Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰησοῦν ἀρχιερέων καὶ πρεσβυτέρων.
Διατί προσελθόντες αὐτῷ ἐν τῷ ἱερῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον, “ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;” βουλόμενοι διακόψαι τὴν διδασκαλίαν αὐτοῦ· καὶ ἐπειδὴ τοῖς σημείοις μέμψεις [*](u Sic: an leg. ἀμύνασθαι?)
172
ἐπαγαγεῖν οὐκ εἶχον, περὶ τῆς ἐν τῷ ἱερῷ γενομένης εἰς τοὺς καπηλευομένους ἐρωτῶσι διορθώσεως· τοῦτο δὲ καὶ παρὰ τῷ Ἰωάννῃ φαίνονται ἐρωτῶντες, εἰ καὶ μὴ τοῖς αὐτοῖς ῥήμασιν, ἀλλὰ τῇ αὐτῇ γνώμῃ· ὅθεν καὶ ἐκ τούτου δῆλον ἔστιν, ὅτι ἄλλος ἦν ὁ καιρὸς ἐκεῖνος, καὶ ἄλλος οὗτος, καθ’ ὃν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐκ τοῦ ἱεροῦ ἀπήλασεν· καὶ ἐκεῖ μὲν ἀποκρίνεται αὐτοῖς λέγων· “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις “ἐγερῶ αὐτόν·” ἐνταῦθα δὲ εἰς ἀπορίαν αὐτοῖς ἐμβάλλει λέγων, “τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν· ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;” τί δέ ἐστι τὸ ἐν ποίᾳ ἐξουσίᾳ ὅτι μὴ ἔχων, φησὶ, τὸ διδασκαλικὸν ἀξίωμα, ἢ ἱερεὺς μὴ χειροτονηθεὶς, πῶς τοσαύτην ἐξουσίαν ἀπεδείξω; καὶ ὅτε μὲν ἐξέβαλεν, οὐκ ἐτόλμησαν τοῦτο εἰπεῖν· ἐπειδὴ δὲ ὤφθη διδάσκων, τότε ἐπιτιμῶσι· φθονοῦντες τῆς τῶν ἀκουόντων σωτηρίας. ποίαν εἶχεν ἀκολουθίαν ὅπερ ἀντηρώτησεν ὁ Χριστὸς λέγων, ὅτι “τὸ βάπτισμα Ἰωάννου,” καὶ τὰ ἐξῆς; μεγίστην πάνυ· εἰ γὰρ εἶπον ἐξ οὐρανοῦ, εἶπεν ἂν αὐτοῖς, διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; εἰ γὰρ ἐπίστευσαν, οὐδὲν ἦν τὸ κωλῦον αὐτοὺς εἰδέναι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἐποίει· περὶ γὰρ αὐτοῦ ἐκεῖνος εἶπεν, “ὅτι οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ “ὑποδήματος αὐτοῦ, καὶ, ἴδε ὁ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν “τοῦ κὀσμου” καὶ, οὕτος ἐστὶν ὁ Υἰὸς τοῦ Θεοῦ,” καὶ “ὁ “ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἔστι·” καὶ “ὅτι τὸ πτύον ἐν τῇ “χειρὶ αὐτοῦ.” εἶτα ἐπειδὴ κακουργοῦντες ἔλεγον, “οὐκ οἴδαμεν.” οὐκ εἶπεν, οὐδὲ ἐγὼ οὐκ ὄιδα ἀλλ’ ὅτι “ούδὲ ἐγὼ λέγω ὑμῖν. εἰ μὲν γὰρ ἠγνόουν, διδάσκεσθαι αὐτοὺς ἔδει· ἐπειδὴ δὲ ἐκακούργουν, ἁρμοζόντως x, οὐδὲν αὐτοῖς ἀπεκρίνατο. διατί δὲ οὐκ εἶπον, ὅτι ἐξ ἀνθρώπων ἦν τὸ βάπτισμα Ἰωάννου; ἐπειδὴ ἐφοβοῦντο, φησὶ, τοὺς ὄχλους· οὕτως ἦσαν διεφθαρμένοι καὶ καταφρονοῦντες· καὶ γὰρ τὸν μὲν Ἰωάννην δι’ αὐτοὺς ἐφοβοῦντο· οὐκ αἰδούμενοι τὸν ἄνδρα. καὶ τῷ Χριστῷ δὲ πάλιν πιστεύειν, διὰ τοὺς ἀνθρώπους, οὐκ ἤθελον· ὅθεν διὰ τοῦτο πάντα αὐτοῖς ἐτίκτετο τὰ κάκα.[*](x ἁρμοζόντες Cod.)173