Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν ἐπερωτησάντων Φαρισαίων.

κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου· καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτὸν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτοὺς.

Συνεχῶς τὴν Ἰουδαίαν ἀφεὶς διὰ τὴν βασκανίαν τὴν ἐκείνων, νῦν ἐπιχωριάζει λοιπὸν, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι g. οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἀνεῖσιν, ἀλλ’ ἐν τοῖς ὁρίοις τῆς Ἰουδαίας. καὶ ἐλθόντι ἠκολούθησαν, καὶ ὡς εἴωθει πάλιν ἐδίδασκεν αὐτοὺς, ἣ, ὡς Ματθαῖός φησιν, ἐθεράπευσεν αὐτοὺς, διττὴν αὐτοῖς προσάγων τὴν ἴασιν, τήν τε κατὰ ψυχὴν τοιαύτη γὰρ ἡ διδασκαλία) καὶ τὴν κατὰ σῶμα. ἡ γὰρ τῆς τούτων ἀσθενείας διόρθωσις, οὐ μόνον αὐτοῖς, ἀλλὰ καὶ ἑτέροις ὑπόθεσις θεογνωσίας ἐγένετο h. ἀλλ’ οὐχὶ τοῖς Φαρισαίοις, ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μᾶλλον ἐκθηριοῦνται.

Καὶ εἶπεν, ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ. καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ. οὐκ οὖν ὃ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.

Ὢ τῆς ἀνοίας. ᾤοντο ἐπιστομίζειν αὐτὸν διὰ τῶν ζητημάτων, καίτοιγε ἤδη λαβόντες τεκμήριον τῆς δυνάμεως ταύτης· ὅτε γοῦν περὶ τοῦ σαββάτου πολλὰ διελέχθησαν, ὅτε εἶπον ὅτι βλασφημεῖ, [*](g P.L. ἀνεῖναι Poss. h ἐγίνετο P.L.)

372
ὅτε εἶπον, ὅτι δαιμόνιον ἔχει, ὅτε τοῖς μαθηταῖς ἐπετίμησαν διὰ τῶν σπορίμων βαδίζουσιν i, ὅτε περὶ ἀνίπτων διελέχθησαν χειρῶν, πανταχοῦ τούτοις ἀπορράψας αὐτῶν τὰ στόματα k, οὕτως παρέπεμψεν· οὐδὲ οὕτως ἀφίστανται· τοιοῦτον ἡ πονηρία καὶ ἡ βασκανία. τί οὖν αὐτός; οὔτε ἀεὶ σιγᾷ, ἵνα μὴ νομίσωσι 1 λανθάνειν· οὔτε ἀεὶ ἐλέγχει, ἵνα παιδεύσῃ ἡμᾶς ἡμέρως πάντα φέρειν.

Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; οἱ δὲ εἶπον, Μωϋσῆς ἐπέτρεψε, καὶ τὰ ἑξῆς.

Ἐρωτηθεὶς εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι; οὐκ εὐθέως εἶπεν, οὐκ ἔξεστιν, ἵνα μὴ θορυβηθῶσι καὶ ταραχθῶσιν· ἀλλὰ διὰ τῆς ἐρωτήσεως πρῶτον αὐτοὺς ἐβουλήθη ἀποκρίνασθαι τοῦ νόμου τὸ βούλημα· ἵνα ὅπερ αὐτὸν ἔδει πρὸς αὐτοὺς λέγειν, τοῦτο φθάσαντες ἀποκρίνωνται· καὶ ὁμῶς οὐδὲ οὕτως ἐπεμβαίνει, οὔτε λέγει τοῦτο αὐτοῖς, ὅτι τούτου δὲ οὐκ εἰμὶ λοιπὸν ὑπεύθυνος ἐγὼ, ἀλλὰ καὶ διὰ τοῦτο διαλύεται· εἰ γὰρ ἀλλότριος ἦν τῆς παλαιᾶς, οὐκ ἂν ἠγωνίσατο ὑπὲρ Μώσεως, οὐκ ἂν ἐσπούδασεν τὰ αὐτοῦ δεῖξαι συμβαίνοντα τοῖς παλαιοῖς. καίτοι γε ἄλλα πολλὰ ἐκέλευσεν ὁ Μωϋσῆς, καὶ τὰ περὶ βρωμάτων, καὶ τὰ περὶ σαββάτων. τινὸς οὖν ἕνεκεν οὐδαμοῦ αὐτὸν προβάλλονται ὡς ἐνταῦθα; ἴσως μὲν καὶ διὰ τὴν τοῦ Σωτῆρος ἐρώτησιν, ἴσως δὲ καὶ τὸ πλῆθος βουλόμενοι ἐπ’ ἐπιστρατεῦσαι τῶν ἀνδρῶν αὐτῷ· καὶ γὰρ ἀδιάφορον Ἰουδαίοις τοῦτο ἦν, καὶ πάντες τοῦτο ἔπραττον, ὡς ὑπὸ νόμου συγκεχωρημένον. καὶ ἐπειδὴ Μαλαχίας ὁ προφήτης ἐπ’ ἐκείνην τὴν ζήτησιν ἐπιτιμῶν τοῖς ἀπολύουσι τὰς γυναῖκας, καὶ λέγων, “ γυναῖκα νεότητός σου μὴ ἐγκαταλείπῃς· αὕτη κοινωνός “ σου καὶ γυνὴ διαθήκης σου,” προτείνουσιν αὐτῷ τὸ πρόβλημα ὡς δύσλυτον, τὸ δοκοῦν τῷ νόμῳ περὶ τῆς τοιαύτης προστάξεως. καὶ ὅμως ὁ Σωτῆρ’ ὑπὲρ τούτων ἀπολογεῖται, καί φησιν, ὅτι Μώσης “ πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν “ ταύτην. οὐδὲ γὰρ ἀφίησιν ὑπὸ κατηγορίαν μένειν, ἐπειδὴ καὶ τὸν νόμον αὐτὸς ἦν αὐτῷ δεδωκὼς, ἀλλ’ ἐξαιρεῖται αὐτὸν τοῦ ἐγκλήμάτος, [*](i βαδίζειν Ρ. κ καὶ τ. στόμ’. αὐτ’. ἀπ’. παντ’. Poss. 1 Sic P.L. δόξειαν Ρ. m οὕτω L.)

373
καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων n περιτρέπει κεφαλὴν, ὃ πανταχοῦ ποιεῖ. εἶτα ἐπειδὴ φορτικὸν ἦν τὸ εἰρημένον, καὶ πολλὴν ἔφερεν αὐτοῖς διαβολὴν, ταχέως ἐπὶ τὸν ἀρχαῖον καταφεύγει νόμον, λέγων, “ ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν “αὐτοὺς,” τοῦτ’ ἔστι, διὰ τῶν πραγμάτων ὑμῖν o ἐξ ἀρχῆς ὁ Θεὸς ἐνομοθέτησε τὰ ἐναντία. ἵνα γὰρ μὴ λέγωσιν, πόθεν δῆλον ὅτι διὰ τὴν ἡμῶν σκληρότητα τοῦτο Μώσης εἶπεν; ἐκεῖθεν πάλιν αὐτοὺς ἐπιστομίζει. εἰ p γὰρ οὗτος προηγούμενος ἦν ὁ νόμος καὶ συμφέρων, οὐκ ἃν ἀπ’ ἀρχῆς ἐδόθη ἐκεῖνος, οὐκ ἃν οὕτω πλάττων ἔπλασεν ὁ Θεὸς, οὐκ ἃν τοιαῦτα εἶπε. σκόπει δὲ αὐτὸν οὐκ ἀπὸ τῆς δημιουργίας μόνης q ἰσχυριζόμενον, ἀλλὰ καὶ ἀπὸ προστάγματος, ὥστε τὸν ἕνα τῇ μία συνάπτεσθαι. εἰ δ᾿ ἐβούλετο τὴν μὲν ἀφιέναι, ἑτέραν δὲ ἐπεισάγειν r, ἕνα ἄνδρα ποιήσας, πολλὰς ἔπλασε γυναῖκας· οὐ γὰρ εἶπεν ὅτι ἐποίησεν ἕνα ἄνδρα καὶ μίαν γυναῖκα, ἀλλ’ ὅτι καὶ τοῦτο ἐκέλευσεν. νῦν δὲ τῷ τρόπῳ τῆς νομοθεσίας ἔδειξεν ὅτι ἕνα δεῖ μιᾷ συνοικεῖν διαπαντὸς, καὶ μηδέποτε διαρρήγνυσθαι. ἐκ μιᾶς γὰρ, φησὶ, ῥίζης ἐγένοντο, καὶ εἰς ἓν σῶμα συνῆλθον. εἶτα φοβερὸν ποιῶν τὸ ταύτης κατηγορεῖν οὐκ εἶπε, μὴ διασπᾶτε, ἀλλ’ “ὃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χω- “ριζέτω.” εἰ δὲ Μωσέα προβάλλῃ, ἐγὼ δὲ λέγω σοι τὸν Μώσεως δεσπότην, καὶ μετὰ τούτου s καὶ τῷ χρόνῳ ἰσχυρίζομαι. καὶ γὰρ πρεσβύτερος οὗτος ὁ νόμος, εἰ καὶ δοκεῖ παρ’ ἐμοῦ εἰσάγεσθαι νῦν. οὐδὲ γὰρ ἁπλῶς συνήγαγε τὴν γυναῖκα τῷ ἀνδρὶ, ἀλλὰ καὶ γονεῖς ἀφιέναι ἐκέλευσεν, καὶ πρὸς τὴν γυναῖκα κολληθῆναι, τῷ τρόπῳ τῆς λέξεως τὸ ἀδιάσπαστον ἐμφαίνων. “καὶ ἔσονται γὰρ οἱ δύο, φησὶν, εἰς σάρκα μίαν· καὶ αὕτη μὲν ἡ φυσικὴ σύζευξις. ὁ δὲ νόμος οὔπω καθαρῶς ἐπανάγειν τὸν ἄνθρωπον δυνάμενος τὸ πολὺ τῆς κακίας ἀφῄρει. τὸ γὰρ ὅλον οὐκ ἀφαιρεῖται μέχρις ἃν ἔνδοθεν ὁ ἄνθρωπος καθαρθῇ. ψυχῆς μὲν γὰρ ἐκκαθαιρομένης ἐπιθυμιῶν τε καὶ θυμῶν, δυνατὸν καὶ φαύλην γυναῖκα ὑπομένειν τῇ καρτερίᾳ χρωμένους. πλεοναζόντων δὲ ἐν ψυχῇ τῶν προειρημένων παθῶν, πολλὰ καὶ δεινὰ γένοιτο ἃν ἐν τῇ παρὰ γνώμην συνοικήσει. [*](n ἐκείνου Ρ. o ἡμῖν P.L. P εἰ μὴ om.) P.L. εἰ μὴ Poss. q μόνης om. L. f Sic P.L. εἰσάγειν Poss. s Sic P.L. τοῦτο Poss.)
374
καὶ γὰρ καὶ συκοφαντεῖν ἠδύνατο ἃν τὴν γυναῖκα, καὶ τὴν μισουμένην ὁ μισῶν ἀνὴρ καὶ μοιχείας ἐπάγειν ἔγκλημα, καὶ προαχθείη ἂν εἰς φόνον ὑπὸ θυμοῦ πολλάκις. τῶν δὴ τοιούτων ἐποχὴν ὁ νόμος ἐποίει· διδοὺς τὴν ἀπόστασιν τῆς μισουμένης γυναικὸς, καὶ τὸ κατὰ φύσιν παρατρεπόμενον οὐκ ἐκώλυσεν, διὰ τὸ μὴ ἀγὰν εἰς τὸ παρὰ φύσιν ἐμπεσεῖν τοὺς ἀνθρώπους.

Καὶ ἐν τῆ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. καὶ λέγει αὐτοῖς, ὃς ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ’ αὐτήν. καὶ ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὑτῆς, καὶ γαμηθῇ ἄλλῳ, μοιχᾶται.

Εἰ καὶ τῷ χωρισμῷ, φησὶ, διαιρεῖται ἀνδρὸς, ἀλλὰ τῇ ἐξ ἀρχῆς συζεύξει ἀδιαίρετός ἐστι. διὰ τοῦτο μοιχείαν ἐκάλεσε τὸ συζεύγνυσθαι πρὸς ἄλλην ζώσης ἐκείνης. καὶ ἐπὶ γυναικὸς δὲ τὸ ἶσον· μοιχεία δέ ἐστιν τό τε ἰδίᾳ συνεῖναι· οὐκ ἰδίᾳ δὲ σύνεστι φησιν, ὅταν ἰδίαν ἀπολιπὼν, διὰ τοῦτο μοιχᾶται ἐπ’ αὐτὴν, τουτέστιν ἐπὶ δευτέραν ἣν ἐπεισάγει τῇ κατὰ φύσιν αὐτῷ συνειμμένῃ· τὸ δὲ αὐτὸ καὶ ἡ γυνὴ οὐκ ἰδίῳ σύνεστιν ἀνδρὶ, ἐὰν τὸν ἴδιον καταλίπῃ. καὶ ὁ μὲν νόμος τὴν προφανῆ μοιχείαν ἀπεκώλυσεν, ὅτε τὴν ἐνοικοῦσαν ἑτέρῳ τις διαφθείροι. ὁ δὲ Σωτῆρ’ καὶ τὴν οὐχ ὁμολογουμένην παρὰ πᾶσιν οὐδὲ γινωσκομένην, τῇ φύσει δὲ διελεγχομένην κατέκρινε t. καὶ ὁ μὲν Ματθαῖος πρὸς τοὺς Φαρισαίους καὶ ταῦτα τὸν Σωτῆρά φησιν εἰρηκέναι· ὁ Μάρκος δὲ πρὸς τοὺς μαθητάς. οὐκ ἔστι δὲ ἐναντίον. ἐνδέχεται γὰρ καὶ τούτοις τοῖς κἀκείνοις ταῦτα u εἰρηκέναι. ἄλλως τε παραπέμπειν δοκεῖ ἡμᾶς ὁ Μάρκος καὶ ὑπομιμνήσκειν, ὡς πρὸ τούτου οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων τὸν Ἰησοῦν, καὶ ταῦτα εἶπεν αὐτοῖς.

Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα ἅψηται αὐτῶν. οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν.

Ἰδίον τοῦ δημιουργοῦ τὸ τοῖς ἑαυτοῦ ποιήμασι χαίρειν, καὶ τὴν πρόσοδον αὐτῶν τὴν πρὸς ἑαυτὸν μὴ ἀποκωλύειν, καὶ μάλιστα τοῦ [*](t κατέκρινε om. L. u τὰ αὐτὰ Ρ.)

375
κωλύοντος οὐκ ὄντος. μόνη γὰρ κακία καὶ διαφθορὰ τῆς δημιουργίας ἀποκωλύει προσελθεῖν x τῷ δημιουργῷ· τὸ δὲ τῆς φρονήσεως ἐνδεὲς οὐ κωλυτικὸν τῆς προσίδου. πλήρωσιν γὰρ ἐπιζητεῖ· ταύτην δὲ πρόσοδος χαρίζεται. διὸ καὶ ἀκριβὴς ἡ λέξις, “τῶν τοιού- “τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. οὐ γὰρ τούτων εἶπεν, ἀλλὰ τῶν τοιούτων. ἐπειδὴ πρόσεστι καὶ τὸ τῆς φρονήσεως ἐνδεὲς τοῖς παισίν. οὗπερ ἀποτρέπων ὁ Ἀπόστολος ἔλεγε, “ μὴ παιδία γίνεσθε “ ταῖς φρεσίν.’ ἐπεξῆλθε δὲ ὁ παρὼν Εὐαγγελιστὴς τὴν αἰτίαν λέγων, καὶ οἷον ἑρμηνεύων, “τὸ τῶν τοιούτων γὰρ ἐστὶν ἡ βασιλεία.”

Τίνος δὲ ἕνεκεν ἀπεσόβουν τὰ παιδία οἱ μαθηταὶ; ἀξιώματος ἕνεκεν. τί οὖν αὐτός; διδάσκει y αὐτοὺς μετριάζειν καὶ τῦφον καταπατεῖν κοσμικόν. τὰ παιδία z δέα λαμβάνει καὶ ἐναγκαλίζεται καὶ τοῖς τοιούτοις ἐπαγγέλλεται b τὴν βασιλείαν. καὶ γὰρ πάντων τῶν παθῶν καθαρεύει ἡ ψυχὴ τοῦ παιδίου, καὶ τοῖς λελυπηκόσιν οὐ μνησικακεῖ, ἀλλ’ ὡς φίλος προσέρχεται ὡς οὐδενὸς γενομένου· καὶ ὅσα ἂν παρὰ τῆς μητρὸς μαστιχθῇ ταύτην ἐπιζητεῖ, καὶ πάντων αὐτὴν προτιμᾷ, κἂν τὴν βασιλίδα δείξῃς μετὰ διαδήματος, οὐ προτίθησι τῆς μητρὸς ῥάκια περιβεβλημένης· ἀλλ’ ἕλοιτο μᾶλλον ἐκείνην ἰδεῖν μετὰ τούτων, ἣ τὴν βασιλίδα μετὰ κόσμου· καὶ τῶν ἀναγκαίων οὐδὲν πλέον ἐπιζητεῖ, ἀλλ’ ὅσον ἐμπλησθῆναι τοῦ μασθοῦ c, καὶ ἀφίστασθαι d τῆς θηλῆς. οὐ λυπεῖται ἐφ’ οἷς ἡμεῖς, οἷον ἐπὶ ζημίᾳ χρημάτων καὶ τοῖς τοιούτοις. οὐ χαίρει πάλιν ἐπὶ τοῖς ἐπικήροις τούτοις· οὐκ ἐπτόηται e πρὸς κάλλη σωμάτων. διὰ τοῦτο εἶπε, “ τῶν τοιούτων ἐστὶν ἡ βασιλεία, ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἄτῃ φύσει τὰ παιδία ἔχει. καλὸν δὲ καὶ τὸ ἀναγκαλισάμενος αὐτὰ κατηυλόγει g. πάλιν γὰρ ὥσπερ εἰς ἀγκάλας ἐπανάγεται τοῦ δημιουργοῦ τὸ ποίημα χωρισθὲν αὐτοῦ κατ’ ἀρχὴν καὶ h ἐκπεπτωκός. ἐπετίθει δὲ τὰς χεῖρας τοῖς παιδίοις, τῆς ἐπιθέσεως τῶν χειρῶν διδασκούσης τὴν τῆς θείας δυνάμεως ἐπίθεσιν, ᾗ τὸ ἔργον τὸ ἑαυτῆς τελειοῖ. τὸ δὲ σχῆμα κοινὸν, καὶ κατὰ τὴν συνήθειαν τῆς τῶν χειρῶν ἐπιθέσεως ποιεῖ ὁ [*](x P.L. παρελθεῖν Poss. y διδάσκων Ρ. z τὰ παιδία om. P.L. a καὶ P.L. b ἐπαγγέλλεται P.L. ἀπαγγέλλεται Poss. c μαστοῦ L. d Sic L. ἀφίσταται Poss. et Ρ. e Sic L. οὐ πτοεῖται Poss. et Ρ. f ταύτῃ L. g κατευλόγει L. h δὲ Poss. et Ρ.)

376
Χριστὸς, οὐ μὴν κατὰ τὴν συνήθειαν ἐνεργεῖ k. ὅτι δὴ Θεὸς ὣν καὶ τὸν ἀνθρώπινον τρόπον διεφύλαττεν ὡς ἄνθρωπος κατὰ ἀλήθειαν γεγονὼς.