Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς ἡμέρας καὶ ὥρας.

Τίνος οὖν ἕνεκεν τὸ παράδειγμα τέθεικε τῆς συκῆς λέγων, “ἀπὸ δὲ τῆς συκῆς μάθετε,” καὶ τὰ ἑξῆς; ἐπειδήπερ ἐζήτουν οἱ μαθηταὶ μεθ’ ὅσον χρόνον καὶ αὐτὴ κυρίως ἡ ἡμέρα τῆς παρουσίας αὐτοῦ ἀπαντήσεται, οὐ διὰ τῆς παραβολῆς μόνον, ἀλλὰ καὶ διὰ τῶν μετὰ ταῦτα λέξεων τοῦτο ἐδήλωσεν εἰπὼν, “γινώσκετε ὅτι “ἐγγύς ἐστιν ἐπὶ θύραις.” ἐντεῦθεν δὲ καὶ ἕτερόν τι προφητεύει,

203
θέρος πνευματικὸν καὶ γαλήνην ἐσομένην κατ’. ἐκείνην τὴν ἡμέραν· ἀπὸ χειμῶνος τοῦ παρόντος τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς τοὐναντίον, χειμῶνα ἀπὸ θέρους, ὅπερ ἐν τοῖς ἑξῆς ἐδήλωσεν εἰπὼν, τρυφώντων αὐτῶν ἐπιστήσεσθαι τὴν ἡμέραν. οὐ διὰ τοῦτο δὲ μόνον τὸ τῆς συκῆς τοῦτο τέθεικε παράδειγμα, ἵνα τὸ διάστημα δηλώσῃ, ἐξῆν γὰρ καὶ ἑτέρως αὐτὸ παραστῆσαι, ἀλλὰ ἵνα κἀντεῦθεν πιστώσηται τὸν λόγον, οὕτως ἐκβησόμενον πάντως, ὥσπερ ἀνάγκῃ γενέσθαι. καὶ γὰρ ὅπου περ ἃν τὸ πάντως ἀποβησόμενον λέγει, φυσικὰς ἀνάγκας εἰς μέσον παράγει· ὅθεν καὶ ὁ Ἀπόστολος αὐτὸν μιμούμενος τοῦτο ποιεῖ, καθὼς περὶ ἀναστάσεως διαλεγόμενος φησίν· “ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει, καὶ τὰ ἑξῆς.

“Τότε,” φησὶ, “δύο ἔσονται ἐν τῷ ἀγρῷ, καὶ τὰ ἑξῆς. ἀγρὸν μὲν ἐκάλεσε τὸν κόσμον, παραλαμβάνεται δὲ ὁ σωζόμενος, ἀφίεται δὲ ὁ κατακρινόμενος. “δύο,” φησὶν, “ἀλήθουσαι ἐν τῷ μυλῶνι,” καὶ τὰ ἑξῆς. ἀληθούσας μὲν ἐκάλεσε τοὺς ἐν πτωχείᾳ διάγοντας. ὁ δὲ Λουκᾶς καὶ δύο ἐπὶ τῆς κλίνης εἶπεν, ὅπερ σημαίνει τοὺς ἐν πλούτῳ ὄντας. μανθάνομεν οὖν ἐκ τούτου, ὅτι καὶ πτωχοὶ καὶ πλούσιοι καὶ δοῦλοι καὶ δεσπόται παραλαμβάνονται καὶ ἀφίενται· καὶ ἀπὸ ταύτης τῆς ἀξίας καὶ ἀπ’ ἐκείνης, ὥσπερ καὶ ἐν τῇ παλαιᾷ φησὶν ἀπὸ τοῦ καθημένου ἐν τῷ θρόνῳ, ἕως τῆς ἐν τῷ μύλωνι· καὶ ἐπειδήπερ ὅτι δυσκόλως οἱ πλούσιοι σώζονται, δείκνυσιν ἐνταῦθα, ὅτι οὔτε οὗτοι πάντως ἀπολοῦνται, οὔτε πένητες σώζονται ἅπαντες, ἀλλὰ καὶ ἐξ ἐκείνων καὶ ἐκ τούτων, καὶ σώζονται καὶ ἀπόλλυνται. Ἐμοὶ δοκεῖ ὅτι καὶ ἐν νυκτὶ ἔσται ἡ παρουσία· τοῦτο γὰρ καὶ ὁ Λουκᾶς φησὶν, ὅθεν δηλονότι πάντα μετὰ ἀκριβείας οἶδεν. διὰ δὲ τοῦ εἰπεῖν “γρηγορεῖτε, ὅτι οὐκ “οἴδατε” καὶ τὰ ἑξῆς, ἐσήμανεν ὅτι διὰ τοῦτο οὐκ εἶπεν τὴν ἡμέραν καὶ τὴν ὥραν, βουλόμενος αὐτοὺς ἐναγωνίους εἶναι διηνεκῶς. τί δηλοῖ “ὅτι, εἰ ᾔδει y ὁ οἰκοδεσπότης,” καὶ τὰ λοιπά. εἰ ᾔδεισαν, φησὶν, οἱ πολλοὶ, πότε ἀποθανοῦνται, πάντως ἃν κατ’ ἐκείνην τὴν ὥραν ἐσπούδασαν μετανοῆσαι· ἵνα οὖν μὴ ἐκείνην μόνον σπουδάσωσι, διὰ τοῦτο οὐ λέγει οὔτε τοῦ κόσμου συντελείας, οὔτε τὸν ἑκάστου θάνατον, ἀεὶ ἡμᾶς βουλόμενος τοῦτον [*](y ἤδη Cod.)

204
προσδοκᾷν, καὶ ἀεὶ ἀγωνίζεσθαι. ἅμα δὲ καὶ ἐντρέπει τοὺς ῥαθύμους, ὅτι οὐδὲ ὅσον περὶ χρημάτων σπουδὴν πεποίηνται οἱ προσδοκῶντες κλέπτεσθαι, οὐδὲ τοσαύτην οὗτοι τῆς ἑαυτῶν ψυχῆς.

Εἰπὼν δὲ τὸ “τίς ἄρα ὁ πιστὸς δοῦλος,” οὐδὲ τοῦτο ἀγνοῶν εἶπεν, ἀλλ’ ἵνα δείξη τὸ σπάνιον καὶ πολύτιμον. οὕτως οὖν καὶ τῷ Ἀδὰμ εἰπὼν, “ποῦ εἶ;” οὐκ ἀγνοῶν εἶπεν, ἀλλ’ ἵνα αὐτὸν ἐμβάλῃ εἰς ἀπολογίαν τῆς ἁμαρτίας· καὶ ἐπὶ τῶν Σοδόμων διὰ τοῦτο εἶπεν “καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν “συντελοῦνται πρός με, εἰ δὲ μὴ, ἵνα γνῶ.” ὅπως ἡμᾶς παιδεύσῃ ἀπόφασιν ἐν πράγματι μηδέποτε διδόναι πρὶν τελείως ἀνακρίνομεν τὰ πράγματα. ἐπὶ δὲ τοῦ προφήτου διὰ τοῦτο εἶπεν, “ἐὰν ἄρα “ἀκούσωσι, καὶ ἐὰν ἄρα συνιῶσιν.” ἵνα μὴ δόξῃ ἡ πρόρρησις παρὰ τοῖς ἀνοήτοις, ἀναγκαστική τις εἶναι πρὸς παρακοήν. ἐν δὲ τῷ Εὐαγγελίῳ εἶπεν, “ἴσως ἐντραπήσονται τὸν υἱόν μουσίχ’ ἵνα δείξῃ ὅτι ὄφειλον τοῦτο ποιῆσαι, καὶ ἐντραπῆναι τὸν υἱόν μου.

Μακαρίζει δὲ τὸν πιστὸν δοῦλον, λέγων, “μακάριος ὁ δοῦλος “ἐκεῖνος,” καὶ τὰ ἑξῆς. πάνυ δικαίως ὡς φρόνιμον καὶ σπουδαῖον. τοῦτο δὲ οὐ περὶ χρημάτων εἴρηται μόνον, ἀλλὰ καὶ περὶ λόγου καὶ περὶ διακονίας καὶ περὶ πάσης οἰκονομίας, ἣν ἕκαστος ἐνεχειρίσθη. αὕτη δὲ ἡ παραβολὴ καὶ πρὸς τοὺς ἄρχοντας τοὺς πολιτικοὺς ἁρμόσειεν ἂν, ἕκαστον γὰρ πρὸς τὸ κοινὸν συμφέρον ἀποκεχρῆσθαι δεῖ, ἐφ’ οἷς ἔχει, κἂν σοφίαν, κἂν ἀρχὴν, κἂν πλοῦτον, κἂν ὁτιοῦν, μὴ ἐπὶ βλάβῃ τῶν συνδούλων, μηδὲ ἐπὶ ἀπωλείᾳ ἑαυτοῦ. διὰ δὴ ἀμφότερα ἀπαιτεῖ παρ’ αὐτοῦ φρόνησιν καὶ πίστιν. καὶ γὰρ ἡ ἁμαρτία ἀπὸ ἀφροσύνης γίνεται. “πιστὸν” μὲν οὖν φησὶν αὐτὸν, ὅτι οὐδὲν ἐνοσφίσατο, οὐδὲ ἀνήλωσε τῶν δεσποτικῶν εἰκῆ καὶ μάτην. “φρόνιμον” δὲ, ὅτι ἔγνω πρὸς τὸ δέον οἰκονομῆσαι τὰ δοθέντα. καὶ γὰρ ἀμφοτέρων ἡμῖν χρεία, καὶ τοῦ μὴ νοσφίσασθαι τὰ δεσποτικὰ, καὶ τοῦ εἰς δέον οἰκονομεῖν. ἃν δὲ ἓν ἐξ αὐτῶν ἀπολείπῃ, ὡς καταχώσαντες κατακριθησόμεθα. ἃν μὲν γὰρ πιστὸς τίς ὑπάρχῃ καὶ μὴ κλέπτῃ, ἀπολλύει δὲ καὶ εἰς μηδὲν προσῆκον δαπανᾷ, μέγα τὸ ἔγκλημα. ἄν τε πάλιν οἶδεν οἰκονομεῖν, νοσφίζεται δὲ, οὐχ ἡ τυχοῦσα κατηγορία. ἀκούσατε οἱ καὶ τὰ αἰσθητὰ χρήματα ἔχοντες. οὐ γὰρ διδασκάλοις διαλέγεται μόνον, ἀλλὰ καὶ τοῖς πλουτοῦσιν· ἑκάτεροι γὰρ ἐνεπιστεύθησαν

205
πλοῦτον, τὸν μὲν ἀναγκαιότερον, οἱ διδάσκοντες· τὸν δὲ ἐλάττω, ὑμεῖς. ἃν οὖν μὴ εὐγνωμοσύνην ἐπιδείξησθε, τὰ γὰρ ἀλλότρια παρέχετε, ποία ὑμῖν ἔσται ἀπολογία;

Τί δηλοῖ τὸ “ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, καταστήσει “αὐτόν;” ὅτι τὴν μακαριότητα ἐκείνην, καὶ τὴν ἄρρητον ἀξίαν, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, δίδωσιν αὐτῷ. τὸν δὲ κακὸν δοῦλον τὸν λέγοντα, “χρονίζει μου ὁ Κύριος,” καὶ διαπραττόμενον τὰ ἐφεξῆς γεγραμμένα, εἰς τὰς ἀφορήτους ἐκπέμπει κολάσεις. εἰ δὲ ὁ λέγων ὅτι χρονίζει οὕτω τιμωρηθήσεται, ὁ μηδὲ ὅλως προσδοκῶν αὐτὸν τί πάθοι; ἀλλὰ μὴ τὴν κόλασιν κατανοήσωμεν μόνον τὴν ἐκείνῳ κειμένην, ἀλλὰ κἀκεῖνο σκοπήσωμεν, μήποτε καὶ ἡμεῖς αὐτοὶ καὶ τὰ αὐτὰ πράττοντες λανθάνομεν. καὶ γὰρ τοῦτο ἐοίκασιν οἱ πλοῦτον ἔχοντες, καὶ μὴ δαψιλῶς τοῖς δεομένοις παρέχοντες· καὶ ἕκαστος οἰκονόμος ἐστὶ τῶν ἑαυτοῦ χρημάτων, οὐχ ἧττον ἣ ὁ τὰ τῆς Ἐκκλησίας οἰκονομῶν· ὥσπερ γὰρ ἐκεῖνος οὐκ ἔχει ἐξουσίαν τὰ διδόμενα περὶ τίνων τοῖς πένησιν, ἁπλῶς καὶ ὡς ἔτυχε σκορπίσαι· ἐπειδὴ εἰς πενήτων ἐδόθη διατροφὴν, οὕτως οὐδὲ ἕκαστος τὰ ἑαυτοῦ. εἰ γὰρ καὶ πατρῷον τίς διεδέξατο κλῆρον, ἣ καὶ αὐτὸς προσεπορίσατο, ἣ πάντα αὐτὸς ἑαυτῷ ἐκτήσατο, οὐδὲ οὕτως αὐτοῦ εἰσὶν, ἀλλὰ πάντα τοῦ Θεοῦ ὑπάρχουσιν· ἠδύνατο μὲν γὰρ αὐτὰ ὁ Θεὸς ἀφελέσθαι, ἀλλ’ οὐ ποιεῖ τοῦτο· ἕκαστον κύριον ποίων τῆς εἰς τοὺς δεομένους φιλοτιμίας· διὸ σπουδάσωμεν μετὰ πάσης χαρᾶς καὶ προθυμίας σκορπίζειν εἰς τοὺς δεομένους, ἐξ ὧν περ κεκτήμεθα.