Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς ποραδόσεως τοῦ Ἰησοῦ.

Tί διδάσκων ἐκ τούτου ἔλεγεν, “ ἐγείρεσθε ἄγωμεν ἐντεῦθεν ;” ὅτι ᾔδει προήξοντα τὸν προδότην· καὶ οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ μᾶλλον προσέτρεχεν, ὅπως διὰ πάντων τούτων αὐτοὺς παιδεύσῃ, οὐκ ἀνάγκης τὸ πρᾶγμα ὑπάρχειν οὐδὲ ἀσθενείας, ἀλλ’ οἰκονομίας τινος ἀπορρήτου·

Τοῦ Μακαρίου Ἰσιδώρου τοῦ Πηλουσιώτου. τῆς κατασχούσης τὸ ἀνθρώπινον γένος προλήψεως τὴν τυραννίδα διακόπτων ὁ Σωτῆρ, καὶ ἀπὸ τῶν χαμαιζήλων πραγμάτων εἰς τὴν ὑπερκόσμιον αὐτοὺς λῆξιν ἀναγαγεῖν σπουδάζων ἐβόα, “ ἐγείρεσθε “ ἄγωμεν ἐντεῦθεν,” ὅτι ᾔδει προήξοντα τὸν προδότην· τῇ γὰρ φωνῇ τὴν οἰκείαν κεράσας δύναμιν τῶν θελόντων ἀναστῆναι εἰς οὐρανὸν ἀνέρρωσε τὰς δυνάμεις, ὥστε πολλὰ χαίρειν τῇ προλήψει φράσαντας τῆς ἄνω πορείας ἔχεσθαι.

To “ μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ” φησὶ, στηλιτεύων αὐτῶν τὴν πονηρίαν, ὅτι τοιαῦτα ἦν αὐτῶν τὰ σκεύη. τὸ δὲ σημεῖον δέδωκεν αὐτοῖς ὁ προδότης, ὅτι πολλάκις κατασχεθεὶς ὑπ’ αὐτῶν ὁ Χριστὸς διῆλθεν ἐκ μέσου αὐτῶν οὐκ ἐπεγνωκότων αὐτόν· φίλημα δὲ θαρρῶν τῇ ἐπιεικείᾳ τοῦ διδασκάλου, ὅπερ μάλιστα πάντων ἱκανὸν ἦν αὐτὸν ἀποστερῆσαι

226
συγγνώμης, ὅτι τὸν οὕτως ἥμερον προεδίδου· ἀλλ’ ὣ τῆς μιαρᾶς γνώμης, τί ἐβουλεύσατο; τί ἐτόλμησε; ποίοις ὀφθαλμοῖς ἑώρα τότε εἰς τὸν διδάσκαλον; ποίῳ στόματι ἐφίλει; αὐτὸς δὲ καὶ φιληθῆναι κατεδέξατο καὶ ἔδωκεν ἑαυτὸν ἑκὼν, ἐπεὶ ὅπερ καὶ ἄλλοτε πεποίηκεν, καὶ τότε ἃν ἠδύνατο ἐκ μέσου αὐτῶν διελθεῖν, εἴπερ ἤθελεν· καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας, καὶ ἐκράτησαν κατ’ αὐτὴν τὴν νύκτα, καθ’ ἣν τὸ Πάσχα ἔφαγον· οὕτως ἔζεον καὶ ἐμαίνοντο· τὸ δὲ “ἑταῖρε,” ὥστε ἐντρέψαι αὐτὸν καὶ ἐν τούτῳ, φησί τὸ δὲ ἐφ’ ὃ πάρει, ὅτι οὐχὶ ἀγάπῃ σκοπῶν τοῦτο δρᾷς, ἀλλὰ πονηρᾷ γνώμῃ. τίς δὲ ὁ εἷς οὗτος ὁ τὸ ὠτίον κόψας; Ἰωάννης φησὶν ὅτι ὁ Πέτρος· τῆς γὰρ αὐτοῦ θερμότητος ἦν τὸ πρᾶγμα· πόθεν δὲ εἶχε μάχαιραν; ἐπειδὴ ἀπὸ δείπνου ἦσαν καὶ τραπέζης ἐξεληλυθότες· ἦν δὲ εἰκὸς καὶ μαχαίρας εἶναι ἐκεῖ διὰ τὸ ἀρνίον. τοὺς μαθητὰς δὲ ἀκούσαντας ὅτι ἥξουσι τινὲς ἐπ’ αὐτὸν, τούτου χάριν τινὲς ἐξ αὐτῶν ἔλαβον ταύτας εἰς βοήθειαν, ὡς πολεμήσοντες ὑπὲρ τοῦ διδασκάλου, ὃ τῆς ἐκείνων γνώμης ἦν μόνον. διὸ καὶ ἐπιτιμᾶται Πέτρος αὐτῇ χρησάμενος, καὶ μετὰ σφοδρᾶς τῆς ἀπειλῆς. οὐ μὴν ἀφῆκε τινὰ γενέσθαι βλάβην ὁ Χριστὸς, καὶ γὰρ ἰάσατο αὐτὸν, καὶ θαῦμα μέγα ἐπεδείξατο, ἱκανὸν καὶ τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὴν δύναμιν ἐμφῆναι, καὶ τὴν τοῦ μαθητοῦ φιλοστοργίαν τε καὶ πραότητα· καὶ γὰρ ἐκεῖνο μὲν φιλοστόργως· τοῦτο δὲ τὸ βαλεῖν τὴν μάχαιραν εἰς τὴν θήκην πειθηνίως ἔπραξεν. τίνος ἕνεκεν εἶπεν “ὅτι πάντες οἱ λαβόντες “μάχαιραν” καὶ τὰ ἑξῆς; τοὺς μαθητὰς παραμυθούμενος τῇ τιμωρίᾳ τῶν ἐπιβουλευόντων. οὐκ εἶπε δὲ ὅτι δύναμαι ἐγὼ πάντας αὐτοὺς ἀπολέσαι, ἀλλὰ παρακαλέσαι τὸν Πατέρα μου. ἐπειδὴ πιθανότερος μᾶλλον τοῦτο λέγων ὑπῆρχεν, ἤπερ ἐκεῖνοι. οὐδέπω γὰρ τὴν προσήκουσαν δόξαν περὶ αὐτοῦ εἶχον· καὶ πρὸ μικροῦ δὲ εἰρηκὼς ἦν, ὅτι “περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου,” καὶ “Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο,” καὶ ἀγωνιῶν ἐφάνη καὶ ἱδρῶν, καὶ ὑπὸ Ἀγγέλου ἐνισχυόμενος. ἐπεὶ οὖν πολλὰ τὰ ἀνθρώπινα ἐπεδείξατο, οὐκ ἐδόκει πιθανὰ λέγειν, εἴγε εἴρηκεν ὅτι δοκεῖτε ὅτι οὐ δύναμαι αὐτοὺς ἀπολέσαι; “δώδεκα δὲ “λεγεῶνας” εἶπεν “ Ἀγγέλων,” πρὸς τὸν φόβον αὐτῶν καὶ τὴν ἀσθένειαν σχηματίζων τὸν λόγον. καὶ γὰρ ἀποτεθνηκότες ἦσαν
227
τῷ δέει. εἰ γὰρ εἷς Ἄγγελος ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλεν ὡπλισμένας, τί δώδεκα λεγεώνων ἔδει ἐπὶ χιλίων ἀνθρώπων; τὸ δὲ “πῶς πληρωθῶσι τῶν προφητῶν αἱ γραφαί;” εἶπε, φοβῶν αὐτοὺς κἀντεῦθεν. εἰ γὰρ ἐκείναις, φησὶ, τοῦτο δοκεῖ ὥστε παθεῖν με, τι ὑμεῖς ἐναντιοῦσθε πολεμοῦντες;

Διαλεχθεὶς πρὸς τοὺς μαθητὰς, λοιπὸν πρὸς τοὺς ἐπελθόντας αὐτῷ τρέπει τὸν λόγον, καὶ φησὶ, τί τῶν μαχαιρῶν καὶ τῶν ξύλων ἐδέησεν ὑμῖν εἰς τὸ μετὰ τοιούτων ὅπλων ἐπελθεῖν ἐπὶ τὸν μεθ’ ὑμῶν ὄντα ἀεὶ; μὴ γὰρ λῃστής εἰμι; οὐχὶ καθημένων ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με; ἀπὸ τούτων δεικνὺς αὐτοῖς, ὅτι εἰ μὴ ἑκὼν ἔδωκεν, οὐκ ἃν ἴσχυσαν οὐδὲ νῦν κατασχεῖν αὐτόν. καὶ γὰρ οἱ τὸν ἀεὶ ὄντα ἐν χερσὶ μὴ δυνηθέντες κρατῆσαι, καὶ μέσον αὐτῶν λαβόντες καὶ μὴ περιγενόμενοι, πῶς εἰ μὴ ἠθέλησε περιεγένοντο ἃν αὐτοῦ; οὐ λέγει δὲ τὰ θαύματα ἅπερ εἰς αὐτοὺς εἰργάσατο, ἀλλὰ τὴν διδασκαλίαν, ἵνα μὴ δόξῃ κομπάζειν. τὸ δὲ “ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν,” καὶ πρὸς τούτους εἶπε, μέχρις ἐσχάτης ὥρας ἀναιρῶν αὐτῶν πᾶσαν ἀπολογίαν· ὁ γὰρ ἑαυτὸν παραδοὺς ἵνα πεισθῇ τοῖς προφήταις, πῶς ἐναντίως τούτων ἐδίδασκε, καθὼς ἐνεκάλουν οἱ Ἰουδαῖοι. “τότε,” πότε ἔφυγον οἱ μαθηταὶ ἀφέντες αὐτόν; ὅτε εἶδον ὅτι οὐκ ἔτι διαφυγεῖν αὐτὸν ἔνι, ἑκόντος ἑαυτὸν παραδιδόντος αὐτοῖς, καὶ λέγοντος κατὰ τὰς γραφὰς τοῦτο γενέσθαι. ὅτε μὲν γὰρ κατεσχέθη, ἔμενον προσδοκῶντες ὅτι ἐκφεύξεται αὐτούς· ὅτε δὲ ἐφθέγξατο ταῦτα πρὸς τοὺς ὄχλους, τότε ἔφυγον· πρὸς Καϊάφαν δὲ αὐτὸν ἀπήγαγον, ἐπειδὴ ἐκεῖνος ἦν τότε ἀρχιερεὺς, καὶ πάντες συνηγμένοι ἦσαν ἐκεῖ, ἵνα μετὰ γνώμης πάντα ποιήσωσι τῶν ἀρχιερέων, οὕτω διενυκτέρευον καὶ ἠγρύπνουν ἐπὶ τοῦτο· οὐδὲ γὰρ ἔφαγον τότε τὸ Πάσχα, ἀλλ’ ἐν ἑτέρᾳ ἡμέρᾳ, ὥστε καὶ ἐν τούτῳ τὸν νόμον ἔλυσαν, διὰ τὴν ἐπιθυμίαν τὴν περὶ τὴν σφαγὴν ταύτην. εἰπὼν γὰρ ὁ Ἰωάννης, ὅτι πρωία ἦν, ἐπήγαγεν, οὐκ εἰσῆλθον εἰς τὸ Πραιτώριον ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ Πάσχα· φαγὼν αὐτὸ τῇ ἑσπέρᾳ ὁ Χριστός. ἀλλ’ ἐκεῖνοι οἱ πάντα τολμῶντες, καὶ μυρίους καταπατοῦντες νόμους· ἐπειδὴ γὰρ σφόδρα ἔζεον τῷ θυμῷ, καὶ πολλάκις ἐπιχειρίσαντες ἀνελεῖν, οὐκ ἴσχυσαν,

228
τότε λαβόντες αὐτὸν ἀπροσδοκήτως, εἵλαντο καὶ τὸ Πάσχα ἀφεῖναι ὑπὲρ τοῦ τὴν φονικὴν αὐτῶν ἐμπλῆσαι ἐπιθυμίαν.

Πόθεν ἀποδείκνυνται ψευδομάρτυρες οἱ κατὰ τοῦ Χριστοῦ λέγοντες ἀπὸ τοῦ εἰπεῖν αὐτοὺς ὅτι “οὗτος ἔφη, δύναμαι κατα- “λῦσαι τὸν ναὸν τοῦ Θεοῦ;” οὐ γὰρ εἶπεν οὕτως, ἀλλὰ “λύσατε “τὸν ναὸν τοῦτον,” τοῦ σώματος τοῦ ἰδίου· ἐσιώπα δὲ ὑπὸ τοῦ ἀρχιερέως ἐρωτώμενος, ὅτι ἀνόνητα ἦν τὰ τῆς ἀπολογίας, οὐδενὸς ἀκούοντος· καὶ γὰρ τὸ μὲν σχῆμα δικαστηρίου ἦν μόνον, τὸ δὲ ἀληθὲς λῃστῶν ἔφοδος. μετὰ δὲ τὸ ἐξορκισθῆναι αὐτὸν, διὰ τοῦτο εἶπε “σὺ εἶπας” καὶ τὰ ἑξῆς, πᾶσαν αὐτῶν ἀναιρῶν ἀπολογίαν, ὅτι μέχρις ἐσχάτης ἡμέρας ἐδίδαξεν, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς, καὶ ὅτι ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ ὅτι ἥξει πάλιν, κρίνων τὴν οἰκουμένην· διέρρηξε δὲ τὰ ἱμάτια αὐτοῦ ὁ ἀρχιερεὺς, λέγων ὅτι ἐβλασφήμησε· σφοδροτέραν τὴν κατηγορίαν ποιῶν, καὶ τὸ λεχθὲν παρὰ τοῦ Χριστοῦ, ὡς μέγα κακὸν δεῖξαι βουλόμενος· ὅθεν καὶ ὡς ἐπὶ ὡμολογημένων ἁμαρτημάτων, καὶ βλασφημίας φανερᾶς, ἐγκαλεῖται τὴν ψῆφον λέγων· “τί ὑμῖν δοκεῖ,” ἐπειδὴ τοίνυν ᾔδεσαν, ὅτι εἰ τὸ πρᾶγμα εἰς ἐξέτασιν ἔλθοι, καὶ διάγνωσιν ἀκριβῆ, ἀπαλλάττοι πάσης αὐτὸν αἰτίας· δείκνυσι γὰρ αὐτὸν Υἱὸν Θεοῦ, παρ’ ἑαυτοῖς αὐτὸν καταδικάζουσι, καὶ προκαταλαμβάνουσι τοὺς ἀκροατὰς λέγοντες· “ὑμεῖς ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ,” ὡσανεὶ καταναγκάζοντες καὶ βιαζόμενοι αὐτοὺς, ὡς κατὰ βλασφήμου τὴν ψῆφον ἐξενεγκεῖν· διὸ καὶ ἀπεφήναντο ἐκεῖνοι, ὅτι ἔνοχος θανάτου ἐστίν. ὅθεν οὐ μόνον αὐτοὶ ὡς καταδίκῳ αὐτῷ ἐχρήσαντο, ἀλλὰ καὶ τὸν Πιλάτον, ὡς κατὰ τοιούτου ἀποφήνασθαι παρεσκεύασαν· αὐτοὶ κατηγοροῦντες, αὐτοὶ καταδικάζοντες, αὐτοὶ ψηφιζόμενοι, πάντα αὐτοὶ γινόμενοι τότε.

Τίνος ἕνεκεν οὐκ ἤνεγκαν τὰ σάββατα εἰς μέσον; ὅτι πολλάκις αὐτοὺς ἐπεστόμισε περὶ τούτου· ἄλλως δὲ, καὶ ἐκ τῶν τότε λεγομένων ἐβούλοντο αὐτὸν καταδικάσαι· λάθρα δὲ οὐκ ἀνεῖλον αὐτὸν, ἐπειδὴ ἐβούλοντο καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν· καὶ γὰρ ἦσαν πολλοὶ ἤδη θαυμάζοντες αὐτὸν καὶ ἐκπληττόμενοι· διὰ τοῦτο ἐσπούδασαν δημοσίᾳ καὶ ἐπὶ πάντων σφραγῆναι· τοὐναντίον δὲ ἐξέβη ἤπερ ἐβούλοντο. μᾶλλον γὰρ, τοῦτο ποιησάντων αὐτῶν,

229
ἐξέλαμψεν. ἐπεὶ ὅτι γε ἐξουσίαν εἶχον καὶ καθ’ ἑαυτοὺς ἀνελεῖν αὐτὸν, ἄκουσον τί φησιν ὁ Πιλάτος, “λάβετε αὐτὸν ὑμεῖς καὶ “κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν.” ἀναιρεῖν αὐτὸν μέλλοντες, διατί ἐνέπτυον εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ τἄλλα τὰ ὅμοια ἐποίουν; διὰ τὸν ἀκόλαστον αὐτῶν τρόπον, καὶ ὅτι καθάπερ θήραμα εὑρόντες, οὕτω τὴν ἑαυτῶν ἐδείκνυον παροινίαν, ἑορτὴν ταύτην ποιούμενοι. χρὴ θαυμάζειν τῶν μαθητῶν τὸ φιλάληθες, μεθ’ ὅσης ἀκριβείας ἀπαγγέλλουσι τὰ δοκοῦντα εἶναι ἐπονείδιστα, οὐκ ἐπαισχυνόμενοι, ἀλλὰ καὶ δόξαν ἡγούμενοι τοῦτο μεγίστην, ὥσπερ οὑν καὶ ἦν, τὸ τὸν δεσπότην τῆς οἰκουμένης τοιαῦτα πάσχοντα ὑπὲρ ἡμῶν ἀνέχεσθαι, τοῦτο γὰρ καὶ τὴν αὐτοῦ κηδεμονίαν ἐδείκνυ τὴν ἄφατον, καὶ τὴν πονηρίαν ἐκείνων τὴν ἀσύγγνωστον, καὶ γὰρ πληγὰς τὰς πασῶν ὑβριστικωτέρας ἐνέτεινον, κολαφίζοντες, ῥαπίζοντες, καὶ ταῖς πληγαῖς ταύταις τὴν ἀπὸ τοῦ ἐμπτύειν προστεθείκασιν ὕβριν· καὶ ῥήματα πάλιν πολλῆς γέμοντα κωμῳδίας ἐφθέγγοντο. ἐπειδὴ γὰρ προφήτην αὐτὸν ἔλεγον οἱ πολλοὶ, “προφήτευσον ἡμῖν φησὶ, “προφήτα, τίς ἐστιν ὁ “παίσας σε.” ἕτερος δὲ φησὶν ὅτι καὶ περιβαλόντες τὸ πρόσωπον αὐτοῦ τῷ ἱματίῳ, ταῦτα ἐποίουν, ὥσπερ τινὰ ἄτιμον καὶ τριβολιμαῖον εἰς μέσον λαβόντες· καὶ οὐκ ἐλεύθεροι μόνον, ἀλλὰ καὶ δοῦλοι ταύτην τὴν παροινίαν εἰς αὐτὸν ἐπαροίνουν τότε.