Περὶ τῶν ἐπερωτησάντων διὰ τὸν κῆνσον.
Διατὶ εἶπε τότε; ἵνα δείξῃ αὐτοὺς περαιτέρω τῇ κακίᾳ προβαίνοντας· ὅτε γὰρ μάλιστα κατανυγῆναι ἔδει, ὅτε καταπλαγῆναι τὴν φιλανθρωπίαν, ὅτε φοβηθῆναι τὰ μέλλοντα, τότε ἑτέραν ἦλθον ὁδόν· ὥστε δι’ αὐτῆς εἰς κίνδυνον ἐμβαλεῖν αὐτόν· ἐπειδὴ γὰρ κατασχεῖν αὐτὸν οὐκ εἶχον, “ἐφοβοῦντο γὰρ τοὺς ὄχλους; δημοσίων ἀδικημάτων ποιῆσαι αὐτὸν ὑπεύθυνον βούλονται· εἰς γὰρ τὴν Ῥωμαίων ἀρχὴν τῶν πραγμάτων αὐτοῖς μετατεθέντων, καὶ φόρου λοιπὸν ὄντες ὑποτελεῖς, ἀποστείλαντες περὶ τούτου αὐτὸν ἐρωτῶσιν· ἐπειδὴ γὰρ εἶδον ὅτι πρὸ τούτου διὰ τοῦτο ἀπέθανον, τουτέστιν οἱ περὶ Θεῦ δὰν καὶ Ἰούδαν ἀποστασίαν μελετήσαντες, ἐβούλοντο καὶ αὐτὸν διὰ τῶν λόγων τούτων, εἰς τοιαύτην ὑποψίαν ἐμβαλεῖν. διὰ τοῦτο μετὰ τῶν μαθητῶν αὐτῶν, καὶ τοὺς Ηρώδου στρατιώτας ἔπεμψαν, διπλοῦν ἑκατέρωθεν τὸν κρημνὸν
181
ὀρύττοντες, καὶ πάντοθεν τὴν πᾶμα τιθέντες, ὅπως ἑκατέρωθεν ἐπιλάβωνται αὐτοῦ· ἵνα εἰ μὲν ὑπὲρ τῶν Ἡρωδιανῶν ἀποκρίνηται, αὐτοὶ ἐγκαλέσωσιν, εἰ δὲ ὑπὲρ αὐτῶν, ἐκεῖνοι κατηγορήσωσι· καί τοι γε ἦν δεδωκὼς τὰ δίδραγμα, ἀλλ’ οὐκ ᾔδεσαν τοῦτο ἐκεῖνοι· ἑκατέρωθεν μὲν οὖν προσδοκῶντες αἱρήσειν, ἐπεθύμουν μᾶλλον κατὰ τῶν Ἡρωδιανῶν εἰπεῖν τί· διὸ καὶ τοὺς μαθητὰς πέμπουσιν εἰς τοῦτο, ὠθοῦντας αὐτὸν τῇ παρουσίᾳ, ἵνα παραδώσωσι τῷ ἡγεμόνι, ὡς τύραννον. ἠρώτων δὲ ἐπὶ τῶν ὄχλων, ὡς μείζονα γενέσθαι τὴν μαρτυρίαν· καὶ τί λέγουσιν; οἴδατε ὅτι πλάνος ἐστὶ, καὶ πλανᾷ τὸν ὄχλον· ἀλλὰ πάντα γίνονται, ἅπερ ἂν ἡ ἐπιβουλὴ ἀπαγορεύσῃ· τότε δὲ εἶπον, προσδοκῶντες αὐτὸν τῇ κολακείᾳ χαυνοῦν, καὶ πείθειν εἰπεῖν τι κατὰ τῶν κρατούντων νόμων· εἰπόντες δὲ τὸ “οὐ μέλει σοι περὶ οὐδενὸς, καὶ οὐ βλέπεις εἰς πρόσωπον ἀνθρώ- “που,” περὶ Ἡρώδου καὶ Καίσαρος ᾐνίττοντο, καὶ οὐ λέγουσιν, εἰπὲ ἡμῖν τι τὸ καλὸν ἣ τι τὸ συμφέρον, ἀλλὰ τι σοι δοκεῖ;” καὶ τοῦτο πανούργως. αὐτὸς δὲ ἐπιπληκτικώτερον μὲν αὐτοῖς διαλέγεται, ἐπιστομίζει δὲ ἐν τῷ τὰ ἀπόρρητα εἰς μέσον ἀγαγεῖν· ταῦτα δὲ ἐποίει, ἀναστέλλων αὐτῶν τὴν κακίαν, ὥστε μὴ ἐπὶ πολὺ τοῖς τοιούτοις ἐπιχειρεῖν, καὶ βλάπτειν τὰς ἑαυτῶν ψυχάς· ἐπιζητήσας δὲ τὸ νόμισμα τοῦ κήνσου, διὰ τῆς ἐκείνων γλώττης ἐκφέρει τὴν ἀπόφασιν, καὶ αὐτοὺς ψηφίσασθαι παρασκευάζει, ὅτι ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ὅπερ ἦν λαμπρὰ νίκη καὶ σαφής· οὐδὲ γὰρ ἀγνοῶν ἐρωτᾷ, “τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;” ἀλλὰ ταῖς οἰκείαις αὐτῶν ἀποκρίσεσιν ὑπευθύνους ποιῆσαι βουλόμενος· διὸ καὶ φησὶν, “ἀπόδοτε τὰ Καίσαρος Καίσαρι·” οὐ γάρ ἐστι τοῦτο δοῦναι· δείκνυται δὲ τοῦτο ἀπὸ τῆς εἰκόνος καὶ ἀπὸ τῆς ἐπιγραφῆς· ἵνα δὲ μὴ εἴπωσιν ὅτι ἀνθρώποις ἡμᾶς ὑποτάττεις, ἐπήγαγε “καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” ἔξεστι γὰρ καὶ ἀνθρώποις τὰ αὐτῷ πληροῦν, καὶ Θεῷ διδόναι τὰ τῷ Θεῷ παρ’ ἡμῶν ὀφειλόμενα· διὸ καὶ ὁ Παῦλος φησί· “ἀπόδοτε πᾶσι τὰς ὀφει- “λὰς” καὶ τὰ ἑξῆς. χρὴ δὲ γινώσκειν, ὅτι ἐκεῖνα λέγει ἀποδιδόναι τῷ Καίσαρι, τὰ μηδὲν τὴν εὐσέβειαν παραβλάπτοντα, ὡς ἐάν τι τοιοῦτον ᾖ, οὐκέτι Καίσαρος, ἀλλὰ τοῦ διαβόλου φόρος ἐστὶ καὶ τέλος. ταῦτα οὖν ἀκούσαντες, ἐπεστομίσθησαν καὶ ἐθαύμασαν τὴν σοφίαν αὐτοῦ καὶ γὰρ θεότητος αὐτοῖς παρέσχεν
182
ἀπόδειξιν, τὰ ἀπόρρητα αὐτῶν ἐκκαλύψας, καὶ μετὰ ἐπιεικείας αὐτοὺς ἐπιστομίσας· οἱ δὲ οὐδὲ οὕτως ἐπίστευσαν, ἀλλὰ ἀφέντες αὐτὸν ἀπῆλθον.