Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν Σαδδουκαίων.

“Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” φησὶ, καὶ τὰ ἐξῆς· οὐχ ἁπλῶς ὁ Εὐαγγελιστὴς εἶπεν “ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” ἀλλ’ ἐκπληττόμενος αὐτῶν τὴν ἔννοιαν, αὐτὸ τοῦτο ἐπισημαίνεται· ἐν ἡ γὰρ ἡμέρᾳ τὴν τῶν Φαρισαίων κακουργίαν ἐξήλεγξε καὶ κατῄσχυνε, δέον τούτους ὀκνηροτέρους γενέσθαι, ἀλλὰ μᾶλλον ἐν αὐτῇ ἀναισχύντως προσέρχονται. τίνες δέ εἰσιν οὗτοι; οἱ Σαδδουκαῖοι, αἵρεσις Ἰουδαίων ἑτέρα παρὰ τοὺς Φαρισαίους, κἀκείνων πολὺ καταδεεστέρα, λέγουσα μὴ εἶναι ἀνάστασιν, μήτε Ἄγγελον, μήτε πνεῦμα· καὶ ἐξ εὐθείας μὲν, οὐδὲν οὗτοι περὶ ἀναστάσεως λέγουσι, λόγον δέ τινα πλάττουσι, καὶ πρᾶγμα συντιθέασι μὴ γεγενημένον, οἰόμενοι εἰς ἀπορίαν αὐτὸν ἐμβαλεῖν· καὶ θέλοντες ἀναστρέψαι ἀμφότερα, καὶ τὸ ἀνάστασιν εἶναι, καὶ τὸ τοιαύτην ἀνάστασιν· καὶ οὗτοι δὲ, ὥσπερ οἱ Φαρισαῖοι, μετὰ ἐπιεικείας δῆθεν προσβάλλουσι, λέγοντες ἅπερ εἶπον, ὅτι ἑπτὰ ἀδελφοὶ κατὰ διαδοχὴν ἀποθνήσκοντες, ἔσχον μίαν γυναῖκα, καὶ ὅτι ἐν τῇ ἀναστάσει τίνος αὐτῶν ἔσται γυνή; ὁ δὲ Χριστὸς καὶ τούτων τὰ ἀπόρρητα ἐκκαλύπτει, καὶ ὅτι ἀνάστασις ἔσται, καὶ ὅτι οὐ τοιαύτη ἀνάστασις, οἵαν ὑπόπτευον. τι ἐστιν ὅτι “ὡς Ἄγγελοι “Θεοῦ εἰσιν ἐν οὐρανῷ;” οὐχὶ ἐπειδὴ οὐ γήμουσί, φησι, διὰ τοῦτο εἰσὶν Ἄγγελοι, ἀλλ’ ἐπειδὴ ὡς Ἄγγελοι, διὰ τοῦτο οὐ γήμουσι· δεικνύντων διὰ τούτων, ἡλίκον ἡ ἀνάστασις· τὸ δὲ “οὐκ ἔστιν ὁ “Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων,” δηλοῖ ὅτι οὐχὶ τῶν οὐκ ὄντων φησὶ, καὶ καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναστησομένων· οὐ γὰρ εἶπεν, ἤμην, ἀλλ’ εἰμὶ τῶν ὄντων καὶ τῶν ζώντων· ὥσπερ γὰρ ὁ Ἀδὰμ, καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου καὶ τῇ ἀποφάσει ἀπέθανεν, οὕτω καὶ οἱ περὶ Ἀβραὰμ, εἰ καὶ ἐτεθνήκεισαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως· καὶ οἱ Σαδδουκαῖοι μὲν ἡττηθέντες ἀναχωροῦσιν, τὸ δὲ ἀδέκαστον πλῆθος καρποῦται τὴν ὠφέλειαν·

183
ἀκούσαντες γάρ, φησιν, οἱ ὄχλοι, ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

Ἀπολιναρίου. Ἴσμεν δὲ ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος ἔτι διαμάχονται, ἐπὶ ψυχὰς ἀνάγοντες τὸν λόγον· ταύτας γὰρ ζῆν καὶ περὶ τούτων εἰρηκέναι τὸν Κύριον, ὡς τούτων ὄντος Θεοῦ τοῦ Θεοῦ· οὐ δή πω δὲ Σαδδουκαίοις περὶ ψυχῶν ἢν ἡ ἀντιλογία, ἀλλὰ περὶ σωμάτων, ὥστε περὶ τούτων ἡ ἀπόκρισις· λέγεται δὲ τότε ἀνίσταται ὁ νεκρὸς, ὅτε μετὰ σώματος ἡ ψυχὴ, οὐχ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς διαλελυμένης, ἀλλ’ ὡς ἀπράκτου οὔσης, καὶ τὰ τῆς ζωῆς ἴδια, ὅσα μετὰ σώματος, οὐκ ἐχούσης· ἓν γάρ τι τὸ συναμφότερον ἐστιν ἄνθρωπος, καὶ ἡ ζωὴ κοινὴ, καὶ ἑκατέρων δεῖ, πρὸς τὸ τὴν ἐκ θανάτου ζωὴν πάλιν συστῆναι.