Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς ἀλειψάσης τὸν Κύριον μύρῳ.
Ἡ γυνὴ αὕτη ἡ τὸν Κύριον ἀλείψασα μύρῳ, δοκεῖ μὲν ε7ναι μία καὶ ἡ αὐτὴ παρὰ τοῖς Εὐαγγελισταῖς ἅπασιν, οὐκ ἔστι δὲ, ἀλλὰ παρὰ μὲν τοῖς τρισὶ, μία τις εἶναι μοι δοκεῖ καὶ ἡ αὐτὴ, παρὰ δὲ Ἰωάννῃ, οὐκ ἔτι, ἀλλ’ ἑτέρα τίς θαυμαστὴ, ἡ τοῦ Λαζάρου
Διατί οὐ προτέρως ἀλλὰ μεθ’ ἑτέρας γυναῖκας, τὴν Σαμαρείτιν καὶ τὴν Χαναναίαν, καὶ ἄλλας τινὰς προσέρχεται αὕτη; διὰ τὸ πολλὴν ἑαυτῇ συνειδέναι ἀσελγείας ἀσθένειαν, καὶ μὴ τολμᾷν, ἀλλ’ ὀκνεῖν ἔτι καὶ ἀναδύεσθαι· καὶ οὐδὲ δημοσίᾳ, ἀλλ’ ἐν οἰκίᾳ, καὶ πάντων τῶν ἄλλων ὑπὲρ θεραπείας προσερχομένων σωματικῆς μόνον, αὕτη τῆς κατὰ ψυχὴν διορθώσεως ἕνεκεν προσῄει μόνης. οὐδὲ γάρ τι τοῦ σώματος ἀνάπηρος ἦν, ὥστε καὶ διὰ τοῦτο μάλιστα ἄν τις αὐτὴν θαυμάσειεν. ταῖς θριξὶ δὲ αὐτῆς ἀπέμασσεν, ἐπειδὴ οὐχ ὡς ἀνθρώπῳ προσῄει ψιλῷ, ἀλλ’ ὡς μείζονι ἣ κατὰ ἄνθρωπον· διὰ τοῦτο ὃ παντὸς τοῦ σώματος τιμιώτερον ἦν μέλος, τοῦτο πρὸς τοὺς πόδας ἤνεγκε τοῦ Χριστοῦ, τὴν κεφαλὴν τὴν ἑαυτῆς. τίνος ἕνεκεν ἠγανάκτησαν οἱ μαθηταὶ λέγοντες, καὶ τὰ ἑξῆς; πόθεν ἑαυτοῖς αὕτη ἡ διάνοια ἡ περὶ τῶν πτωχῶν γέγονεν; διὰ τὸ ἀκοῦσαι τοῦ διδασκάλου πολλὰ περὶ ἐλεημοσύνης εἰπόντος, καὶ ὅτι ἔλεον θέλω καὶ οὐ θυσίαν. ἀπὸ τούτων γὰρ συνελογίζοντο πρὸς ἑαυτοὺς, καὶ ἐνενόουν, ὅτι εἰ ὁλοκαυτώματα οὐ προσίεται, οὐδὲ τὴν παλαιὰν λατρείαν ὡς ἐλεημοσύνην, πολλῷ μᾶλλον τοῦ ἐλαίου τὴν χρῆσιν.
Προσήνεγκε δὲ αὐτῷ μύρον, ἐπειδὴ καὶ Ἰακὼβ στήλην ἤλειψε τῷ Θεῷ, καὶ ἐν ταῖς θυσίαις ἔλαιον προσήγετο, καὶ οἱ ἱερεῖς μύρῳ ἐχρίοντο. συνεχώρησε δὲ κατὰ τῆς κεφαλῆς αὐτοῦ χεθῆναι τὸ μῦρον, σφόδρα συγκαταβαίνων αὐτῇ· καὶ γὰρ μετὰ πολλῆς [*](b ἀνάπειρος Cod.)
Περὶ δὲ τοῦ ἐνταφιασμοῦ αὐτοῦ, καὶ “ὅτι ἐμὲ οὐ πάντοτε “ἔχετε” ὁ Χριστὸς εἶπεν, τοὺς μαθητὰς περὶ τοῦ πάθους πάλιν ἀναμνῆσαι βουλόμενος. τὸ δὲ “ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον” καὶ τὰ ἑξῆς, προσέθηκε, τὴν εἰς τὰ ἔθνη ἔξοδον προαναφωνῶν, καὶ παραμυθούμενος αὐτοὺς καὶ ἐν τούτῳ ὑπὲρ τοῦ θανάτου αὐτοῦ, ὅτι περ τοσαύτη μετὰ τὸν σταυρὸν ἡ δύναμις αὐτοῦ ἐκλάμψει, ὡς πανταχοῦ τῆς γῆς ἐκχυθῆναι τὸ κήρυγμα· ἔτι δὲ καὶ πρὸς παράκλησιν καὶ ἔπαινον ἐκείνης· ὃ δὲ λέγει περὶ αὐτῆς, τοιοῦτον ἐστὶν, ὅτι μηδεὶς ἐπιτιμάτω αὐτῇ, ἐγὼ γὰρ τοσοῦτον ἀπέχω τοῦ καταδικάσαι αὐτὴν ὡς κακῶς πεποιηκυῖαν, ἢ μέμψασθαι αὐτὴν ὡς οὐκ ὀρθῶς ἐργασαμένην, ὅτι οὐδὲ ἀφήσω λαθεῖν τὸ γεγενημένον, ἀλλ’ ὁ κόσμος γνώσεται τὸ ἐν οἰκίᾳ ὐπ’ ἀύτης εἰργασμένον, καὶ ἐν κρυπτῷ. καὶ γὰρ ἀπὸ διανοίας εὐλαβοῦς ἦν τὸ γινόμενον, καὶ πίστεως θερμῆς, καὶ συντετριμμένης ψυχῆς· διατί δὲ μηδὲν πνευματικὸν ὑπέσχετο τῇ γυναικὶ, ἀλλὰ τὴν εἰς ἀεὶ μνήμην; ἐπειδὴ ἤρκει τοῦτο καὶ περὶ ἐκείνων πεῖσαι θαρρεῖν αὐτήν. εἰ γὰρ ἔργον καλὸν, ὡς αὐτὸς ἐμαρτύρησεν, ἐποίησεν, εὔδηλον ὅτι καὶ μισθὸν ἄξιον λήψεται.
Τίνος ἕνεκεν εἶπε “τότε πορευθείς;” ἵνα δείξῃ ὅτι ὅτε γυνὴ πεπορνευμένη τοσαύτην ἐπεδείξατο τιμὴν, ὅτε εἶπεν εἰς τὸν ἐνταφιασμόν
Χρὴ δὲ σκοπῆσαι πόση ἦν αὐτοῦ ἡ κακία, ὅτι καὶ αὐτομάτως προσῄει, καὶ ὅτι ἀργυρίου τοῦτο ποιεῖ, καὶ ἀργυρίου τοσούτου· ἐζήτει δὲ εὐκαιρίαν, ἐπειδὴ ἐδεδοίκει τὸν ὄχλον, καὶ μόνον άπολαβεῖν αὐτὸν ἤθελε. καίτοιγε πολλάκις αὐτὸν ἰδὼν διὰ μέσων ἐλθόντα καὶ μὴ κατασχεθέντα, καὶ τῆς αὐτοῦ δυνάμεως καὶ θεότητος πολλὰς παρασχόντα τὰς ἀποδείξεις· οὕτως αὐτὸν καθάπαξ ἐπήρωσεν ἡ φιλαργυρία, καὶ ταῦτα πολλάκις αὐτῷ περὶ τούτου διαλεχθέντος τοῦ Χριστοῦ, διά τε φοβερῶν καὶ προσηνῶν ῥημάτων, ὥστε καταλύσαι τὴν πονηρὰν αὐτοῦ ταύτῃ νἔννοιαν· ἀλλ’ εἰ κἂν οὐδὲν ἐκεῖνος ἐκέρδανεν, οὐ μὴν ὁ ’δε δεσπότης ἐπαύσατο τὰ αὐτοῦ ποιῶν. εἰ οὖν ὁ Χριστὸς καίπερ προειδὼς τὸ ἀδιόρθωτον τοῦ προδότου, οὐκ ἐπαύσατο τὰ αὐτοῦ εἰσφέρων καὶ νουθετῶν καὶ ἀπειλῶν καὶ ταλανίζων, πολλῷ μᾶλλον ὀφείλομεν ἡμεῖς, ἁμαρτάνοντας καὶ ῥαθυμοῦντας νουθετεῖν καὶ διδάσκειν καὶ παρακαλεῖν, κἂν μηδὲν ὠφελῶμεν. ἀκούσατε πάντες οἱ φιλάργυροι, οἱ τὸ τοῦ Ἰούδα νόσημα ἔχοντες· ἀκούσατε, καὶ φύγετε τὸ πάθος τοῦτο. εἰ γὰρ ὁ συνὼν τῷ χριστῷ, καὶ σημεῖα ἐργασάμενος, καὶ τοσαύτης ἀπολαύσας διδασκαλίας, ἐπειδὴ οὐκ ἀπηλλάγη τοῦ νοσήματος τούτου, εἰς τοσοῦτον κατηνέχθη βάραθρον, πολλῷ μᾶλλον ὑμεῖς, οἱ τοῖς παροῦσι προσηλωμένοι, εὐάλωτοι πρὸς ὄλεθρον ἐκ τοῦ πάθους τούτου γενήσεσθε, εἰ μὴ καθ’ ἑκάστην ἡμέραν συνεχοῦς ἀπολαύητε ἐπιμελείας, ἑαυτοὺς διορθούμενοι διὰ τῆς τῶν γραφῶν παραινέσεως. καθ’ ἑκάστην ἡμέραν συνῆν ἐκεῖνος τῷ μὴ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, καὶ καθ’ ἑκάστην ἐπαιδεύετο τὴν ἡμέραν δι’ ἔργων, διὰ ῥημάτων, μὴ χρυσίον, μὴ ἀργύριον, μὴ δύο χιτῶνας ἔχειν, καὶ ὅμως οὐκ ἐσωφρονίσθη· καὶ πῶς οὖν c προσδοκᾷς διαφεύξασθαι τὸ νόσημα, μὴ πολλῇ τῇ προσευχῇ καὶ τῇ ἀναγνώσει, καὶ τῇ σπουδῇ κεχρημένος; δεινὸν γὰρ, δεινὸν, τὸ τῆς φιλαργυρίας θηρίον· ἀλλ’ ὅμως ἐὰν θέλῃς ῥαδίως νικήσῃς. οὐ γάρ ἐστιν ἡ [*](c οὐ Cod.)
Καὶ μετ’ ὀλίγα—Ποῖα γὰρ ὄργανα εἶχον οἱ Ἀπόστολοι τοσαῦτα κατορθώσαντες; οὐχὶ μονοχίτωνες καὶ ἀνυπόδετοι περιῄεσαν, καὶ πάντων περιεγένοντο; τί γὰρ δύσκολον τῶν ἐπιταγμάτων, μηδένα ἔχειν ἐχθρὸν, μηδένα μισεῖν, μηδένα λέγειν κακῶς; τὰ ἐναντία μὲν οὖν τούτων δυσκολώτερα. Καὶ πάλιν—ὅτι οὐχὶ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ d κολάσεις εἰσὶν, ἀλλὰ καὶ πολλαὶ καὶ διάφοροι, καὶ ἀπὸ χρόνων καἲ ἀπὸ προσώπων, καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συνέσεως, καὶ ἐξ ἑτέρων πλειόνων. καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, κείσθω εἰς μέσον ἁμάρτημα πορνείας, καὶ σκοπήσωμεν. εὑρίσκομεν τιμωρίας διαφόρους ἐκ τῶν θείων γραφῶν. ἐπόρνευσέ τις πρὸ τοῦ νόμου, ἄλλως κολάζεται. καὶ τοῦτο ὁ Παῦλος δείκνυσιν, “ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπο- “λοῦνται.” ἐπόρνευσέ τις μετὰ τὸν νόμον, χαλεπώτερα πείσεται, ἐπόρνευσέ τις ἱερεὺς ὣν, προσέθηκέν τι. ἀπὸ γὰρ τῆς ἀξίας καὶ τὴν τιμωρίαν λαμβάνει μεγίστην. ἐπορνεύθη τις βιαίως, αὕτη δὲ ἀπήλλακται κολάσεως. ἐπορνεύθη τίς πλουτοῦσα, ἑτέρα δὲ πενομένη· πάλιν καὶ ἐνταῦθα διαφορὰ, καὶ τοῦτο δῆλον ἐκ τοῦ Δαβὶβ, πῶς ἐνεκαλεῖτο σφοδρότερον. ἐπόρνευσέ τις μετὰ τὴν παρουσίαν τοῦ Χριστοῦ, ἀναβάπτιστος ἀπέλθῃ, πάντων τῶν προειρημένων χαλεπωτέραν δώσει δίκην· ἐπόρνευσέ τις μετὰ τὸ βάπτισμα· ἐνταῦθα λοιπὸν οὐδὲ παραμυθία τῷ ἁμαρτήματι λείπεται. ἐπόρνευσέ τις ἱερωμένος, αὕτη μάλιστα ἡ κορυφὴ τῶν κακῶν.