Περὶ τοῦ Πάσχα.
Πρώτην τῶν ἀζύμων τὴν πρὸ τῶν ἀζύμων φησίν· εἰώθασι γὰρ ἀπὸ τῆς ἑσπέρας ἀεὶ ἀριθμεῖν τὴν ἡμέραν, καὶ ταύτης μνημονεύει [*](d ἑαυτοὺς Cod. corr. e Cod. B.)
219
καθ’ ἣν ἐν τῇ ἑσπέρᾳ τὸ Πάσχα ἔμελλε θύεσθαι. τὸ ἦλθε τοῦτο λέγων, ἐγγὺς ἦν, ἐπὶ θύραις ἦν, τῆς ἑσπέρας δηλονότι μεμνημένος ἐκείνης· ἀπὸ γὰρ τῆς ἑσπέρας ἤρχοντο, διὸ ἕκαστος προστίθησι λέγων, ὅτε ἐθύετο τὸ Πάσχα. ἐρωτῶσι δὲ ποῦ θέλει ἑτοιμασθῆναι τὸ Πάσχα, διὰ τὸ μὴ ἔχειν αὐτὸν καταγώγιον, μήτε οἰκίαν. ἐπιτελεῖ δὲ τὸ Πάσχα, δεικνὺς ὅτι οὐκ ἔστιν ἐναντίος τῷ νόμῳ. πρὸς ἄγνωστον δὲ πέμπει ἄνθρωπον, γνωρίσαι κἀντεῦθεν βουλόμενος, ὅτι εἰ ἤθελεν, ἠδύνατο μὴ παθεῖν. ὁ γὰρ τὸν δεῖνα τοῦτον πείσας, ὥστε αὐτοὺς ὑποδέξασθαι, καὶ ταῦτα ἀπὸ ῥημάτων, ὅπερ καὶ ἐπὶ τῆς ὄνου τοῦτο πεποίηκε, τι οὐκ ἃν εἰργάσατο ἐν τοῖς σταυροῦσιν αὐτὸν, εἴγε ἐβούλετο; ἐγὼ δὲ οὐ τοῦτο θαυμάζω μόνον, ὅτι αὐτὸν ὑπεδέξατο ἄγνωστος ὣν, ἀλλ’ ὅτι προσδοκῶν ἔχθραν ἐπισπάσασθαι τοιαύτην, καὶ πόλεμον ἄσπονδον ἐκ τῶν Ἰουδαίων, κατεφρόνησε τῆς τούτων ἀπεχθείας. σημεῖον δὲ αὐτοῖς δίδωσι τὸν τὸ κεράμιον βαστάζοντα, ἐπειδὴ τὸν τόπον ἠγνόουν.
Εἶπε ’δε ὅτι ο καιρός μου ἐγγὺς ἐστι, ἄμα μεν καὶ τοὺς μαθητὰς ὑπομιμνήσκων τοῦ πάθους συνεχῶς, ὥστε τῇ πυκνότητι τῆς προρρήσεως ἐγγυμνασθέντες μελετᾷν τὸ συμβησόμενον. ἅμα δὲ δεικνὺς αὐτοῖς ἐκείνοις καὶ τῷ ὑποδεχομένῳ, καὶ πᾶσιν Ἰουδαίοις, ὃ πολλάκις εἶπον, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται. προστίθησι δὲ “μετὰ τῶν μαθητῶν μου,” ὥστε ἀρκοῦσαν γενέσθαι τὴν παρασκευήν. διατί δὲ ἐσθιόντων αὐτῶν, περὶ τῆς προδοσίας διαλέγεται; ἵνα καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τῆς τραπέζης δείξῃ τὴν πονηρίαν τὴν τοῦ προδότου· καὶ γὰρ καὶ αὐτὸς ἐκεῖ παρῆν, καὶ ἦλθε κοινωνῆσαι καὶ μυστηρίων καὶ ἁλῶν· καὶ ὅτι ἔδει τότε, εἰ καὶ θηρίον ἦν, πραότερον γενέσθαι.
Πρὸ δὲ τοῦ δείπνου καὶ τοὺς πόδας αὐτοῦ ἔνιψεν, οὐκ εἶπε δὲ ὁ δεῖνα με παραδώσει, ἀλλ’ “εἷς ἐξ ὑμῶν,” φειδόμενος καὶ ἐν τούτῳ τοῦ προδότου, ὥστε πάλιν δοῦναι αὐτῷ μετανοίας ἐξουσίαν τὸ λαθεῖν, καὶ αἱρεῖται φοβῆσαι ἅπαντας ὑπὲρ τοῦ διασῶσαι τοῦτον. τῶν δώδεκα δὲ εἶπε, τουτέστι τῶν πανταχοῦ μοι παρόντων, ὧν τοὺς πόδας ἔνιψα, οἷς τοσαῦτα ἐπηγγειλάμην. ποῖον ἄρα πένθος ἀφόρητον τὸν χορὸν τότε τῶν ἁγίων κατέλαβεν ἐκεῖνον, ὅθεν καὶ ἕκαστος μετὰ λύπης ἔλεγε· “μήτι ἐγώ εἰμι, Κύριε;” διὸ καὶ τῆς ταραχῆς αὐτοὺς ἀπαλλάξαι βουλόμενος, καὶ γὰρ
220
ἀποτεθνήκεισαν τῶ δέει· διὰ τοῦτο αὐτὸν λοιπὸν ἀπεκάλυψε διὰ τοῦ ψωμίου. οὐκ ἐκείνους δὲ μόνους ἀνιέναι βουλόμενος τῆς ἀγωνίας τοῦτο πεποίηκεν, ἀλλὰ καὶ τὸν προδότην διορθώσασθαι θέλων. ἐπειδὴ γὰρ πολλάκις ἀκούσας ἀδιόρθωτος ἔμεινεν, ἀνάλγητος ὣν, βουλόμενος αὐτοῦ καθικέσθαι, ἐμφαίνει αὐτὸν λοιπόν. τίνος ἕνεκε μετ’ αὐτοῦ ἔβαπτεν ὁ προδότης; ἀπὸ πολλῆς ἰταμότητος· οὐδὲ γὰρ λοιπὸν ἐτίμα τὸν διδάσκαλον. ὁ Χριστὸς δὲ συγκαταβαίνων, καὶ μέχρι τούτου αὐτὸν ἐντρέψαι βουλόμενος, καὶ εἰς διάθεσιν ἐπισπασάμενος, ἅμα δὲ καὶ ἡμῖν τύπος μακροθυμίας γινόμενος. τὸ δὲ “ὁ υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ,” προσέθηκε, τοὺς μαθητὰς ἀνακτώμενος, ἵνα μὴ νομίσωσιν ἀσθενείας εἶναι τὸ πρᾶγμα τοῦ θανάτου αὐτοῦ· καὶ γὰρ ἐξ ὧν προέλεγεν, ἑαυτὸν ἐδείκνυεν ἑκουσίως τοῦτον καταδεχόμενος· ἔτι δὲ καὶ τὸν προδότην καὶ ἐν τούτῳ διορθούμενος. καὶ εἰ ἐκεῖνος καὶ μετὰ τοῦτο, καὶ μετὰ τὸ ἀκοῦσαι “οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ,” οὐ μόνον ἀδιόρθωτος, ἀλλὰ καὶ ἀναισχυντίας ἐφθέγξατο ῥήματα, εἰπὼν “μήτι ἐγώ εἰμι;” συνειδὼς γὰρ ἑαυτῷ τοιαῦτα, οὐκ ᾐδέσθη περὶ τούτων ἐξετάσεων. τὸ δὲ εἰπεῖν τὸν δεσπότην, “σὺ εἶπας,” δείκνυσιν αὐτοῦ τὴν ἄφατον ἡμερότητα. καὶ γὰρ ἐνῆν εἰπεῖν αὐτῷ, ὦ μιαρὲ καὶ παμμίαρε, ἐναγῆ καὶ βέβηλε, τοσοῦτον χρόνον ὠδίνων τὸ κακὸν, καὶ ἀπελθὼν καὶ συμβόλαια Σατανικὰ ποιήσας, καὶ ἀργύριον συνθέμενος λαμβάνειν, καὶ παρ’ ἐμοῦ διελεγχθεὶς ἔτι τολμᾷς ἐρωτᾷν; ἀλλ’ οὐδὲν τούτων εἴρηκεν, ἀλλὰ πῶς; “σὺ εἶπας·” ὀροὺς ἡμῖν καὶ κανόνας ἀνεξικακίας πηγνύς. μηδεὶς οὖν λεγέτω ὅτι, εἰ γεγραμμένον ἦν τοῦ παθεῖν αὐτὸν ταῦτα, διατί ἐγκαλεῖται Ἰούδας τὰ γεγραμμένα ποιήσας; ἐπειδὴ οὐ ταύτῃ τῆ γνώμῃ τοῦτο πεποίηκεν, ἀλλὰ πονηρᾷ προαιρέσει· χρὴ γὰρ τὸν σκοπὸν ἐξετάζειν πανταχοῦ. διατὶ οὐκ ἠρώτησεν ἐξ ἀρχῆς ὁ Ἰούδας, μήτι ἐγώ εἰμι; ἐπειδὴ ἐνόμιζε λανθάνειν τὸ εἰπεῖν τὸν Χριστὸν, “εἷς ἐξ “ὑμῶν,” ὅτε αὐτὸν δῆλον ἐποίησε, τότε τῆ ἐπιεικείᾳ τοῦ διδασκάλου καταφρονήσας ὡς οὐκ ἐλέγξαντος αὐτὸν, οὐκ ᾐδέσθη τοῦ ἐρωτῆσαι, ῥαββὶ δὲ αὐτὸν ἐκάλεσεν ἀπὸ πολλῆς ἰταμότητος· τοιοῦτον γὰρ ἡ φιλαργυρία, μωροὺς γὰρ καὶ ἀνοήτους ἐργάζεται.
Πῶς ὁ μὲν Ματθαῖος φησὶ, καὶ οἱ ἄλλοι, ὅτι ὅτε συνετάξατο περὶ τῆς προδοσίας ὁ Ἰούδας, τότε αὐτὸν ὁ διάβολος εἷλεν· ὁ δὲ
221
Ἰωάννης, “μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς;” καὶ αὐτὸς μὲν ὁ Ἰωάννης τοῦτο ἀνωτέρω εἶπεν, ὅτι δείπνου γενομένου καὶ τὰ ἑξῆς.