Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ ἀμπελῶνος παραβολή.
Ἄνθρωπον οἰκοδεσπότην τὸν Θεὸν καὶ Πατέρα λέγει· ἀμπελῶνα δὲ καὶ φραγμὸν, καὶ ληνὸν καὶ πύργον, τὸν νόμον ὃν δέδωκε, καὶ τὴν πόλιν ἣν ἀνέστησε, καὶ τὸν ναὸν ὃν ᾠκοδόμησε· γεωργοὺς δὲ, τοὺς Ἰουδαίους. ἐξελθόντων γὰρ αὐτῶν ἐξ Αἰγύπτου, τὰ προειρημένα πάντα εἰς αὐτοὺς εἰργάσατο· τὴν πρόνοιαν αὐτοῦ τὴν πολλὴν ἐνδεικνύμενος· οὐδὲν δὲ ἐλλεῖπον, ἀλλὰ πάντα ἀπηρτισμένα ποιήσας, μικρὸν τί αὐτοῖς ἐγκατέλιπε, τὸ ἐπιμελήσασθαι καὶ διαφυλάξαι τὰ δοθέντα· τὸ δὲ “ἀπεδήμησεν,” τὴν πολλὴν αὐτοῦ μακροθυμίαν σημαίνει· ὅτιπερ οὐκ ἀεὶ τοῖς ἁμαρτήσασι παρὰ πόδας ἐπάγει τὰς τιμωρίας. τίνες δέ εἰσιν οἱ ἀποσταλέντες δοῦλοι; οἱ προφῆται· ποῖον ἵνα λάβωσι καρπόν; τὴν ὑπακοὴν
Εἰπὼν δὲ ὅτι “λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες·” λίθον μὲν ἑαυτὸν ἀποκαλεῖ· οἰκοδομοῦντας δὲ, τοὺς διδασκάλους τῶν Ἰουδαίων· ἀπεδοκίμασαν δὲ ἐν τῷ λέγειν· “οὗτος οὐκ ἔστιν ἐκ τοῦ “Θεοῦ·” “οὗτος πλανᾷ τὸν ὄχλον·” καὶ ἐν τῷ καλεῖν αὐτὸν Σαμαρείτην· “ἐγενήθη δὲ εἰς κεφαλὴν γωνίας,” ὅτι τὰ ἔθνη τὰ διεστῶτα πρώην, πιστεύσαντα δὲ, ἔτι καὶ Ἰουδαίους τοὺς πιστεύσαντας εἰς ἓν συνῆψε, καίπερ τοσούτου τοῦ μέσου ὄντος ἔμπροσθεν· τὸ δὲ “παρὰ κυρίου ἐγένετο αὕτη,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι οὐδαμῶς τοῦτο γινόμενον ἐναντίον Θεοῦ, ἀλλὰ καὶ σφόδρα ἀποδεκτὸν, καὶ πᾶσι τοῖς ὁρῶσι παράδοξον, καὶ γέμοντα ἐκπλήξεως· εἰπὼν δὲ “ὅτι ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται, ἐφ’
Θεοδώρου Ἡρακλείασ. Περὶ Τῶν Καλουμένων Εἰσ Τὸν Γάμον. Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ Πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐνδειξάμενον, καὶ τὸ ἄνωθεν μέχρι τέλους τῶν Ἰουδαίων φιλόνεικον περὶ τὸν Θεόν. ἀμπελὼν δέ ἐστιν ὁ Ἰσραὴλ, ὃν κατεφύτευσεν ἐν τῇ γῇ τῆς ἐπαγγελίας· φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς ἐπιμιγῆναι τοῖς ἔθνεσι· ληνὸς τὸ θυσιαστήριον· πύργος ἡ Σιῶν· γεωργοὶ οἱ διδάσκαλοι· δοῦλοι οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οὓς ἀπέκτειναν· υἱὸς ὁ Ἰησοῦς, ὃν ἀπέκτειναν, καὶ τὰ δεινὰ ὑποστάντες ὑπὸ Ῥωμαίων, ἔξω αὐτοὺς ἐποίησαν τοῦ Θεοῦ· ἀντεισενεχθέντων εἰς τὸν τῶν Ἰουδαίων τόπον τῶν μαθητῶν καὶ Ἀποστόλων, οἳ καὶ ἀποδεδείκασι τοὺς καρποὺς ἐν θεοσεβείᾳ, ζήσαντες ἐναρέτως.
Ὠριγένουσ. Ἔδειραν ὡς Μιχαίαν, πατάξαντες ἐπὶ σιαγόνα Σεδεκίου· ἀπέκτειναν Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· ἐλιθοβόλησαν, ὡς Ἀζαρίαν υἱὸν Ἰοδαὲ, τὸν ἱερέα, ὡς ἐν τοῖς Βασιλείοις.
Ὠριγένουσ. Οἰκοδόμοι εἰσὶν, οἱ τὸν ζωοποιὸν λίθον ἀποδοκιμάσαντες, τὴν ἀλήθειαν, οἱ τῷ ψεύδει τῇ διδασκαλίᾳ * *
Του Αὐτου. Γωνία ἐστὶ συγκρότησις δύο τοίχων, τὸ ἐξ Ἰσραὴλ λῆμμα, καὶ τῶν ἐθνῶν τὸ πλήρωμα, εἰς ἓν συγκροτῶν ὁ λίθος
Του αὐτου. Πᾶσα πτῶσις ἐν τῷ πνευματικῷ λίθῳ ἀλυσιτελὴς καὶ ἐπίπονος· οὐκ ἔστι γὰρ πτώσεως, ἀλλ’ οἰκοδομῆς, πῶς δὲ συνθλᾷ καὶ λικμᾷ καὶ τὰ αἴτια τούτων ζητεῖ.
Του Χρυσοστόμου. Δύο φησὶν ἀπωλείας ἐνταῦθα, μίαν μὲν τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι· τοῦτο γάρ ἐστιν, “ὁ πίπτων, ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται.” ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ τῆς συμφορᾶς· διὰ τούτων καὶ τὴν ἀνάστασιν ἠνίξατο τὴν ἑαυτοῦ, καὶ τὴν ἐκείνων ἀπώλειαν.
Του αὐτου. Ἠισθάνοντο γὰρ λοιπὸν ὅτι αὐτοὺς ᾐνίττετο, ποτὲ μὲν οὖν κατεχόμενος διὰ μέσου αὐτῶν ἀνεχώρει· ποτὲ δὲ φαινόμενος ὠδίνουσαν αὐτῶν τὴν ἐπιθυμίαν ἐπέχει, ὃ καὶ θαυμάζοντες ἔλεγον· “οὐκ οὗτος ἐστὶν Ἰησοῦς; ἴδε παρρησίᾳ λαλεῖ. ἐνταῦθα τῷ φόβῳ τοῦ πλήθους αὐτοὺς κατεῖχεν· οὐδὲ γὰρ ἐβούλετο πάντα ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν.