Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν καλουμένων εἰς τὸν γάμον.
“Ὡμοιώθη,” φησὶν, “ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ “βασιλεῖ,” καὶ τὰ ἑξῆς. ἡ μὲν πρὸ ταύτης παραβολὴ τὰ πρὸ τοῦ σταυροῦ ᾐνίξατο, αὕτη δὲ τὰ μετὰ τὴν ἀνάστασιν σημαίνει, ἵνα δειχθῇ τοῦ Θεοῦ καὶ ἐν τούτῳ ἡ ἄφατος φιλανθρωπία· ὅτι τοὺς ὀφείλοντας χαλεπωτάτην δοῦναι δίκην, δι’ ἣν ἐτόλμησαν σφαγὴν, εἰς γάμους καλεῖ. γάμος δὲ εἴρηται διὰ τὴν φαιδρότητα, καὶ διὰ τὸ μηδὲν λυπηρὸν ἣ σκυθρωπὸν ἔχειν, ἀλλὰ χαρᾶς γέμειν πνευματικῆς· διὰ τοῦτο καὶ νυμφίον αὐτὸν ὁ Ἰωάννης καλεῖ. διατί κεκλημένους αὐτοὺς λέγει; ἐπειδὴ οὐ προσφάτως καλεῖ, ἀλλὰ καὶ πρὸ πολλοῦ χρόνου, ὅπερ μείζονα τὴν κατηγορίαν ἐποίει· πότε δὲ προεκλήθησαν; διὰ τῶν προφητῶν ἁπάντων. τὸ ἄριστον δὲ, οἱ ταῦροι καὶ τὰ σιτιστὰ τὴν πολλὴν φιλοτιμίαν καὶ τρυφὴν καὶ πανδαισίαν σημαίνει· ἀλλ’ οὐδὲ τοῦτο αὐτοὺς ἐνέτρεψεν, ἀλλὰ μᾶλλον ἀγροὺς καὶ ἐμπορείας τῆς εὐφροσύνης ταύτης προετίμησαν. τι δὲ ἐντεῦθεν μανθάνομεν; ἵνα κἂν ἀναγκαῖα ᾖ τὰ
Χρὴ οὖν σκοπῆσαι, ὅτι καίτοι τοῦ πράγματος ὄντος καταδήλου, οὐ πρότερον κολάζει, ἕως ἂν αὐτὸς ὁ ἡμαρτηκὼς τὴν ψῆφον ἐξενέγκῃ· τὸ γὰρ μηδὲν ἔχειν ἀντειπεῖν κατέκρινεν ἑαυτὸν, καὶ λοιπὸν πρὸς ἀτελευτήτους ἕλκεται κολάσεις· μὴ γὰρ δὴ σκότος [*](y ἐφημοῦτο Cod.)
θεοδώρου Ἡρακλείασ. Γάμον λέγει τὴν ἁρμονίαν καὶ συνάφειαν τοῦ Υἱοῦ τὴν γενομένην πρὸς τὴν Ἐκκλησίαν· τοὺς δὲ ἀποστελλομένους καλέσαι τοὺς κεκλημένους, τοὺς μαθητὰς, μεθ’ οὓς ἔπεμψε τοὺς ἑβδομήκοντα.
Κυρίλλου Ἀλεξανδρείασ. Γάμον λέγει τὴν πρὸς τὸν Υἱὸν τῶν πιστῶν συνάφειαν, καλῶν εἰς τοῦτον τοὺς Ἰουδαίους, πάλαι μὲν διὰ τῶν προφητῶν, ὕστερον δὲ διὰ τῶν μαθητῶν, πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως.
Ὠριγένουσ. Δοῦλοι, οἱ πατριάρχαι δηλονότι ἣ Μώσης καὶ προφῆται· ἄριστον, ὑπὸ τῆς λεγούσης ἡτοιμακέναι τὴν ἑαυτῆς τράπεζαν σοφίας, ἡτοίμασται πνευματικὴ στάσις, οἰνοχόων καὶ λειτουργῶν ἄλλων, ἐπιστήμῃ καὶ καιρῷ διακονούντων, ὡς καὶ παρὰ τῷ Σολομῶντι τῷ εἰρηνικῷ, καθὰ ἐν Βασιλείοις γέγραπται περὶ αὐτοῦ· ταῦροι δὲ ἡ λογικὴ καὶ ὡς ἐν καθαροῖς μείζων τροφή· σιτιστὰ τὸ πνευματικῶς ἡδὺ τῆς θεωρίας οὐκ ἀσθενές· θύσις ἡ διαίρεσις καὶ τροπολογία τῶν προβλημάτων· πάντα οἱ περὶ τῶν ὄντων ποικίλοι λόγοι καὶ θεωρίαι· τὸ δὲ “ἔτοιμα,” προτρέπει.
Τοῦ αὐτοῦ. Τίνας ὕβρισαν; τοὺς πατριάρχας· στρατεύματα δέ εἰσιν οἱ ἐμπρήσαντες τὰ Ἱεροσόλυμα, καὶ ἀνελόντες τοὺς ἐν τῇ πόλει Ῥωμαῖοι, καὶ ἡ οὐράνιος στρατιὰ, καὶ οἱ ἐπὶ τῶν κολάσεων Ἄγγελοι, καὶ οἱ ἀναιροῦντες Ἰουδαικὴν διδασκαλίαν καὶ ψευδώνυμον γνῶσιν· δοῦλοι οἱ Ἀπόστολοι, καὶ οἱ ἐπιτεταγμένοι τῆ κλήσει τῶν ἐθνῶν Ἄγγελοι. “οὐκ ἦσαν ἄξιοι,” ὡς οὐκ ἀξίοις λέγουσιν οἱ Ἀπόστολοι “ὑμῖν ἀναγκαῖον ἦν ἀναγγεῖλαι τὸν λόγον
Τοῦ αὐτου. Μὴ μεταθέμενον ἣ μεταμφιασάμενον τὸ ἦθος, καὶ ἐνδυσάμενον τὸ ὕφασμα τῆς ἀρετῆς, Χριστὸν, σπλάγχνα τε οἰκτιρμῶν καὶ τὰ ὅμοια· κατὰ δὲ τὸ “ἐνεδύσατο κατάραν ὡς “ἱμάτιον.”
Τοῦ αὐτου. Δεσμεύουσιν Ἄγγελοι, πόδας, πορείαν, χεῖρας, τὴν δραστικὴν τῶν ἔργων δύναμιν.
Ἐξ ἀνεπιγράφου. Δῆλοί τῶν ὀδόντων ὁ βρυγμὸς καὶ ὁ κλαυθμὸς τὴν ὑστεροβουλίαν, καὶ τὴν τότε γινομένην ἀνονήτως μεταμέλειαν, ἐφ’ οἷς ἐν τῷ νῦν αἰῶνι οὐκ ἐπράξαμεν τὰ σωτηρίας ἔργα·