Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν δύο υἱῶν παραβολή.

Τί σημαίνουσι τὰ τέκνα τὰ δύο, περὶ ὧν φησιν ὁ Χριστὸς, ὅτι “ἄνθρωπος εἶχε τέκνα δύο,” καὶ τὰ ἑξῆς; τὸν λαὸν τῶν ἐθνῶν καὶ τῶν Ἰουδαίων· καὶ γὰρ οἱ ἐξ ἐθνῶν οὐχ ὑποσχόμενοι ὑπακοῦσαι, οὐδὲ ἀκροαταὶ γενόμενοι τοῦ νόμου, διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν ὑπακοήν. οἱ δὲ Ἰουδαῖοι εἰπόντες, πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιοῦμεν, διὰ τῶν ἔργων παρήκουσαν· διὰ τοῦτο οὖν, ἵνα αὐτοκατακρίτους αὐτοὺς ποιήσῃ, παρ’ αὐτῶν ἐξενεχθῆναι παρασκευάζει τὴν ψῆφον· ὅπερ καὶ ἐν τῇ ἐπιούσῃ ποιεῖ τοῦ ἀμπελῶνος παραβολῇ. ἐπειδὴ γὰρ οὐ συνιέντες τὰ λεγόμενα, τὴν ψῆφον ἐξήνεγκαν, λέγοντες, ὅτι ὁ δεύτερος ἐποίησε τὸ θέλημα τοῦ πατρός· τότε ἀποκαλύπτει λοιπὸν τὰ συνεσκιασμένα, καὶ λέγει· ὅτι “οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν “τῶν οὐρανῶν·” διὰ τὸ ἐκείνους πιστεῦσαι τῷ Ἰωάννῃ, ὑμᾶς δὲ μὴ πιστεῦσαι· ἦλθε γάρ, φησι, πρὸς ὑμᾶς, οὐ πρὸς ἐκείνους· ὅπερ διπλῆ αὐτοῖς κατηγορία ἐστί· τὸ δὲ “ἐν ὁδῷ δικαιοσύνης” δηλοῖ, ὅτι οὐκ ἔχεται ἐγκαλεῖν, φησὶν, ὅτι ἠμελημένος τίς ἦν, καὶ οὐδὲν ὠφελῶν, ἀλλὰ καὶ βίος ἄληπτος ἦν αὐτῷ, καὶ πρόνοιαν ἡμῖν πολλὴν ἐποιεῖτο, εἰς τὸ σωθῆναι· τὸ δὲ χαλεπώτερον ἔγκλημα, ὅτι οὐδὲ μετὰ τὸ πιστεῦσαι αὐτῷ τοὺς τελώνας καὶ τὰς πόρνας, τουτέστι τῆς ἁμαρτίας ὑπαναχωρῆσαι, ὑμεῖς ἐπιστεύσατε· ἔδει μὲν γὰρ καὶ πρὸ αὐτῶν πιστεῦσαι. τὸ δὲ μηδὲ μετ’ αὐτοὺς, πάσης συγγνώμης ἀπεστερημένον ἦν· καὶ ἄφατος ἐκείνων ἔπαινος, καὶ τούτων κατηγορίᾳ· τὸ δὲ “προάγουσι,” σημαίνει, οὐχ ὡς τούτων ἑπομένων καὶ τῆς βασιλείας μετ’ αὐτοὺς ἀξιουμένων οὕτως μενόντων, ἀλλ’ ὡς ἐλπίδα ἐχόντων, ἐὰν θέλωσι πιστεῦσαι. τοῦτο δὲ ἔλεγεν, ἵνα παραζηλώσωσι, καὶ κἂν οὕτως πιστεύσωσιν. οὐδὲν γὰρ οὕτως ὡς ζηλοτυπία διεγείρει τοὺς παχυτέρους· διὰ τοῦτο οὖν, καὶ ἀεὶ λέγει· “ὅτι ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι “πρῶτοι.”

Ὠριγένουσ. Τέκνα δύο ὡς ἄνθρωπον τροποφοροῦντα τὸν Υἱὸν τοῦ Θεοῦ, ὁ παλαιὸς λαὸς, καὶ ὁ πιστεύσας ἐξ ἐθνῶν, ὃς πρῶτος ὢν τὸ προωρεῖσθαι καὶ προεγνῶσθαι καὶ προεκτίσθαι· ἀκούσας

174
ὕπαγε, ἐργάζου· ὑπερέθετο, φεύγων τοὺς πόνους· ἐπὶ δὲ συντελείᾳ μεταμεληθεὶς, ἐποίησε τὸ θέλημα τοῦ πατρός· δευτέρου μὲν ἀκούσαντος τοῦ κατὰ σάρκα Ἰσραὴλ, διαψευσαμένου δὲ τοῖς ἔργοις τὴν ὑπόσχεσιν. χρήσῃ τῇ παραβολῇ, ἐπὶ τοῖς ἣ μηδὲν ἐπαγγελλομένοις χρηστὸν, ἣ ἐλάττονα, ἔργῳ δὲ ποιοῦσι· καὶ ἐπὶ τοῖς ἐν μεγάλαις ἐπαγγελίαις, οὐδὲν ἀνύουσιν.

ἘΞ ἀνεπιγράφου. Τοῦτο βούλεται εἰπεῖν ἡ παραβολὴ, ὅτι οἱ μὲν τελῶναι, καὶ αἱ πόρναι μετανοήσαντες, καὶ τὰ ἀρεστὰ τῷ Θεῷ ποιήσαντες, δικαιοῦνται· εἰ καὶ κατὰ τὴν ἀρχὴν ἠπείθουν τῷ νόμῳ, μᾶλλον δὲ τῷ Θεῷ, Ἰωάννῃ πεισθέντες· οἱ δὲ λέγοντες τηρεῖν τὸν νόμον Φαρισαῖοι, ἐν μόνοις ῥήμασι ψιλοῖς, ἀπόβλητοι εἰσι παρὰ τῷ Θεῷ. οὐ γὰρ ἐν λόγοις ἡ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλ’ ἐν ἔργοις. “οὐ γὰρ ὁ ἀκροατὴς νόμου, ἀλλ’ ὁ ποιητὴς, “δίκαιος παρὰ τῷ Θεῷ·” οὗτοι ὁμοῖοι εἰσὶ τοῖς ὑποσχομένοις ἀπελθεῖν εἰς τὸν ἀμπελῶνα, ἐπὶ τὸ ἐργάσασθαι, καὶ μὴ ἀπελ- θοῦσιν.

Του Χρυσοστόμου. Κακὸν καὶ τὸ παρὰ τὴν ἀρχὴν μὴ ἑλέσθαι τὸ καλόν. μεῖζον δὲ κατηγορία, τὸ μὴ μεταθέσθαι· μάλιστα τοῦτο ἐργάζεται πονηροὺς, καὶ ὃ νῦν πάσχοντας ὁρῶμεν.