Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς ἐλεύσεως τοὐ Χριστοῦ.
Ἐπειδὴ νῦν ἐν ἀτιμίᾳ παρεγένετο ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς ἡμῶν ὁ ἀληθινὸς, καὶ ὕβρεσι καὶ ὀνείδεσι, διὰ τοῦτο φησίν· “ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ,” καὶ τὰ ἑξῆς, τουτέστιν ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσία· ἔτι δὲ καὶ ἐπειδὴ ὁ σταυρὸς ἐγγὺς ἦν, πρᾶγμα δοκοῦν ἐπονείδιστον εἶναι, ὑπ’ ὄψιν ἄγει τὸ δικαστήριον ἐκεῖνο, καὶ τὴν οἰκουμένην περιίστησιν ἅπασαν, καὶ τοὺς οὐρανοὺς κενουμένους· πάντες γὰρ οἱ ἅγιοι Ἄγγελοι παρέσονται μετ’ αὐτοῦ, φησί· τίνος ἕνεκεν; μαρτυροῦντες καὶ αὐτοὶ, ὅσα διηκόνισαν πεμπόμενοι διαφόρως παρὰ τοῦ δεσπότου, πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν· καὶ πανταχόθεν φρικώδης ἡ ἡμέρα ἐκείνη τότε ἔσται· καὶ “συναχθήσονται,” φησὶ, “πάντα “τὰ ἔθνη,” τουτέστι πᾶσα ἡ τῶν ἀνθρώπων φύσις· “καὶ ἀφοριεῖ “αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν τὰ πρόβατα.” νῦν μὲν γὰρ οὐκ εἰσὶν ἀφορισμένοι, ἀλλὰ ἀναμὶξ, ἡ δὲ διαίρεσις τότε ἔσται μετὰ ἀκριβείας ἁπάσης· καὶ τέως ἀπὸ τῆς στάσεως αὐτοὺς
Χρὴ δὲ σκοπῆσαι καὶ ἐπιταγμάτων τὸ ἐλαφρόν· οὐ γὰρ εἶπεν ἐν φυλακῇ ἤμην, καὶ οὐκ ἀπηλλάξατέ με, ἄρρωστος ἤμην, καὶ οὐκ ἀνεστήσατέ με, ἀλλ’ ὅτι οὐκ ἐπεσκέψασθέ με, οὐδὲ ἤλθετε πρός με. διατί καὶ ἐλαχίστους καὶ ἀδελφοὺς καλεῖ τοὺς πτωχούς; ἐπειδὴ ταπεινοὶ καὶ πένητες καὶ ἀπερριμμένοι ὑπάρχουσι. διὰ τοῦτο καὶ ἀδελφοί· τοὺς γὰρ τοιούτους μάλιστα εἰς ἀδελφότητα καλεῖ, τοὺς ἀγνώστους, τοὺς εὐκαταφρονήτους, οὐχὶ τοὺς μοναχοὺς μόνους λέγων, καὶ τοὺς τὰ ὄρη κατειληφότας, ἀλλ’ ἕκαστον πιστὸν, κἂν βιωτικὸς ὑπάρχῃ· πεινῶν δὲ ἶ καὶ λιμώττων, γυμνὸς καὶ ξένος· πάσης αὐτὸν τῆς ἐπιμελείας ἀπολαύειν βούλεται· ἀδελφὸν γὰρ τὸ βάπτισμα ἐργάζεται, καὶ ἡ τῶν ἀχράντων μυστηρίων κοινωνία· πρότερον γὰρ τοὺς κατορθωκότας ἐπαινεῖ· ὅπως καὶ ἐν τούτῳ δείξῃ τὸ δίκαιον τῆς ἀποφάσεως, “δεῦτε” λέγων, “οἱ εὐλογη- “μένοι τοῦ Πατρός μου,” καὶ τὰ ἑξῆς. ὅσον ἀγαθὸν τοῦτο τὸ ὄνομα ἀντάξιον τὸ εὐλογημένους εἶναι, καὶ παρὰ τῷ Πατρὶ εὐλογημένους· ἔτι δὲ καὶ ἵνα μὴ πρότερον ἐκεῖνοι καταδικαζόμενοι
Οὐκ εἶπε λάβετε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν, ἀλλὰ κληρονομήσατε. ἵνα δείξῃ τὴν ὑπερβάλλουσαν τῆς χάριτος δωρεάν· ὡς οἰκεῖα γάρ φησιν, ὡς πατρῷα, ὡς ὑμέτερα, ὡς ὑμῖν ἄνωθεν ὀφειλομένην, οὕτως αὐτὴν κληρονομήσατε· πρινὴ γὰρ ὑμᾶς γενέσθαι, ταῦτα ὑμῖν ἡτοίμασται πη ἐμοῦ καὶ ηύτρέπισται, ἐπειδὴ ᾔδειν τοιούτους ἐσομένους ὑμᾶς. σκοπήσωμεν δὲ ἀντὶ ποίων τοσαῦτα λαμβάνουσιν, ἀντὶ στέγης, ἀντὶ ἱματίου, ἀντὶ ἄρτου, ἀντὶ ὕδατος ψυχροῦ, ἀντὶ ἐπισκέψεως, ἀντὶ εἰσόδου τῆς εἰς τὸ δεσμωτήριον· ἐκείνοις δὲ εἰπὼν “πορεύεσθε οἱ “κατηραμένοι,” οὐκ εἶπεν ὑπὸ τοῦ Πατρός μου· οὐ γὰρ αὐτὸς αὐτοὺς κατηράσατο, ἀλλὰ τὰ οἰκεῖα ἔργα, ἀλλ’ οὐδὲ τοῦτο εἶπεν, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον ὑμῖν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπειδὴ δὲ ὑμεῖς ἑαυτοὺς ἐβάλετε, διὰ τοῦ μὴ θρέψαι ἣ ποτίσαι, μηδὲ ἐνδύσαι μηδὲ ἐπισκέψασθαι, ἑαυτοῖς τὴν αἰτία λογίζεσθε. φοβηθῶμεν ἀγαπητοὶ ταῦτα ἀκούοντες, καὶ ἐννοήσαντες τῶν τοιούτων καὶ τοσούτων ἀγαθῶν τὴν ἑτοιμασίαν, καὶ τῆς ἀφορήτου καὶ αἰωνίου κολάσεως τὴν κατάκρισιν· σπουδάσωμεν ἐν εἰλικρινεῖ καὶ δαψιλεῖ συμπαθείᾳ, τῶν μὲν αἰωνίων ἀγαθῶν καὶ ἀνεκδιηγήτων κληρονόμοι γενέσθαι· τῶν δὲ ἀτελευτήτων βασάνων, πεῖραν μὴ λαβεῖν. εἰ γὰρ καὶ μὴ συνεγινώσκομεν ἑαυτοῖς ἁμαρτίας, οὐδ’ οὕτως ἡμᾶς ἔδει τῆς εἰς ἀλλήλους ἀμελεῖν συμπαθείας· εἰ δὲ πολλῶν ἁμαρτιῶν ὑπάρχομεν ὑπεύθυνοι, δι’ ἐλεημοσύνης πολλῆς, ταύτας ἐξαλείψωμεν προηγουμένως· καὶ τῶν ἄλλων ἀρετῶν ἀντεχόμενοι, καὶ μὴ τῇ ἐλεημοσύνῃ μόνῃ θαρροῦντες, ἑαυτοὺς τρυφῇ καὶ μέθῃ καὶ πορνείᾳ καὶ πλεονεξίᾳ καὶ μνησικακίᾳ καὶ φθόνῳ καὶ καταλαλιᾷ, καὶ ἑτέραις ἁμαρτίαις ἐκδότους ποιήσωμεν. διότι πάντα ὅσα διὰ τῶν ἁγίων Εὐαγγελίων διδασκόμεθα τηρεῖν, προσετάχθημεν οὐ τὰ μὲν, καὶ τὰ δὲ, ἀλλὰ πάντα.
Ὠριγένουσ. To “ ἀπὸ καταβολῆς κόσμου,” ἣ “ πρὸ καταβο- “ λῆς κόσμου,” τὸ ὡρισμένον ἐν προγνώσει δηλοῖ· ἔχει δὲ καὶ μυστικὸν τί, ὅπερ ζήτει.
Εὐκαίρως περὶ τοῦ πάθους πάλιν διαλέγεται, ἐπειδήπερ προεῖπε περὶ τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῆς ἀνταποδόσεως τῆς καὶ τῆς κολάσεως· ὡσανεὶ ἔλεγε, τι δεδοίκατε ἐπὶ τοῖς προσκαίροις δεινοῖς, τοιούτων ὑμᾶς ἀναμενόντων ἀγαθῶν ; μνημονεύει δὲ τοῦ Πάσχα, εἰς ὑπόμνησιν τῶν πολλῶν εὐεργετημάτων τῶν κατ’ Αἴγυπτον ἄγων αὐτούς· ὅτι καὶ τὸ νῦν γινόμενον διὰ σταυροῦ μυστήριον, ἑορτὴ καὶ πανήγυρις ἐστὶν ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης τελούμενον, εἰπὼν δὲ ὅτι συνήχθησαν οἱ ἀρχιερεῖς, ἔδειξεν ὅτι τὰ Ἰουδαϊκὰ ἀρχὴν ἐλάμβανε διαλύεσθαι· ὁ μὲν γὰρ Μωυσῆς ἕνα εἶναι ἀρχιερέα ἐκέλευσεν, καὶ τελευτήσαντος, τότε ἕτερον γίνεσθαι· τότε δὲ πολλοὶ ἦσαν ἀρχιερεῖς· ἐνιαύσιοι γὰρ ἐγίνοντο, καὶ τοῦτο ἐδήλωσεν ὁ Εὐαγγελιστὴς εἰπὼν Λουκᾶς, ὅτε περὶ τοῦ χαχαρίου διελέγετο, Ἐξ ἐφημερίας αὐτὸν εἶναι Ἀβιά. αὐτὸς οὖν ἐνταῦθα φησὶ τοὺς ἀπὸ ἀρχιερέων. χρὴ δὲ σκοπῆσαι καὶ τὴν ἄφατον τῶν Ἰουδαϊκῶν πραγμάτων διαφθοράν· παρανόμοις γὰρ πράγμασιν ἐπιχειροῦντες, πρὸς ’τον ἀρχιερέα ἔρχονται· καὶ γὰρ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καιάφα συνήχθησαν· ἐκεῖθεν βουλόμενοι τὴν ἐξουσίαν τῶν κακῶν λαβεῖν, ὅθεν κωλύεσθαι ἔδει· τί δὲ συνεβουλεύσαντο ; ἵνα τὸν δεσπότην αὐτῶν, δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν· ἐδεδοίκεισαν γὰρ τὸν λαὸν, διὸ καὶ τὴν ἑορτὴν ἀνέμενον παρελθεῖν· “ ἔλεγον γὰρ, μὴ ἐν τῇ ἑορτῇ,” καὶ τὰ ἑξῆς. ἐφοβοῦντο γὰρ, οὐ τὰ τοῦ Θεοῦ, ἀλλὰ πανταχοῦ τὰ πίνα· ἀλλ’ ὁμ́ως τῷ θυμῷ ζέοντες ἐπειδὴ καὶ τὸν προδότην εὗρον, πάλιν μετέθεντο.