησι, τῇ κλήσει πρὸ τοῦ λόγου αὐτοὺς καταπραΰνει καὶ τὸ πλήσιον αὐτοῦ ἐπισπάσασθαι· καὶ γὰρ οἱ δύο ἐγγύτερον εἱστήκεισαν ἰδιολογούμενοι· διὰ τοῦτο καὶ αὐτοὺς πλήσιον ἄγει, παραμυθούμενος τὸ πάθος καὶ τούτων κἀκείνων· καὶ δεικνὺς ὅτι ἐθνικὸν τὸ πρωτείων ἐρᾷν, φλεγμαίνουσαν τὴν ψυχὴν αὐτῶν ἐντρέπων. μὴ γὰρ ἀγανακτεῖτε τούτοις, φησὶν, ὡς ὑβρισμένοι, ἑαυτοὺς μάλιστα καταισχύνουσι τὰ πρωτεῖα ζητοῦντες· οὐ γάρ ἐστι τὰ παρ’ ἡμῶν οἷα τὰ ἔξωθεν. οἱ μὲν γὰρ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν, παρ’ ἐμοὶ δὲ ὁ ἔσχατος, οὗτος πρῶτος ἐστίν· καὶ δι’ ὧν ποιῶ καὶ πάσχω λάβετε τὴν ἀπόδειξιν τῶν εἰρημένων. βασιλεὺς γὰρ τῶν ἄνω δυνάμεων ὢν, ἄνθρωπος ἠβουλήθην γενέσθαι καὶ ὑβρισθῆναι, καὶ ἐλθεῖν ἐπὶ τὸν θάνατον, καὶ τὴν ψυχὴν ἔδωκα λύτρον· καὶ ὑπὲρ τίνων ; τῶν ἐχθρῶν· σὺ δὲ ἃν ταπεινωθῇς, ὑπὲρ σεαυτοῦ· ἐγὼ δὲ ὑπὲρ σοῦ. μὴ τοίνυν φοβηθῇς ὡς τῆς τιμῆς σου καθαιρουμένης· ὅσα γὰρ ἃν ταπεινωθῇς, οὐ δύνασαι τοσοῦτον κατελθεῖν ὅσον ὁ δεσπότης σου· ἀλλ’ ὅμως ἡ κατάβασις αὕτη πάντων ἀνάβασις γέγονε· καὶ τὴν δόξαν ἐκλάμψαι πεποίηκε τὴν αὐτοῦ. πρὸ μὲν γὰρ τοῦ γενέσθαι ἄνθρωπος, παρ’ Ἀγγέλοις ἐγνωρίζετο μόνον. ἐπειδὴ δὲ ἄνθρωπος ἐγένετο καὶ ἐσταυρώθη, οὐ μόνον ἐκείνην οὐκ ἠλάττωσε τὴν δόξαν, ἀλλὰ καἲ ἑτέραν προσέλαβε τὴν τῆς οἰκουμένης.