Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν τὰ τάλαντα λαβόντων.

Ἡ μὲν προειρημένη τῶν παρθένων παραβολὴ τῆς διὰ τῶν χρημάτων ἐλεημοσύνης ἕνεκεν εἴρηται· ἡ δὲ τῶν ταλάντων πρὸς τοὺς οὐ χρήμασιν, οὐ λόγῳ, οὐ προστασίᾳ, οὐχ ἑτέρῳ οὑν τρόπῳ ὠφελεῖν βουλομένους τοὺς πλησίον, ἀλλὰ πάντα ἄπο κρύπτοντας. διατὶ δὲ αὕτη μὲν ἡ παραβολὴ βασιλέα εἰσάγει, ἡ δὲ τῶν παρθένων νυμφίον ; ἵνα μάθωμεν πῶς οἰκειῶται πρὸς τὰς παρθένους ὁ Χριστὸς, τὰς τὴν ἐλεημοσύνην δαψιλῶς παρεχούσας, καὶ πάντα τὰ ὄντα τοῖς πένησι διανεμούσας . τοῦτο γὰρ καὶ παρθενία καθὼς καὶ ὁ Παῦλος φησίν· “ ἣ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου,” καὶ πάλιν διὰ τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. εἶπε δὲ ὅτι “ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα, καὶ ἀπεδήμησεν.” ἵνα μάθωμεν αὐτοῦ τὴν μακροθυμίαν· ἔτι δὲ καὶ τὸν μεταξὺ καιρὸν τῆς συντ ἑλείας αἰνιττόμενος ταῦτα ἔλεγεν· καὶ ἐπειδὴ πάντες ἐργάται ὑπάρχομεν, πρὸς πάντας διαλέγεται, πρὸς ἄρχοντας, πρὸς ἀρχομένους, πρὸς δεσπότας καὶ δούλους, πρὸς σοφοὺς καὶ ἰδιώτας. τάλαντα δέ εἰσιν ἡ ἑκάστου δύναμις, ἣν ἔλαβε παρὰ Θεοῦ, εἴτε ἐν προστασίᾳ, εἴτε ἐν χρήμασιν, εἴτε ἐν διδασκαλίᾳ, εἴτε ἐν οἱῳδήποτε πράγματι τοιούτῳ. τὸ δὲ εἰπεῖν, τὸν μὲν ὅτι πέντε τάλᾶντά μοι παρέδωκας, τὸν δὲ ὅτι δύο, τὴν εὐγνωμοσύνην ἑαυτῶν ἐμφαίνουσιν· καὶ ὅτι παρ’ αὐτοῦ τὴν ἀφορμὴν λαβόντες τῆς ἐργασίας, πολλὴν χάριν ὁμολογοῦσιν αὐτῷ, τὸ πᾶν αὐτῷ λογιζόμενοι· τὸ δὲ “ εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου” σημαίνει, τὸ τὴν πᾶσαν οἱ τοιοῦτοι κληρονομοῦσι μακαριότητα· καὶ οὗτοι μὲν οἱ πιστοὶ δοῦλοι, διπλασιάσαντες τὰ δοθέντα, καὶ χάριν ὡμολόγησαν· ὁ δὲ πονηρὸς δοῦλος, οὐ μόνον οὐκ ἐδιπλασίασεν, ἀλλὰ καὶ κατηγορίαν προσήνεγκε λέγων, “ ἔγνων σε ὅτι σκληρὸς εἶ “ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διε- “ σκορ́πισας,” καὶ τὰ ἑξῆς· τοιοῦτον γὰρ ἡ πονηρία, σκοτεῖ τὸν λογισμὸν, καὶ κατὰ κρημνὸν ποιεῖ φέρεσθαι τὸν ἅπαξ τῆς εὐθείας ἐκτραπέντα ὁδοῦ· τὸ δὲ εἰπεῖν “ πονηρὲ δοῦλε,” φοβερὰν ἐμφαίνει τὴν ἀγανάκτησιν· τὸ δὲ καταβαλεῖν, δηλοῖ τὸ εἰπεῖν καὶ παραινέσαι

209
καὶ συμβουλεῦσαι· “ἀργύριον” καλεῖ τὰ λήια τὰ τίμια, τραπεζίτας δὲ τοὺς ἀκούοντας “τόκον” δὲ οὐ μόνον τὰ καταβληθέντα διὰ τῆς ἀκροάσεως, ἀλλὰ καὶ τὴν τῶν ἔργων ἐπίδειξιν· καὶ ἐπὶ μὲν τῶν αἰσθητῶν χρημάτων κωλύει τοῦτο γίνεσθαι, καὶ κατακρίνει τοὺς τοῦτο ποιοῦντας· ἐπὶ δὲ τῶν πνευματικῶν, αὐτὸς ὑπισχνεῖται τοὺς τόκους ἀπαιτεῖν. κελεύει δὲ τοῦ ἀρθῆναι τὸ τάλαντον, τουτέστι τὸ χάρισμα ἀπ’ αὐτοῦ, καὶ προστεθῆναι τῷ ἔχοντι· διὰ τούτου δεικνὺς, ὅτι ὁ χάρισμα ἔχων λόγου διδασκαλίας, καὶ μὴ εἰς τὸ ὠφελεῖν χρώμενος αὐτῷ, ἀπόλλῃ καὶ τὴν χάριν· καὶ μετὰ τὴν ἀπόφασιν τὴν πολλῆς γέμουσαν κατηγορίας, ἀχρεῖον γὰρ αὐτὸν δοῦλον ὠνόμασε, καὶ εἰς τὴν ἀφόρητον ἐκπέμπει κόλασιν· ὁ δὲ σπουδὴν παρεχόμενος εἰς τὸ χρᾶσθαι τῷ τῆς διδασκαλίας χαρίσματι πρὸς τὴν τοῦ πλησίον ὠφέλειαν, πλείονα ἐπισπάσεται καὶ τὴν δωρεάν. ἀκούσωμεν τοίνυν τῶν ῥημάτων τούτων· καὶ ὡς ἐστὶ καιρὸς, ἐργασώμεθα τὴν σωτηρίαν ἡμῶν, καὶ λάβωμεν ἔλαιον δαψιλὲς εἰς τὰς λαμπάδας, καὶ εἰς ὅπερ ἐλάβομεν τάλαντον, τουτέστι χάρισμα, ἐπεργασώμεθα, τοὺς πλησίον ἀόκνως παρακαλοῦντες καὶ νουθετοῦντες εἰς τὸ ἀγαθόν· καὶ εἰς προστασίαν σπουδαῖοι γινόμενοι· ἃν γὰρ ὀκνήσαντες ἐνταῦθα ἐν ἀργίᾳ διάγωμεν, οὐδεὶς ἡμᾶς ἐλεήσει λοιπὸν ἐκεῖ, κἂν μυρία θρη- νωμεν.

Θεοδώρου Ἡρακλείασ. Ἐκδημίαν αὐτοῦ καλεῖ, τὴν εἰς οὐρανοὺς ἄνοδον, ὅτε καὶ παρέδωκε τοῖς μαθηταῖς τὰ οὐράνια μυστήρια, καὶ τοῖς τῆς Ἐκκλησίας μυσταγωγοῖς, ἑκάστῳ κατὰ τὴν ἀναλογίαν τῆς θεοσεβείας τὸ ἁρμόδιον δούς.

Σευήρου Ἀντιοκείασ. Τάλαντόν ἐστι τὸ διδασκαλικὸν χάρισμα, ὃ ἐπιστεύθησαν οἱ τῶν Ἐκκλησιῶν πρόεδροι, ἕκαστος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως αὐτοῦ.

Ὠριγένουσ. Τῶν δούλων ἐστὶ τὸ μεταδοῦναι, τοῦ δεσπότου τὸ ἀπαίτησαι.

Τοῦ Χρυσοστόμου. Ἡ παρρησία τῆς ἐργασίας καὶ τοῦ κέρδους ποιεῖ καὶ θαρροῦντα προσιέναι, καὶ λαλεῖν ἐν πεποιθήσει. Τοῦ Αὐτοῦ. Μέγα μαρτύριον παρὰ δεσπότου οὕτως ἀκοῦσαι, ὡς Ἀβραὰμ πιστεύσαντι τῷ Θεῷ ἐλογίσθη εἰς δικαιοσύνην, οὕτω καὶ παντὶ πιστῷ—Καὶ μετ’ ὀλίγα—ὀλίαγα τὰ ἐνταῦθα ἐγχει-

210
ρισθέντα, πολλὰ τὰ μετὰ τὴν ἐνταῦθα ζωὴν, διαβὰς τὰ αἰσθητὰ καὶ τὰ ἀόρατα, ἔρχομαι πρὸς αὐτὸν τὸν Χριστόν. τὰ δὲ ἐκεῖ πάντα, εὐπάθεια καὶ χαρά· ὅτε οἱ νῦν κλαίοντες γελάσονται· ἐπὶ δὲ τῶ πέντε τάλαντα λαβόντι, καὶ ἐπὶ τῷ δύο ταῦτα λέγεται, ἁρμόσειεν ταῦτα, τὸ ᾧ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ᾧ τὸ ὀλίγον οὐκ ἐλαττόνησεν.

Θεοδώρου Ἡρακλείασ. Τὰ παρ’ αὐτοῦ λεγόμενα τίθησιν εἰς ἔνδειξιν τῶν λόγων, ἤτοι καὶ τῶν λογισμῶν, οἷς ἔθος κεχρῆσθαι τινας λέγοντας, ὅτι οὐ χρεία μοι πόνου, οὐδὲ τὸ ὑπὲρ ἑτέρων εὐθύνας ὑπέχειν, ὃ καλῶς εἰπε θερίζειν ὅπου οὐκ ἔσπειρεν, τοῦτο γάρ ἐστι, τὸ παρὰ τῶν λειτουργῶν εὐθύνας ἀπαιτεῖν τὸν κριτὴν τῆς ἑτέρων ῥαθυμίας· ὡς γὰρ οὐκ ἔνεστι τινὰ θέρος ἐκεῖθεν ἐκδέχεσθαι, ἔνθα μὴ γέγονε σπόρος, οὕτως οὐκ ἔνεστι, φησὶν, ἐμὲ ὑπὲρ ἑτέρου εὐθύνας ἕτερον αἰτεῖν· διό φησιν, εἰ τοῦτο ᾔδεις, πολλῷ μᾶλλον ἐχρῆν σε τὰ οἰκεῖα ἐπιδείξασθαι. εἰ γὰρ τὰ ἑτέρων, ὡς φῇς, μέλλω ἀπαιτεῖν, πολλῷ μᾶλλον σὲ ἀπῄτησα ἃν τῶν οἰκείων εὐθύνας, καὶ τοὺς μαθητευομένους δὲ τὸν προσήκοντα καρπὸν ἀπὸ τῆς ἐργασίας τῆς τῆς· εἰ σὺ περὶ αὐτοῦ ἦσθα τὰ δέοντα ἐπιδειξάμενος. δείκνυσι γὰρ ἐνταῦθα ὅτι ἕτερον ὑπὲρ ἑτέρου εὐθύνας οὐκ ἀπαιτεῖ, ἀλλὰ παρὰ μὲν τῶν διδασκάλων τὰ οἰκεῖα, παρὰ δὲ τῶν μαθητευομένων τὴν ὑπακοήν.

Τοῦ Χρυσοστόμου. Τουτέστιν ἐχρῆν εἰπεῖν, διαμαρτύρασθαι ἔδει, οὐκ ἔχεις οὐδέν; γλῶτταν ἔχεις· μή τις τοίνυν λεγέτω ὅτι οὐδὲν ἀφελῶ, ἔχεις γὰρ τὸ ἓν τάλαντον· ἕκαστος καταβαλεῖν ἔδει· ὁ κίνδυνος τῶν ἀκουόντων· τὴν ἀπαίτησιν ἐμοὶ ἐπιτρέψαι· κἀγὼ μετὰ τόκον ἃν ἀπῄτησα, τόκον λέγων ἀκροάσεως, τὴν τῶν ἔργων ἐπίδειξιν.

Τοῦ Χρυσοστόμου. Τί δὴ τοῦτό ἐστι; ὁ χάριν λαβὼν, καὶ τὴν προθυμίαν μὴ ἐπιδειξάμενος τὴν ἑαυτοῦ, καὶ τὴν χάριν ἀπόλλυσι· ὁ δὲ σπουδὴν παρεχόμενος, πλείονα ἐπισπάσηται τὴν χάριν· ἀλλ’ οὐ μέχρι τούτου ἡ ζημία, ἀλλὰ καὶ ἀφόρητος κόλασις, καὶ μετὰ τῆς κολάσεως, ἡ ἀπόφασις δικαία. ἀπὸ γὰρ τῶν τοιούτων ἀφαιρεθήσεται ἡ τοῦ Πνεύματος χάρις, καὶ ὁ τοῦ διδασκάλου βαθμὸς, καὶ τῆς ἐσχάτης πειραθήσεται τιμωρίας· καὶ δίδοται τῷ πλουτοῦντι πλουσιωτέρας χάριτος ἐκείνῳ προστιθεμένης, πλὴν

211
εἰ καὶ διάφορα τὰ χαρίσματα, ἀλλ’ ἴση ἡ τιμὴ, ὅταν τις ἐπὶ τὸ ἀκρότατον ἀναβῇ τῆς δοθείσης αὐτῷ παρὰ Θεοῦ ἰσχύος, “καὶ τὸν “ἀχρεῖον δοῦλον ἐκβάλλετε εἰς τὸ σκότος,” καὶ τὰ ἑξῆς. εἶδες πῶς οὐ μόνον ὁ ἁρπάζων καὶ πλεονεκτῶν, οὐδὲ ὁ κακὰ ἐργαζόμενος, ἀλλὰ καὶ ὁ ἀγαθὰς μὴ ποιῶν, κολάζεται κόλασιν τὴν ἐσχάτην; ἀντιλαβώμεθα τοίνυν τῆς σωτηρίας τῆς ἡμετέρας, ἐργασώμεθα εἰς τὸ τάλαντον· ἃν γὰρ ὀκνήσωμεν καὶ διατρίψωμεν ἐνταῦθα ἐν ἀργίᾳ, οὐδεὶς ἡμᾶς ἐκεῖσε ἐλεήσει. λοιπὸν πάντα εἰσενέγκωμεν εἰς τὴν τῶν πλησίον ὠφέλειαν. τάλαντα γὰρ ἐνταῦθα ἐστὶν ἡ ἑκάστου δύναμις· εἴτε ἐν προστασίαις, εἴτε ἐν χρήμασιν, εἴτε ἐν διδασκαλίᾳ, εἴτε ἐν οἱωδήποτε πράγματι μηδεὶς λεγέτω, ὅτι ἓν τάλαντον ἔχω, δύνασαι γὰρ καὶ δι’ ἑνὸς εὐδοκιμῆσαι.

Ἐξ ἀνεπιγράφου. Σκότος ἐξώτερον ἔνθα οὐδεὶς φωτισμὸς, τάχα μὲν οὐδὲ φωτισμὸς πάντως, οὐδὲ μία ἐπισκοπὴ θείου φωτός. μὴ θαύμαζε εἰ ἕνεκα τοῦ μὴ διδάξαι τὸν λόγον, ταῦτά τις πείσεται καὶ ἀκούσεται. Παῦλος δὲ λέγει, “οὐαὶ γάρ μοι ἐστὶν, “ἐὰν μὴ εὐαγγελίζωμαι.”