Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς Ἰούδα μεταμελείας.

Ἀπέστρεψε δὲ τὰ ἀργύρια ὁ Ἰούδας μεταμεληθεὶς, ἐπειδὴ οὐκ ἔφερε τὸ συνειδὸς μαστίζον αὐτὸν, ἀλλ’ ἔδει τοῦτο ποιῆσαι πρὸ τοῦ τὴν ἁμαρτίαν ἀπαρτίσαι αὐτόν· καὶ γὰρ ἐπεπλήρωτο, προδοσία γὰρ ἦν. ὅμως οὐδὲ τότε χρησίμως· τὸ μὲν γὰρ καταγνῶναι καὶ τὸ ῥίψαι τὰ ἀργύρια, καὶ τὸ μὴ αἰδεσθῆναι τὸν Ἰουδαϊκὸν δῆμον, πάντα ταῦτα ἀποδεκτά· τὸ δὲ ἀπάγξασθαι, τοῦτο πάλιν ἀσύγγνωστον, καὶ πονηροῦ δαίμονος ἔργον· προεξήγαγε γὰρ αὐτὸν τῆς μετανοίας, ἵνα μηδὲν ἐντεῦθεν καρπώσηται, καὶ θανάτῳ αἰσχίστῳ καὶ καταδήλῳ πᾶσιν ἀναιρεῖν πείσας ἀπάγξασθαι. ἀκούσατε οἱ φιλάργυροι, ἀκούσατε καὶ ἐννοήσατε τί ἔπαθεν ἐκεῖνος, πῶς καὶ τῶν χρημάτων ἐξέπεσε, καὶ τὴν ἁμαρτίαν εἰργάσατο, καὶ τὴν ψυχὴν ἀπώλεσε τὴν ἑαυτοῦ· τοιαῦτα γὰρ τῆς φιλαργυρίας τὰ κέρδη· τοὺς μὲν γὰρ καθολικῶς καὶ μερικῶς καὶ ἐνταῦθα ἀπόλλυσι, καὶ ἐκεῖ ὥσπερ τὸν Ἰούδαν, τοὺς δὲ ἐκεῖ μόνον παραδίδωσι τοῖς αἰωνίοις καὶ ἀφορήτοις κολάσεσιν.

Τὸ εἰπεῖν τοὺς ἀρχιερεῖς καὶ πρεσβυτέρους “σὺ ὄψει,” μέγιστον αὐτοῖς ἔγκλημα ἐστίν· καὶ τοῦτο φαίνονται γὰρ μαρτυροῦντες τῇ τόλμῃ καὶ τῇ παρανομίᾳ, ὅθεν καὶ κρίνουσι μὲν αὐτὸν, ὑπὸ δὲ τοῦ πάθους μεθύοντες οὐκ ἠθέλησαν ἀποσχέσθαι τῆς Σατανικῆς ἐγχειρήσεως· κύριοι γὰρ ὑπῆρχον ἀφεῖναι τῆς καταδίκης εἴπερ ἤθελον τὸν Χριστόν. οὐκ ἐκ τούτου δὲ μόνον κατακρίνονται, ἀλλὰ καὶ

231
ἐκ τοῦ μὴ βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν· διὰ γὰρ τὸ γινώσκειν ὅτι τὸν φόνον ἠγόρασαν, τοῦτο οὐκ ἐποίησαν, ἀλλ’ ἠγόρασαν ἀγρὸν εἰς ταφὴν τῶν ξένων, ἀπὸ φόνου εὐποιίαν ποιοῦντες· ὅστις ἀγρὸς κατ’ αὐτῶν ἐστι μαρτύριον, καὶ σάλπιγγος λαμπρότερον, πᾶσιν ἀνακηρύττει τὴν μιαιφονίαν αὐτῶν τοῦ χωρίου τούτου τὸ ὄνομα. οὐχ ἁπλῶς δὲ ποιοῦσιν, ἀλλὰ συμβούλιον λαμβάνοντες, ἵνα μηδεὶς ἀθῳωθῇ τοῦ τολμήματος, ἀλλὰ πάντες ὦσιν ὑπεύθυνοι. χρὴ δὲ σκοπῆσαι, πῶς ἄνωθεν προὔλεγεν ἡ προφητεία, καὶ περὶ τῆς τοῦ ἀγροῦ τούτου ἀγορασίας, καὶ ὅτι οὐ μόνον οἱ Ἀπόστολοι, ἀλλὰ καὶ οἱ προφῆται τὰ ἐπονείδιστα μετὰ ἀκριβείας διηγοῦντο.

Ἀπολιναρίου. Ἰστέον ὅτι ὁ Ἰούδας οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ, ἀλλ’ ἐπεβίωκε κατενεχθεὶς πρὸ τοῦ ἀποπνιγῆναι, καὶ τοῦτο δηλοῦσιν αἱ τῶν ἀποστόλων Πραξεῖς, “ὅτι πρηνὴς γενόμενος, ἐλάκισε,” καὶ τὰ ἑξῆς· τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας, ὁ Ἰωάννου τοῦ Ἀποστόλου μαθητὴς, λέγων· “μέγα ἀσεβείας ὑπόδειγμα ἐν “τούτῳ τῷ κόσμῳ περιεπάτησεν ὁ Ἰούδας· πρησθεὶς γὰρ ἐπὶ “τοσοῦτον τὴν σάρκα, ὥστε μὴ δύνασθαι διελθεῖν ἁμάξης ῥαδίως “διερχομένης, ὑπὸ τῆς ἁμάξης πταισθέντα τὰ ἔγκατα ἐγκενω- “θῆναι.”

Τοῦ Αὐτοῦ. Πρησθεὶς ἐπὶ τοσοῦτον τὴν σάρκα ὥστε οὐδὲ ὁπόθεν ἅμαξαν ῥαδίως διέρχεσθαι, ἐκεῖνον δύνασθαι διελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον· τὰ μὲν γὰρ βλέφαρα αὐτοῦ τῶν ὀφθαλμῶν φασὶ τοσοῦτον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν, τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ ἰατρικῆς διόπτρας ὀφθῆναι δύνασθαι, τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας· τὸ δὲ αἰδοῖον αὐτοῦ, πάσης μὲν αἰσχύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι, φέρεσθαι δὲ δι’ αὐτοῦ τοὺς ἐξ ἅπαντος τοῦ σώματος συρρέοντας ἰχῶρας, καὶ σκώληκας, εἰς ὕβριν δι’ αὐτῶν μόνον τῶν ἀναγκαίων. μετὰ δὲ πολλὰς βασάνους καὶ τιμωρίας, ἐν ἰδίῳ φασὶ χωρίῳ τελευτήσαντος, ἀπὸ τῆς ὀσμῆς ἔρημόν τε καὶ ἄοικον τοῦτο τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι, ἀλλ’ οὐδὲ μέχρι σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ.

Ἐπειδή περ ἐγίνωσκον οἱ Ἰουδαῖοι τὸν Πιλᾶτον οὐδένα ποιούμενον λόγον τῶν νομίμων, ἐπὶ τὰ δημόσια ἐγκλήματα τὴν κατηγορίαν

232
ποιήσασθαι αὐτὸν πρὸς τὸν Χριστὸν παρεσκεύασαν· διὸ καὶ φησὶ πρὸς αὐτόν· “σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;” πάντα δὲ ἐκίνουν καὶ ἔστρεφον, ὥστε αὐτὸν εἰς θάνατον ἐμβαλεῖν. αὐτὸς δὲ διὰ τοῦ εἰπεῖν “σὺ εἶπας,” ὡμολόγησεν εἶναι βασιλεὺς, ἀλλ’ ἐπουράνιος, ὃ καὶ ἀλλαχοῦ σαφέστερον ἔλεγε πρὸς αὐτόν· “ὅτι “ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου.”

Τίνος δὲ ἕνεκεν οὐχὶ ταῦτα προσήνεγκεν εἰς μέσον· οἷον ὅτι καὶ φόρον κατεβάλομεν, καὶ ἑτέρους καταβαλέσθαι ἐκέλευσα· καὶ ἡνίκα ἠθέλησάν με ποιῆσαι βασιλέα ἔφυγον; ὅτι διεφθαρμένον ἦν αὐτῶν τὸ δικαστήριον, καὶ ἑκόντες ἐτύφλωττον, καὶ ἐκακούργουν. διὰ δὴ τοῦτο καὶ βραχέα ἀποκρίνεται καὶ σιγᾷ· βραχέα μὲν, ἵνα μὴ ἀπὸ τῆς διηνεκοῦς σιγῆς, αὐθαδίας δόξαν λάβῃ, σιγᾷ δὲ, ὅτι οὐδαμῶς ἐκ τοῦ πολλὰ λέγειν πείσειν αὐτοὺς ἤμελλεν· ἀξίως δὲ ἐθαύμαζεν ὁ ἡγεμὼν, σιωπῶντος αὐτοῦ, διότι τοσαύτην ἐπιείκειαν ἐπεδείκνυτο, καὶ ὅτι μυρία ἔχων εἰπεῖν, μᾶλλον ἐσιώπα. ἐπειδὴ δὲ ἐβούλετο αὐτὸν ἀπολογούμενον ἀπαλλαγῆναι, διὰ τοῦτο εἶπεν, “οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;” ὡς δὲ οὐδὲ οὕτως ἀπεκρίνατο, καὶ ἕτερον μηχανᾶται, ὥστε αὐτὸν ἐξελέσθαι καὶ ἐκ τούτου· εἰ γὰρ μὴ βούλεσθε, φησὶν, ὦ Ἰουδαῖοι, ὡς ἀθῷον ἄφησαι, κἂν ὡς κατάδικον χαρίσασθε τῇ ἑορτῇ· καὶ γὰρ ἔθος εἶχον καθ’ ἑκάστην ἑορτὴν, ἕνα τινὰ κακοῦργον ἐξαιτούμενοι λαμβάνειν, καὶ ἀπολύειν· καὶ ἦν ἰδεῖν τάξιν ἀντεστραμμένην· μᾶλλον ὁ ἄρχων αἰτεῖ τὸν δῆμον τοῦ λαβεῖν καὶ ἀπολύσαι, καὶ ὅμως οὐδὲ οὕτως γίνονται ἥμεροι, ἀλλὰ θηριοῦνται μειζόνως, ὑπὸ τοῦ πάθους τῆς βασκανίας ἐκβακχευόμενοι.

Τίνος ἕνεκεν οὐχ ὁ Πιλᾶτος ὁρᾷ, ἀλλ’ ἡ τούτου γυνή; ἣ ὅτι ἀξία ἦν ἐκείνη μᾶλλον, ἢ ὅτι αὐτὸς εἰ εἶδεν οὐκ ἂν ἐπιστεύθη ὁμοίως, ἢ οὐδ’ ἂν ἐξεῖπεν. διὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσιν. οὐχ ἁπλῶς δὲ ὁρᾷ, ἀλλὰ καὶ πάσχει πολλὰ δεινὰ, ἵνα καὶ ἀπὸ τῆς συμπαθείας τῆς πρὸς τὴν γυναῖκα, ὀκνηρότερος γένηται ὁ ἀνὴρ περὶ τὸν φόνον· καὶ ὁ καιρὸς δὲ οὐ μικρὸν συνετέλει· κατὰ γὰρ αὐτὴν τὴν νύκτα εἶδε. διατὶ οὐκ εἶπεν ἁπλῶς ὅτι εἶχον λῃστὴν, ἀλλ’ ἐπίσημον; ὥστε μηδὲ σκιὰν αὐτοῖς καταλιπεῖν ἀπολογίας, ὅτι τὸν περιβόητον ἐν κακίᾳ, τὸν μυρίους ἐργασάμενον φόνους, τοῦ τῆς οἰκουμένης Σωτῆρος

233
προὔθηκαν, καὶ τὸν δῆμον διέφθειραν, ἵνα τοῦτον αἰτήσωνται, ὅπως καὶ τῆς ἐκείνων ἀπάτης τὴν ἐσχάτην οὗτοι δώσουσι δίκην. τὸ δὲ “τί ποιήσω τὸν Χριστὸν” εἶπε πρὸς αὐτοὺς ὁ Πιλᾶτος, καὶ ἐν τούτῳ πάλαι ἐντρέψαι βουλόμενος διὰ τὸ ποιῆσαι αὐτοὺς κυρίους τῆς αἱρέσεως, ἵνα κἂν οὕτως αἰσχυνθέντες, αὐτὸν μᾶλλον αἰτήσωνται, καὶ τῆς τῶν αὐτῶν γένηται φιλοτιμίας τὸ πᾶν· τὸ μὲν γὰρ λέγειν οὐχ ἥμαρτεν φιλονεικοτέρους ἐποίει, τὸ δὲ ἐκ φιλανθρωπίας παρακαλεῖν σωθῆναι, ἀναντίρρητον εἶχε τὴν πειθῶ, οἱ δὲ καὶ οὕτως ἔλεγον “σταύρωσον.”

Θεοδώρου Ἡρακλείασ. Διατὶ ἐφραγέλλωσεν; ἣ ὡς κατάδικον, νόμου κελεύοντος τοὺς σταυρωμένους πρῶτον μαστίζεσθαι, καὶ οὕτω τῇ τιμωρίᾳ ἀποδοθῆναι, ἣ σχῆμα καὶ σκῆψιν περιτιθέναι τῇ ἀδίκῳ κρίσει βουλόμενος.

Ἀπολιναρίου. Αἱ μάστιγες ἀντὶ τῶν ἁμαρτιῶν τοῦ κόσμου, ὅτι πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, καὶ κατὰ τὴν προφητείαν τὴν λέγουσαν “τὸν νῶτον μου δέδωκα εἰς μάστιγας·” καὶ πεπλήρωται μὲν τὸν δίκαιον ὑπὲρ τῶν ἁμαρτωλῶν, πεπλήρωται δὲ τὸ τῆς ἀγαθότητος ἄκρον, ὁπότε δίκαιος ὑπὲρ ἀδίκων πέπονθεν, ἵνα τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν, ὡς Ἡσαΐας φησιν.

Εἰς τὰς χεῖρας ὁ Πιλᾶτος ἀπενίψατο, καὶ ἀθῷον ἑαυτὸν ἔλεγεν εἶναι, ἀλλ’ ὅμως μαλακίας εἶναι ἡ συγχώρησις, καὶ ἀνάνδρως σφόδρα τοῦτο διεπράττετο· ἔδει γὰρ μὴ παραδοῦναι ταύτην, ἀλλὰ μᾶλλον ἐξαρπάσαι· καθάπερ μετὰ ταῦτα ὁ ἑκατόνταρχος τὸν Παῦλον. καὶ γὰρ καὶ τότε στάσις ἐγένετο καὶ θόρυβος, ἀλλ’ ὅμως ἐκεῖνος ἔστη πρὸς πάντα, οὗτος δὲ ἁπλῶς παρασύρεται. διὰ τοῦτο οὐδὲ αὐτὸν ἀφίησιν ὁ Χριστὸς τῶν ἐγκλημάτων λέγων, “ὅτι μείζονα ἁμαρτίαν ἔχει ὁ παραδιδοὺς με σοί.” κατηράσαντο δὲ οὐ μόνον ἑαυτοῖς οἱ Ἰουδαῖοι, ἀλλὰ καὶ ἐπὶ τὰ τέκνα εἵλκυσαν τὴν ἀρὰν εἰπόντες, “τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα “ἡμῶν,” διὰ τὴν πολλὴν αὐτῶν παραπληξίαν, ἀλλ’ ὅμως ὁ φιλανθρωπος, τοσαύτῃ μανίᾳ χρησαμένων καθ’ ἑαυτοῦ καὶ κατὰ τῶν παίδων, οὐ μόνον οὐκ ἐπὶ τῶν παίδων, ἀλλ’ οὐδὲ ἐπ’ αὐτῶν τὴν ψῆφον ἐκύρωσεν, ἀλλὰ καὶ ἐξ αὐτῶν καὶ ἐξ ἐκείνων ἐδέξατο τοὺς μετανοήσαντας καὶ πιστεύσαντας, καὶ μυρίων ἠξίωσεν ἀγαθῶν· καὶ γὰρ καὶ Παῦλος ἒξ αὐτῶν ἢν, καὶ αἱ μυριάδες τῶν πεπιστευκό-

234
τῶν. εἰ δέ τινες ἐναπέμειναν, ἑαυτοῖς λογιζέσθωσαν τὴν τιμωρίαν. τίνος ἕνεκεν ἐφραγέλλωσεν παραδίδους ἵνα σταυρωθῇ; ἣ ὡς κατάδικον, ἣ σχῆμα περιτιθέναι τῇ κρίσει βουλόμενος· καίτοιγε, ὡς προείρηται, μᾶλλον ἐνστῆναι ἐχρῆν αὐτὸν μέχρι τέλους, καὶ ἀποδείξεις καὶ ἐλέγχους ζητῆσαι, περὶ πάντων ὧν κατηγόρουν αὐτῷ οἱ Ἰουδαῖοι.

Οἱ στρατιῶται δὲ ὕβριζον καὶ ἐνήλλοντο εἰς αὐτὸν, ἣ τοῖς Ιουδαίοις χαριζόμενοι, ἢ καὶ κατὰ οἰκείαν δυστροπίαν. ἐποιοῦντο δὲ καὶ τὰς ὕβρεις ποικίλας καὶ διαφόρους· τὴν γὰρ θείαν κεφαλὴν ἐκείνην, ποτὲ μὲν ἐκολάφιζον, ποτὲ δὲ τῷ στεφάνῳ τῶν ἀκανθῶν ὕβριζον, ποτὲ δὲ τῷ καλάμῳ ἔτυπτον, ἄνδρες μιαροὶ καὶ ἐναγεῖς· καὶ οὐ μόνον ἡ κεφαλὴ, ἀλλὰ καὶ ἅπαν τὸ σῶμα ὅλον δι’ ὅλου ὑβρίζετο, τὸ πρόσωπον ἐμπτυόμενον, αἱ σιαγόνες ῥαπιζόμεναι, τὸ σῶμα ὅλον διὰ τῶν μαστίγων, διὰ τῆς περιβολῆς τῆς χλανίδος, καὶ τῆς προσποιητῆς προσκυνήσεως, ἡ χεὶρ διὰ τοῦ καλάμου, ὃν ἔδωκαν ἀντὶ σκήπτρου κατέχειν αὐτόν· τὸ στόμα πάλιν διὰ τῆς τοῦ ὄξους προσκομιδῆς· καὶ καθάπερ δεδοικότες μὴ δόξωσι καταλιμπάνειν τι τοῦ τολμήματος· οὕτως ἅπαντα πράττουσιν. μετὰ τὸ τοιαῦτα παθεῖν τοίνυν τὸν Χριστὸν δι’ ἡμᾶς, τίς ἡμῖν λόγος ἔσται λοιπὸν, ἐπὶ ὕβρεσι κινουμένοις; διανέμονται δὲ μετὰ τὸ σταυρῶσαι τὰ ἱμάτια αὐτοῦ, τοῦτο διαπραττόμενοι, ὅπερ ἐπὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀπερριμμένων γίνεται καταδίκων, καὶ οὐδένα ἐχόντων, ἀλλ’ οὐδὲ γὰρ εἰς τοὺς λῃστὰς τοιοῦτόν τι εἰργάσαντο, ἀλλ’ εἰς τὸν Χριστὸν πάντα ἐτόλμων.

ΕΞ ἀνεπιγράφου. Οὐχ ὅτι ἐκεῖνοι ᾔσχυνον, ἀλλ’ ὅτι Θεῷ ἐδόκει ταῦτα γενέσθαι, πρὸς τὴν τῶν ἀνθρώπων ἐκλύτρωσιν· ἀτιμασθέντος ὑπὲρ ἡμῶν τοῦ Κυρίου τῆς δόξης, διὰ τὴν ἡμῖν ἐπιβάλλουσαν ἀτιμίαν, καὶ δοξάζοντος τὴν ἡμέραν τῶν δικαίων τὴν ἀεὶ διαπαιζομένην ὑπὸ τῶν ἀπαιδεύτων. ἐπεὶ a δὲ χρώματι αἵματι ἡ χλαμὺς ἐκέχρηστο b, διὰ τοῦτο οἱ φονῶντες κατ’ αὐτοῦ, ἐνέδυσαν αὐτὸν, μὴ νοοῦντες, ὃ ἐποίουν, μᾶλλον δὲ τοῦ ἐν Ἰησοῦ τοῦ Ναυῒ, κοκκίνου ῥάματος, καὶ τὸ ἐνδήσαντος τὴν χεῖρα ἑνὸς τῶν ἐκ τῆς Θάμαρ Ἰούδα υἱῶν σύμβολον, ἣ χλαμὺς αὕτη, τὸ τὰ αἵματα τοῦ κόσμου, καὶ τῶν ἐν αὐτῷ ἀνθρώπων εἰληφέναι ὑπὲρ σωτηρίας [*](a ἐπὶ Cod. b Leg. vid ἐκέχριστο.)

235
πάντων τὸν Σωτῆρα· οἱ δὲ ὑπὸ μεριμνῶν, καὶ πλούτου καὶ ἡδονῶν συμπνιγόμενοι, λαβόντες τὸν Λόγον τοῦ Θεοῦ, καὶ μὴ τελεσφοποῦντες, πλέκοντες ἀκάνθας ἡμῶν, ἀναλαβὼν ἀναλίσκει τῇ ἑαυτοῦ κεφαλῇ, κάλαμον δὲ ἔθηκαν ἐν τῇ δεξιᾷ αὐτοῦ, οἱ διάκενον νομίζοντες αὐτοῦ εἶναι τὴν βασιλείαν.

Σευήρου Ἀντιοχείασ ἐξ ὑπακοῆσ. Καὶ ἐν αὐτοῖς τοῖς ταπεινοτάτοις καὶ ἑκουσίοις πάθεσι, Χριστὲ ὁ Θεὸς, ἔδειξας ὡς τοῦδε τοῦ παντὸς κτίστη, ὑπάρχεις, καὶ ἀνακαινιστής· τῷ γὰρ τῶν ἀκανθῶν στεφάνῳ στεφανωθῆναι κατεδέξω Χριστὲ, δηλῶν ὡς τοῦ κύκλου τοῦ κόσμου τὰς ἁμαρτίας περιλαβὼν, καὶ ἐφ’ ἑαυτὸν ἄρας, ἐπὶ τὸν σταυρὸν ἀνήγαγες, ἐφ’ ᾧ καὶ ἔρρηξας τὸ τῆς καθ’ ἡμῶν ἀνομίας χειρόγραφον, καὶ τὸν κάλαμον τῇ χειρὶ κατέσχες, ἵν. τὸ ἀσθενὲς ἀνεπιρρώσῃς σκῆπτρον τῆς ἡμετέρας ἀρχῆς, δι’ οὗ πάντων τῶν ἐπὶ τῆς γῆς ἄρχειν ἐτάχθημεν.

Τοῦ Αὐτοῦ. Ὑποφέρει τὸ μὲν τοῦ στεφάνου σχῆμα περιφερὲς τὸν τοῦ κόσμου κύκλον, ὑπὲρ οὗ παθεῖν σαρκὶ κατεδέξατο· τὸ δὲ ἀκανθῶν ὀξὺ καὶ ἄκαρπον τὸ τῶν ἁμαρτιῶν ὑπογράφει πληκτικὸν καὶ ἀνωφελές.

Τοῦ Αὐτοῦ. Ἔσω μὲν ἐκ τοῦ πραιτωρίου αὐτὸς ἐβάσταζε τὸν σταυρὸν αὐτοῦ, ὡς ὁ Ἰωάννης φησὶν, ἐν δὲ τῇ ὁδῷ γεγονότες, εὗρον Σίμωνα, καὶ μετέβαλον εἰς ἐκεῖνον τὸν σταυρὸν, ἕως οὗ ἦλθον εἰς τὸν Γολγοθαν, ἔνθα ὄξος προσέφερον αὐτῷ, ἐνυβρίζοντες αὐτὸν, ὁ δὲ οὐκ ἠθέλησεν· ἕτερος δὲ Εὐαγγελιστὴς, φησὶν, ὅτι “γευσά- “μένος εἶπε, τετέλεσται·” φησὶν ἡ προφετεία ἡ λέγουσα, “ἔδω- “κὰν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν “με ὄξος·” πλὴν οὔτε οὗτος, οὔτε ἐκεῖνος εἶπεν ὅτι ἔπιεν, ταὐτὸν γὰρ ἐστὶ μὴ πιεῖν, τὸ μόνον γεύσασθαι.

Κυρίλλου. Ὠριγένουσ. Περὶ τοῦ κρανίου τόπου ἦλθεν εἰς ἡμᾶς ὅτι Ἑβραῖοι παραδίδωσι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖ τεθάφθαι· καὶ ἐπεὶ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, ἀνέστη καὶ ὁ Ἀδὰμ, “καὶ ἐν Χριστῷ πάντες ζωοποιηθήσονται.”

Διατί μέσον αὐτὸν ἐσταύρωσαν τῶν λῃστῶν; ἵνα τῆς δόξης τῆς ἐκείνων κοινωνήσῃ· ὄξος δὲ πιεῖν ἔδωκαν αὐτῷ, καὶ ἐν τούτω ἐνυβρίζοντες, καὶ ἐπὶ τοῦ σταυροῦ δὲ βλέποντες ἀνασκωλωπισμένον ὀνειδίζουσιν, ἵνα δημοσίᾳ πάντων ὁρατῶν ἐκπομπεύσωσιν εἰς αὐτὸν,

236
βουλόμενοι δεῖξαι ἀπαταιῶνα· δεδοικότες αὐτοῦ τὴν ἀνάστασιν, καὶ ταύτην ἐκ τούτου ἀπιστηθῆναι ποιήσουσιν· ἔλεγον δὲ τὸ, “ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι,” τὰ πρότερα σημεῖα ἐντεῦθεν ἐπιχειροῦντες διαβαλεῖν, διὰ τὸ γεγράφθαι καὶ κεῖσθαι ἐπάνω τῆς κεφαλῆς αὐτοῦ, “οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰου- “δαίων·” βουλόμενοι δεῖξαι ὅτι οὐκ ἔστι βασιλεὺς τοῦ Ἰσραὴλ, “καταβάτω ἀπὸ τοῦ σταυροῦ.” Πῶς ὁ μὲν Λοῦκας φησὶν, ὅτι ὁ εἰς λῃστὴς ἐπετίμα τῷ ἄλλῳ βλασφημοῦντι, ὁ δὲ Ματθαῖος, ὅτι ἀμφότεροι οἱ λῃσταὶ ὕβριζον αὐτὸν καὶ ὠνείδιζον; ἀμφότερα γέγονε, πρότερον μὲν γὰρ οἱ δύο ὠνείδιζον, ὕστερον δὲ οὐκέτι· ἵνα γὰρ μὴ νομίσῃ τίς ἔκ τινος συνθήματος τὸ πρᾶγμα γεγενῆσθαι· μηδὲ μὴ εἶναι λῃστὴν τὸν λῃστὴν, ἀπὸ τῆς ὕβρεως δείκνυσιν ἡμῖν, ὅτι ἄνω ἐπὶ τοῦ σταυροῦ λῃστὴς καὶ ἐχθρὸς, καὶ ἀθρόον μετεβλήθη. Ἐν μέσῃ δὲ ἡμέρᾳ τὸ σκότος ἐγένετο, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν· γέγονε δὲ τοῦτο, ἵνα φοβηθῶσι καὶ κατανυγῶσι καὶ πιστεύσωσι· κατ’ ὀργὴν γὰρ θείαν διὰ τὰ τετολμημένα, τὸ σκότος ἐκεῖνο γέγονεν· ὅτι γὰρ οὐκ ἦν ἔκλειψις, ἀλλ’ ὀργή τε καὶ ἀγανάκτησις δῆλον· τρεῖς γὰρ ὥρας παρέμεινεν, ἡ δὲ ἔκλειψις ἐν ἐλάττονι χρόνῳ γίνεται· καὶ ἴσασιν οἱ ταύτην τεθεαμένοι· καὶ γὰρ καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας συνέβη τοῦτο. οὐκ ἐθαύμασαν δὲ, οὐδὲ αὐτὸν ἐνόμισαν εἶναι Θεὸν, καὶ μετὰ τὸ σκότος, ὅτι ἐν πολλῇ ῥαθυμίᾳ καὶ κακίᾳ κατείχοντο, καὶ πολλὴ τῆς ἀσεβείας ἡ πρόσληψις ἦν. ἴσως δὲ καὶ ἐνόμιζον ὅτι κατ’ ἔκλειψιν ἢ ἑτέραν τινὰ ἀκολουθίαν φυσικὴν γέγονε τοῦτο. ὅθεν καὶ μετὰ τοσαῦτα θαύματα ἐπέμενον ἔτι ἐνυβρίζοντες. φθέγγεται δὲ μετὰ τοῦτο, ἵνα μάθωσιν ὅτι ἔζη, καὶ αὐτὸς τοῦτο ἐποίησε· καὶ γένωνται καὶ ἐντεῦθεν ἐπιει- κεστεροι. ΕΞ ἀνεπιγράφου. Ὁ Μάρκος φησὶν ὅτι τρίτῃ ὥρᾳ ἐσταυρώθη οὗτος, καὶ ὅτι ἕκτῃ ὥρᾳ τὸ σκότος ἐγένετο. ὅτι εἰκὸς μὲν αὐτὸν ἐσταυρῶσθαι καὶ ἀπὸ τρίτης ὥρας, ἀπὸ δὲ ἕκτης ὥρας γεγενῆσθαι· ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἐπιστρέψαι, οὐ τῷ μεγέθει τοῦ πράγματος μόνον, ἀλλὰ καὶ τὸ εὐκαίρως συμβῆναι· μετὰ γὰρ πάντα τὰ τῆς παροινίας καὶ τῆς παρανόμου κωμῳδίας τοῦτο γίνετᾶι.
237
ὅτε κόρον ἔλαβον τῶν σκωμμάτων, καὶ πάντα ἐφθέγξαντο, ἅπερ ἠθέλησαν, τότε δεικνύναι τὸ σκότος· ἵνα κἂν οὕτω τὴν ὀργὴν ἀφέντες, κερδήσωσιν ἀπὸ τοῦ θαύματος· τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ, τοῦτο θαυμασιώτερον ἦν, τὸ ὄντα ἐν τῷ σταυρῷ ταῦτα ἐνεργεῖν. εἴτε γὰρ αὐτὸν ἐνόμιζον πεποιηκέναι, ἔδει πιστεῦσαι καὶ φοβηθῆναι· εἴτε οὐκ αὐτὸν, ἀλλὰ τὸν Πατέρα, καὶ ἐκ τούτων ἔδει κατανυγῆναι· ὀργιζομένου γὰρ ἦν τὸ σκότος ἐκεῖνο. καὶ μετ’ ὀλίγα—Φλέγων δέ τις ὀνόματι φιλόσοφος παρ᾿ Ἕλλησι μέμνηται τοῦ σκότους τούτου παραδόξως γεγονότος· γέγονε δὲ ἐν τῇ ἰδ’ ἡμέρᾳ τῆς σελήνης, ὅτε ἀπέχει πολὺ τοῦ ἡλίου διάστημα, ὅσον ἀπὸ ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους· καὶ αἱ ἐκλείψεις τότε εἰώθασι γίνεσθαι, ὅταν πλησιάζωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες· δεῖγμα δὲ ἦν τὸ σκότος τοῦ μέλλοντος λαβεῖν τοὺς μιαιφόνους.

Τὸ δὲ “Ἡλὶ Ἡλὶ, λαμὰ σαβαχθανὶ,” Ἑβραική ἐστι φωνή· ταύτῃ δὲ τῇ φωνῇ ἐχρήσατο, ὡς ἑαυτοῖς γενέσθαι γνώριμον καὶ κατάδηλον· καὶ ὅτι μέχρις ἐσχάτης ἀναπνοῆς, δι’ ὧν φθέγγεται τιμᾷ τὸν Πατέρα, καὶ διὰ πάντων δείκνυσι τὴν ὁμόνοιαν αὐτοῦ τὴν πρὸς τὸν γεγεννηκότα· ἀλλὰ σκοπήσωμεν αὐτῶν καὶ ἐντεῦθεν τὴν ἀσέλγειαν, καὶ τὴν ἀκολασίαν, καὶ τὴν ἄνοιαν. ἐνόμισαν Ἡλίαν εἶναι, φησὶν, ὑπ’ αὐτοῦ καλούμενον, καὶ εὐθέως ἐπότισαν αὐτὸν ὄξος.

Διατί κράξας φωνῇ μεγάλῃ, οὕτως ἀφῆκε τὸ πνεῦμα; ἵνα δειχθῇ ὅτι κατ’ ἐξουσίαν τὸ πρᾶγμα γίνεται, καθὼς καὶ ἔλεγεν· “ὅτι ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω “λαβεῖν αὐτήν.” καὶ ὁ Μάρκος δὲ φησὶν, “ὅτι ἐθαύμασεν ὁ “Πιλᾶτος εἰ ἤδη τέθνηκεν.” καὶ ὅτι ὁ κεντυρίων διὰ τοῦτο μάλιστα ἐπίστευσεν, ὅτι μετ’ ἐξουσίας ἀπέθανε· τινὲς δὲ φασὶν, ὅτι καὶ μαρτύριον ὅτι τοῦ κεντουρίωνος τούτου ἀνδρισαμένου μετὰ ταῦτα ἐν τῆ πίστει, αὕτη ἡ φωνὴ τὸ καταπέτασμα ἔσχισε, καὶ τὰ μνημεῖα ἠνέῳξεν. ἐσχίσθη δὲ τὸ καταπέτασμα· ἐπειδὴ προφητεία τῆς μελλούσης ἐρημώσεως τοῦ ναοῦ ἦν τὸ συμβὰν, καὶ τῆς ἐπὶ τὰ μείζω καὶ ὑψηλότερα μεταθέσεως· ἔτι δὲ καὶ ἔνδειξις τῆς ἰσχύος αὐτοῦ ἢν ἡ φωνή· ὅτι τοῦ σώματος αὐτοῦ ἄνω ὄντος ἐπὶ τοῦ σταυροῦ, αὕτη τοὺς νεκροὺς ἤγειρε. χρὴ δὲ γινώσκειν ὅτι

238
νεκροῦ Ἑλισαίου ὄντος, ἁψάμενος ἕτερος νεκρὸς, ἀνέστη. ἵνα γὰρ τοῦτο πιστευθῇ, ἐκεῖνο γέγονε, καὶ τὸ σημεῖον δὲ ὅπερ ἔμπροσθεν ὑπέσχετο δώσειν λέγων, “γενεὰ πονηρὰ καὶ μοιχαλὶς, σημεῖον “ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον “Ἰωνᾶ,” τὸν σταυρὸν λέγει καὶ τὸν θάνατον καὶ τὸν τάφον καὶ τὴν ἀνάστασιν· καὶ πάλιν ἑτέρως ἐδήλωσε τοῦ σταυροῦ τὴν ἰσχὺν λέγων, “ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι “ἐγώ εἰμι.” ὃ δὲ λέγει τοιοῦτον ἐστὶν, ὅταν σταυρώσητέ με καὶ νομίσητε περιγενέσθαι μου, τότε μάλιστα ἴσεσθέ μου τὴν ἰσχύι μετὰ μετὰ γὰρ τὸ σταυρωθῆναι ἡ πόλις ἀπώλετο, καὶ τὰ Ἰουδαϊκὰ ἐπαύσαντο, καὶ τῆς πολιτείας καὶ τῆς ἐλευθερίας ἐξέπεσον τῆς ἑαυτῶν· τὸ δὲ κήρυγμα ἤνθησε, καὶ πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐξετάθη ὁ λόγος, καὶ γῆ καὶ θάλαττα καὶ οἰκουμένη καὶ ἀοίκητος τὴν δύναμιν αὐτοῦ διὰ παντὸς ἀνακηρύττουσι.

Τίνος ἕνεκεν πέτραι ῥήγνυνται, καὶ γῆ σείεται; ὅπως διὰ τοῦτο μάθωσιν ὅτι καὶ αὐτοὺς ἠδύνατο καὶ πηρῶσαι καὶ διαρρῆξαι· ὁ γὰρ πέτρας διατεμὼν, καὶ τὴν οἰκουμένην σείσας, πολλῷ μᾶλλον εἰς ἐκείνους ταῦτα ἐποίησεν ἂν, εἴγε ἐβούλετο· ἀλλ’ οὐκ ἠθέλησεν, ἀλλ’ εἰς τὰ στοιχεῖα τὴν ὀργὴν ἀφεὶς, ἐκείνους ἐξ ἐπιεικείας σῶσαι ἐβούλετο. χρὴ δὲ σκοπῆσαι ἡλίκα σημεῖα πεποίηκε, τὰ μὲν ἐξ οὐρανοῦ, τὰ δὲ ἐπὶ γῆς, τὰ δὲ ἐν αὐτῷ τῳ ναῷ τί δαὶ δηλῶν ἐκ τούτου ταῦτα εἰργάσατο; ὁμοῦ μὲν τὴν ἀγανάκτησιν ἐνδεικνύμενος, ὁμοῦ δὲ, ὅτι τὰ ἄβατα λοιπὸν ἔσται βατὰ, καὶ ὁ οὐρανὸς ἀνοιγήσεται, καὶ πρὸς τὰ ἀληθινὰ ἅγια τῶν ἁγίων τὰ πράγματα μεταστήσεται· “εἰσῆλθον δὲ εἰς τὴν ἁγίαν πόλιν ἐκ “τῶν ἐγερθέντων ἁγίων, καὶ ἐνεφανίσθησαν πολλοῖς,” ἵνα μὴ νομισθῇ φαντασία εἶναι τὸ γεγενημένον.

Διατὶ μέμνηται τῶν γυναικῶν τῶν ἀκολουθησάντων αὐτῷ; ὅπως δείξῃ τὴν πολλὴν αὐτῶν προσεδρίαν, καὶ ὅτι μέχρι τῶν κινδύνων παρῆσαν, καὶ ὅτι πολλὴν ἐπεδείξαντο τὴν ἀνδρίαν· ὅτε γὰρ οἱ μαθηταὶ ἔφυγον, αὗται προσεκαρτέρουν. Μαρία δὲ ἡ τοῦ Ἰακώβου, ἡ μήτηρ αὐτοῦ ἢν.

239