Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς ἀρνήσεως Πέτρου.

Πῶς ὁ μὲν Ματθαῖος φησὶν, ὅτι εἶπεν ὁ Χριστὸς τῷ Πέτρῳ, “πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσει με,” ὁ δὲ Μάρκος λέγει ὅτι ὅτε μὲν ἅπαξ ἠρνήσατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυὼν, ὅτε δὲ τρίτον, τότε δεύτερον; πῶς οὖν εὑρεθήσονται ἀληθῆ ἀμφότερα; ἐπειδήπερ καθ’ ἑκάστην ἀγωγὴν, καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρυών· δηλῶν ὁ Μάρκος ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε, καὶ εἰς μνήμην ἤγαγε, τοῦτο φησὶν, ὥστε ἀμφότερα ἀληθῆ εἰσι. πρινὴ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο· ἀλλ’ οὐδὲ ἀνεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἕως ὅτου τὸ

230
βλέμμα τοῦ διδασκάλου γέγονεν αὐτῷ ἀντὶ φωνῆς· καὶ τοῦτο ὁ Λουκᾶς δηλῶν φησὶν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστὸς, ἔξω δὲ ἐξελθὼν ἔκλαυσε πικρῶς, ἐπειδὴ οὐκ ἐτόλμα φανερῶς ἔμπροσθεν πάντων, ἵνα μὴ κατηγορηθῇ διὰ τῶν δακρύων, καὶ γνωσθῇ μαθητὴς αὐτοῦ εἶναι.

Τίνος ἕνεκεν ἄγουσιν αὐτὸν ἐπὶ τὸν Πιλᾶτον; ὥστε ἐκεῖνον ἀνελεῖν αὐτόν. αὐτοὶ γὰρ καὶ διὰ τὸ φαγεῖν αὐτοὺς τὴν ἑορτὴν, εἰ καὶ παρανόμως ὡς εἴρηται, ἔτι δὲ καὶ διὰ τὰς ἄλλας τὰς προειρημένας αἰτίας, τοῦτο οὐκ ἐποίησαν. χρὴ δὲ σκοπῆσαι πῶς συνηλάθη τὸ πρᾶγμα, ὥστε ἐν ἑορτῇ γενέσθαι, οὕτω γὰρ καὶ ἄνωθεν προδιετύπωτο.