Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν. Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν, προσδραμών τις καὶ γονυπετήσας αὐτὸν, ἐπηρώτα αὐτὸν, διδάσκαλε ἀγαθὲ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; τινὲς διαβάλλουσι τὸν νεανίσκον τοῦτον ὡς ὕπουλόν τινα καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα. ἐγὼ δὲ φιλάργυρον αὐτὸν οὐκ ἃν παραιτησαίμην εἰπεῖν, ἐπειδὴ καὶ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ὄντα ἤλεγξεν, ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ καὶ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν. καὶ δραμὼν γάρ, φησι, καὶ γονυπετήσας παρεκάλει· καὶ ὅτι ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς ἠγάπησεν αὐτόν. διατὶ οὖν οὕτω πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς, λέγων, “οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός;” ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε, καὶ ἑνὶ τῶν πολλῶν διδασκάλων Ἰουδαϊκῶν m. διὰ τοῦτο γὰρ ὡς ἄνθρωπος αὐτῷ διαλέγεται. καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσιόντων ἀποκρίνεται· ὡς ὅταν λέγῃ, “ ἡμεῖς προσ- “ κυνοῦμεν ὃ οἴδαμεν, καὶ, “ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρ- “ τυρία μου οὐκ ἐστὶν ἀληθής. ὅταν ὅταν εἴπῃ, οὐδεὶς ἀγαθὸς, τοῦτ’ ἔστιν, οὐδεὶς ἀνθρώπων. ἀλλ’ οὐδὲ τοὺς ἀνθρώπους ἀποστερῶν ἀγαθότητος τοῦτο λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. διὸ καὶ ἐπήγαγεν, “εἰ μὴ εἷς ὁ Θεός.” καὶ οὐκ εἶπεν, εἰ μὴ ὁ πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ. τι δήποτε δὲ οὕτως αὐτῷ ἀπεκρίνατο; ἀνάγειν αὐτὸν κατὰ μικρὸν καὶ παιδεύειν κολακείας ἀπηλλάχθαι πάσης βουλόμενος, καὶ Θεῷ προσηλῶσαι, καὶ εἰδέναι τὸν ὄντως ἀγαθὸν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν ἁπάντων, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν· ἐπεὶ καὶ ὅταν λέγῃ, “ μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό φησι, καὶ ἵνα μάθωσι τίς ἡ πρώτη τῶν ὄντων ἁπάντων ἀρχή.
[*](i μὴν L. μὲν Ρ. et Poss. ν ἐνήργει L. m διδασκάλῳ Ἰουδαϊκῷ L.)Οὐ δὲ μικρὰν ὁ νεανίσκος ἐπεδείξατο προθυμίαν τέως εἰς ἔρωτα τοιοῦτον ἐμπεσών· καὶ τῶν ἄλλων τῶν μὲν πειραζόντων, τῶν δὲ ὑπὲρ νοσημάτων προσιόντων, ἣ τῶν οἰκείων ἣ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου καὶ προσιὼν καὶ διαλεγόμενος. καὶ γὰρ καὶ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγεν n. σκόπει γοῦν πῶς ἢν παρεσκευασμένος μένος τέως πρὸς τὴν τῶν ἐπιταγμάτων ὑπακοήν. οὐδὲ γὰρ εἶπε, πῶς εἰσέλθω εἰς τὴν ζωήν; ἀλλὰ, τι ποιήσας; οὕτως ἕτοιμος ἦν πρὸς ἐργασίαν τῶν λεχθησομένων. εἰ δὲ πειράσων προσῆλθεν, ἐδήλωσεν ἃν ἡμῖν καὶ τοῦτο ὁ Εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ. εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν ὁ Χριστὸς, αὐτὸν οὐκ εἴασε λαθεῖν, ἀλλ’ ἤλεγξεν ἃν σαφῶς, ἣ καὶ ἠνίξατο. εἰ πειράσων προσῆλθεν, οὐκ ἃν ἀπῆλθεν λυπούμενος ἐφ’ οἷς ἤκουσεν. ἐπιθυμεῖ οὖν τῆς ζωῆς, κατέχεται δὲ πάθει χαλεπωτάτῳ.
Εἰπόντος τοίνυν τοῦ Χριστοῦ τὰς ἀπὸ τοῦ νόμου ἐντολὰς φησὶν, “ ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ὁ δὲ Ἰη- “σοῦς ἐμβλέψας αὐτὸν ἠγάπησεν αὐτὸν,” καὶ τὰ ἑξῆς. Εἶτα ἐπειδὴ ἔμελλεν μέγα τι ἐπιτάττειν, προστίθησι τὰ ἔπαθλα λέγων, “ἕν σοι ὑστερεῖ, ὑπάγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ “ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι.” εἶδες o δὲ πόσα βραβεῖα, ἰδὲ πόσους στεφάνους τίθησι τῷ σταδίῳ τούτῳ. εἰ δὲ ἐπείραζεν ἐκεῖνος, οὐκ ἃν αὐτῷ ταῦτα εἶπεν ὁ Σωτῆρ’. νυνὶ δὲ καὶ λέγει, ὥστε αὐτὸν ἐφελκύσασθαι, καὶ τὸν μισθὸν αὐτῷ δείκνυσι πολὺν ὄντα· καὶ γὰρ τῷ ἀκολουθεῖν αὐτῷ μεγάλη ἀντίδοσις. καλῶς δὲ οὐχὶ ζωῆς ἐμνημόνευσεν, ἀλλὰ θησαυροῦ. ἐπειδὴ γὰρ περὶ χρημάτων ἦν ὁ λόγος, καὶ πάντων αὐτὸν γυμνὸν θεῖναι παρήνει, δείκνυσιν ὅτι οὐκ ἀφαιρεῖται τὰ ὄντα, ἀλλὰ προστίθησι τοῖς οὖσι πλείονα ὣν ἐκέλευσε παρασχεῖν, καὶ τοσοῦτον p μείζον’, ὅσον q γῆς ὁ οὐρανός. ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ, “ ἀπῆλθεν “ λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.” οὐχ r ὁμοίως κατέχονται οἱ τὰ ὀλίγα ἔχοντες, καὶ οἱ πολλῇ s βαπτισθέντες μέθῃ. ἡ γὰρ προσθήκη τῶν ἐπεισιόντων, μείζονα ἀνάπτει [*](n συνέπνηγεν Cod. L. qui haec solus habet. ο Poss. ἰδὲ et mox ἰδὲ πόσ’. στεφ. P τοσούτῳ Ρ. q ὅσον P. ὅσου L. et Poss. r οὐ γὰρ Ρ. s καὶ οἱ πολλὰ Poss.)
Ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς, λέγει αὐτοῖς, τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ τοῖς χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
Τὸ, πῶς δυσκόλως λέγων, οὐ τὰ χρήματα διαβάλλει, ἀλλὰ τοὺς πέρα x τοῦ μέτρου κατεχομένους ὑπ’ αὐτῶν. τί δήποτε δὲ τοῖς μαθηταῖς; τι οὖν ὁ Χριστός; “ πῶς δυσκόλως οἱ τὰ χρήματα “ ἔχοντες,” καὶ τὰ ἑξῆς. πένησιν οὖσιν καὶ οὐδὲν κεκτημένοις ἔλεγεν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τῇ πενίᾳ, καὶ ὡσανεὶ ἀπολογούμενος αὐτοῖς ὑπὲρ τοῦ μηδὲν ἐπιτρέψαι ἔχειν. εἰπὼν δὲ δύσκολον, οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ μετ’ ἐπιτάσεως ἀδύνατον· καὶ τοῦτο ἐκ τοῦ παραδείγματος ἐδήλωσεν ἐκ τοῦ κατὰ τὴν κάμηλον καὶ τὴν βελόνην· ὅθεν δείκνυται ὅτι οὐχ ὁ τυχὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσοφεῖν. διὸ καὶ Θεοῦ ἔργον ἔφησεν y αὐτὸ εἶναι, ἵνα δείξῃ ὅτι πολλῆς δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορθοῦν. τῶν γοῦν μαθητῶν ἐκπλαγέντων καὶ λεγόντων, τίς δύναται σωθῆναι; ἐμβλέψας ὁ Ἰησοῦς λέγει, καὶ τὰ ἑξῆς.
Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ταράττονται πένητες ὄντες; ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ἀλγοῦντες· διὰ τοῦτο πρότερον ἐμβλέψας ταῦτά φησι· ἡμέρῳ γὰρ ὄμματι καὶ πράῳ φρίττουσαν αὐτῶν τὴν διάνοιαν παραμυθησάμενος, τότε καὶ διὰ τῶν ῥημάτων αὐτοὺς ἐνίησι, τὴν τοῦ Θεοῦ δύναμιν εἰς μέσον ἀγαγὼν, καὶ οὕτω ποιήσας θαρρεῖν· καὶ πῶς ἃν γένοιτο τοῦτο δυνατόν; ἵνα τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσας, ἐπιπηδήσας ῥαδίως, καὶ τὸν Θεὸν παρακαλέσας συνεφάψασθαί σοι τῶν καλῶν τούτων ἄθλων, τῆς ζωῆς ἐπιτύχῃς, καὶ ἀποστὰς τῆς πονηρᾶς ἐπιθυμίας ῥ...της καὶ τὰ ὄντα· καὶ ᾗ φησιν ὁ Ἀπόστολος, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν z.
[*](ἐπεδείξατο P.L. u προσελθεῖν L. x Sic P.L. παρὰ Poss. y ἔδειξεν L. z Hoc Sch. ded. e Cod. L.)Στενὴ γὰρ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπαγοῦσα εἰς τὴν ζωὴν, δι’ ἧς κάμηλος, παχύτατον τοῦτο καὶ ὀγκῶδες, οὐ δυνήσεται εἰσελθεῖν. καλὴ οὖν καὶ ἡ τοῦ νόμου προπαιδεία, καὶ οὐκ ἀναιρεῖ αὐτὴν ὁ Χριστὸς, ἀρχὴν τῆς ὁδοῦ ταύτην ἐπιδεικνύων, οὐ συμπλήρωσιν· καὶ τὸ μὴ ἀλλότριον ἑαυτοῦ εἶναι τὸν νόμον διὰ τούτου μαρτυρῶν. τελειότης γὰρ παρ’ αὐτοῦ· ἀφελὼν γάρ, φησιν, τὰ περιττῶς προσκείμενα, κείμενα, “ δεῦρο ἀκολούθει μοι.” μηκέτι γὰρ τῶν ἐμποδιζόντων ὄντων ἀκώλυτον ἔστω σοι τὸ ἀκολουθεῖν τῷ πρὸς τὴν ζωὴν τὴν ἀληθῆ ὁδηγοῦντι· πῶς δὲ δυνατὸν γίνεται, καὶ πῶς τὸ ἐκ παραδείγματος ἀδύνατον λύεται, παρ’ αὐτοῦ τοῦ Σωτῆρος ἐστὶ μαθεῖν, λέγοντος τοῖς πλουσίοις, “ ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ “ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους “ αὐτῶν σκηνάς.”
Πάντα δὲ δυνατὰ λέγων εἶναι ὁ λόγος παρὰ Θεῷ, μὴ συκοφαντῆσαιπαρὰ τοῖς λέγουσιν, ἀρ᾿ οὑν καὶ τὰ κακά; οὐ γὰρ ἐν πᾶσι τοῖς Θεῷ δυνατοῖς ἀριθμεῖται τὰ κακά. ὅπου γὰρ ὁ Θεὸς εἴρηται, τὸ καλὸν ἕπεται, καὶ οὐδ’ ἃν ἐννοῆσαι τις ὑγιαίνων, ὅτι τὰ κακὰ Θεῶ δυνατά· οὐδὲ ἀδυναμίαν εἴποι ἃν τὸ κακὰ μὴ ποιεῖν. ἀσθένεια γὰρ τοὐναντίον, ἡ τῶν κακῶν ποίησις· καὶ ἀσθενείας τὰς ἁμαρτίας ὁ Παῦλος καλεῖ λέγων, “ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν “ ἀσθενῶν, κατὰ καιροῦ ὑπὲρ ἀσεβῶν ἀπέθανεν,” καὶ ὁ τοῦ ψαλμῳδοῦ μῳδοῦ λόγος, “ ἐπλύνθησάν,” φησιν, “ αἱ ἀσθένειαι αὐτῶν, τὰς ἀσθενείας ἁμαρτίας καλῶν. ἀλλ’ οὐδὲ ἐκεῖνο ἐγκαλέσειέ τις τῷ λόγῳ τῷ λέγοντι πάντα Θεῷ δυνατά· ἆρα οὖν καὶ τὸ γεγονὸς ποιῆσαι μὴ γεγονέναι Θεῷ δυνατόν ἐστι; ἀχρεῖον γὰρ αὖ πάλιν τὸ τοιοῦτον· οὐδὲν δὲ ἀχρεῖον ἐπὶ Θεοῦ δυνάμεως παραλαμβάνεται. ζητήσειε δ᾿ ἄν τις, πῶς ἠγάπησεν αὐτὸν μὴ μέλλοντα ἐπὶ ζωὴν ἀκολουθεῖν· ἔστι δὲ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας, καὶ ταῦτα ἐκ τῆς νεότητος· τῇ δὲ περὶ τὸ τέλειον ὀλιγωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην τελείαν οὐκ εἴασεν γενέσθαι· ὥσπερ οὐδὲ τὴν τελειότητα ἐδέξατο. διόπερ ὁ Παῦλος ἀτελὲς ἅπαν τὸ ἐν τῷ νόμῳ καταλαβὼν, ἐπὶ τὴν τελειότητα ἔσπευσεν· “ ἅτινα γὰρ ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τῶν “ χρηστῶν ζημίαν.” οὐκ οὖν εἰ κέρδος καὶ ἡ τοῦ νόμου πλήρωσις ἐν
Ἤρξατο δὲ ὁ Πέτρος λέγειν αὐτῷ, Ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπεν, Ἀμὴν λέγω ὑμῖν, Οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, ἐὰν μὴ λάβη ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
Ποῖα πάντα ὦ μακάριε Πέτρε; τὸν κάλαμον, τὸ δίκτυον, τὸ πλοῖον, τὴν τέχνην, ταῦτά μοι πάντα λέγεις; ’ναι φησιν. ἀλλ’ οὐ διὰ φιλοτιμίαν, ἀλλ’ ἵνα διὰ τῆς ἐρωτήσεως ταύτης τὸν τῶν πενήτων εἰσαγάγω δῆμον. ἐπειδὴ y γὰρ τοῦ Χριστοῦ ἤκουσας λέγοντος “ εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτω- “χοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.” ἵνα μὴ λέγῃς, τί οὖν ἐὰν μὴ ἔχω ὑπάρχον, οὐ δύναμαι τέλειος εἶναι; ἐρωτᾷ Πέτρος· ἵνα σὺ μάθῃς, καὶ δεξάμενος παρὰ τοῦ Χριστοῦ τὴν ἀπόφασιν θαρρῇς· ὑπὲρ γὰρ τῆς οἰκουμένης αὐτὸς τὴν πεῦσιν ταύτην προσήγαγεν.
Ἵνα δὲ μὴ ἀκούσαντες τὸ ὑμεῖς οἱ λοιποὶ, ἐξαίρετον τῶν μαθητῶν τοῦτο εἶναι μὴ νομίσωσιν, ἐξέτεινε τὸν νόμον καὶ ἥπλωσε τὴν [*](γ Post δῆμον æc add. Poss. ὅτι κἀν ὀλίγα τις ἀφῇ, κἂν πολλὰ, ἕνεκεν αὐτοῦ αἰώνιον θησαυρὸν λήψεται. nos e Cod. L. amplrora dedimus.)
Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι.
Δεικνὺς ὅτι τῶν πρώτων εἶναι δοκούντων ἔσονται πρῶτοι οὗτοι οἱ εἰς αὐτὸν πιστεύοντες καὶ τὰ ἑαυτῶν ἀφέντες. ἐνταῦθα δέ μοι δοκεῖ τοὺς Φαρισαίους αἰνίττεσθαι· ὅπερ καὶ ἔμπροσθεν εἶπεν, ὅτι υἱοὶ τῆς βασιλείας ἔξω βληθήσονται· ἄλλοι f δέ φησιν ἐρωτῶσιν, εἰ τοῖς ἀντεχομένοις χρημάτων δύσκολος ἡ σωτηρία, τοῖς ἀπολιποῦσι πάντα τίς ἡ ἐλπίς; δῆλον δὲ ἀπὸ τοῦ ὅτι τὸ, “ τίς ἆρα “ δύναται σωθῆναι;” περὶ πλουσίων ἐλέγετο. περὶ δὲ ἑαυτῶν βούλονται τὴν ἀποκειμένην ἐλπίδα, οὐχ ὡς μεγάλα τινὰ καταλελοιπότες, ἀλλ’ ὡς αὐτῶν ὧν εἶχον ἐκστάντες. καὶ ὁ τὴν ἀνταπόδοσιν, ἀποδεχόμενος τὴν ἐπιθυμίαν, καὶ τὴν ἀγάπην ἐπιρρωννύων. τοῦτο γὰρ καὶ ὁ Παῦλος εὔχεται ὑπὲρ τῶν ἐκκλησίων, “ τὸ εἰδέναι τίς ἡ ἐλπὶς τῆς κλήσεως, καὶ τὶς ὁ πλοῦ- “ τος τῆς χάριτος τοῦ Θεοῦ εἰς τοὺς πιστεύοντας.”
Οὐδεὶς ἐστὶν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς κ. τ. ἑ.
Ιστησι δὲ τὴν ἐπαγγελίαν οὐκ ἐν μόνοις τοῖς Ἀποστόλοις ἀλλὰ [*](z λέγῃ ὅτι Ρ. a Sic L. αὐτὸν Poss. b Sic L, ἀπόστολος Ρ. et Poss. c πάντων Ρ. d Sic PL. τῷ Θεῷ ὑπὲρ ἁπάντων θαρρεῖν Poss. e ἐπιφ. add. L, f ἄλλως L.)
Ἀδιάφορον δὲ τὸ λέγειν ἕνεκα τοῦ ἐμοῦ ὀνόματος, ἢ ἕνεκα τοῦ “ Εὐαγγελίου,” ὡς ὁ Μάρκος, “ ἢ ἕνεκα τῆς βασιλείας τοῦ Θεοῦ,” ὡς ὁ Λουκᾶς· τό τε γὰρ ὄνομα τοῦ Χριστοῦ δύναμίς ἐστι τοῦ Εὐαγγελίου καὶ τῆς βασιλείας· τό τε Εὐαγγέλιον εἰς ὄνομα ἀνήρτηται
Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτῶν ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν.
Προλέγει τοῖς μαθηταῖς ἀναγκαίως ταῦτα, ἵνα γινώσκοιεν ὅτι προειδὼς καὶ οὐκ ἀγνοῶν πέπονθε, καὶ οὐκ ἄκων ἀλλ’ ἑκὼν ἐπὶ τοῦτο βαδίσας. διὸ καὶ πολλάκις τὸ τοιοῦτον προσηγόρευσεν f, ὡς ὁ Μάρκος ἐπισημαίνεται λέγων, καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν. καὶ κατ’ ἰδίαν τοῖς μαθηταῖς τὰ τοιαῦτα προαποκαλύπτειν g οἰκείως ἐγίνετο. οὗτοι γὰρ καὶ τῆς προγνώσεως ἄξιοι, καὶ τοῦ μὴ θορυβηθῆναι τοῖς πάθεσιν. ὅθεν χωρὶς αὐτοῖς διαλέγεται, πολλῶν καὶ ἄλλων συνοδοιπορούντων. λέγει δὲ καὶ σαφῶς τὰ ἐσόμενα, καὶ τὸ ἐμπτυσθῆναι h δὲ ἀπεμνημόνευσεν, ἵνα μηδὲν ᾖ παρασεσιωπημένον ὃ i διὰ τὸ μὴ προεγνῶσθαι ταράξει k τοὺς ἐξαίφνης ὁρῶντας. ἴασις δὲ τούτων ἁπάντων τὸ, “τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται·” δὲ προσαπεμνημόνευσεν 1 ὁ Λουκᾶς, καὶ τὸ ἐκ προφητῶν τὸ “ τελεσθήσεται m πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῶν υἱῷ “ τοῦ ἀνθρώπου.” μέγιστον γὰρ εἰς παραμυθίαν τὸ καὶ διὰ τῶν προφητῶν προειρῆσθαι τὸν Σωτῆρα τοιαῦτα μέλλοντα πάσχειν, ἵνα ὅταν τὰ σκυθρωπὰ ταῦτα ἐξέλθῃ, καὶ τὴν ἀνάστασιν ἐντεῦθεν προσδοκήσωσι. ὁ γὰρ τὰ λυποῦντα οὐκ ἀποκρυψάμενος, καὶ τὰ [*](f τῷ τοιούτῳ προηγόρευσεν Ρ. g προσαποκαλύπτων Poss. προαπκαλύπταν Ρ. προαποκαλύπτειν L. h Sic P.L. ἐμβαπτισθῆναι Poss. i ὃ P. οἱ Poss. k Sic P.L. παράζει Poss. 1 προαπεμν. Ρ. m τελεσθήσεται P.L. τελεθήσ. PoSS.)