Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν ι΄ παρθένων.

Ἡ περὶ τῶν δέκα παρθένων παραβολὴ, καὶ ἡ μετὰ ταύτην τῶν ταλάντων, τῇ προτέρᾳ ἐοίκασιν, τῇ τοῦ πιστοῦ δούλου καὶ τοῦ ἀγνώμονος· τέσσαρες γάρ εἰσιν αἱ πᾶσαι περὶ τῶν αὐτῶν διαφόρως ἡμῖν παραινοῦσαι, λέγω δὴ τῆς περὶ τὴν ἐλεημοσύνην σπουδῆς, καὶ τοῦ πάντοτε διὰ πάντων ὧν ἃν δυνάμεθα τὸν πλησίον ὠφελεῖν, ὡς οὐ δυνατὸν σωθῆναι ἑτέρως. Καὶ μετ’ ὀλίγον—Τίνος ἕνεκεν οὐχ ἁπλῶς οἷον δήποτε ὑποτίθεται πρόσωπον, ἀλλ’ ἐπὶ τοῦ [*](z αὐτῷ Cod.)

206
τῶν παρθένων προσώπου ταύτην ποιεῖται τὴν παραβολὴν; ἐπειδὴ μεγάλα περὶ παρθένων διελέχθη, εἰπὼν, “εἰσὶν εὐνοῦχοι” καὶ τὰ ἑξῆς· οἶδε δὲ καὶ τοὺς πολλοὺς τῶν ἀνθρώπων περὶ αὐτὴν δόξαν ἔχοντας. καὶ γὰρ ἐστὶ φύσει τὸ πρᾶγμα μέγα, καὶ δείκνυται ἐξ ὧν οὔτε ἐν τῇ παλαιᾷ ὑπὸ τῶν παλαιῶν ἀνδρῶν ἐκείνων κατωρθώθη· καὶ ἐν τῇ καινῇ οὐκ ἦλθεν εἰς ἀνάγκην νόμου· οὐ γὰρ ἐπέταξε τοῦτο, ἀλλὰ τῇ προαιρέσει τῶν ἀκουόντων ἐπέτρεψε· διὸ καὶ ὁ Παῦλος φησὶ, “περὶ δὲ τῶν παρθενῶν’ καὶ τὰ ἑξῆς· ἐπεὶ οὖν καὶ μέγα τὸ πρᾶγμα ἦν, καὶ μεγάλην παρὰ τοῖς πολλοῖς δόξαν εἶχεν, ἵνα μή τις τούτου κατορθῶν διάκειται, καὶ τῶν λοιπῶν ἀρετῶν ἀμελεῖ, τίθησι ταύτην τὴν παραβολὴν ἱκανὴν οὖσαν· ὅτι παρθένος, κἂν τὰ ἄλλα πάντα ἔχῃ, τῶν ἀπὸ τῆς ἐλεημοσύνης καλῶν ἔρημος οὖσα, μετὰ πορνῶν ἐκβάλλεται, καὶ μάλα εἰκότως· οἱ μὲν γὰρ σωμάτων ἔρωτος ἡττήθησαν, οἱ δὲ χρημάτων. οὐκ ἔστι δὲ ἶσον σωμάτων ἔρως καὶ χρημάτων, ἀλλ’ ὁ τῶν σωμάτων δριμύτερός τε πολλῷ καὶ τυραννικώτερος· ὅσῳ τοίνυν εἰς τὸ ἧττον τίς ἥττηται, τοσοῦτον μᾶλλον ἀσύγγνωστος ὁ ἡττηθείς· διὰ τοῦτο δὴ καὶ μωρὰς αὐτὰς καλεῖ, ὅτι τὸν μείζω ὑποστᾶσαι πόνον, διὰ τὸν ἐλάττονα τὸ πὰν προὕδωκαν. χρὴ οὑν σκόπησαι ὅτι περ εἰ οὕτως ἐξεβλήθη παρθένος τῆς βασιλείας τῶν οὐρανῶν, ἐλεημοσύνη οὐκ ἔχουσα δαψιλῆ, τι ἄρα συμβήσεται τοῖς μηδὲ ταύτην μηδὲ ἐκείνην μεγαλοψύχως ἔχουσιν;

Τί δὲ σημαίνουσιν αἱ λαμπάδες; αὐτὸ τῆς παρθένου τὸ χάρισμα, τὸ ἔλαιον δὲ τὴν φιλανθρωπίαν, τὴν ἐλεημοσύνην, τὴν περὶ τὴν ἁγιωσύνην τοῖς δεομένοις βοήθειαν. τὸ “χρονίζειν δὲ τὸν “νυμφίον,” τὸν οὐκ ὀλίγον χρόνον ἐσόμενον τοῦ φανῆναι τὴν βασιλείαν αὐτοῦ. τὸ δὲ “ἐκάθευδον,” τὸν θάνατον· τὸ δὲ περὶ μόνας τὰς νύκτας γενέσθαι τὴν κραυγὴν, ὅτι ἐν νυκτὶ ἡ ἀνάστασις γίνεται, “ἐν φωνῇ ἀρχαγγέλου,” ὡς ὁ Παῦλος φησί· τί δὲ βοῶσιν αἱ σάλπιγγες; ὁ νυμφίος ἔρχεται· τὸ δὲ αἰτῆσαι τὰς μωρὰς καὶ μὴ λαβεῖν, περὶ τῶν φρονίμων δηλοῖ, ὅτι οὐδεὶς ἡμῶν ἐκεῖ τῶν ἐκ τῶν ἔργων δοθῆναι προστῆναι δυνήσεται, ἐπειδὴ οὐ δύναται· καὶ γὰρ αἱ φρόνιμοι ἐπὶ τὸ ἀδύνατον καταφεύγουσιν.

Τί ἐστι τὸ “πορεύεσθε καὶ ἀγοράσατε, καὶ ὅτι ἀπῆλθον;” τοῦτο εἶπε τῇ παραβολῇ παραμένων καὶ ὑφαίνων αὐτὴν, καὶ διὰ

207
τούτων δεικνὺς, ὅτι εἰ a καὶ φιλάνθρωποι γενώμεθα μετὰ τὸ ἀπελθεῖν ἐκεῖ, οὐδὲν ἐντεῦθεν κερδήσομεν εἰς τὸ διαφυγεῖν τὴν κόλασιν· ὥσπερ οὐδὲ ταύταις ἤρκεσεν ἡ προθυμία, ἐπειδὴ μὴ ἐνταῦθα ἀπῆλθον πρὸς τοὺς πωλοῦντας· τουτέστι τὴν συμπάθειαν μὴ ἐκτήσαντο νῦν, ἀλλ’ ἐκεῖ. εἰσὶ δὲ οἱ πωλοῦντες τὸν ἔλαιον, οἱ πένητες· καὶ ποῦ πωλοῦσιν; ἐνταῦθα· διὸ καὶ ἄρτι ζητεῖν χρὴ, οὐκ ἐν τῷ καιρῷ ἐκείνῳ. καὶ γὰρ ἐξ αὐτῶν ἡμῖν γίνεται ἡ μεγάλη αὕτη πραγματεία· ἐνταῦθα τοίνυν τὸ ἔλαιον συνάγομεν, ἵνα ἐκεῖ χρήσιμον γένηται, ὅταν ὁ καιρὸς ἡμᾶς καλῇ· οὐ γὰρ ἐκεῖνος ἐστὶν ὁ καιρὸς τῆς συλλογῆς, ἀλλ’ οὗτος· μὴ τοίνυν ἀναλίσκωμεν εἰς μάτην τὰ ὄντα, εἰς τρυφὰς καὶ κενοδοξίας· πολλοῦ γὰρ ἡμῖν ἐκεῖ χρεία τοῦ ἐλαίου· διὸ αἱ μὲν ἕτοιμοι συνεισῆλθον, αἱ δὲ δικαίως κληθεῖσαι μωραὶ, οὐδὲν γὰρ μωρότερον τῶν ἐνταῦθα χρηματιζομένων, ἀπεκλείσθησαν τοῦ νυμφῶνος, μετὰ πολλοὺς πόνους καὶ μυρίους ἱδρῶτας, καὶ τὴν ἀφόρητον μάχην ἐκείνην καὶ τὰ τρόπαια ἃ κατὰ τῆς λυττώσης φύσεως ἀνεστήσαντο καταισχυνθεῖσαι, καὶ τῶν λαμπάδων ἐσβεσμένων, ἀνεχώρουν κάτω νεύουσαι· οὐδὲν γὰρ ἀμαυρότερον παρθενίας ἔλαιον δαψιλὲς οὐκ ἐχούσης. εἰ δὲ αὕτη οὕτως, πολλῷ μᾶλλον οἱ γάμῳ συναφθέντες, καὶ τὴν ἐλεημοσύνην μεγαλοψύχως οὐκ ἔχοντες.

Το δὲ “οὐκ ὄιδα ὑμᾶς, οὐδὲν ἕτερον ἐστιν, ἣ εἰς γέενναν ἀπελθεῖν, καὶ εἰς ἀφόρητον κόλασιν· μᾶλλον δὲ καὶ τῆς γεέννης τοῦτο τὸ ῥῆμα χαλεπώτερον, ὅταν αὐτὸς αὐτὸ λέγῃ ὁ τῶν Ἀγγέλων δεσπότης· προσέθηκε δὲ τὸ “γρηγορεῖτε” καὶ τὰ ἑξῆς· χρησίμην δείκνυσιν ἡμῖν τὴν ἄγνοιαν τῆς ἐξόδου τοῦ βίου τούτου. ποῦ νῦν εἰσιν οἱ διὰ παντὸς τοῦ βίου ῥάθυμοι; ὅταν δὲ ἐγκαλῶνται παρ’ ἡμῶν λέγοντες, ὅτι ἐν καιρῷ τελευτῆς καταλιμπάνω τοῖς δεομένοις, ἀκουέτωσαν τῶν ῥημάτων τούτων, καὶ διορθούσθωσαν· καὶ γὰρ ἐν τῷ καιρῷ τῆς ἐξόδου, πολλοὶ ἐξέπεσον τούτου, ἀθρόως ἁρπασθέντες καὶ οὐδὲ προστάξαι συγχωρηθέντες τοῖς οἰκείοις περὶ ὣν ἐβούλοντο.

[*](a ἢ Cod.)
208