Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν υἱῶν Ζεβεδαίου.
Διὰ τί οἱ υἱοὶ τοῦ Ζεβεδαίου προσῆλθον αὐτῷ, περὶ προεδρίας διαλεγόμενοι ; ἐπειδὴ καθώς φησιν ἕτερος Εὐαγγελιστὴς, διὰ τὸ ἐγγὺς εἶναι τὴν Ἱερουσαλὴμ, καὶ δοκεῖν ὅτι ἡ βασιλεία αὐτοῦ ἤδη φαίνεται, ταῦτα ᾔτουν· ἐνόμιζον γὰρ ὅτι ἐπὶ θύραις ἐστὶ, καὶ ὅτι αἰσθητὴ ὑπάρχει· καὶ ὅτι ἀπολαύσαντες ὧν ᾔτουν, οὐδὲν ὑποστήσονται τῶν λυπηρῶν· εἰ δὲ ὁ Εὐαγγελιστὴς οὗτος περὶ τῆς μητρὸς αὐτῶν λέγει ὅτι αὐτὴ ᾔτησε τοῦτο, ὡς ἀμφοτέρων γενομένων τοῦτο εἶπεν t· τὴν μητέρα γὰρ συμπαρέλαβον, ὅπως μείζονα τὴν ἱκεσίαν ποιήσωνται, καὶ ἐν τούτῳ Κύριον δυσωπήσωσιν· αὐτοὶ γὰρ μόνοι προσελθεῖν ᾐσχύνοντο· ὅπερ δὲ εἶπεν αὐτοῖς, “ ὅτι δύνασθε πιεῖν τὸ “ ποτήριον ὃ ἐγὼ πίνω· ” τοὺς κινδύνους καὶ τὰ ἔσχατα δεινὰ, καὶ τὰς σφαγὰς σημαίνει· οὐκ εἶπε δὲ δύνασθε σφαγῆναι, καὶ τὸ αἷμα ὑμῶν ἐκχεῖν, ἀλλὰ πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω· ὅπως δὴ τούτων ἐφελκύσηται αὐτοὺς, καὶ τῇ πρὸς αὐτὸν κοινωνίᾳ προθυμώτεροι γένωνται· καλεῖ δὲ καὶ αὐτὸ βάπτισμα, δεικνὺς μέγαν ἀπὸ τῶν ἐσομένων τὸν καθαρμὸν γινόμενον τῇ οἰκουμένῃ.
Κατ’ ἰδίαν δὲ ἐκτὸς τῶν μαθητῶν λαβόντες αὐτὸν, τοῦτο ἠρώτησαν· ἐρυθριῶντες καὶ αἰσχυνόμενοι, ὡς ὑπὸ πάθους ἀνθρωπίνου [*](t εἰπεῖν Cod.)
Προσδοκῶντες δὲ ὅτι εἰσακουσθήσονται, περὶ οὗ ᾔτησαν, τοῦτο εἶπον· μεγάλα οὖν προφητεύσας αὐτοῖς ἀγαθὰ διὰ τοῦ εἰπεῖν, ὅτι πίεσθε καὶ βαπτισθήσεσθε, τουτέστι ταῦτα παθεῖν μέλλετε, ἅπερ ἐγὼ, ἐπήγαγεν, “τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, καὶ τὰ ἑξῆς· τοῦτο δὲ τὸ ῥητὸν δύο ἡμῖν ζητήματα παρὰ πολλῶν προστίθησιν· ἓν μὲν εἰ ἡτοίμασταί τινι τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ· δεύτερον δὲ, εἰ ὁ πάντων Κύριος, ἐκείνοις οἷς ἡτοίμασται, κύριος οὐκ ἔστι πάσχειν· τί οὖν ἐστιν εἰπεῖν; ἃν τὸ πρότερον λύσωμεν, τότε τὸ δεύτερον τοῖς ζητοῦσιν ἔσται σαφέστερον· οὐδεὶς ἐκ δεξιῶν αὐτοῦ κάθηται, οὐδὲ ἐξ εὐωνύμων, ἄβατος γὰρ πᾶσιν ὁ θρόνος αὐτοῦ ἐκεῖνος, οὐκ Ἀποστόλοις λέγων, ἀλλὰ καὶ πάσαις ταῖς ἄνω δυνάμεσιν· ὡς γὰρ ἐξαίρετον τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τίθησιν αὐτὸ ὁ Παῦλος λέγων· “πρὸς τίνα δὲ τῶν “Ἀγγέλων εἴρηκε ποτὲ, Κάθου ἐκ δεξιῶν μου;” καὶ τὰ ἑξῆς· εἶπε δὲ ὅτι “τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν “δοῦναι,” οὐχ ὡς ὄντων τινῶν τῶν μελλόντων καθέζεσθαι, ἄπαγε, ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἀπεκρίθη τῶν ἐρωτώντων, συγκαταβαίνων αὐτῶν τῇ διανοίᾳ· οὐδὲ γὰρ ᾔδεσαν τὸν ὑψηλὸν θρόνον ἐκεῖνον, καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν, ὅπου γε καὶ τὰ πολλῷ τούτου καταδεέστερα, καθ’ ἡμέραν αὐτοῖς ἐνηχούμενα ἠγνόουν, ἀλλ’ ἐζήτουν ἓν μόνον, τῶν πρωτείων ἀπολαῦσαι, καὶ ἐνδοξότεροι τῶν ἄλλων εἶναι πη αὐτῷ.
Περὶ δὲ τοῦ εἰπεῖν ὅτι οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοί- “μασται,” ἵνα σαφέστερον γένηται, ἐπὶ ὑποδείγματος αὐτό
“Τότε,” φησὶν, “ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο.” “τότε,” πότε; ὅτε ἐπετίμησεν αὐτοῖς ὁ Ἰησοῦς, λέγω δὴ τοῖς υἱοῖς τοῦ Ζεβεδαίου· εἰ γὰρ καὶ κατὰ διάνοιαν ἤλγουν οἱ δέκα, ὅμως τὴν τοῦ διδασκάλου ψῆφον ἀνέμενον, ὅθεν δῆλον ὅτι ἀτελέστερον πάντες διέκειντο. διατί εἶπε “προσκαλεσάμενος αὐτούς;” ἐπειδὴ οἱ μὲν
Περὶ τῶν β΄ τυφλῶν.
Διατί ὁ Χριστὸς συνεχώρει τοὺς τυφλοὺς, ὑπὸ τοῦ ὄχλου ἐπιστομίζεσθαι; ἵνα μειζόνως αὐτῶν ἡ προθυμία φαίνηται, καὶ μάθωμεν αὐτοὺς ἀξίως ἀπολαύοντας τῆς θεραπείας· διὰ τοῦτο οὐδὲ ἐρωτᾷ λέγων, πιστεύετε; ὅπερ ἐπὶ πολλῶν ἐποίει· ἡ γὰρ κραυγὴ καὶ ἡ παράβλησις ἤρκει, πᾶσι κατάδηλον ποιῆσαι τὴν πίστιν αὐτῶν· μανθάνομεν δὲ καὶ τοῦτο ἐκ τῆς τοιαύτης ὑποθέσεως· ὅτι κἂν σφόδρα εὐτελεῖς ὦμεν, καὶ ἀπερριμμένοι, μετὰ σπουδῆς δὲ προσίωμεν τῷ Θεῷ· δυνησόμεθα δὲ δι’ ἡμῶν ἀνύειν αὐτῶν ἅπερ αἰτοῦμεν, ὥσπερ καὶ οὗτοι· οὐδένα γὰρ τῶν Ἀποστόλων συνήγορον ἔχοντες, ἀλλὰ καὶ πολλοὺς τοὺς ἐπιστομίζοντας, ἴσχυσαν ὑπερβῆναι καὶ πρὸς αὐτὸν ἐλθεῖν τὸν Κύριον Ἰησοῦν Χριστόν· διὸ καὶ ἡμεῖς τούτους ζηλώσωμεν· κἂν ἀναβάληται τὴν δόσιν ὁ Θεὸς, κἂν πολλοὶ οἱ κωλύοντες, μὴ ἀποστῶμεν αἰτοῦντες· ἐν τούτῳ γὰρ μάλιστα τὸν Θεὸν ἐπισπασώμεθα.
[*](t ἤοκη Cod.)Τίνος δὲ ἕνεκεν αὐτοὺς ἐρωτᾷ λέγων· “τί θέλετε ποιήσω ὑμῖν; ἵνα μήτις νομίσῃ ὅτι λαβεῖν ἄλλα βουλομένοις, ἄλλα δίδωσι· καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ πρότερον τὴν ἀρετὴν τῷ θεραπευομένῳ κατάδηλον ποιεῖν, καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε τὴν ἰατρείαν ἐπάγειν· δι’ ἑνὸς μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ δι’ ἑτέρων δὲ, ἴνα δείξῃ τῆς δωρεᾶς δικαίως ἀπολαύοντας αὐτούς· ὥσπερ ἐπὶ τῆς Χανανείας, καὶ ἐπὶ τοῦ ἑκατοντάρχου, καὶ ἐπὶ τῆς αἱμορροούσης ἐποίησεν· μᾶλλον δὲ, ἡ θαυμασία αὕτη γυνὴ καὶ προὔλαβε τοῦ δεσπότου τὴν πεῦσιν· ἀλλ’ ὅμως οὐδὲ οὕτως αὐτὴν παρέδραμεν, ἀλλὰ καὶ τὴν ἰατρείαν κατάδηλον αὐτὴν ποιεῖ· οὕτως αὐτῷ πανταχοῦ περισπούδαστον ἦν, ἀνακηρύττειν τῶν προσιόντων αὐτῷ τὰ κατορθώματα· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ· διὸ καὶ εἰπόντων αὐτῶν ὅπερ ἐβούλοντο, σπλαγχνισθεὶς, ἥψατο αὐτῶν, καὶ ἀναβλέψαι ἐποίησεν· οἱ δὲ, καὶ πρὸ τῆς δόσεως ὤφθησαν καρτερικοὶ, καὶ μετὰ τὴν δόσιν εὐγνώμονες ἠκολούθησαν γάρ.
Περὶ τῆς ὄνου καὶ τοῦ πώλου.
Διὰ τί πολλάκις ἐπιβεβηκὼς τοῖς Ἱεροσολύμοις ὁ Κύριος πρὸ τούτου, οὐδέποτε μετὰ τοσαύτης ὡς νῦν ἐπέβη περιφανείας; ἐπειδὴ τότε προοίμια ἦν τῆς οἰκονομίας, καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν, οὔτε ὁ καιρὸς τοῦ πάθους ἐγγύς· διόπερ ἀδιαφορωτέρως αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον ἔκρυπτεν ἑαυτόν· οὔτε γὰρ ἂν ἐθαυμάσθη τότε φαινόμενος οὕτως· μᾶλλον δὲ καὶ εἰς μείζονα ἃν αὐτοὺς ἐξήγαγεν ὀργήν· ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μετὰ πλείονος πάντα πράττει περιφανείας· τὰ μέλλοντα αὐτοῖς ἐκβαίνειν ἐπιδεικνύμενος. χρὴ δὲ σκοπῆσαι, ὅσα θαύματα γίνεται· καὶ ὅσαι πληροῦνται προφητεῖαι. εἶπεν, ὅτι “εὑρήσετε ὄνον·” προεῖπεν ὅτι οὐδεὶς κωλύσει, ἀλλ’ ὅτι ἀκούσαντες σιγήσουσι· τοῦτο δὲ οὐ μικρὸν θαῦμα· ὅτι τοὺς οὐδέπω γνωρίμους αὐτῷ, οὐδὲ φανέντας, πείθει τὰ ἴδια αὐτῶν πάσχειν εὐγνωμόνως· καὶ ταῦτα διὰ τῶν μαθητῶν· μηδὲ γὰρ μικρὸν εἶναι νομίσωμεν τὸ γεγενημένον·
Διὰ τί δὲ οὐχὶ περὶ ἵππον οὐδὲ περὶ ἡμιόνου προεφήτευσεν, ἀλλὰ περὶ ὄνου; ἵνα πανταχοῦ παιδευθῶμεν μετρίαζειν· ἐπειδὴ γὰρ συμβαίνει τινὰς ἀσθενεστέρους ὄντας, ὑποζυγίων δεῖσθαι· κἀνταῦθα μέτρον τέθεικε· δεικνὺς ὅτι οὐχ ἵπποις, οὐδὲ ἡμιόνοις φέρεσθαι δεῖ, ἀλλ’ ὄνῳ κεχρῆσθαι, καὶ περαιτέρω τούτου μηδὲν ζητεῖν· ἀλλὰ πανταχοῦ τῆς χρείας εἶναι, καὶ μὴ πολυτελείας ἐπιζητεῖν· οὐ γὰρ μόνον τὰ τῆς ἀληθείας ἐφύτευεν δόγματα ὁ Χριστὸς, ἀλλὰ καὶ τὸν τῶν ἀνθρώπων βίον διόρθου· πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας χρείας· διάτοι τοῦτο, καὶ πτωχὴν ματέρα ἔσχε, καὶ ἐν σπηλαίῳ τίκτεται, καὶ ἐν φάτνῃ τίθεται, καὶ κριθίνους ἄρτους παρατίθεται, καὶ πρὸς αὐτὸν τὸν καιρὸν ἐξ ἀγορᾶς τοὺς μαθητοὺς ὠνεῖσθαι κελεύει, καὶ στιβάδα ἀπὸ χόρτου ποιεῖ, καὶ ἱμάτια εὐτελῆ ἀμφιέννυται· οἰκίαν δὲ, οὐδὲ ἔσχε· καὶ ὅτε μεταβῆναι ἐκ τόπου εἰς τόπον ἔδει, ὁδοιπορῶν τοῦτο ἐποιεῖ· καὶ οὕτως ὁδοιπορῶν, ὡς κοπιᾷν· καὶ καθήμενος οὐ προσκεφαλαίου ἐδεῖτο, ἀλλ’ ἐπ’ ἐδάφου. ἔτι δὲ καὶ λύπης μέτρα τιθεὶς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύειν ἠρέμα· πανταχοῦ κανόνας, ὥσπερ ἔφην, καὶ ὅρους πηγνύς· μέχρι ποῦ προβαίνειν δεῖ, καὶ περαιτέρω μηκέτι. καὶ ὁ μὲν πῶλος, τὴν Ἐκκλησίαν σημαίνει· καὶ τὸν λαὸν τὸν νέον, τὸν ποτὲ μὲν, ἀκάθαρτον, μετὰ δὲ τὸ καθίσαι εἰς αὐτὸν τὸν Κύριον Ἰησοῦν, καθαρὸν γενόμενον· τὸ δὲ λύειν τοὺς Ἀποστόλους τὰ ὑποζύγια, τὴν δι’ αὐτῶν προσένεξιν τῶν ἐθνῶν. καὶ γὰρ διὰ τῶν Ἀποστόλων τὰ ἔθνη καὶ οἱ Ἰουδαῖοι οἱ σωθέντες ἐσώθημεν· τὸ δὲ ἀκολουθῆσαι τὸν ὄνον τῷ πώλῳ δηλοῖ, ὅτι ἡ ἡμετέρα εὐδοκίμησις ἐποίησε παραζηλῶσαι τοὺς Ἰουδαίους εἰς τὸ πιστεῦσαι τῷ Χριστῷ· μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, τότε κἀκεῖνοι ἦλθον, καὶ ἥξουσι παραζηλοῦντες· καὶ
Διὰ τί δὲ οὐ κάθηται ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ’ ἐπὶ τὰ ἱμάτια τῶν Ἀποστόλων; ἐπειδὴ ἅπαντα λοιπὸν οἱ Ἀπόστολοι προίενται μετὰ τὸ λαβεῖν τὸν πῶλον· τουτέστι, τὸν ἐξ ἐθνῶν λαόν· καθὼς καὶ Παῦλος ἔλεγεν· “ἐγὼ δὲ ἥδιστα δαπανήσω, καὶ “ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν.” οὐ σκιρτᾷ δὲ ὁ πῶλος καίπερ ἀδάματος ὤν· ἀλλ’ εὐηνίως καὶ εὐτάκτως φέρεται· ἐπειδὴ καὶ τοῦτο προφητεία τοῦ μέλλοντος ἦν, δηλοῦσα τὸ εὐπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν· πάντα δὲ ταῦτα τὸ ῥῆμα εἰργάσατο λέγων· “λύσαντες ἀγάγετέ μοι·” ὥστε τὰ ἄτακτα, εὔτακτα, καὶ τὰ ἀκάθαρτα λοιπὸν γενέσθαι καθαρά.
Τίνος ἕνεκε τοσαῦτα θαύματα ποιήσαντος τοῦ Χριστοῦ, οὐδέποτε οὕτως εἰς αὐτὸν ἐξεπλάγησαν οἱ Ἰουδαῖοι; διὰ τὸ ταπεινὸν αὐτῶν καὶ χαμαίζηλον· ἰδόντες γὰρ ὄχλον συντρέχοντα, τότε θαυμάζουσιν· “ἐσείσθη γάρ,” φησι, “πᾶσα ἡ πόλις, λέγουσα· “τίς ἐστιν οὕτος;” καὶ ὅτε δὲ ἔδοξαν μέγα τί λέγειν, τότε ταπεινὴ ἦν αὐτῶν ἡ γνώμη καὶ σεσυρμένη χαμαί· Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ προφήτην αὐτὸν λέγοντες· ὁ δεσπότης δὲ Χριστὸς ταῦτα οὕτως ἐποίει· οὐ πομπὴν τινὰ ἐπεδεικνύμενος· ἀλλ’ ὁμοῦ μὲν, ὅπερ εἶπον, καὶ προφητείαν πληρῶν, καὶ τοὺς μαθητὰς παραμυθούμενος λυπουμένους διὰ τὸν θάνατον· δεικνὺς, ὅτι ἑκὼν πάσχει τοῦτο.
Χρὴ δὲ θαυμάσαι τῶν προφητῶν τὴν ἀκρίβειαν, πῶς πάντα προεῖπον· τὰ μὲν γὰρ ὁ Δαβὶδ, τὰ δὲ, ὁ Ζαχαρίας προανεφώνησεν. ὅπερ δὲ οἱ Ἀπόστολοι ἐποίησαν, τοῦτο καὶ ἡμεῖς. ὅτ’ ἃν οἱ μὲν τὴν ὄνον περιβάλλουσιν, ἣν ἐκάθητο τοῖς ἱματίοις· οἱ δὲ ποσὶν αὐτῆς ὑποστρωννύουσιν. ἡμεῖς δὲ, γυμνὸν αὐτὸν ὁρῶντες καὶ οὐδὲ ἀποδύναι ἑαυτοὺς κελευόμενοι· ἀλλὰ ἀπὸ τῶν κειμένων δαπανᾷν· μηδὲ οὕτως γινόμενοι φιλότιμοι. κἀκεῖνοι μὲν παρακολουθοῦσιν
Περὶ τοῦ ἐκβάλαι υ τὸν κύριον πάντας τοὺς πωλοῦντας· τοῦτο καὶ Ἰωάννης λέγει πεποιηκέναι· ἀλλ’ ἐκεῖνος μὲν, ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· οὗτος δὲ πρὸς τῷ τέλει· ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιρούς· καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων, καὶ ἀπὸ τῆς ἀποκρίσεως. ἐκεῖ μὲν γὰρ ἐν αὐτῷ τῷ Πάσχα παρεγένετο· ἐνταῦθα δὲ, πρὸ πολλοῦ. τοῦτο δὲ κατηγορία μείζων ὑπάρχει τοῖς Ἰουδαίοις· ὅτι καὶ ἅπαξ καὶ δὶς τοῦτο αὐτοῦ ποιήσαντος, ἐνέμενον ἔτι τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον· μᾶλλον δὲ κἀντεῦθεν ὀφείλοντες αὐτοῦ μαθεῖν τὴν πρὸς τὸν Πατέρα τιμὴν, καὶ τὴν οἰκείαν ἰσχύν· καὶ γὰρ καὶ ἐθαυματούργησεν, καὶ ἑώρων τοὺς λόγους τοῖς πράγμασι συμφωνοῦντας, καὶ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν.
Περὶ τῶν τυφλῶν κοὶ χωλῶν.
Προσελθόντες γὰρ αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ, ἐθεραπεύθησαν ὑπ’ αὐτοῦ· οὐδὲ τοῦ προφήτου βοῶντος ἀκούοντες μετεβάλλοντο· ὅτιπερ οἱ παῖδες παρὰ καιρὸν ἡλικίας ἀνακηρύξουσιν αὐτόν· “ἐκ στόματος γάρ,” φησι, “νηπίων κατηρτίσω αἶνον·” πρὸς δὲ τὴν καπηλείαν τῶν Ἰουδαίων, αὐτὸς τὸν Ἡσαΐαν προφέρει κατήγορον αὐτοῖς λέγων· “ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται.” τίνος ἕνεκεν ἔλεγον τῷ Χριστῷ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς περὶ τῶν παίδων, “οὐκ ἀκούεις τί οὗτοι λέγουσι;” διὰ τὸ ἀποπνίγεσθαι αὐτοὺς τῷ φθόνῳ· ὥσπερ γὰρ Θεῷ ᾖδον οἱ παῖδες. διὸ καὶ αὐτὸς, ἐπειδὴ τοῖς φανεροῖς ἀντέλεγον οἱ ἀρχιερεῖς ἐπιπαρακαλοῦντες [*](s Cod, t κατάλιπεν Cod. u Sic.)
Θεοδώρου Ἡρακλείασ. Ὡς ἄοικος παρὰ τὸ ὄρος τῶν Ἐλαιῶν ηὐλίζετο ὁ Χριστός.
Κυρίλλου Ἀλεξανδρείασ. Διὰ τὸ ἀφιλόθεον τῶν Ἰουδαίων ὑπαναχώρει·
Περὶ τῆς ξηρανθείσης συκῆς.
Πῶς πρωίας πεινᾶ ὁ Ἰησοῦς; ὅτε συνεχώρησε τῇ σαρκὶ τοῦτο παθεῖν· διὰ τι δὲ κατηράθη ἡ συκῆ; τῶν μαθητῶν ἕνεκεν, ἵνα θαρρῶσιν. ἐπειδὴ πανταχοῦ μὲν εὐεργέτει, οὐδένα δὲ ἐκόλασεν· ἔδει δὲ τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν· ἵνα μάθωσιν οἱ μαθηταὶ, ἔτι δὲ καὶ Ἰουδαῖοι, ὅτι δυνάμενος ξηράναι τοὺς σταυροῦντας αὐτὸν, τοῦτο οὐκ ἐβούλετο εἰς ἀνθρώπους ἐνδείξασθαι· διὰ τοῦτο εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὐτοῦ τῆς τιμωρητικῆς τὴν ἀπόδειξιν ταύτην παρέσχετο· ὅτ’ ἂν δὲ εἰς τόπους, ἢ εἰς φυτὸν, ἢ εἰς ἄλογα γένηταί τι τοιοῦτον, μὴ ἀκριβολογοῦ, μὴ δὲ λέγε, πῶς οὖν δικαίως ἐξηράνθη ἡ συκῆ, εἰ καιρὸς οὐκ ἦν; τὸ γὰρ λέγειν τοῦτο, ἐσχάτης ληρωδίας ἐστί· μόνον δὲ τὸ θαῦμα διόρα, καὶ θαύμαζε τὸν θαυματουργόν· ἐπεὶ καὶ ἐπὶ τῶν χοίρων τῶν καταποντισθέντων, πολλοὶ τοῦτο εἰρήκασι, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον· ἀλλ’ οὐδὲ ἐνταῦθα προσεκτέον αὐτοῖς· καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ ἐκεῖνο φυτὸν ἄψυχον. τινὲς δὲ φάσιν ὅτι τὴν συναγωγὴν τῶν Ἰουδαίων ὡς ἄπιστον διαμένουσαν,
Ἰσιδώρου Πηλουσιώτου. τὴν συκῆν οὐχ ἁπλῶς ὁ Κύριος κατηράσατο· μὴ τοῦτο νόμιζε, ὦτ’ τῶν θείων ἀκόρεστε· ἀλλ’ ἵνα δείξῃ τοῖς ἀγνώμοσιν Ἰουδαίοις, ὅτι ἔχει δύναμιν καὶ πρὸς τιμωρίαν ἀρκοῦσαν· ἐπειδὴ γὰρ ἐν πᾶσι τοῖς θαύμασιν, οὐδὲν αὐτὸν παρασχόντα τινὶ λυπηρὸν ἑωράκεισαν· μόνον δὲ εὐεργετεῖν αὐτὸν ὑπελάμβανον, δύνασθαι u οὐκ ἔχοντα τοὺς κακοὺς τοὺς πονηροὺς ἐξουσίαν· ἐκ τῆς ἀψύχου τοίνυν οὐσίας πείθει τὸν ἀχάριστον δῆμον, ὅτι καὶ ἀμύνασθαι δύναται, καὶ ὡς ἀγαθὸς οὐκ ἐβούλετο· ἐξηράνθη οὖν τὸ ξύλον, ἵνα φοβήσῃ ἀνθρώπους. ἅμα δέ τις τούτῳ καὶ ἀπόρρητος συμπέπλεκται λόγος παρὰ γερόντων εἰς ἡμᾶς σοφῶν διαφοιτήσας, ὅτι τὸ ξύλον τῆς παραβάσεως τοῦτο· οὗ δὲ τοῖς φύλλοις εἰς σκέπην, οἱ παραβάντες ἐχρήσαντο· καὶ κατηράθη παρὰ Χριστοῦ φιλανθρώπως, μηκέτι καρπὸν ἐνεγκεῖν αἴτιον ἀμαρτίας, ἐπὶ δευτέρᾳ θεοῦ παρουσίᾳ· πρὸς ἐνανθρώπησιν μὲν οὐκέτι, πρὸς δὲ κρίσιν τῶν πεπραγμένων ἑκάστῳ.