Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν ἐπερωτησάντων τὸν Ἰησοῦν ἀρχιερέων καὶ πρεσβυτέρων.

Διατί προσελθόντες αὐτῷ ἐν τῷ ἱερῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον, “ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;” βουλόμενοι διακόψαι τὴν διδασκαλίαν αὐτοῦ· καὶ ἐπειδὴ τοῖς σημείοις μέμψεις [*](u Sic: an leg. ἀμύνασθαι?)

172
ἐπαγαγεῖν οὐκ εἶχον, περὶ τῆς ἐν τῷ ἱερῷ γενομένης εἰς τοὺς καπηλευομένους ἐρωτῶσι διορθώσεως· τοῦτο δὲ καὶ παρὰ τῷ Ἰωάννῃ φαίνονται ἐρωτῶντες, εἰ καὶ μὴ τοῖς αὐτοῖς ῥήμασιν, ἀλλὰ τῇ αὐτῇ γνώμῃ· ὅθεν καὶ ἐκ τούτου δῆλον ἔστιν, ὅτι ἄλλος ἦν ὁ καιρὸς ἐκεῖνος, καὶ ἄλλος οὗτος, καθ’ ὃν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐκ τοῦ ἱεροῦ ἀπήλασεν· καὶ ἐκεῖ μὲν ἀποκρίνεται αὐτοῖς λέγων· “λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις “ἐγερῶ αὐτόν·” ἐνταῦθα δὲ εἰς ἀπορίαν αὐτοῖς ἐμβάλλει λέγων, “τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν· ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;” τί δέ ἐστι τὸ ἐν ποίᾳ ἐξουσίᾳ ὅτι μὴ ἔχων, φησὶ, τὸ διδασκαλικὸν ἀξίωμα, ἢ ἱερεὺς μὴ χειροτονηθεὶς, πῶς τοσαύτην ἐξουσίαν ἀπεδείξω; καὶ ὅτε μὲν ἐξέβαλεν, οὐκ ἐτόλμησαν τοῦτο εἰπεῖν· ἐπειδὴ δὲ ὤφθη διδάσκων, τότε ἐπιτιμῶσι· φθονοῦντες τῆς τῶν ἀκουόντων σωτηρίας. ποίαν εἶχεν ἀκολουθίαν ὅπερ ἀντηρώτησεν ὁ Χριστὸς λέγων, ὅτι “τὸ βάπτισμα Ἰωάννου,” καὶ τὰ ἐξῆς; μεγίστην πάνυ· εἰ γὰρ εἶπον ἐξ οὐρανοῦ, εἶπεν ἂν αὐτοῖς, διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; εἰ γὰρ ἐπίστευσαν, οὐδὲν ἦν τὸ κωλῦον αὐτοὺς εἰδέναι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἐποίει· περὶ γὰρ αὐτοῦ ἐκεῖνος εἶπεν, “ὅτι οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ “ὑποδήματος αὐτοῦ, καὶ, ἴδε ὁ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν “τοῦ κὀσμου” καὶ, οὕτος ἐστὶν ὁ Υἰὸς τοῦ Θεοῦ,” καὶ “ὁ “ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἔστι·” καὶ “ὅτι τὸ πτύον ἐν τῇ “χειρὶ αὐτοῦ.” εἶτα ἐπειδὴ κακουργοῦντες ἔλεγον, “οὐκ οἴδαμεν.” οὐκ εἶπεν, οὐδὲ ἐγὼ οὐκ ὄιδα ἀλλ’ ὅτι “ούδὲ ἐγὼ λέγω ὑμῖν. εἰ μὲν γὰρ ἠγνόουν, διδάσκεσθαι αὐτοὺς ἔδει· ἐπειδὴ δὲ ἐκακούργουν, ἁρμοζόντως x, οὐδὲν αὐτοῖς ἀπεκρίνατο. διατί δὲ οὐκ εἶπον, ὅτι ἐξ ἀνθρώπων ἦν τὸ βάπτισμα Ἰωάννου; ἐπειδὴ ἐφοβοῦντο, φησὶ, τοὺς ὄχλους· οὕτως ἦσαν διεφθαρμένοι καὶ καταφρονοῦντες· καὶ γὰρ τὸν μὲν Ἰωάννην δι’ αὐτοὺς ἐφοβοῦντο· οὐκ αἰδούμενοι τὸν ἄνδρα. καὶ τῷ Χριστῷ δὲ πάλιν πιστεύειν, διὰ τοὺς ἀνθρώπους, οὐκ ἤθελον· ὅθεν διὰ τοῦτο πάντα αὐτοῖς ἐτίκτετο τὰ κάκα.

[*](x ἁρμοζόντες Cod.)
173

Περὶ τῶν δύο υἱῶν παραβολή.

Τί σημαίνουσι τὰ τέκνα τὰ δύο, περὶ ὧν φησιν ὁ Χριστὸς, ὅτι “ἄνθρωπος εἶχε τέκνα δύο,” καὶ τὰ ἑξῆς; τὸν λαὸν τῶν ἐθνῶν καὶ τῶν Ἰουδαίων· καὶ γὰρ οἱ ἐξ ἐθνῶν οὐχ ὑποσχόμενοι ὑπακοῦσαι, οὐδὲ ἀκροαταὶ γενόμενοι τοῦ νόμου, διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν ὑπακοήν. οἱ δὲ Ἰουδαῖοι εἰπόντες, πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιοῦμεν, διὰ τῶν ἔργων παρήκουσαν· διὰ τοῦτο οὖν, ἵνα αὐτοκατακρίτους αὐτοὺς ποιήσῃ, παρ’ αὐτῶν ἐξενεχθῆναι παρασκευάζει τὴν ψῆφον· ὅπερ καὶ ἐν τῇ ἐπιούσῃ ποιεῖ τοῦ ἀμπελῶνος παραβολῇ. ἐπειδὴ γὰρ οὐ συνιέντες τὰ λεγόμενα, τὴν ψῆφον ἐξήνεγκαν, λέγοντες, ὅτι ὁ δεύτερος ἐποίησε τὸ θέλημα τοῦ πατρός· τότε ἀποκαλύπτει λοιπὸν τὰ συνεσκιασμένα, καὶ λέγει· ὅτι “οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν “τῶν οὐρανῶν·” διὰ τὸ ἐκείνους πιστεῦσαι τῷ Ἰωάννῃ, ὑμᾶς δὲ μὴ πιστεῦσαι· ἦλθε γάρ, φησι, πρὸς ὑμᾶς, οὐ πρὸς ἐκείνους· ὅπερ διπλῆ αὐτοῖς κατηγορία ἐστί· τὸ δὲ “ἐν ὁδῷ δικαιοσύνης” δηλοῖ, ὅτι οὐκ ἔχεται ἐγκαλεῖν, φησὶν, ὅτι ἠμελημένος τίς ἦν, καὶ οὐδὲν ὠφελῶν, ἀλλὰ καὶ βίος ἄληπτος ἦν αὐτῷ, καὶ πρόνοιαν ἡμῖν πολλὴν ἐποιεῖτο, εἰς τὸ σωθῆναι· τὸ δὲ χαλεπώτερον ἔγκλημα, ὅτι οὐδὲ μετὰ τὸ πιστεῦσαι αὐτῷ τοὺς τελώνας καὶ τὰς πόρνας, τουτέστι τῆς ἁμαρτίας ὑπαναχωρῆσαι, ὑμεῖς ἐπιστεύσατε· ἔδει μὲν γὰρ καὶ πρὸ αὐτῶν πιστεῦσαι. τὸ δὲ μηδὲ μετ’ αὐτοὺς, πάσης συγγνώμης ἀπεστερημένον ἦν· καὶ ἄφατος ἐκείνων ἔπαινος, καὶ τούτων κατηγορίᾳ· τὸ δὲ “προάγουσι,” σημαίνει, οὐχ ὡς τούτων ἑπομένων καὶ τῆς βασιλείας μετ’ αὐτοὺς ἀξιουμένων οὕτως μενόντων, ἀλλ’ ὡς ἐλπίδα ἐχόντων, ἐὰν θέλωσι πιστεῦσαι. τοῦτο δὲ ἔλεγεν, ἵνα παραζηλώσωσι, καὶ κἂν οὕτως πιστεύσωσιν. οὐδὲν γὰρ οὕτως ὡς ζηλοτυπία διεγείρει τοὺς παχυτέρους· διὰ τοῦτο οὖν, καὶ ἀεὶ λέγει· “ὅτι ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι “πρῶτοι.”

Ὠριγένουσ. Τέκνα δύο ὡς ἄνθρωπον τροποφοροῦντα τὸν Υἱὸν τοῦ Θεοῦ, ὁ παλαιὸς λαὸς, καὶ ὁ πιστεύσας ἐξ ἐθνῶν, ὃς πρῶτος ὢν τὸ προωρεῖσθαι καὶ προεγνῶσθαι καὶ προεκτίσθαι· ἀκούσας

174
ὕπαγε, ἐργάζου· ὑπερέθετο, φεύγων τοὺς πόνους· ἐπὶ δὲ συντελείᾳ μεταμεληθεὶς, ἐποίησε τὸ θέλημα τοῦ πατρός· δευτέρου μὲν ἀκούσαντος τοῦ κατὰ σάρκα Ἰσραὴλ, διαψευσαμένου δὲ τοῖς ἔργοις τὴν ὑπόσχεσιν. χρήσῃ τῇ παραβολῇ, ἐπὶ τοῖς ἣ μηδὲν ἐπαγγελλομένοις χρηστὸν, ἣ ἐλάττονα, ἔργῳ δὲ ποιοῦσι· καὶ ἐπὶ τοῖς ἐν μεγάλαις ἐπαγγελίαις, οὐδὲν ἀνύουσιν.

ἘΞ ἀνεπιγράφου. Τοῦτο βούλεται εἰπεῖν ἡ παραβολὴ, ὅτι οἱ μὲν τελῶναι, καὶ αἱ πόρναι μετανοήσαντες, καὶ τὰ ἀρεστὰ τῷ Θεῷ ποιήσαντες, δικαιοῦνται· εἰ καὶ κατὰ τὴν ἀρχὴν ἠπείθουν τῷ νόμῳ, μᾶλλον δὲ τῷ Θεῷ, Ἰωάννῃ πεισθέντες· οἱ δὲ λέγοντες τηρεῖν τὸν νόμον Φαρισαῖοι, ἐν μόνοις ῥήμασι ψιλοῖς, ἀπόβλητοι εἰσι παρὰ τῷ Θεῷ. οὐ γὰρ ἐν λόγοις ἡ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλ’ ἐν ἔργοις. “οὐ γὰρ ὁ ἀκροατὴς νόμου, ἀλλ’ ὁ ποιητὴς, “δίκαιος παρὰ τῷ Θεῷ·” οὗτοι ὁμοῖοι εἰσὶ τοῖς ὑποσχομένοις ἀπελθεῖν εἰς τὸν ἀμπελῶνα, ἐπὶ τὸ ἐργάσασθαι, καὶ μὴ ἀπελ- θοῦσιν.

Του Χρυσοστόμου. Κακὸν καὶ τὸ παρὰ τὴν ἀρχὴν μὴ ἑλέσθαι τὸ καλόν. μεῖζον δὲ κατηγορία, τὸ μὴ μεταθέσθαι· μάλιστα τοῦτο ἐργάζεται πονηροὺς, καὶ ὃ νῦν πάσχοντας ὁρῶμεν.

Περὶ τοῦ ἀμπελῶνος παραβολή.

Ἄνθρωπον οἰκοδεσπότην τὸν Θεὸν καὶ Πατέρα λέγει· ἀμπελῶνα δὲ καὶ φραγμὸν, καὶ ληνὸν καὶ πύργον, τὸν νόμον ὃν δέδωκε, καὶ τὴν πόλιν ἣν ἀνέστησε, καὶ τὸν ναὸν ὃν ᾠκοδόμησε· γεωργοὺς δὲ, τοὺς Ἰουδαίους. ἐξελθόντων γὰρ αὐτῶν ἐξ Αἰγύπτου, τὰ προειρημένα πάντα εἰς αὐτοὺς εἰργάσατο· τὴν πρόνοιαν αὐτοῦ τὴν πολλὴν ἐνδεικνύμενος· οὐδὲν δὲ ἐλλεῖπον, ἀλλὰ πάντα ἀπηρτισμένα ποιήσας, μικρὸν τί αὐτοῖς ἐγκατέλιπε, τὸ ἐπιμελήσασθαι καὶ διαφυλάξαι τὰ δοθέντα· τὸ δὲ “ἀπεδήμησεν,” τὴν πολλὴν αὐτοῦ μακροθυμίαν σημαίνει· ὅτιπερ οὐκ ἀεὶ τοῖς ἁμαρτήσασι παρὰ πόδας ἐπάγει τὰς τιμωρίας. τίνες δέ εἰσιν οἱ ἀποσταλέντες δοῦλοι; οἱ προφῆται· ποῖον ἵνα λάβωσι καρπόν; τὴν ὑπακοὴν

175
δηλονότι, τουτέστι τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν· οἱ δὲ γεωργοὶ, οὐ μόνον οὐκ ἔχοντες δοῦναι, ἀλλὰ καὶ ὀφείλοντες ἔτι, αἱμάτων τὰς χεῖρας ἔπλησαν· διὰ τοῦτο δὲ δευτέρους καὶ τρίτους ἔπεμψεν, ἵνα δειχθῇ καὶ ἡ τοῦ πέμψαντος φιλανθρωπία τὲ καὶ μακροθυμία, καὶ ἡ τῶν γεωργῶν πονηρία τὲ καὶ κακία· οὐκ ἀπέστειλε τὸν υἱὸν πρῶτον, ἀλλὰ μετὰ τοὺς δούλους· ἵνα ἐξ ὧν περ εἰς τοὺς δούλους διεπράξαντο καταγνόντες ἑαυτῶν καὶ τὸν θυμὸν ἀφέντες οἱ γεωργοὶ ἐκεῖ, τουτέστι εἰς τοὺς δούλους, τὸν υἱὸν ἐντραπῶσιν ἐλθόντα· τὸ δὲ “ἴσως ἐντραπήσονται τὸν υἱόν μου” εἶπεν, οὐχ ὡς ἀγνοῶν, ἄπαγε, ἀλλὰ θέλων δεῖξαι τὸ ἁμάρτημα μέγα ὃν καὶ ἀπολογίας πάσης ἐστηρημένον· αὐτὸς γὰρ εἰδὼς, ὅτι ἀναιρήσουσιν, ἔπεμψε· λέγει δὲ “ἐντραπήσονται·” τὸ γενέσθαι ὀφεῖλον ἀπαγγέλλων· ὅτι ἔδει αὐτοὺς ἐντραπῆναι· εἰ γὰρ καὶ περὶ τοὺς δούλους ἀγνώμονες ἐγένοντο, ἀλλά γε τοῦ υἱοῦ τὸ ἀξίωμα αἰδεσθῆναι χρῆν· ἀλλ’ ὅμως ἐκεῖνοι τὴν πονηρὰν οὐκ ἀπέθεντο συνήθειαν· ἀλλὰ πολλῆς πλησθέντες ἀσεβείας καὶ ἀνοίας, “ἀποκτείνωμεν “αὐτόν,” φησι, “καὶ ἡμῶν ἔσται ἡ κληρονομία·” ποῦ δὲ ἀποκτεῖναι βουλεύονται; ἔξω τοῦ ἀμπελῶνος· διὸ χρὴ σκοπῆσαι, πῶς καὶ τὸν τόπον προφητεύει, ἔνθα ἔμελλε σφάττεσθαι· διὰ τοῦτο δὲ διὰ παραβολῆς εἶπε τὴν πονηρίαν αὐτῶν· ὅπως αὐτοὶ τὴν ψῆφον ἐξενέγκωσι, καὶ ἑαυτοὺς καταδικάσωσιν· εἰπόντες γὰρ “ὅτι “κακοὺς κακῶς ἀπωλέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσει “ἄλλοις γεωργοῖς,” οὐδὲν ἕτερον λέγουσιν ἢ τοῦτο, ὅτι ἡμεῖς ἐσμὲν οἱ ὀφείλοντες τοῦτο παθεῖν.

Εἰπὼν δὲ ὅτι “λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες·” λίθον μὲν ἑαυτὸν ἀποκαλεῖ· οἰκοδομοῦντας δὲ, τοὺς διδασκάλους τῶν Ἰουδαίων· ἀπεδοκίμασαν δὲ ἐν τῷ λέγειν· “οὗτος οὐκ ἔστιν ἐκ τοῦ “Θεοῦ·” “οὗτος πλανᾷ τὸν ὄχλον·” καὶ ἐν τῷ καλεῖν αὐτὸν Σαμαρείτην· “ἐγενήθη δὲ εἰς κεφαλὴν γωνίας,” ὅτι τὰ ἔθνη τὰ διεστῶτα πρώην, πιστεύσαντα δὲ, ἔτι καὶ Ἰουδαίους τοὺς πιστεύσαντας εἰς ἓν συνῆψε, καίπερ τοσούτου τοῦ μέσου ὄντος ἔμπροσθεν· τὸ δὲ “παρὰ κυρίου ἐγένετο αὕτη,” καὶ τὰ ἑξῆς, δηλοῖ ὅτι οὐδαμῶς τοῦτο γινόμενον ἐναντίον Θεοῦ, ἀλλὰ καὶ σφόδρα ἀποδεκτὸν, καὶ πᾶσι τοῖς ὁρῶσι παράδοξον, καὶ γέμοντα ἐκπλήξεως· εἰπὼν δὲ “ὅτι ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται, ἐφ’

176
ὃν δ ἂν πέσῃ λικμήσῃ αὐτόν δύο ἐνταῦθα ἀπωλείας εἶπε, μίαν μὲν τὴν ἀπὸ τοῦ προσκόψαι, τουτέστι σκανδαλισθῆναι· τοῦτο γὰρ δηλοῖ τὸ πεσεῖν ἐπὶ τὸν λίθον· ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ συμφορᾶς καὶ πανωλεθρίας, ἣν καὶ σαφῶς προεδήλωσε εἰπὼν, “λικμήσῃ αὐτόν. διὰ τούτων δὲ καὶ τὴν ἀνάστασιν ᾐνίξατο τὴν ἑαυτοῦ. “γνόντες δέ” φησι “ὅτι περὶ “αὐτῶν εἶπε τὴν παραβολὴν, ἐζήτουν αὐτὸν κρατῆσαι, ἀλλ’ ἐφο- “βήθησαν τοὺς ὄχλους, ὅτι ὡς προφήτην αὐτὸν εἶχον· οὕτως αὐτοὺς καθάπαξ ἐτύφλωσεν ὁ τῆς φιλαργυρίας ἔρως, καὶ τὸ τὰ παρόντα ζητεῖν, ὅτι οὐδὲ τὴν ἑαυτῶν αἰδεσθέντες ψῆφον, πιστεῦσαι ἠθέλησαν, ἀλλ’ ἔτι καὶ μᾶλλον κρατῆσαι αὐτὸν ἐζήτουν. οὐδὲ γὰρ οὕτως ἐπὶ κεφαλὴν ὠθεῖ, καὶ κατὰ κρημνῶν φέρει, καὶ τῶν μελλόντων ἐκπίπτειν ποιεῖ, ὡς τὸ προσηλῶσθαι τοῖς ἐπικήροις τούτοις.

Θεοδώρου Ἡρακλείασ. Περὶ Τῶν Καλουμένων Εἰσ Τὸν Γάμον. Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν Θεὸν καὶ Πατέρα, τὸν πολλὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐνδειξάμενον, καὶ τὸ ἄνωθεν μέχρι τέλους τῶν Ἰουδαίων φιλόνεικον περὶ τὸν Θεόν. ἀμπελὼν δέ ἐστιν ὁ Ἰσραὴλ, ὃν κατεφύτευσεν ἐν τῇ γῇ τῆς ἐπαγγελίας· φραγμὸς δὲ ὁ νόμος, οὐκ ἐῶν αὐτοὺς ἐπιμιγῆναι τοῖς ἔθνεσι· ληνὸς τὸ θυσιαστήριον· πύργος ἡ Σιῶν· γεωργοὶ οἱ διδάσκαλοι· δοῦλοι οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οὓς ἀπέκτειναν· υἱὸς ὁ Ἰησοῦς, ὃν ἀπέκτειναν, καὶ τὰ δεινὰ ὑποστάντες ὑπὸ Ῥωμαίων, ἔξω αὐτοὺς ἐποίησαν τοῦ Θεοῦ· ἀντεισενεχθέντων εἰς τὸν τῶν Ἰουδαίων τόπον τῶν μαθητῶν καὶ Ἀποστόλων, οἳ καὶ ἀποδεδείκασι τοὺς καρποὺς ἐν θεοσεβείᾳ, ζήσαντες ἐναρέτως.

Ὠριγένουσ. Ἔδειραν ὡς Μιχαίαν, πατάξαντες ἐπὶ σιαγόνα Σεδεκίου· ἀπέκτειναν Ζαχαρίαν, μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου· ἐλιθοβόλησαν, ὡς Ἀζαρίαν υἱὸν Ἰοδαὲ, τὸν ἱερέα, ὡς ἐν τοῖς Βασιλείοις.

Ὠριγένουσ. Οἰκοδόμοι εἰσὶν, οἱ τὸν ζωοποιὸν λίθον ἀποδοκιμάσαντες, τὴν ἀλήθειαν, οἱ τῷ ψεύδει τῇ διδασκαλίᾳ * *

Του Αὐτου. Γωνία ἐστὶ συγκρότησις δύο τοίχων, τὸ ἐξ Ἰσραὴλ λῆμμα, καὶ τῶν ἐθνῶν τὸ πλήρωμα, εἰς ἓν συγκροτῶν ὁ λίθος

177
Χριστὸς, ἡ ἀλήθεια, τὴν γωνίαν ποιήσας, καθὼς γέγραπται, “παρὰ Κυρίου ἐγένετο αὕτη.”

Του αὐτου. Πᾶσα πτῶσις ἐν τῷ πνευματικῷ λίθῳ ἀλυσιτελὴς καὶ ἐπίπονος· οὐκ ἔστι γὰρ πτώσεως, ἀλλ’ οἰκοδομῆς, πῶς δὲ συνθλᾷ καὶ λικμᾷ καὶ τὰ αἴτια τούτων ζητεῖ.

Του Χρυσοστόμου. Δύο φησὶν ἀπωλείας ἐνταῦθα, μίαν μὲν τὴν ἀπὸ τοῦ προσκόψαι καὶ σκανδαλισθῆναι· τοῦτο γάρ ἐστιν, “ὁ πίπτων, ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται.” ἑτέραν δὲ τὴν ἀπὸ τῆς ἁλώσεως αὐτῶν καὶ τῆς συμφορᾶς· διὰ τούτων καὶ τὴν ἀνάστασιν ἠνίξατο τὴν ἑαυτοῦ, καὶ τὴν ἐκείνων ἀπώλειαν.

Του αὐτου. Ἠισθάνοντο γὰρ λοιπὸν ὅτι αὐτοὺς ᾐνίττετο, ποτὲ μὲν οὖν κατεχόμενος διὰ μέσου αὐτῶν ἀνεχώρει· ποτὲ δὲ φαινόμενος ὠδίνουσαν αὐτῶν τὴν ἐπιθυμίαν ἐπέχει, ὃ καὶ θαυμάζοντες ἔλεγον· “οὐκ οὗτος ἐστὶν Ἰησοῦς; ἴδε παρρησίᾳ λαλεῖ. ἐνταῦθα τῷ φόβῳ τοῦ πλήθους αὐτοὺς κατεῖχεν· οὐδὲ γὰρ ἐβούλετο πάντα ὑπὲρ ἄνθρωπον ποιεῖν, ὥστε πιστευθῆναι τὴν οἰκονομίαν.

Περὶ τῶν καλουμένων εἰς τὸν γάμον.

“Ὡμοιώθη,” φησὶν, “ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ “βασιλεῖ,” καὶ τὰ ἑξῆς. ἡ μὲν πρὸ ταύτης παραβολὴ τὰ πρὸ τοῦ σταυροῦ ᾐνίξατο, αὕτη δὲ τὰ μετὰ τὴν ἀνάστασιν σημαίνει, ἵνα δειχθῇ τοῦ Θεοῦ καὶ ἐν τούτῳ ἡ ἄφατος φιλανθρωπία· ὅτι τοὺς ὀφείλοντας χαλεπωτάτην δοῦναι δίκην, δι’ ἣν ἐτόλμησαν σφαγὴν, εἰς γάμους καλεῖ. γάμος δὲ εἴρηται διὰ τὴν φαιδρότητα, καὶ διὰ τὸ μηδὲν λυπηρὸν ἣ σκυθρωπὸν ἔχειν, ἀλλὰ χαρᾶς γέμειν πνευματικῆς· διὰ τοῦτο καὶ νυμφίον αὐτὸν ὁ Ἰωάννης καλεῖ. διατί κεκλημένους αὐτοὺς λέγει; ἐπειδὴ οὐ προσφάτως καλεῖ, ἀλλὰ καὶ πρὸ πολλοῦ χρόνου, ὅπερ μείζονα τὴν κατηγορίαν ἐποίει· πότε δὲ προεκλήθησαν; διὰ τῶν προφητῶν ἁπάντων. τὸ ἄριστον δὲ, οἱ ταῦροι καὶ τὰ σιτιστὰ τὴν πολλὴν φιλοτιμίαν καὶ τρυφὴν καὶ πανδαισίαν σημαίνει· ἀλλ’ οὐδὲ τοῦτο αὐτοὺς ἐνέτρεψεν, ἀλλὰ μᾶλλον ἀγροὺς καὶ ἐμπορείας τῆς εὐφροσύνης ταύτης προετίμησαν. τι δὲ ἐντεῦθεν μανθάνομεν; ἵνα κἂν ἀναγκαῖα ᾖ τὰ

178
κατέχοντα, πάντων προτιμώτερα ποιώμεθα τὰ πνευματικά. ποίους δὲ δούλους ὕβρισαν καὶ ἀπέκτειναν; τοὺς Ἀποστόλους δηλονότι· αὐτοὶ γὰρ αὐτοὺς μετὰ τὴν ἀνάστασιν εὐηγγελίσαντο. τὸ δὲ πέμψαι τὰ στρατόπεδα, καὶ ἀπολέσαι τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐμπρῆσαι, τὰ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου συμβάντα κατὰ τοῖς Ἰουδαίοις δηλοῖ. καὶ ἐπειδήπερ τὸν Πατέρα παρώξυναν, τῷ Υἱῷ μὴ πιστεύσαντες, αὐτὸς ἐπεξῆλθεν αὐτούς. καὶ οὐκ εὐθέως ἀναιρεθέντος τοῦ Χριστοῦ γέγονεν ἡ ἅλωσις, ἀλλὰ μετὰ τεσσαράκοντα ἔτη, ἵνα δείξῃ αὐτοῦ τὴν μακροθυμίαν, ὅτε ἀπέκτειναν τὸν Στέφανον, ὅτε ἀνεῖλον τὸν Ἰάκωβον, ὅτε ὕβρισαν τοὺς Ἀποστόλους. τί σημαίνει τὸ “οἱ κεκλημένοι οὐκ ἦσαν “ἄξιοι;” ὅτι περ ἔδει φησὶν αὐτοὺς μηδὲ κληθῆναι, ἀλλ’ ἵνα μηδεμίαν αὐτοῖς καταλείπῃ ἀναισχύντου τινὸς ἀντιλογίας πρόφασιν, καὶ περ εἰδὼς τὴν ἀπιστίαν, πρὸς αὐτοὺς πρώτους ἔπεμψεν, ἐκείνους τε ἐπιστομίζων, καὶ ἡμᾶς παιδεύων τὰ παρ’ ἑαυτῶν πάντα πληροῦν, ὥστε νουθετεῖν ἀλλήλους, κἂν μηδεὶς μηδὲν κερδαίνειν μέλλει. καλοῦνται δὲ εἰς τοὺς γάμους ὑπὸ τῶν Ἀποστολων ἐκ τῶν διεξόδων τὰ ἔθνη· καὶ γὰρ οὐκ ἐν ὁδῷ, ἀλλ’ ἔξωθεν τῆς ὀρθῆς ὑπῆρχον ὁδοῦ. ἔνδυμα δὲ γάμου ἐστὶ βίος ὀρθὸς, οὐ γὰρ δεῖ τῇ πίστει μόνῃ θαρρεῖν. καὶ γὰρ τὸ μὲν κληθῆναι καὶ καθαρθῆναι, χάριτος ἦν, τὸ δὲ κληθέντα καὶ καθαρὰ ἐνδυσάμενον μεῖναι τοιαῦτα διατηροῦντα, τῆς τῶν κληθέντων σπουδῆς· ἐπεὶ οὖν τὸ κληθῆναι οὐκ ἀπὸ τῆς ἀξίας γέγονεν, ἀλλ’ ἀπὸ τῆς χάριτος, ἔδει ἀμείψασθαι τὴν χάριν, καὶ μὴ τοσαύτην ἐπιδείξασθαι πονηρίαν μετὰ τὴν τιμήν. καὶ γὰρ πολλὴ ἀπόκειται κόλασις τοῖς ῥαθυμήσασι· καθάπερ γὰρ οἱ Ἰουδαῖοι τῷ μὴ ἐλθεῖν ὕβρισαν, οὕτως καὶ τὸ κατακλιθῆναι μετὰ βίου διεφθαρμένου· τὸ γὰρ ῥυπαροῖς ἱματίοις εἰσελθεῖν, τοῦτό ἐστι βίον ἀκάθαρτον ἔχοντα ἀπελθεῖν ἐντεῦθεν· διὸ καὶ ἐφιμοῦτο y ὁ μὴ ἐνδεδυμένος τὸ ἔνδυμα τοῦ γάμου.

Χρὴ οὖν σκοπῆσαι, ὅτι καίτοι τοῦ πράγματος ὄντος καταδήλου, οὐ πρότερον κολάζει, ἕως ἂν αὐτὸς ὁ ἡμαρτηκὼς τὴν ψῆφον ἐξενέγκῃ· τὸ γὰρ μηδὲν ἔχειν ἀντειπεῖν κατέκρινεν ἑαυτὸν, καὶ λοιπὸν πρὸς ἀτελευτήτους ἕλκεται κολάσεις· μὴ γὰρ δὴ σκότος [*](y ἐφημοῦτο Cod.)

179
ἀκούσαντες, τούτῳ νομίσωμεν αὐτὸν τιμωρεῖσθαι, τὸ εἰς ἀφεγγὲς πέμπεσθαι χωρίον μόνον, ἀλλ’ ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπερ ἀκαρτερήτους ὀδύνας αἰνίττεται· ἀκούσωμεν ὅσοι τῶν φρικτῶν μυστηρίων ἀπολαύσαντες, καὶ τῶν γάμων ἐκείνων τῶν ἀχράντων ἀξιωθέντες, ῥυπαραῖς τὴν ψυχὴν περιεβάλωμεν πράξεσιν· ἀκούσωμεν πόθεν ἐκλήθημεν· ἀπὸ τῆς τριόδου χωλοὶ ὄντες καὶ ἀνάπηροι κατὰ ψυχὴν, ὅπερ πολλῷ χαλεπώτερόν ἐστι τοῦ σώματος λωβήσεως· αἰδεσθῶμεν τὴν φιλανθρωπίαν τοῦ καλέσαντος, καὶ μηδεὶς ἡμῶν μενέτω ῥυπαρὰ ἔχων ἱμάτια, ἀλλ’ ἕκαστος ἡμῶν περιεργαζέσθω τῆς ψυχῆς τὴν στολὴν, καὶ ταύτης πολλὴν τὴν φροντίδα ποιησώμεθα.

θεοδώρου Ἡρακλείασ. Γάμον λέγει τὴν ἁρμονίαν καὶ συνάφειαν τοῦ Υἱοῦ τὴν γενομένην πρὸς τὴν Ἐκκλησίαν· τοὺς δὲ ἀποστελλομένους καλέσαι τοὺς κεκλημένους, τοὺς μαθητὰς, μεθ’ οὓς ἔπεμψε τοὺς ἑβδομήκοντα.

Κυρίλλου Ἀλεξανδρείασ. Γάμον λέγει τὴν πρὸς τὸν Υἱὸν τῶν πιστῶν συνάφειαν, καλῶν εἰς τοῦτον τοὺς Ἰουδαίους, πάλαι μὲν διὰ τῶν προφητῶν, ὕστερον δὲ διὰ τῶν μαθητῶν, πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως.

Ὠριγένουσ. Δοῦλοι, οἱ πατριάρχαι δηλονότι ἣ Μώσης καὶ προφῆται· ἄριστον, ὑπὸ τῆς λεγούσης ἡτοιμακέναι τὴν ἑαυτῆς τράπεζαν σοφίας, ἡτοίμασται πνευματικὴ στάσις, οἰνοχόων καὶ λειτουργῶν ἄλλων, ἐπιστήμῃ καὶ καιρῷ διακονούντων, ὡς καὶ παρὰ τῷ Σολομῶντι τῷ εἰρηνικῷ, καθὰ ἐν Βασιλείοις γέγραπται περὶ αὐτοῦ· ταῦροι δὲ ἡ λογικὴ καὶ ὡς ἐν καθαροῖς μείζων τροφή· σιτιστὰ τὸ πνευματικῶς ἡδὺ τῆς θεωρίας οὐκ ἀσθενές· θύσις ἡ διαίρεσις καὶ τροπολογία τῶν προβλημάτων· πάντα οἱ περὶ τῶν ὄντων ποικίλοι λόγοι καὶ θεωρίαι· τὸ δὲ “ἔτοιμα,” προτρέπει.

Τοῦ αὐτοῦ. Τίνας ὕβρισαν; τοὺς πατριάρχας· στρατεύματα δέ εἰσιν οἱ ἐμπρήσαντες τὰ Ἱεροσόλυμα, καὶ ἀνελόντες τοὺς ἐν τῇ πόλει Ῥωμαῖοι, καὶ ἡ οὐράνιος στρατιὰ, καὶ οἱ ἐπὶ τῶν κολάσεων Ἄγγελοι, καὶ οἱ ἀναιροῦντες Ἰουδαικὴν διδασκαλίαν καὶ ψευδώνυμον γνῶσιν· δοῦλοι οἱ Ἀπόστολοι, καὶ οἱ ἐπιτεταγμένοι τῆ κλήσει τῶν ἐθνῶν Ἄγγελοι. “οὐκ ἦσαν ἄξιοι,” ὡς οὐκ ἀξίοις λέγουσιν οἱ Ἀπόστολοι “ὑμῖν ἀναγκαῖον ἦν ἀναγγεῖλαι τὸν λόγον

180
“τοῦ Θεοῦ· ἐπεὶ δὲ ἀναξίους ἑαυτοὺς ἐκρίνατε, πορευόμεθα εἰς “τὰ ἔθνη.” “διέξοδοι ὁδῶν” εἰσι τὰ ἔξω τοῦ Ἰσραὴλ δόγματα· ἀδιακρίτως συνάγουσι, πονηροὺς μὲν, ἵνα ἐπιθέμενοι τὸ ἔνδυμα γάμου, καὶ ἑστίαν Θεοῦ ἔχωσιν· ἀγαθοὺς δὲ, ἁπλούστερον τοὺς μετριωτέρους· ἔθνη γὰρ τὰ μὴ νόμον ἔχοντα, καὶ τὰ ἑξῆς· βίος καὶ πράξεις ἀγαθαί εἰσι τὸ ἔνδυμα, ἅπερ ὁ μὴ ἔχων ἐξ ἰδίας σπουδῆς, οὐκ ἔχει ἔνδυμα. ἡ γὰρ κλῆσις ἡ διδοῦσα ἀναμαρτησίαν καὶ Πνεύματος Ἁγίου μετοχὴν, κατὰ χάριν ἐστίν.

Τοῦ αὐτου. Μὴ μεταθέμενον ἣ μεταμφιασάμενον τὸ ἦθος, καὶ ἐνδυσάμενον τὸ ὕφασμα τῆς ἀρετῆς, Χριστὸν, σπλάγχνα τε οἰκτιρμῶν καὶ τὰ ὅμοια· κατὰ δὲ τὸ “ἐνεδύσατο κατάραν ὡς “ἱμάτιον.”

Τοῦ αὐτου. Δεσμεύουσιν Ἄγγελοι, πόδας, πορείαν, χεῖρας, τὴν δραστικὴν τῶν ἔργων δύναμιν.

Ἐξ ἀνεπιγράφου. Δῆλοί τῶν ὀδόντων ὁ βρυγμὸς καὶ ὁ κλαυθμὸς τὴν ὑστεροβουλίαν, καὶ τὴν τότε γινομένην ἀνονήτως μεταμέλειαν, ἐφ’ οἷς ἐν τῷ νῦν αἰῶνι οὐκ ἐπράξαμεν τὰ σωτηρίας ἔργα·

Περὶ τῶν ἐπερωτησάντων διὰ τὸν κῆνσον.

Διατὶ εἶπε τότε; ἵνα δείξῃ αὐτοὺς περαιτέρω τῇ κακίᾳ προβαίνοντας· ὅτε γὰρ μάλιστα κατανυγῆναι ἔδει, ὅτε καταπλαγῆναι τὴν φιλανθρωπίαν, ὅτε φοβηθῆναι τὰ μέλλοντα, τότε ἑτέραν ἦλθον ὁδόν· ὥστε δι’ αὐτῆς εἰς κίνδυνον ἐμβαλεῖν αὐτόν· ἐπειδὴ γὰρ κατασχεῖν αὐτὸν οὐκ εἶχον, “ἐφοβοῦντο γὰρ τοὺς ὄχλους; δημοσίων ἀδικημάτων ποιῆσαι αὐτὸν ὑπεύθυνον βούλονται· εἰς γὰρ τὴν Ῥωμαίων ἀρχὴν τῶν πραγμάτων αὐτοῖς μετατεθέντων, καὶ φόρου λοιπὸν ὄντες ὑποτελεῖς, ἀποστείλαντες περὶ τούτου αὐτὸν ἐρωτῶσιν· ἐπειδὴ γὰρ εἶδον ὅτι πρὸ τούτου διὰ τοῦτο ἀπέθανον, τουτέστιν οἱ περὶ Θεῦ δὰν καὶ Ἰούδαν ἀποστασίαν μελετήσαντες, ἐβούλοντο καὶ αὐτὸν διὰ τῶν λόγων τούτων, εἰς τοιαύτην ὑποψίαν ἐμβαλεῖν. διὰ τοῦτο μετὰ τῶν μαθητῶν αὐτῶν, καὶ τοὺς Ηρώδου στρατιώτας ἔπεμψαν, διπλοῦν ἑκατέρωθεν τὸν κρημνὸν

181
ὀρύττοντες, καὶ πάντοθεν τὴν πᾶμα τιθέντες, ὅπως ἑκατέρωθεν ἐπιλάβωνται αὐτοῦ· ἵνα εἰ μὲν ὑπὲρ τῶν Ἡρωδιανῶν ἀποκρίνηται, αὐτοὶ ἐγκαλέσωσιν, εἰ δὲ ὑπὲρ αὐτῶν, ἐκεῖνοι κατηγορήσωσι· καί τοι γε ἦν δεδωκὼς τὰ δίδραγμα, ἀλλ’ οὐκ ᾔδεσαν τοῦτο ἐκεῖνοι· ἑκατέρωθεν μὲν οὖν προσδοκῶντες αἱρήσειν, ἐπεθύμουν μᾶλλον κατὰ τῶν Ἡρωδιανῶν εἰπεῖν τί· διὸ καὶ τοὺς μαθητὰς πέμπουσιν εἰς τοῦτο, ὠθοῦντας αὐτὸν τῇ παρουσίᾳ, ἵνα παραδώσωσι τῷ ἡγεμόνι, ὡς τύραννον. ἠρώτων δὲ ἐπὶ τῶν ὄχλων, ὡς μείζονα γενέσθαι τὴν μαρτυρίαν· καὶ τί λέγουσιν; οἴδατε ὅτι πλάνος ἐστὶ, καὶ πλανᾷ τὸν ὄχλον· ἀλλὰ πάντα γίνονται, ἅπερ ἂν ἡ ἐπιβουλὴ ἀπαγορεύσῃ· τότε δὲ εἶπον, προσδοκῶντες αὐτὸν τῇ κολακείᾳ χαυνοῦν, καὶ πείθειν εἰπεῖν τι κατὰ τῶν κρατούντων νόμων· εἰπόντες δὲ τὸ “οὐ μέλει σοι περὶ οὐδενὸς, καὶ οὐ βλέπεις εἰς πρόσωπον ἀνθρώ- “που,” περὶ Ἡρώδου καὶ Καίσαρος ᾐνίττοντο, καὶ οὐ λέγουσιν, εἰπὲ ἡμῖν τι τὸ καλὸν ἣ τι τὸ συμφέρον, ἀλλὰ τι σοι δοκεῖ;” καὶ τοῦτο πανούργως. αὐτὸς δὲ ἐπιπληκτικώτερον μὲν αὐτοῖς διαλέγεται, ἐπιστομίζει δὲ ἐν τῷ τὰ ἀπόρρητα εἰς μέσον ἀγαγεῖν· ταῦτα δὲ ἐποίει, ἀναστέλλων αὐτῶν τὴν κακίαν, ὥστε μὴ ἐπὶ πολὺ τοῖς τοιούτοις ἐπιχειρεῖν, καὶ βλάπτειν τὰς ἑαυτῶν ψυχάς· ἐπιζητήσας δὲ τὸ νόμισμα τοῦ κήνσου, διὰ τῆς ἐκείνων γλώττης ἐκφέρει τὴν ἀπόφασιν, καὶ αὐτοὺς ψηφίσασθαι παρασκευάζει, ὅτι ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ὅπερ ἦν λαμπρὰ νίκη καὶ σαφής· οὐδὲ γὰρ ἀγνοῶν ἐρωτᾷ, “τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;” ἀλλὰ ταῖς οἰκείαις αὐτῶν ἀποκρίσεσιν ὑπευθύνους ποιῆσαι βουλόμενος· διὸ καὶ φησὶν, “ἀπόδοτε τὰ Καίσαρος Καίσαρι·” οὐ γάρ ἐστι τοῦτο δοῦναι· δείκνυται δὲ τοῦτο ἀπὸ τῆς εἰκόνος καὶ ἀπὸ τῆς ἐπιγραφῆς· ἵνα δὲ μὴ εἴπωσιν ὅτι ἀνθρώποις ἡμᾶς ὑποτάττεις, ἐπήγαγε “καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.” ἔξεστι γὰρ καὶ ἀνθρώποις τὰ αὐτῷ πληροῦν, καὶ Θεῷ διδόναι τὰ τῷ Θεῷ παρ’ ἡμῶν ὀφειλόμενα· διὸ καὶ ὁ Παῦλος φησί· “ἀπόδοτε πᾶσι τὰς ὀφει- “λὰς” καὶ τὰ ἑξῆς. χρὴ δὲ γινώσκειν, ὅτι ἐκεῖνα λέγει ἀποδιδόναι τῷ Καίσαρι, τὰ μηδὲν τὴν εὐσέβειαν παραβλάπτοντα, ὡς ἐάν τι τοιοῦτον ᾖ, οὐκέτι Καίσαρος, ἀλλὰ τοῦ διαβόλου φόρος ἐστὶ καὶ τέλος. ταῦτα οὖν ἀκούσαντες, ἐπεστομίσθησαν καὶ ἐθαύμασαν τὴν σοφίαν αὐτοῦ καὶ γὰρ θεότητος αὐτοῖς παρέσχεν
182
ἀπόδειξιν, τὰ ἀπόρρητα αὐτῶν ἐκκαλύψας, καὶ μετὰ ἐπιεικείας αὐτοὺς ἐπιστομίσας· οἱ δὲ οὐδὲ οὕτως ἐπίστευσαν, ἀλλὰ ἀφέντες αὐτὸν ἀπῆλθον.