Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν Σαδδουκαίων.

“Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” φησὶ, καὶ τὰ ἐξῆς· οὐχ ἁπλῶς ὁ Εὐαγγελιστὴς εἶπεν “ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” ἀλλ’ ἐκπληττόμενος αὐτῶν τὴν ἔννοιαν, αὐτὸ τοῦτο ἐπισημαίνεται· ἐν ἡ γὰρ ἡμέρᾳ τὴν τῶν Φαρισαίων κακουργίαν ἐξήλεγξε καὶ κατῄσχυνε, δέον τούτους ὀκνηροτέρους γενέσθαι, ἀλλὰ μᾶλλον ἐν αὐτῇ ἀναισχύντως προσέρχονται. τίνες δέ εἰσιν οὗτοι; οἱ Σαδδουκαῖοι, αἵρεσις Ἰουδαίων ἑτέρα παρὰ τοὺς Φαρισαίους, κἀκείνων πολὺ καταδεεστέρα, λέγουσα μὴ εἶναι ἀνάστασιν, μήτε Ἄγγελον, μήτε πνεῦμα· καὶ ἐξ εὐθείας μὲν, οὐδὲν οὗτοι περὶ ἀναστάσεως λέγουσι, λόγον δέ τινα πλάττουσι, καὶ πρᾶγμα συντιθέασι μὴ γεγενημένον, οἰόμενοι εἰς ἀπορίαν αὐτὸν ἐμβαλεῖν· καὶ θέλοντες ἀναστρέψαι ἀμφότερα, καὶ τὸ ἀνάστασιν εἶναι, καὶ τὸ τοιαύτην ἀνάστασιν· καὶ οὗτοι δὲ, ὥσπερ οἱ Φαρισαῖοι, μετὰ ἐπιεικείας δῆθεν προσβάλλουσι, λέγοντες ἅπερ εἶπον, ὅτι ἑπτὰ ἀδελφοὶ κατὰ διαδοχὴν ἀποθνήσκοντες, ἔσχον μίαν γυναῖκα, καὶ ὅτι ἐν τῇ ἀναστάσει τίνος αὐτῶν ἔσται γυνή; ὁ δὲ Χριστὸς καὶ τούτων τὰ ἀπόρρητα ἐκκαλύπτει, καὶ ὅτι ἀνάστασις ἔσται, καὶ ὅτι οὐ τοιαύτη ἀνάστασις, οἵαν ὑπόπτευον. τι ἐστιν ὅτι “ὡς Ἄγγελοι “Θεοῦ εἰσιν ἐν οὐρανῷ;” οὐχὶ ἐπειδὴ οὐ γήμουσί, φησι, διὰ τοῦτο εἰσὶν Ἄγγελοι, ἀλλ’ ἐπειδὴ ὡς Ἄγγελοι, διὰ τοῦτο οὐ γήμουσι· δεικνύντων διὰ τούτων, ἡλίκον ἡ ἀνάστασις· τὸ δὲ “οὐκ ἔστιν ὁ “Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων,” δηλοῖ ὅτι οὐχὶ τῶν οὐκ ὄντων φησὶ, καὶ καθάπαξ ἀφανισθέντων, καὶ οὐκέτι ἀναστησομένων· οὐ γὰρ εἶπεν, ἤμην, ἀλλ’ εἰμὶ τῶν ὄντων καὶ τῶν ζώντων· ὥσπερ γὰρ ὁ Ἀδὰμ, καὶ ἔζη τῇ ἡμέρᾳ ᾗ ἔφαγεν ἀπὸ τοῦ ξύλου καὶ τῇ ἀποφάσει ἀπέθανεν, οὕτω καὶ οἱ περὶ Ἀβραὰμ, εἰ καὶ ἐτεθνήκεισαν, ἔζων τῇ ὑποσχέσει τῆς ἀναστάσεως· καὶ οἱ Σαδδουκαῖοι μὲν ἡττηθέντες ἀναχωροῦσιν, τὸ δὲ ἀδέκαστον πλῆθος καρποῦται τὴν ὠφέλειαν·

183
ἀκούσαντες γάρ, φησιν, οἱ ὄχλοι, ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

Ἀπολιναρίου. Ἴσμεν δὲ ὅτι καὶ πρὸς τὴν λέξιν ταύτην οἱ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος ἔτι διαμάχονται, ἐπὶ ψυχὰς ἀνάγοντες τὸν λόγον· ταύτας γὰρ ζῆν καὶ περὶ τούτων εἰρηκέναι τὸν Κύριον, ὡς τούτων ὄντος Θεοῦ τοῦ Θεοῦ· οὐ δή πω δὲ Σαδδουκαίοις περὶ ψυχῶν ἢν ἡ ἀντιλογία, ἀλλὰ περὶ σωμάτων, ὥστε περὶ τούτων ἡ ἀπόκρισις· λέγεται δὲ τότε ἀνίσταται ὁ νεκρὸς, ὅτε μετὰ σώματος ἡ ψυχὴ, οὐχ ὡς ἐν τῷ μεταξὺ τῆς ψυχῆς διαλελυμένης, ἀλλ’ ὡς ἀπράκτου οὔσης, καὶ τὰ τῆς ζωῆς ἴδια, ὅσα μετὰ σώματος, οὐκ ἐχούσης· ἓν γάρ τι τὸ συναμφότερον ἐστιν ἄνθρωπος, καὶ ἡ ζωὴ κοινὴ, καὶ ἑκατέρων δεῖ, πρὸς τὸ τὴν ἐκ θανάτου ζωὴν πάλιν συστῆναι.

Περὶ τοῦ νομικοῦ.

Κυρίλλου Ἀλεξανδρείασ. Ἐπείπερ καταισχυνθέντων τῶν Σαδδουκαίων, καὶ ἀποχωρησάντων, ἐπῃνεῖτο ὁ Κύριος, ἐπὶ τούτῳ διαφθονούμενοι τούτοις οἱ Φαρισαῖοι, ἦλθον εἰς μέσον, καὶ νομοθέτης τίς ἄγαν παρ’ αὐτοῖς νομιζόμενος, ἐρωτᾷ ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ, οἰηθεὶς ὅτι μέλλει μὲν τὰ Μώσεως παραγράφεσθαι, παρατιθέναι δὲ τὴν ἑαυτοῦ διδασκαλίαν· ἢ ὅτι ἀγαπήσεις Κύριον τὸν Θεόν σου καὶ ἐμὲ, παραζευγνὺς ἑαυτοῦ τὴν δόξαν τῇ δόξῃ τοῦ Πατρὸς, καὶ οὕτω εὑρίσκει αὐτὸν, τοῦ ἐμβαλεῖν εἰς κίνδυνον, ὡς θεοποιοῦντα ἑαυτόν· ἣ εἰ τοῦτο παρασιωπήσει, λέγειν, οὐκοῦν οὐ προσδέχομαί σε ὡς Θεόν.

Τίνος ἕνεκεν ὁ Ματθαῖος φησὶν, ὅτι πειράζων ἠρώτησεν οὗτος ὁ νομικὸς, ὁ δὲ Μάρκος τοὐναντίον· εἰδὼς γάρ, φησιν, ὁ Iησοῦς, ὅτι νουν·εχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ ; οὐκ ἐναντιούμενοι ἑαυτοῖς οἱ Εὐαγγελισταὶ τοῦτο ε7πον, ἀλλὰ καὶ σφόδρα συνᾴδοντες· ἠρώτησε μὲν πειράζων παρὰ τὴν ἀρχὴν, ἀπὸ δὲ τῆς τοῦ Χριστοῦ ἀποκρίσεως ὠφεληθεὶς, ἐπῃνέθη· οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν αὐτὸν ἐπῄνεσεν, [*](z Fors. ieg. εὑρίσκῃ αἰτίαν.)

184
ἀλλ’ ὅτε εἶπεν, “ὅτι τὸ ἀγαπᾷν τὸν πλησίον, πλέον ἐστὶ τῶν “ὁλοκαυτωμάτων,” τότε ἤκουσεν ὅτι “οὐ μακρὰν εἶ ἀπὸ τῆς “βασιλείας·” ὅτι τὰ ταπεινὰ ὑπερεῖδεν, λέγω δὴ τὸ σάββατον καὶ τὰ λοιπά· τὴν δὲ ἀρχὴν τῆς ἀρετῆς τὴν ἀγάπην, ὁποία τίς ἐστι, κατενόησεν· ὅμως οὐδὲ οὕτως ἀπηρτισμένον αὐτῷ τὸν ἔπαινον συντέθεικεν, ἀλλ’ ἔτι λείποντα· τὸ γὰρ εἰπεῖν οὐ μακρὰν εἶ, δείκνυσιν ἔτι ἀπέχοντα, ἵνα ζητήσῃ τὸ λεῖπον. προβάλλονται δὲ τὸν νομικὸν οἱ Φαρισαῖοι πρὸς ἐρώτησιν, οὐ μαθεῖν βουλόμενοι, ἀλλὰ ἀπόπειραν ποιούμενοι· ἐπειδὴ γὰρ ἐν τῷ νόμῳ πρώτη ἐντολὴ αὕτη ἦν, τὸ ἀγαπήσεις Κύριον τὸν Θεόν σου, προσδοκῶντες ἀφορμήν τινα παρέξειν αὐτοῖς, ὡς ἐπιδιορθωσόμενον αὐτὴν, διὰ τὸ καὶ ἑαυτὸν δεικνύναι Θεὸν, προβάλλονται τὴν ἐρώτησιν· δεικνὺς δὲ ὁ Χριστὸς, μηδεμίαν ἔχειν αὐτοὺς ἀγάπην, ἀλλὰ καὶ φθόνῳ τήκεσθαι, καὶ ζηλοτυπίᾳ ἁλίσκεσθαι, ἀποκριθεὶς εἶπεν αὐτῷ, “ἀγαπήσεις Κύριον τὸν Θεόν σου,” καὶ πάλιν “ἀγαπήσεις τὸν “πλησίον σου ὡς ἑαυτόν.” διὰ ταύτης τῆς ἀποκρίσεως, ὡσανεὶ λέγων αὐτοῖς, ὅτι αὐτοὶ ὑμεῖς καθ’ ἑαυτῶν τὰς ἐρωτήσεις ποιεῖσθε, καὶ γὰρ τοῦτο αὐτὸ τὸ τῆς ἀγάπης ἀγαθὸν πόρρω ἀφ’ ὑμῶν ἐδιώξατε· ὁμοίαν δὲ τῆς πρώτης ἐντολῆς τὴν δευτέραν ἐκάλεσεν, ὅτι αὕτη ἐκείνην προοδοποιεῖ, καὶ παρ’ αὐτῆς συγκροτεῖται πάλιν· “ὁ γὰρ ἀγαπῶν με,” φησὶ, “τὰς ἐντολάς μου τηρήσει,” αἱ δὲ ἐντολαὶ αὐτοῦ, καὶ τὸ κεφάλαιον αὐτῶν μετὰ τὴν εἰς Θεὸν ἀγάπην, ἡ εἰς τὸν πλησίον ἐστί· πρεπόντως οὑν εἶπεν, “ἐν ταύταις ὅλος ὁ νόμος κρέμαται, καὶ οἱ προφῆται.”

Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως, πῶς υἱὸς Δοβίδ ἐστιν.

Διὰ τί ἐρωτᾷ τοὺς Φαρισαίους λέγων, “τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ· τίνος ἐστιν υἱός;” ὅπως λανθανόντως ποιήσῃ αὐτοὺς, καὶ αὐτὸν ὁμολογῆσαι Θεόν· ἐπειδὴ δὲ οὐκ ἀπεκρίναντο τὰ ἀληθῆ περὶ αὐτοῦ, ἀλλὰ ἄνθρωπον αὐτὸν ἔφησαν εἶναι ψιλὸν, εἰπόντες ὅτι υἱός ἐστι τοῦ Δαβὶδ, ἀνατρέπων τὴν πεπλανημένην αὐτῶν δόξαν, λοιπὸν ἐπάγει τὸν Δαβὶδ ἐν Πνεύματι Ἁγίῳ μαρτυροῦντα τὴν κυριότητα αὐτοῦ, καὶ τὸ γνήσιον τῆς ὑίοτητος, καὶ τὸ ὁμότιμον τὸ

185
πρὸς τὸν Πατέρα λέγων, “εἶπεν ὁ Κύριος τῷ κυρίῳ μου, κάθου “ἐκ δεξιῶν μου,” καὶ τὰ ἑξῆς· ἐχθρῶν δὲ ἐμνημόνευσεν, ἵνα κἂν οὕτως αὐτοὺς φοβήσας ἐπαναγάγηται· ἀλλ’ ὅμως καὶ ταῦτα ἀκούσαντες, οὐδὲν ἀπεκρίναντο· οὐδὲ γὰρ ἐβούλοντό τι τῶν δεόντων μαθεῖν· οὕτω δὲ καιρίαν ἐδέξαντο τὴν πληγὴν, ὡς μηκέτι τολμῆσαι τοῖς αὐτοῖς ἐπιχειρῆσαι λοιπόν· “οὐδεὶς γάρ φησιν “ἐτόλμησεν ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐρωτῆσαι αὐτόν.” οὐ μικρῶς δὲ τοῦτο τοὺς ὄχλους ἀποστήσας τοὺς λύκους, καὶ ἀποκρουσάμενος αὐτῶν τὰς ἐπιβουλάς· καὶ γὰρ ὑπὸ κενοδοξίας ἁλόντες τοῦ δεινοῦ πάθους καὶ πολυκεφάλου, κερδαίνειν οὐδὲν ἤθελον. παρακαλῶ οὖν, φύγωμεν καὶ τοῦτο τὸ πάθος, τῆς δὲ τοῦ Θεοῦ δόξης μόνον ἐρασταὶ γενώμεθα.

χρυσοστόμου. Ὁρᾷς ὅπως ὑφειμένως εἰσάγει τὴν περὶ αὐτοῦ δόξαν, προτερον εἶπεν, “τί ὑμῖν δοκεῖ, τίνος υιός ἐστίν;” ὥστε εἰς ἐρώτησιν αὐτοὺς εἰσαγαγεῖν.

Περὶ τοῦ ταλανισμοῦ τῶν γραμματέων καὶ Φαρισαίων.

Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὀχλοῖς καὶ τοῖς μαθηταῖς αὐτοῦ.

“Τότε” πότε; ὅτε τοὺς Φαρισαίους ἐπεστόμισεν, καὶ ἐπειδήπερ οὐκ εἶχεν αὐτοὺς ἀπὸ βίου ὀρθοῦ ἀξιοπίστους ποιῆσαι, ἀπὸ τῆς καθέδρας καὶ τῆς τοῦ Μώσεως διαδοχῆς τοῦτο ἐργάζεται· πάντα δὲ ποιεῖν αὐτοὺς ἃ λέγουσιν παρακελεύεται, οὐ τὸ περὶ βρωμάτων καὶ θυσιῶν, καὶ ὅσα τοιαῦτα· πῶς γὰρ ἔμελλε περὶ τούτων λέγειν ἃ προλαβὼν ἀνεῖλεν; ἀλλὰ πάντα, φησὶ, τὰ διορθουντα ἦθος, καὶ βελτίω ποιοῦντα τρόπον, καὶ τοῖς τῆς καινῆς συμβαίνοντα νόμοις· καὶ οὐκ ἀφιέντα λοιπὸν ὑπὸ τὸν τοῦ νόμου ζυγὸν εἶναι.

Διατί οὐκ ἀπὸ τοῦ νόμου τῆς χάριτος ταῦτα θεσπίζει, ἀλλ’ ἀπὸ τοῦ Μωϋσέως; ἐπειδὴ οὐδέπω ἦν καιρὸς πρὸ τοῦ σταυροῦ ταῦτα διαλέγεσθαι· ἐμοὶ δοκεῖ πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι προοικονομεῖν αὐτὸν ταῦτα λέγοντα· ἐπειδὴ γὰρ μέλλει κατηγοῥεῖν [*](Β b)

186
αὐτὸν, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις τῆς ἀρχῆς αὐτὸν ταύτης ἐρᾷν, ἣ διὰ ἀπέχθειαν ταῦτα ποιεῖν, πρῶτον τοῦτο ἀναιρεῖ· καὶ ἀνύποπτον ἑαυτὸν ποιήσας, τότε ἄρχεται τῆς κατηγορίας· διορθούμενος δὲ τοὺς τότε ἀκούοντας καὶ τοὺς μετὰ ταῦτα, τοῦτο ἐκ περιουσίας κελεύει· ὃ πρῶτον μάλιστά ἐστιν εἰς σωτηρίαν συντελοῦν, τὸ μὴ καταφρονεῖν τῶν διδασκάλων, μηδὲ κατεξανίστασθαι τῶν ἱερέων, κἂν διεφθαρμένον βίον ἔχωσιν, ἀλλὰ πάντα ὅσα ἂν λέγωσιν, ἵνα ποιῶσιν οἱ ὄχλοι· οὐ γὰρ τὰ ἑαυτῶν λέγουσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ· τοῦτο δὲ ποιεῖ ἐκείνοις μὲν πλέον τὸ κρίμα ἐργαζόμενος, τοῖς δὲ μαθητευομένοις, οὐδεμιᾶς ἐγκαταλιμπάνων παρακοῆς πρόφασιν· ἵνα γὰρ μή τις λέγῃ, ὅτι ἐπειδὴ φαῦλος ἐστὶν ὁ διδάσκαλος, διὰ τοῦτο ῥᾳθυμότερος γέγονα, καὶ ταύτην ἀναιρεῖ τὴν πρόφασιν.

Τίνος δὲ ἕνεκεν αὐτοὺς ἐλέγχει, καὶ μακροὺς ἀποτείνεται κατ αὐτῶν λόγους; προσφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν· οὐδὲ γὰρ ὁμοῖόν ἐστιν ἀπαγορεύειν, καὶ τοὺς πταίσαντας δεικνύναι, ὥσπερ οὐχ ὅμοιον παραινεῖν τὰ δέοντα, καὶ τοὺς κατορθοῦντας εἰς μέσον ἄγειν· διὰ τοῦτο προλαβών φησι, “κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε·” ἵνα γὰρ μὴ νομίσωσι διὰ τὸ ἀκούειν αὐτῶν, δεῖν ζηλοῦν αὐτοὺς, ταύτῃ κέχρηται τῇ ἐπιδιορθώσει, καὶ τὴν δοκοῦσαν αὐτῶν εἶναι τιμὴν, κατηγορίαν ποιεῖται. τί γὰρ διδασκάλου ἀθλιώτερον, ὅταν τοὺς μαθητὰς ἐν τῷ προσέχειν αὐτοῦ τῷ βίῳ μὴ διασώζει; ὥστε ἡ δοκοῦσα αὐτῶν εἶναι τιμὴ μεγίστη κατηγορία ἐστὶν, ὅταν τοιοῦτον φαίνονται βίον ἔχοντες οἷον οἱ ζηλοῦντες διαφθείρονται· τὸ δὲ “λέγουσι καὶ οὐ “ποιοῦσι,” τριπλῆν αὐτοῖς δηλοῖ κατάκρισιν· δι’ ἓν μὲν, ὅτι παραβαίνουσι· δεύτερον δὲ, ὅτι τοιούτους ἄλλους ὀφείλοντες διορθοῦν, αὐτοὶ χωλεύουσιν, ἔχοντες καὶ τὴν τῶν διδασκάλων τιμήν· τρίτον δὲ, ὅτι καὶ διαφθείρουσι μειζόνως τοὺς μαθητὰς, ἅτε ἐν διδασκάλων τάξει τοιαῦτα παρανομοῦντες.

Τί σημαίνει τὸ “δεσμεύουσι φορτία βαρέα” καὶ τὰ ἑξῆς; τὸ πολλὴν μὲν καὶ ἄκραν ἀπαιτεῖν ἀσυγγνώστως παρὰ τῶν ἀρχομένων βίου ἀκρίβειαν, πολλὴν δὲ ἑαυτοῖς ἐπιτρέπειν τὴν ἄδειαν, ὃ τοὐναντίον τὸν ἄριστον ἄρχοντα ἔχειν χρή· ἐν μὲν τοῖς καθ’ ἑαυτὸν ἀσύγγνωστον εἶναι καὶ πικρὸν δικαστὴν, ἐν δὲ τοῖς τῶν

187
ἀρχομένων, συγγνωμονικὸν καὶ ἥμερον· οἱ δὲ λόγοις μόνον φιλοσοφοῦντες, ἀσύγγνωστοι καὶ βαρεῖς, ὡς ἄπειροι τῆς δι’ ἔργων δυσκολίας. οὐκ εἶπε δὲ ὅτι οὐ δύνανται, ἀλλ’ “οὐ θέλουσιν,” οὐδὲ πάλιν ὅτι βαστάσαι, ἀλλὰ “δακτύλῳ κινῆσαι,” ὅπερ μεῖζον αὐτοῖς ἔγκλημα γίνεται· καὶ ταῦτα μὲν περὶ τῆς ὠμότητος αὐτῶν καὶ ῥαθυμίας· περὶ τῆς δοξομανίας, φησίν· ὅτι “πάντα τὰ ἔργα “αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. πλατύνουσι γὰρ “τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα αὐτῶν.” τὰ μὲν οὖν φυλακτήρια μικρὰ βιβλία εἰσίν· ἐπειδὴ γὰρ συνεχῶς ἐπελανθάνοντο τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἐκέλευσεν ἐγγραφῆναι μικροῖς βιβλίοις τὰ θαυμάσια αὐτοῦ, καὶ ἐξηρτῆσθαι αὐτὰ τῶν χειρῶν αὐτῶν· διὸ καὶ ἔλεγεν, “ἔσται ἀσάλευτα ἐν ὀφθαλμοῖς “σου,” ἅτινα ἐκάλουν φυλακτήρια· τὰ δὲ κράσπεδα σημαίνει κλῶσμα ὑακίνθινον· τοῦτο γὰρ ὁ Θεὸς ὥσπερ παιδίοις ἐκέλευσε ποιεῖν, καὶ ἐπὶ τῶν ἱματίων περὶ τὴν ὤαν, καὶ περὶ τοὺς πόδας ἀπορράπτεσθαι, ἵνα προσέχοντες ἀναμιμνήσκονται τῶν ἐντολῶν· καὶ ἐκαλοῦντο κράσπεδα. δείκνυσιν οὖν αὐτοὺς, οὐκ ἐπὶ τοῖς μεγάλοις καὶ ἀναγκαίοις κενοδοξοῦντας· οὐδὲ γὰρ εἶχον, ἔρημοι ὄντες κατορθωμάτων, ἀλλ’ ἐπὶ τούτοις τοῖς μικροῖς καὶ εὐτελέσιν, τοὺς τελαμῶνας τῶν βιβλίων πλατύνοντες, καὶ τὰ κράσπεδα μεγαλοποιοῦντες, ὅπερ ἐσχάτης ἀνοίας καὶ κενοδοξίας ἦν· μὴ γὰρ κατόρθωμα τοῦτο ὑπῆρχεν, ἢ τί ὀνίνησιν, ἃν μὴ τὰ ἀπ’ αὐτῶν ἐκέρδαινον φοροῦντες αὐτά.

Πρόσταγμα Θεοῦ ὑπῆρχεν διὰ τὸ μεμνῆσθαι τῶν ἑαυτοῦ κατορθωμάτων· οὐκ ἐν τούτοις δὲ μόνον ἠνόμουν, ἀλλὰ καὶ ἐν τῷ φιλεῖν τὴν πρωτοκλισίαν, καὶ τὴν πρωτοκαθεδρίαν, καὶ τοὺς ἀσπασμοὺς, καὶ καλεῖσθαι ῥαββί· ταῦτα δὲ εἰ καὶ μικρά τις ἡγεῖται, ἀλλὰ μεγάλων ἐστὶν αἴτια κακῶν, ἐπὶ παντὶ μὲν ἀνθρώπῳ, ἐξαιρέτως δὲ ἐν τοῖς διδασκάλοις· καθάπερ γὰρ ὁ ἄνθρωπος ὅπου ἂν φανῇ, δῆλος ἐστὶ διεστηκὼς τῶν ἀλόγων, οὕτω καὶ τὸν διδάσκαλον καὶ φθεγγόμενον καὶ σιγῶντα καὶ ἀριστῶντα, καὶ ὁ τι οὖν ταῦτα δῆλον εἶναι δεῖ, καὶ ἀπὸ τοῦ βαδίσματος καὶ ἀπὸ τοῦ σχήματος, καὶ ἀπὸ πάντων ἁπλῶς· ταῦτα δὲ ὡς προεῖπον ἔλεγεν, προφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν· διὸ καὶ ἐπήγαγεν, “ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββὶ,” καὶ τὰ ἑξῆς, τουτέστι μὴ

188
ἐπιποθῆτε τὸν θρόνον ἁρπάζειν τὸν διδασκαλικόν· ἀλλὰ γὰρ καὶ βία τοῦτο λαμβάνοντες, ὡς ἀδελφοὶ ἐστὲ, καθὼς καὶ Παῦλος λέγει· “τίς γάρ ἐστι Παῦλος, τίς δὲ Ἀπολλῶς, τίς δὲ Κηφᾶς, “ἀλλ’ ἢ διάκονοι;” οὐκ εἶπε διδάσκαλοι.

Εἰπὼν δὲ “πατέρα μὴ καλέσητε,” οὐχ ἵνα μὴ καλέσωσι λέγῃ, ἀλλ’ ἵνα γινώσκωσι, τίνα Πατέρα κυρίως χρὴ καλεῖν, τουτέστι τὸν Θεόν· καθάπερ γὰρ ὁ διδάσκαλος, οὐκ ἔστι προηγουμένως διδάσκαλος, οὕτως οὐδὲ πατήρ· ὁ γὰρ Θεὸς πάντων αἴτιός ἐστι, καὶ τῶν διδασκάλων καὶ τῶν πατέρων· οὕτως οὖν χρὴ δὲ νοεῖν καὶ τὸ μὴ κληθῆναι καθηγητήν. ἀπαγορεύσας τοίνυν χαλεπὸν τῆς κενοδοξίας νόσημα, παιδεύει πῶς ἂν τοῦτο διαφύγοιεν, τουτέστι διὰ ταπεινοφροσύνης· τοῦτο γὰρ δηλοῖ, “ὁ γὰρ μείζων ὑμῶν, “ἔσται διάκονος ὑμῶν,” καὶ “ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται” οὐδὲν γὰρ τοῦ μετριάζειν ἴσον· ὅθεν οὐ μόνον τῶν πρωτείων ἐρᾷν κωλύει, ἀλλὰ καὶ τὰ ἔσχατα διώκειν παρακελεύεται. ἐντεῦθεν λοιπὸν εἰς γαστριμαργίαν τοὺς γραμματεῖς καὶ Φαρισαίους κωμῳδεῖ· καὶ τὸ δεινὸν ὅτι οὐκ ἀπὸ τῶν πλουτούντων, ἀλλὰ ἀπὸ τῶν χηρῶν ἐγαστρίζοντο, καὶ τὴν ἐκείνων πενίαν ἐπέτριβον, ἣν διορθοῦσθαι ἔδει· οὐδὲ γὰρ ἁπλῶς ἤσθιον, ἀλλὰ “κατήσθιον.” καὶ ὁ τρόπος δὲ τῆς καπηλείας χαλεπώτερος· “προφάσει,” φησὶ, “μακρὰ προσευχόμενοι.” πᾶς μὲν οὖν ἄξιος τιμωρίας, ὁ κακόν τι ποιῶν· ὁ δὲ καὶ τὴν αἰτίαν ἀπὸ εὐλαβείας λαμβάνων, καὶ προσχήματι τοῦτο x χρώμενος τῆς πονηρίας, πολλῷ χαλεπωτέρας κολάσεως ὑπεύθυνός ἐστι· καὶ ἐν τῶ εἰπεῖν δὲ “ὅτι κλείετε τὴν “βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων,” μεγάλην ἐμφαίνει αὐτῶν κατηγορίαν καὶ ἐνταῦθα. εἰ γὰρ τὸ μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν κατηγορία, τὸ καὶ κωλύειν ἄλλους, ποίαν ἔχει συγγνώμην;

Τί δέ ἐστι “τοὐς εἰσερχομένους;” τοὺς ἐπιτηδείους ὄντας· πῶς δὲ καὶ ἐκώλυον; διὰ τὸ μηδὲν αὐτοὺς ἐργάζεσθαι ἀγαθόν· τὸ δὲ “περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσή- “λυτον,” καὶ τὰ ἑξῆς, τοῦτο σημαίνει, ὅτι οὐδὲ διὰ τὸ μόλις αὐτὸν σαγηνεῦσαι, καὶ μετὰ μυρίων πόνων τοῦτο αὐτὸ φείδεσθαι [*](X Sic.)

189
αὐτοῦ παρασκευάζει ὑμᾶς· καὶ γὰρ εἰώθαμεν τῶν μόλις κτισθέντων φείδεσθαι μειζόνως· ἐκείνους δὲ οὐδὲ τοῦτο ἐπιεικεστέρους ἐποίησεν, ὥστε κἂν ἕνα ἐφελκύσασθαι ὅταν γὰρ τοὺς διδασκάλους ἴδῃ ῥαθύμους ὁ μαθητὴς, χεῖρον αὐτὸς γίνεται. τὸ δὲ “υἱὸν “γεέννης” δηλοῖ αὐτογεένναν· “διπλότερον” δὲ εἶπεν, ἵνα καὶ ἐκείνους φοβήσῃ, καὶ τούτων καθάψηται μειζόνως, ὅτι διδάσκαλοι πονηρίας εἰσίν· εἰς ἄνοιαν δὲ αὐτοὺς σκώπτει “μωροὺς” ἀποκαλῶν, ὅτι τῶν μειζόνων ἐντολῶν ἐκέλευον καταφρονεῖν· καὶ μὴν τοὐναντίον ἔμπροσθεν ἔλεγεν, “ὅτι δεσμεύουσι φορτία δυσβά- “στακτα,” ἀλλὰ καὶ ταῦτα ἐποίουν πάλιν κἀκεῖνα. ἔπραττον δὲ τοῦτο, εἰς ἀπάτην καὶ διαφθορὰν τῶν ὑπηκόων.

θεοδώρου ἡρακλείασ. τὸν “ἐν τῷ ναῷ χρυσὸν,” λέγει, τὰ εἰς δόξαν Θεοῦ χρυσᾶ σκεύη ἀνατιθέμενα ἐν τῷ ἱερῷ, ἤτοι τὰ χρυσᾶ Χερουβὶμ, ἢ τὴν χρυσῆν στάμνον, τὴν ἔχουσαν τὸ μάννα, ἅπερ προτιμότερα εἶναι ὑπελάμβανον Ἰουδαῖοι τοῦ ναοῦ· διὸ καὶ κατεγνώσκοντο ὑπὸ τοῦ Κυρίου, ὅτι οὐ μόνον παρεώρουν τοὺς ὀμνύοντας, καὶ συνεχώρουν αὐτοὺς ὀμνύειν, ἀλλ’ ὅτι ἔλεγον οὐδέν ἐστι τὸ κατὰ τοῦ ναοῦ ὀμόσαι, καὶ εἴθιζον τὸν λαὸν ἀδιαφόρως ἐπιορκεῖν κατὰ τοῦτο· διὸ καὶ ὁ Κύριος ἀποφαντικῶς φησὶν, ὅτι ὁ ὀμνύων ἐν τῷ ναῷ, κατὰ πάντων τῶν ὄντων ἔσω ἐν τῷ ναῷ ὀμνύει, καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό· ἔχει δὲ ὁ λόγος αἴνιγμα κατ’ αὐτῶν, ἀνθ’ ὧν τὸν Χριστὸν οὐ δεχόμενοι τὴν ἀλήθειαν, τὸν Μωϋσέα καὶ τοὺς δι’ αὐτοῦ τύπους, τιμιωτέρους ἔκρινον τοῦ Χριστοῦ· τὸν ἁγιάζοντα Μωσέα ἀθετοῦντες, ἐπαινοῦντες δὲ τὸν νόμον, ὥσπερ ἦν καὶ ἐπαινετός· οὐχ ὅτι ἔχει τὰς σκιὰς τοὺς τύπους, ἀλλ’ ὅτι προανατυποῖ τῆς ἐν Χριστῷ λατρείας τὸ ἀληθὲς μυστήριον. ὡς καλὸς ὁ χρυσὸς, διὰ τὸν ἁγιάζοντα αὐτὸν ναὸν, καὶ καλὸς ὁ οὐρανὸς, διὰ τὸν ἁγιάζοντα αὐτὸν Θεὸν, καὶ ἐνοικοῦντα ἐν αὐτῷ.

Ἀπολιναρίου. Ἐπειδὴ γὰρ χρυσὸν ἐθαύμαζον, τὸν ἐν τῷ ναῷ χρυσὸν ὑπὲρ τὸν ναὸν ἐτίμων· δέον μὴ τὴν ὕλην τιμᾷν, ἀλλὰ τὸ ὄνομα, ὅτι Θεοῦ ὀνόματι ὁ ναὸς ἀνέκειτο· καὶ ὁ χρυσὸς δὲ τὸ ὄνομα τοῦ ναοῦ, τίμιος ἀπεδείκνυτο· καὶ ἐπειδὴ τῶν θυσιῶν ὀρέγοντο διὰ τὰ ἐξ αὐτῶν κέρδη, τὸ δῶρον τοῦ θυσιαστηρίου μᾶλλον ἐδόξαζον, ὃ πρὶν μὲν ἐπιτεθῆναι τῷ θυσιαστηρίῳ, πρόβατον ἦν, ἣ μόσχος, ἢ τί τοιοῦτον διὰ δὲ τὴν ἐπὶ τὸ θυσιαστήριον ἐπίθεσιν, θυμὸν ἤδη

190
Θεοῦ ἢν καὶ ὠνομάζετο, καὶ ἅγιον ἐπεδείκνυτο. καὶ γὰρ τὸ μὲν θυσιαστήριον ἐχρίετο τῷ ἁγιάζοντι χρίσματι, τὸ δὲ δῶρον δι’ ἐκείνου μετελάμβανεν ἁγιασμοῦ, οὐ μὴν ἐπῆγε τῶν πνευματικῶν οὕτως. χρυσὸς γὰρ ἐν τῷ νῦν ναῷ Θεοῦ τῷ πνευματικῷ, τὸ πνεῦμα ἦν αὐτὸ, καὶ δῶρον ἐπὶ τοῦ πνευματικοῦ θυσιαστηρίου τὸ σῶμα τοῦ Χριστοῦ· διόπερ τὰ ἐνόντα μείζονα νῦν ἢ τὰ δεχόμενα· ταῦτα μὲν γὰρ ἁγιάζει, ἐκεῖνα δὲ ἁγιάζεται.

Τί ἐστι τὸ “ἀποδεκατοῦται τὸ ἡδύοσμον, καὶ τὰ ἑξῆς; ἐνταῦθα μὲν οὖν εἰκότως φησὶν, ἔνθα δεκάτη ἐστιν, τι παραβλάπτει τὸ ἐλεημοσύνην διδόναι; ἀλλ’ οὐχ ὡς νόμον τηροῦντας, οὐδὲ γὰρ αὐτὸς λέγει οὕτως. διὰ δὴ τοῦτο, ἐνταῦθα μὲν λέγει, “ταῦτα δὲ ἔδει ποιῆσαι. ἔνθα δὲ περὶ καθαρσίων καὶ ἀκαθάρτων, οὐκέτι τοῦτο προστίθησιν, ἀλλὰ διαιρεῖ καὶ δείκνυσιν ἐξ ἀνάγκης, τῇ ἔνδον καθαρότητι, καὶ τὴν ἔξω ἑπομένην, τοὐναντίον δὲ οὐκέτι· ὅπως μὲν γὰρ φιλανθρωπίας λόγος ἦν, διαφόρως αὐτὸ παρατρέχει· διά τε τοῦτο αὐτὸ, καὶ ἐπειδὴ οὐδέπω καιρὸς ἦν, διαρρήδην καὶ σαφῶς τὰ νόμιμα ἀνελεῖν· ἐν δὲ παρατηρήσει σωματικῶν καθαρσίων, σαφέστερον ἀνατρέπει. διὰ δὴ τοῦτο, ἐπὶ μὲν τῆς ἐλεημοσύνης φησὶ, “ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι· ἐπὶ δὲ τῶν καθαρσίων οὐχ οὕτως, ἀλλὰ “καθαρίζετε,” φησι, “τὸ “ἔξω τοῦ ποτηρίου, καὶ τὰ ἑξῆς. καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρόν. ἔλαβε δὲ αὐτὸ, ἀπὸ πράγματος ὡμολογημένου καὶ δήλου, ἀπὸ τοῦ ποτηρίου καὶ τῆς παροψίδος. κώνωπας δὲ ἐκάλεσε τοὺς σωματικοὺς καθαρμοὺς, μικρὰ γὰρ ἦν καὶ οὐδέν· κάμηλον δὲ, τὴν κάθαρσιν τῆς ψυχῆς, ὅπερ ἐστιν ἀρετή· μεγάλη γάρ ἐστι καὶ ὑψηλή· δεικνὺς ἐκ τούτου, ὅτι περ οὐδεμία βλάβη, ἐκ τοῦ καταφρονεῖν τῶν σωματικῶν καθαρσίων, ὅπερ ἐκεῖνοι ἐποίουν, τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες· ταῦτα δὲ ἔλεγεν, ἐμφαίνων ὅτι καὶ πρινὴ τὴν χάριν παραγενέσθαι, οὐ τῶν προηγουμένων, οὐδὲ τῶν περισπουδάστων αἱ σωματικαὶ καθάρσεις ὑπῆρχον, ἀλλὰ τῆς ψυχῆς· εἰ δὲ πρὸ τῆς χάριτος τοιαῦτα, πολλῷ μᾶλλον ὑψηλῶν ἐλθόντων παραγγελμάτων, ταῦτα ἀνόνητα γέγονεν καὶ καθόλου μετιέναι αὐτὰ οὐ χρή· πανταχοῦ μὲν κακία χαλεπὸν, μάλιστα δὲ ὅταν μὴ νομίζει δεῖσθαι διορθώσεως· καὶ τὸ ἔτι

191
χαλεπώτερον, ὅταν καὶ ἑτέρους οἴηται ἀρκεῖν διορθοῦν. ἅπερ δηλῶν ὁ Χριστὸς, ὁδηγοὺς αὐτοὺς καλεῖ τυφλῶν. ἐσχάτη συμφορὰ καὶ ἀθλιότης ἐστὶ, τὸ καὶ αὐτὸν ἐθέλειν ὁδηγεῖν ἑτέρους. σκοπεῖν χρὴ ἐπὶ πόσον ἄγει τὸ βάραθρον. ταῦτα δὲ ἔλεγεν, αἰνιττόμενος διὰ πάντων τὴν δοξομανίαν αὐτῶν, καὶ τὴν σφοδρὰν περὶ τὸ νόσημα τοῦτο λύσσαν. κυρίλλου Ἀλεξανδρείασ. Διὰ τούτων τὸν τῶν Φαρισαίων διαγράφει βίον, παραινῶν μὴ τοῖς ἔξωθεν σχηματισμοῖς πλάττεσθαι μόνον, ἀλλ’ ἔχειν καὶ τὰ ἔσωθεν καθαρὰ, τὰ εἰς νοῦν καὶ καρδίαν. θεοδώρου ἡρακλείασ. Ἀνθρωπίναις παραδόσεσιν ἀκολουθοῦντες, ἔπλυνον τὰ ποτήρια καὶ τὰς παροψίδας, ἐμόλυνον δὲ αὐτὰ διὰ τῶν ἔσωθεν ἐπιβαλλομένων ἐν αὐτοῖς, οἶνον ἐκ συκοφαντιῶν πίνοντες, καὶ ἐξ ἁρπαγῆς ἐσθίοντες· διὸ ἀπέχεσθαι τούτων παραγγέλλει, ἵνα δι’ ὃν καθαρὸν πίνουσιν οἶνον, οὐκ ἐξ ἀδικίας πορισθέντα, καθαρὸν γένηται καὶ τὸ πινόμενον, ὅπερ ἔσωθέν ἐστι τοῦ ποτηρίου. ωριγένουσ. Οἱ τὴν σωματικὴν ἀρετὴν περιποιούμενοι εἰς τὸ ἐμφανῆ, τὴν δὲ τοῦ ἔσω ἔχοντες ἀκάθαρτον, ὅμοιοι εἰσὶ τῶν πλυνόντων τὸ ἔξωθεν τοῦ ποτηρίου, καὶ διυλίζοντες τὸν κώνωπα. Τάφους δὲ κεκονιαμένους καλῶν, περὶ τῆς αὐτῆς αὐτοὺς σκώπτεσθαι δοξομανίας, ἔτι δὲ καὶ τὸ πάντων αἴτιον τῶν κακῶν ἐπιλέγει αὐτοῖς· “ὑποκριταὶ,” ὅπερ ἐστὶν ἀπωλείας ὑπόθεσις· οὐχ ἁπλῶς δὲ τάφους κεκονιαμένους αὐτοὺς ἐκάλεσεν, ἀλλὰ καὶ μεστοὺς ὑποκρίσεως καὶ ἀνομίας, ὅπερ δηλοῖ, ἔξωθεν μὲν αὐτοὺς καλλωπίζεσθαι, πάσης δὲ ἁμαρτίας ἔνδον ὑπάρχειν πεπληρωμένους· καθὼς καὶ νῦν εἰσὶ πολλοὶ, τῶν μὲν ἔξωθεν καθαρισμῶν πολλὴν τὴν φροντίδα ποιούμενοι, τῶν δὲ κατὰ ψυχὴν μηδεμίαν, ἀλλὰ σκωλήκων καὶ ἰχώρων καὶ δυσωδίας ἀφάτου· ἐπιθυμιῶν ἀτόπων, λέγω, καὶ πονηρῶν τὴν ψυχὴν ἐμπιπλῶντες. εἰπὼν δὲ ὅτι “οἰκο- “δομεῖτε τοὺς τάφους τῶν προφητῶν,” καὶ τὰ ἑξῆς, οὐχὶ ὡς αὐτῶν τῶν πραγμάτων οἰκοδομούντων τοῦτο εἶπεν, ἀλλὰ τὴν γνώμην αὐτῶν ἐνδιαβάλλων, ὅτι περ καὶ δι’ ὧν λέγουσι καταγνώσκειν τῶν πατέρων αὐτῶν, “ὅτι εἰ ἦμεν ἐν ταῖς ἡμέραις αὐτῶν, “οὐκ ἃν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν,” χείρονα πράττοντες αὐτοί. ἐποίουν δὲ τοῦτο οὐ διὰ τιμὴν τῶν σφαγέντῶν
192
προφητῶν καὶ δικαίων, ἀλλὰ μᾶλλον ἐκπομπεύοντες ταῖς σφαγαῖς, μήποτε μαρανθῇ τῆς τοσαύτης μνήμης ἡ τόλμη.

Ὠριγένουσ. Ὀστέα εἰσὶ νεκρὰ, δύναμις τῆς ἁμαρτίας, ἔργα ἁμαρτίων.

Τίνος ἕνεκεν καταγινώσκει αὐτῶν ὡς υἱῶν ὄντων τῶν φονευσάντων τοὺς προφήτας; ποῖον γὰρ ἔγκλημα υἱὸν εἶναι ἀνδροφόνου; ἂν μὴ κοινωνῇ τῇ γνώμῃ τοῦ πατρὸς, οὐδέν. ὅθεν διὰ τὴν αἰτίαν ταύτην, ἐκ τούτου τὴν κατὰ συγγένειαν κακίαν αἰνιττόμενος. διὰ τοῦτο γὰρ καὶ ἐπήγαγεν, “ὄφεις, γεννήματα ἐχιδνῶν, ὡσανεὶ ἔλεγεν, ὅτι ὥσπερ ἐκεῖνα ἔοικε τοῖς γονεῦσι κατὰ τὴν ἰοῦ λύμην, οὕτω καὶ ὑμεῖς τοῖς πατράσι κατὰ τὸ φονικὸν, πονηροὶ παῖδες, πονηρῶν πατέρων ὄντες. τὸ δὲ “καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον “τῶν πατέρων ὑμῶν,” οὐκ ἐπιτάττων τοῦτο φησὶν, ἀλλὰ προαναφωνῶν τὸ ἐσόμενον, τουτέστι τὴν ἑαυτοῦ σφαγήν· καὶ δεικνὺς μείζονα τολμῶντας· οἱ μὲν γὰρ τοὺς προφήτας ἀπέκτειναν, οὗτοι δὲ τὸν δεσπότην τῶν προφητῶν. διὸ καὶ ἐπάγει· “πῶς φύγητε “ἀπὸ τῆς κρίσεως τῆς γεέννης,” ἐκείνους μιμούμενοι τοὺς τὰ τοιαῦτα τετολμηκότας. εἶπε δὲ τοῦτο, φόβον πολὺν αὐτοῖς ἐντι.

Ὠριγένουσ. “Υἱοὶ τῶν φονευσάντων,” τὴν κατὰ πονηρίαν συγγενειαν αἰνίττεται.

τοῦ αὐτου. Οὐ προστάττων τοῦ ποιῆσαι λέγει τὸ “πληρώ- “σατε,” ἀλλὰ σύμβολον αἰνίττεται.

Tοῦ χρυσοστόμου. τοῦτο οὐχὶ ἐπιτάττοντός ἐστι “ποιήσατε, ἀλλὰ προλέγοντος καὶ ἀπολογίας ἀποστεροῦντος αὐτούς· ὅτι μηδὲ προμαθόντες ἐφυλάξαντο, οὐδὲ ἐκ τῶν ἔμπροσθεν γεγενημένων, οὐδὲ ἐκ τῶν παρ’ αὐτοῦ εἰρημένων, βελτίους ἐγένοντο.

Τοῦ αὐτου. Καὶ γὰρ ἐκεῖνοι τοὺς τεκόντας αὐτοὺς ἀναιροῦσι, καὶ ὑμεῖς τοὺς πατέρας τοὺς πονηρούς· πονηροὶ πονηρῶν παῖδες, μᾶλλον δὲ πονηρότεροι· δείκνυσι γὰρ αὐτοὺς μείζονα τολμῶντας· αὐτοὶ γὰρ καὶ τὸ τέλος ἐπάγουσι, καὶ τὴν κορωνίδα τῶν κακῶν· οἱ μὲν γὰρ τοὺς ἐπὶ τὸν ἀμπελῶνα ἐλθόντας ἀπέκτειναν, οὗτοι δὲ καὶ τὸν υἱὸν, διὸ καὶ ἐπάγει, “πῶς φύγητε ἀπὸ τῆς κρίσεως “τῆς γεέννης,” ἐκείνους μιμούμενοι;

Περὶ ποίων λέγει, “ἰδοὺ ἐγὼ ἀποστελῶ προφήτας καὶ σοφοὺς, καὶ τὰ ἑξῆς; περὶ τῶν Ἀποστόλων καὶ τῶν μαθητῶν αὐτῶν, καὶ

193
XXIII. 37. ΜΑTΘΑ1oΝ ΕΥΑΓΓΕΛΙΟΥ. γὰρ πολλοὶ ἐξ αὐτῶν προεφήτευσαν, ἐξ ὧν ἀπέκτειναν καὶ ἐμαστίγωσαν, καὶ ἐδίωξαν ἀπὸ πόλεως εἰς πόλιν. εὐκαίρως δὲ αὐτοὺς καὶ τοῦ Ἅβελ ἀνέμνησεν, ὅτι περ διὰ φθόνον καὶ ὁ εἰς αὐτὸν φόνος γέγονε. καὶ ὅτι οὐκ ἃν ἔχητε, φησὶν, εἰπεῖν, ὅτι οὐκ ἔγνωτε τι ἔπαθεν ὁ τοῦτον ἀποκτείνας Κάϊν· μὴ γὰρ οὐκ ἐτιμωρήσατο χαλεπωτάτῃ δίκῃ τὸν φονέα; ἢ πάλιν οὐκ ἠκούσατε, ὅσα ἔπαθον οἱ πατέρες ὑμῶν, τοὺς προφήτας ἀνελόντες; ταῦτα δὲ ἔλεγε φοβῶν αὐτοὺς, ὅτι ὥσπερ ἐκεῖνοι δίκην ἔδοσαν, οὕτω καὶ οὗτοι ἐσχάτως τιμωρηθήσονται, τολμῶντες τὰ ὅμοια· βουλόμενος δὲ ἐπαυξῆσαι τὸν φόβον, φησὶν, “ἀμὴν λέγω ὑμῖν, ἥξει πάντα ταῦτα “ἐπὶ τὴν γενεὰν ταύτην,” τουτέστι εἰς κεφαλὰς ὑμῶν πάντα στρέψω, καὶ σφοδρὰν ποιήσομαι τὴν ἄμυναν. ὁ γὰρ πολλοὺς ἡμαρτηκότας εἰδὼς, καὶ μὴ σωφρονισθεὶς, ἀλλὰ τὰ αὐτὰ καὶ αὐτὸς ἁμαρτῶν, καὶ οὐ τὰ αὐτὰ μόνον, ἀλλὰ πολλῷ χαλεπώτερα, χαλεπωτέραν ἐκείνων πολλῶ δίκαιος ἃν εἴη δοῦναι δίκην. καὶ τοῦτο ἐστὶν ὃ φησὶν ὁ Θεὸς ἀλλαχοῦ, “ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, “ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με.” οὐχ ὡς τοῖς ἄλλοις τολμηθέντων ἑτέρων διδόντων δίκας, ἀλλ’ ὡς τῶν μετὰ πλείονας ἁμαρτόντας καὶ κολασθέντας, μὴ γενομένων βελτιόνων, ἀλλὰ τὰ αὐτὰ πεπλημμεληκότων, τὰς ἐκείνων τιμωρίας ὑποσχεῖν ὄντων δικαίων x.

Τίς δὲ ἐστὶν οὕτος ὁ Ζαχαρίας, περὶ οὑ εἶπεν “ἕως τοῦ αἰμα- “τος Ζαχαρίου υἱοῦ Βαραχίου;” οἱ μὲν τὸν Ἰωάννου πατέρα φασὶν, οἱ δὲ τὸν προφήτην, οἱ δὲ ἕτερον τινὰ διώνυμον ἱερέα, ὃν καὶ Ἰωδαὲ φησὶν ἡ Γραφή. ἡμᾶς δὲ ἐκεῖνο σκοπεῖν χρὴ, ὅτι τὸ τόλμημα διπλοῦν ἦν, οὐ γὰρ ἁγίους ἀνῄρουν μόνον, ἀλλὰ καὶ ἐν ἁγίῳ τόπῳ. ταῦτα δὲ λέγων, οὐκ ἐκείνους ἐφόβει μόνον, ἀλλὰ καὶ τοὺς μαθητὰς παρεμυθεῖτο, δεικνὺς ὅτι καὶ οἱ δίκαιοι οἱ πρὸ αὐτῶν ταῦτα ἔπαθον.

Διατί πρὸς τὴν πόλιν στρέφει τὸν λόγον; “Ἱερουσαλὴμ” γάρ φησιν, “Ἱερουσαλὴμ,” καὶ τὰ ἑξῆς. παιδεῦσαι καὶ ἐν τούτῳ βουλόμενος τοὺς ἀκούοντας· ἐλεοῦντος δὲ καὶ ταλανίζοντος σχῆμα δεικνύς· διὰ τοῦτο τὸν διπλασιασμὸν ἐπήγαγεν· ἔτι δὲ καὶ σφόδρα φιλοῦντος· ὥσπερ γὰρ πρὸς ἐρωμένην φιληθεῖσαν μὲν διὰ παντὸς, [*](x ὄντες δικαίως Cod.)

194
καταφρονήσασαν δὲ τοῦ ἐραστοῦ, καὶ διὰ τοῦτο κολάζεσθαι μέλλουσαν ἀπολογεῖται λοιπὸν, μέλλων ἐπάγειν τὴν κόλασιν· μέμνηται δὲ καὶ τῶν μιαιφονιῶν αὐτῆς, δεῖξαι βουλόμενος, ὅτι οὐδὲ οὕτως ἀπέστη τῆς πρὸς αὐτὴν εὐνοίας. τοῦτο γὰρ δηλοῖ τὸ “ποσάκις “ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου,” καὶ τὰ ἑξῆς. καὶ γὰρ ἀεὶ ἑαυτοὺς ἐσκόρπιζον διὰ τῶν ἁμαρτημάτων. ἐνδείκνυται δὲ καὶ τὸ φιλόστοργον διὰ τῆς εἰκόνος τῆς ὥσπερ y ὄρνις· καὶ γὰρ τοῦτο τὸ ζῶον θερμόν ἐστι περὶ τὰ ἔγγονα. “ἀλλ’ οὐκ ἠθελήσατε, φησί· τὸ δὲ “ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος,” τὴν τῆς παρ’ αὐτοῦ βοηθείας μέλλουσαν ἔσεσθαι γύμνωσιν. τὸ δὲ “οὐ μή με ἴδητε “ἀπάρτι,” περὶ τοῦ καιροῦ λέγει τοῦ μέχρι τοῦ σταυροῦ. τὸ δὲ “ἕως ἂν εἴπητε εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου,” περὶ τῆς μελλούσης ἡμέρας τῆς δευτέρας αὐτοῦ παρουσίας. τότε γὰρ πάντες αὐτὸν προσκυνήσουσιν· ἀλλ’ οὐδὲν ὄφελος ἐντεῦθεν εἰς ἀπολογίαν αὐτοῖς· ὥσπερ οὖν οὐδὲ τοῖς τῆς πολιτείας κακοῖς ἕνεκεν μετανοοῦσι τότε. διόπερ ἕως ἐστὶ καιρὸς, ἐργασώμεθα τὰ ἀγαθά. ὥσπερ γὰρ ἐκείνοις τῆς γνώσεως ὄφελος λοιπὸν οὐδὲν ἔσται τότε, οὕτως οὐδὲ ἡμῖν αὐτοῖς ἐπὶ ταῖς πονηραῖς πράξεσι μετανοοῦσιν ἔκει.

κυρίλλου ἀλεξανδρείασ. Εἰπὼν τοῦτο δείκνυσιν ἑαυτοῦ τὸ θεοπρεπὲς, καὶ ἐν ἀνθρωπίνῃ μορφῇ ὤν· καὶ γὰρ περὶ τοῦ Θεοῦ εἶπεν Μωϋσῆς, “δι’ ἧς z τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς.” καὶ πάλιν Δαβὶδ, “οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύ- “γῶν σου ἐλπιοῦσιν.”

ωριγένουσ. Ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην κηδομένη τῶν τέκνων, καὶ ἑαυτὴν παραδιδοῦσα ὑπὲρ αὐτῶν.

Περὶ συντελείας.

Τίνος ἕνεκεν προσῆλθον αὐτῷ οἱ μαθηταὶ, ἐπιδεικνύντες τοῦ ναοῦ τὸ κάλλος; ἐπειδὴ εἶπεν “ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος·” ὥσπερ θαυμάζοντες εἰ τοσαῦτα ἀφανισθήσονται κάλλη, καὶ ὕλης πολυτέλεια, καὶ τέχνης ποικιλία ἄφατος· διὰ τοῦτο ὑποδεικνύουσιν· αὐτὸς δὲ οὐκέτι λοιπὸν περὶ ἐρημίας διαλέγεται αὐτοῖς, ἀλλὰ [*](y ὗσπερ Cod. z sic.)

195
παντελῆ προαναφωνεῖ τὸν ἀφανισμὸν διὰ τοῦ εἰπεῖν, “οὐ μὴ μείνῃ “λίθος ἐπὶ λίθον.” πῶς οὖν ἔμεινε φησὶ, καὶ τι τοῦτο; οὔτε γὰρ οὕτως διέπεσεν ἡ ἀπόφασις· ἢ γὰρ τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ ταῦτα ἔλεγεν, ἣ περὶ ἐκείνου τοῦ τόπου, ἔνθα ὑπάρχων ἔλεγεν, “οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον·” ἔστι γὰρ αὐτοῦ μέρη μέχρι τῶν θεμελίων ἠφανισμένα.

Διατί κατ’ ἰδίαν προσῆλθον· ἐπειδὴ περὶ μεγάλων ἔμελλον ἐρωτᾷν. καὶ γὰρ ἐπεθύμουν μαθεῖν τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ, διὰ τὸ σφόδρα ἐπιθυμεῖ, τὴν δόξαν ἐκείνην ἰδεῖν, τὴν μυρίων ἀγαθῶν οὖσαν αἰτίαν· καὶ δύο ταῦτα ἐρωτῶσιν αὐτὸν, πότε ταῦτα ἔσται; τουτέστιν ἡ τοῦ ναοῦ κατασκαφή· καὶ τί τὸ σημεῖον τῆς αὐτοῦ παρουσίας; αὐτοὶ δὲ ἐπειδὴ τὰ ἀγαθὰ μόνον ὠνειροπόλουν, καὶ εὐθέως αὐτὰ ἀπαντήσεσθαι προσεδόκουν, διὰ τοῦτο πάλιν αὐτοῖς χαλεπὰ προαναφωνεῖ, ἐναγωνίους ποιῶν καὶ κελεύων διπλῶς νήφειν, ὡς μήτε ὑπὸ τῆς ἀπάτης τῶν παραζηλωμένων φενακισθῆναι· διπλοῦς γὰρ ὁ πόλεμος ἔσται φησὶν, ὁ τε τῶν πλάνων, ὅ τε τῶν πολεμίων· πολέμους δὲ τοὺς ἐν Ἰεροσολύμοις λέγει· οὐ γὰρ δὴ τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης γινομένους· τι γὰρ αὐτοῖς μέλει τοῦτο; διὰ τὸ οὖν καὶ ταῦτα ἱκανὰ ὑπάρχειν αὐτοὺς θορυβῆσαι, διὰ τοῦτο οὖν προεῖπε πάντα· λιμοὺς δὲ καὶ λοιμοὺς καὶ σεισμοὺς γενέσθαι λέγει, ὡς αὐτοῦ πολεμοῦντος τοὺς Ἰουδαίους· δεικνὺς καὶ διὰ τούτων, ὅτι τοὺς πολέμους αὐτὸς εἴασεν ἐπελθεῖν. εἶπεν δὲ “μὴ θροεῖσθε,” ἵνα μὴ τὰς νιφάδας τῶν κακῶν ἀκούοντες νομίσωσι διασπᾶσθαι τὸ κήρυγμα· ἔσται μὲν γάρ, φησι, θόρυβος καὶ ταραχή· τοὺς δὲ ἐμοὺς οὐδεὶς διασαλεύσει χρησμούς.

Ἐπειδὴ δὲ ἐνόμιζον οἱ μαθηταὶ ἅμα τῇ κατασκαφῇ τῶν Ἱεροσολύμων καὶ τὴν συντέλειαν ἔσεσθαι, διορθούμενος καὶ ταύτην αὐτῶν τὴν ὑπόνοιαν, ἔλεγεν, “ἀλλ’ οὔπω τὸ τέλος.” τὸ δὲ “ἔθνος “ἐπὶ ἔθνος καὶ βασιλείαν ἐπὶ βασιλείαν” ἔσεσθαι περὶ τῶν προοιμίων εἶπε τῶν Ἰουδαϊκῶν, καὶ τὸ “παραδώσουσιν ὑμᾶς εἰς “θλίψεις,” καὶ τὰ ἑξῆς πάντα ἕως καὶ “τότε ἥξει τὸ τέλος” καὶ τῆς συντελείας λέγει τῶν Ἱεροσολύμων· εἰ δέ τις εἴποι, καὶ πόθεν δῆλον ὅτι πρὸ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων ἐκηρύχθη τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ, ἀκουσάτω τι φησιν ὁ Παῦλος “εἰς “πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.” καὶ πάλιν, “τοῦ

196
“Εὐαγγελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανὸν, καὶ τοῦτον δὲ αὐτὸν ἴδομεν ἀπὸ Ἰρουσαλὴμ εἰς Ἱσπανίαν τρέχοντα. εἰ δὲ εἰς τοσοῦτον μέρος κατέλαβεν, ἐννοήσωμεν πόσα καὶ οἱ λοιποὶ Ἀπόστολοι εἰργάσαντο. καὶ πάλιν δὲ ὁ αὐτὸς Ἀπόστολος λέγει περὶ τοῦ Εὐαγγελίου, ὅτι ἔστι “καρπο- “φορούμενον καὶ αὐξανόμενον ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν “οὐρανόν.”

Θεοδώρου Ἡρακλείασ. Ἐξελθὼν τοῦ ἱεροῦ ὁ Κύριος, διδάσκει μὴ προσέχειν τοῖς ἐπιγείοις, κἂν Θεῷ ἀνάκειμα ᾖ.

Τοῦ Αὐτου. Πόλλα ἐθλίβησαν οἱ Ἁπόστολοι ὑπὸ Ἰουδαίων καὶ ἐθνῶν ἐπιβουλευόμενοι, οἳ καὶ ἐσκανδαλίζοντο κατ’ αὐτῶν.

Ὠριγένουσ. Οἱ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύοντες ὁδὸν ἐσκανδαλίζοντο.

Θεοδώρου Ἡρακλείασ. Ψευδοπροφήτας λέγει τοὺς αἱρετικοὺς τοὺς πλανήσαντας πολλοὺς τῶν ἀκεραιοτέρων ἐπὶ τῆς συν- τελείας.

Τοῦ Χρυσοστόμου. Εὐκαίρως παρενέβαλλε τὰ αὐτῶν κακὰ, ἔχοντα παραμυθίαν ἀπὸ τῶν κοινῶν. οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τὸ προσθεῖναι “διὰ τὸ ὄνομά μου.”

Τί δὲ ἐστὶν “εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν;” ὅτι ἐκηρύχθη μὲν πανταχοῦ, οὐκ ἐπιστεύθη δὲ πανταχοῦ. εἰς ἔλεγχον οὖν ἔσται καὶ εἰς κατηγορίαν τοῖς μὴ πιστεύσασιν· καὶ γὰρ οἱ πιστεύσαντες κατηγορήσωσι τῶν μὴ πιστευσάντων, καὶ κατακρινοῦσιν αὐτούς. διατί δὲ μετὰ τὸ κηρυχθῆναι εἰς πᾶσαν τὴν οἰκουμένην τὸ Εὐαγγέλιον ἀπόλλυται τὰ Ἱεροσόλυμα; ἵνα μηδὲ σκιὰν ἀπολογίας ἔχωσιν οἱ Ἰουδαῖοι ἀγνωμονοῦντες. οἱ γὰρ εἰδότες τὴν αὐτοῦ δύναμιν πανταχοῦ διαλάμψασαν, καὶ ἐν ἀκαριαίῳ τὴν οἰκουμένην ἑλοῦσαν, τίνα ἃν ἔχοιεν συγγνώμην λοιπὸν, ἐπὶ τῆς αὐτῆς άγνωμοσύνης μείναντες;” “βδέλυγμα” δὲ τὸν ἀνδριάντα τοῦ τότε ἑλόντος τὴν πόλιν εἶπεν· “ἐρημώσεως” δὲ, ὡς ἐρημώσαντος τὴν πόλιν καὶ τὸν ναόν. διὰ δὲ τοῦ εἰπεῖν, ὅταν ἴδητε, ἐσήμανε τὸ ἔτι ζώντων τινῶν ἐξ αὐτῶν, τότε ταῦτα ἔσται.

Θεοδώρου Ἡρακλείασ. “βδέλυγμα ἐρημώσεως” καθολικῶς ὁ Ἀντίχριστος, γέγονε δὲ καὶ βδέλυγμα τῆς ἐρημώσεως Ἱερουσαλὴμ ἡ εἰκὼν Καίσαρος, ἢν ἀνέστησε Πιλάτος ἐν τῷ ναῷ.

197

Θεοδωρήτου ἐπισκόπου Κύρου z. Τὸ ῥητὸν τοῦτο πολλαχῶς ἐννοεῖται παρὰ τοῖς θείοις πατράσι· καὶ πρῶτον μὲν εἰσενήνεκται τὸ “βδέλυγμα τῆς ἐρημώσεως” εἰς τὸν θεῖον νεὼν, ὅτε τὸν βωμὸν τῷ Διὶ ἀνέστησεν ὁ δυσσεβὴς βασιλεὺς Ἀντίοχος· καὶ χοῖρον γὰρ ἐν αὐτῷ προσενήνοχεν εἰς θυσίαν, καὶ προσωνόμασε Δῖός Ὀλυμπίου τὸν ἐν Ἱεροσολύμοις ναόν. εἶτα μετ’ ἐκεῖνον πάλιν, Πόντιος Πιλᾶτος ἡγεμονεύων ἐν Ἱεροσολύμοις, νύκτωρ εἰς τὸν θεῖον ναὸν τὰς βασιλικὰς εἰσεκόμισεν εἰκόνας, παρὰ τὸν θεῖον νόμον. μετὰ τούτους δὲ ἐπὶ τῆς συντελείας τοῦτο γενήσεται· τὸ γὰρ ἀληθινὸν “βδέλυγμα τῆς ἐρημώσεως” τοῦ κόσμου, ἤτοι “ὁ ἄνθρωπος τῆς “ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας,” λέγω δὴ ὁ Ἀντίχριστος, καθεσθήσεται εἰς τὸν ἐν Ἱεροσολύμοις ναὸν βλασφημῶν, καὶ ἀποδεικνύων ἑαυτὸν εἶναι Θεόν.

Θελασσίου Μονάκου καὶ πρεσβυτέρου. Χρὴ δὲ καὶ ἑτέρως ἐκ τῶν καθ’ ἡμέραν συμβαινόντων τῇ ἀνθρωπίνῃ φύσει παθῶν νοῆσαι τὸ ῥητόν· σκοπῶμεν δὲ οὕτως. ἐκ τῶν ὑποκειμένων ἐν τῇ ψυχῇ παθῶν λαμβάνοντες οἱ δαίμονες τὰς ἀφορμὰς, τοῦ κινεῖν ἐν ἡμῖν τοὺς ἐμπαθεῖς λογισμούς· εἶτα διὰ τούτων πολεμοῦντες τὸν νοῦν, ἐκβιάζονται αὐτὸν εἰς συγκατάθεσιν ἐλθεῖν τῆς ἁμαρτίας· ἡττηθέντος δὲ αὐτοῦ, ἄγουσιν αὐτὸν εἰς τὴν κατὰ διάνοιαν ἁμαρτίαν, καὶ ταύτης ἀποτελεσθείσης, ἄγουσιν αὐτὸν λοιπὸν αἰχμάλωτον εἰς τὴν πρᾶξιν. μετὰ δὲ ταύτην λοιπὸν οἱ τὴν ψυχὴν διὰ τῶν λογισμῶν ἐρημώσαντες, σὺν αὐτοῖς ἀναχωροῦσιν. μένει δὲ μόνον ἐν τῷ ναῷ τὸ εἴδωλον τῆς ἁμαρτίας, περὶ οὗ φησὶν ὁ Κύριος· “ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως,” καὶ τὰ ἑξῆς. ὅτι δὲ τόπος ἅγιος καὶ ναὸς ὁ νοῦς ὑπάρχει τοῦ ἀνθρώπου, μαρτυρεῖ ὁ Παῦλος λέγων· “οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν,” καὶ τὰ ἑξῆς. καὶ πάλιν, “εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ “τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινες ἐστὲ “ὑμεῖς.” τοίνυν σαφῶς ἀποδέδεικται, ὅτι τόπος ἅγιος καὶ ναὸς ὑπάρχει ὁ νοῦς τοῦ ἀνθρώπου, ἐν ᾧτ’ οἱ δαίμονες διὰ τῶν ἐμπαθῶν λογισμῶν τὴν ψυχὴν ἐρημώσαντες, τὸ εἴδωλον τῆς ἁμαρτίας ἔστησαν. “τότε,” πότε; ὅταν τὸ βδέλυγμα τῆς ἐρημώσεως ᾖ ἐν τόπῳ ἁγίῳ· οὐ μόνον δὲ περὶ τοῦ ἀνδριάντος λέγει τοῦτο, ἀλλὰ [*](z κύπρου Cod.)

198
καὶ τῶν στρατοπέδων. φευγέτωσαν δὲ εἶπεν, ὡς οὐδεμίαν λοιπὸν ἐλπίδα σωτηρίας ἐχόντων. ὥσπερ ἐν τοῖς προτέροις εἶχον πολέμοις· οὐ γὰρ ἔσται τίς μεταβολὴ νῦν, ὥσπερ ἔμπροσθεν γέγονεν· ἀγαπητὸν γάρ φησι τὸ κἂν γυμνῷ τῷ σώματι σωθῆναι λοιπὸν, διὰ τοῦτο καὶ τοὺς ἐπὶ τῶν δωμάτων οὐκ ἀφιεῖσιν εἰς τὴν οἰκίαν εἰσελθεῖν, ὥστε ἆραι τὰ ἱμάτια· τὰ ἄφυκτα δηλῶν κακὰ, καὶ τὴν ἀπέραντον συμφορὰν, καὶ ὅτι τὸν ἐμπεσόντα ἀνάγκη πάντως ἀπολέσθαι. διὰ τοῦτο καὶ τὸν ἐν τῷ ἀγρῷ, προστίθησι λέγων· “μηδὲ “οὗτος ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ,” εἰ γὰρ οἱ ἔνδον ὄντες φεύγουσι, πολλῷ μᾶλλον τοὺς ἔξωθεν οὐ χρὴ καταφεύγειν ἐκεῖ.

“Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις, καὶ ταῖς θηλαζούσαις; ταῖς μὲν διὰ τὸ νωθρότερον καὶ τὸ μὴ δύνασθαι φεύγειν εὐκόλως, τῷ φορτίῳ τῆς κυήσεως βαρουμέναις· ταῖς δὲ διὰ τὸ δεσμῷ κατέχεσθαι τῷ τῆς συμπαθείας τῶν παιδίων, καὶ μὴ δύνασθαι συνδιασώζειν τὰ θηλάζοντα· χρημάτων μὲν γὰρ καταφρονῆσαι εὔκολον, καὶ προνοῆσαι ῥᾴδιον ἱματίων, τὰ δὲ ἀπὸ τῆς φύσεως, πῶς ἄν τις διαφύγῃ; πῶς γὰρ ἂν ἡ ἔγκυος γένηται κούφη; πῶς δὲ ἡ θηλάζουσα δυνήσεται τοῦ τεχθέντος καταφρονῆσαι;

Διατί εἶπε “προσεύχεσθε” καὶ τὰ ἑξῆς; ἐν χειμῶνι μὲν διὰ τὴν δυσκολίαν τὴν ἀπὸ τοῦ καιροῦ· ἐν σαββάτῳ δὲ, διὰ τὴν αὐθεντείαν τὴν ἀπὸ τοῦ νόμου. ἐπειδὴ γὰρ φυγῆς χρεία, καὶ φυγῆς ταχίστης, οὔτε δὲ ἐν σαββάτῳ Ἰουδαῖοι φυγεῖν ἐτόλμων διὰ τὸν νόμον, οὔτε δὲ ἐν χειμῶνι διὰ τὸ δύσκολον· ὅθεν δῆλον ὅτι πρὸς Ἰουδαίους ὁ λόγος αὐτῷ, καὶ περὶ τῶν ἐκείνους καταληψομένων κακῶν διαλέγεται. οὐ γὰρ δὴ οἱ Ἀπόστολοι ἔμελλον τὸ σάββατον τηρεῖν· ἣ ἐκεῖ ἔσεσθε, ἡνίκα Οὐεσπασιανὸς ἐπέβη τῇ πόλει· καὶ γὰρ ἔφθησαν προαπελθόντες οἱ πλείους ἐκ τοῦ βίου· εἰ δέ τις ἐναπελείφθη, ἐν ἄλλοις τῆς οἰκουμένης διέτριβε τόποις τότε. τὸ δὲ ἔσται θλίψις οἴα οὐκ ἐγένετο, οὐδὲ μὴ γένηται, μηδεὶς νομίσῃ· τοῦτο ὑπερβολικῶς εἰρῆσθαι, ἀλλ’ ἐντυχὼν τοῖς τοῦ Ἰωσήπου συγγράμμασι, μανθανέτω τῶν εἰρημένων τὴν ἀλήθειαν. οὐδὲ γὰρ ἃν ἔχοι τις εἰπεῖν ὅτι πιστὸς ὣν ὁ ἄνθρωπος εἰς τὸ συστῆσαι τὰ εἰρημένα ἐξώγκωσε τὴν τραγῳδίαν· καὶ γὰρ Ἰουδαῖος καὶ ζηλωτὴς, καὶ τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν.

[*](a νομίσει Cod.)
199

τί οὖν οὗτος φησί; ὅτι πᾶσαν ἐνίκησε τραγῳδίαν ἐκεῖνα τὰ δεινὰ, καὶ πόλεμος οὐδεὶς οὐδέποτε τοιοῦτος τὸ ἔθνος κατέλαβε. τοσοῦτος γὰρ ἦν ὁ λιμὸς, ὡς αὐταῖς ταῖς μητράσι περιμάχητον εἶναι τὴν τεκνοφαγίαν, καὶ ὑπὲρ τούτου πολέμους γίνεσθαι. πολλοὺς δὲ καὶ νεκροὺς γενομένους κατὰ μέσας ἀναρρήγνυσθαι τὰς γαστέρας ἔφη· πάνυ δὲ πρεπόντως γέγονεν ἡ ὑπερβολὴ αὕτη τῶν κακῶν ὑπὲρ τὰ ἔμπροσθεν. καὶ μετὰ ταῦτα τόλμημα οὕτω παράνομον καὶ φρικῶδες, τὸν τῆς κτίσεως ἁπάσης δεσπότην θανάτῳ παραδοῦναι.

Τί ἔστιν “εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι;” εἰ b ἐπὶ πλεῖον, φησὶν, ἐκράτησεν ὁ πόλεμος τῶν Ῥωμαίων ὁ κατὰ τῆς πόλεως, ἅπαντες ἂν ἀπώλοντο Ἰουδαῖοι· πᾶσαν γὰρ σάρκα ἐνταῦθα, τὴν Ἰουδαικὴν λέγει, καὶ ὅτι οἱ ἔξω καὶ οἱ ἔνδον διεφθάρησαν ἄν· οὐ γὰρ δὴ μόνον τοὺς ἐν Ἰουδαίᾳ ἐπολέμουν, ἀλλὰ καὶ τοὺς πανταχοῦ διεσπαρμένους ἀπεκήρυττον τότε, καὶ ἤλαυνον διὰ τὸ πρὸς ἐκείνους μῖσος. διὰ δὲ τοὺς ἐκλεκτοὺς, φησὶν, ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι· “ἐκλεκτοὺς” δὲ λέγει τοὺς πιστοὺς τοὺς ἐν μέσοις ἀπειλημμένους αὐτοῖς· ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι διὰ τὸ κήρυγμα, καὶ διὰ τὸ προσκυνεῖσθαι τὸν Χριστὸν, ταῦτα γέγονε τὰ κακὰ, δεικνὺς ὅτι οὐ μόνον οἱ πιστοὶ τούτων αὐτοῖς οὐκ ἐγένοντο αἴτιοι, ἀλλ’ ὅτι εἰ μὴ ἐκεῖνοι ἦσαν, πρόρριζον ἅπαντες ἀπώλοντο. εἰ γὰρ συνεχώρησεν ὁ Θεὸς ἐκταθῆναι τὸν πόλεμον ἐπὶ πλεῖον, οὐδ’ ἃν λείψανον ἔμεινεν Ἰουδαίων· ἀλλ’ ἵνα μὴ συναπόλωνται τοῖς ἀπίστοις Ἰουδαίοις οἱ ἐξ αὐτῶν γενόμενοι πιστοὶ, ταχέως κατέλυσε τὴν μάχην, καὶ πέρας ἔδωκε τῷ πολέμῳ. διὰ τοῦτο φησὶ, “διὰ “δὲ τοὺς ἐκλεκτοὺς,” καὶ τὰ ἑξῆς.

Χρὴ δὲ σκοπῆσαι τὴν τοῦ παναγίου Πνεύματος οἰκονομίαν, ὅτι τούτων οὐδὲν ἔγραψεν ὁ Ἀπόστολος Ἰωάννης, ἵνα μὴ δόξῃ ἐξ αὐτῆς τῶν γεγενημένων τῆς ἱστορίας γράφειν. καὶ γὰρ μετὰ τὴν ἅλωσιν ἔζη χρόνον πολύν. ἀλλ’ οἱ πρὸ τῆς ἁλώσεως ἀποθανόντες Ἀπόστολοι καὶ Εὐαγγελισταὶ καὶ μηδὲν τούτων ἑωρακότες, αὐτοὶ γράφουσι τὰ περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ὥστε πάντοθεν προλάμπειν τῆς προρρήσεως τὴν ἰσχύν. πληρώσας τὰ περὶ τῶν Ἱεροσολύμων, εἰς τὴν ἑαυτοῦ διαβαίνει λοιπὸν δευτέραν παρουσίαν, καὶ λέγει τοῖς μαθηταῖς τὰ σημεῖα, οὐκ ἐκείνοις [*](b εἰ om. Cod.)

200
χρήσιμα μόνον, ἀλλὰ καὶ ἡμῖν, καὶ τοῖς μεθ’ ἡμᾶς ἐσομένοις· τότε φησὶν, ἐάν τις ὑμῖν εἴπῃ, “ἰδοὺ ὧδε ὁ Χριστὸς,” καὶ τὰ ἑξῆς. τότε ἀπὸ τοῦ τόπου αὐτοὺς ἀσφαλίζεται, λέγων τὰ ἰδιώματα τῆς αὐτοῦ παρουσίας, τῆς μελλούσης μετὰ ταῦτα. οὐ γὰρ ὥσπερ ἐν τῇ προτέρᾳ ἐν Βηθλεὲμ ἐφάνη, καὶ ἐν γωνίᾳ μικρᾷ τῆς οἰκουμένης, οὕτω καὶ τότε φησὶν, ἀλλὰ φανερῶς καὶ μετὰ περιφανείας ἁπάσης, καὶ ὡς μὴ δεῖσθαι τοῦ ταῦτα ἀπαγγέλλοντος. οὐ μικρὸν δὲ τοῦτο σημεῖον τοῦ λανθανόντως παραγενέσθαι. χρὴ δὲ σκοπῆσαι πῶς ἐνταῦθα οὐδὲ περὶ πολέμου διαλέγεται, οὐδὲ περὶ τῆς παρουσίας αὐτοῦ διακρίνει λόγον, ἀλλὰ περὶ ἀπάτῃ ἐπιχειρούντων, “ ἐλεύσονται γάρ,” φησι, “ καὶ ἀπατήσουσι “ πολλούς.” οἱ δὲ πρὸ τῆς δευτέρας αὐτοῦ παρουσίας, οἳ καὶ ἐκείνων ὄντες πικρότεροι, δώσωσι, φησὶ, σημεῖα καὶ τέρατα, καὶ τὰ ἑξῆς. δείκνυσιν οὖν τινας καὶ διακονησομένους τῷ Ἀντιχρίστῳ. λέγει δὲ καὶ ὁ Ἀπόστολος περὶ αὐτοῦ· “ ὅτι ἔσται ἡ παρουσία “ αὐτοῦ κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις “ καὶ τέρασι ψεύδους.” “ἰδοὺ,” φησὶ, “προείρηκα ὑμῖν· ἐὰν οὑν “ εἴπωσιν ὑμῖν ἰδοὺ ἐν τῇ ἐρήμῳ,” καὶ τὰ ἑξῆς. οὐκ εἶπεν, ἀπέλθετε μὲν πρὸς αὐτὸν, μὴ πιστεύσητε δὲ, ἀλλὰ “ μὴ ἐξέλθητε,” μὴ ἀπέλθητε. καὶ γὰρ πολλὴ τότε ἡ ἀπάτη· διὰ τοῦτο καὶ σημεῖα γίνεται ἀπάτης· καὶ τὴν μὲν τοῦ Ἀντιχρίστου παρουσίαν ἐν τόπῳ λέγει, τὴν δὲ αὐτοῦ ὥσπερ ἡ ἀστραπὴ,” φησὶν, “ ἐξέρ- “ χεται,” καὶ τὰ ἐξῆς. οδελε τοιοῦτον εστίν. ἡ ἀστραπὴ οὕτω φαίνεται ὥστε μὴ δεῖσθαι τοῦ ἀπαγγέλλοντος, μηδὲ τοῦ κηρύσσοντος, ἀλλὰ καὶ τοῖς ἐν οἰκίαις καθημένοις, καὶ τοῖς θαλάμοις, ἐν ἀκαριαίῳ ῥοπῇ κατὰ τὴν οἰκονομίαν δείκνυται πᾶσιν· οὕτως ἔσται ἡ παρουσία ἐκείνη, ὁμοῦ πανταχοῦ φαινομένη διὰ τὴν ἔκλαμψιν τῆς δόξης. λέγει δὲ καὶ ἕτερον σημεῖον, “ ὅτι ὅπου “ τὸ πτῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ,” τουτέστι τὸ πλῆθος τῶν Ἀγγέλων, καὶ τῶν μαρτύρων, καὶ τῶν ἁγίων πάντων, μετὰ Χριστοῦ εὑρε- θήσεται.

Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, καὶ τὰ ἑξῆς.

Ποίων ἡμερῶν θλῖψιν λέγει ; τοῦ Ἀντ’ ιχρίστου καὶ τῶν ψευδοπροφητῶν·

201
θλίψις γὰρ ἔσται τότε μεγάλη, τοσούτων ὄντων τῶν ἀπατώντων, ἀλλ’ οὐκ ἐκτείνεται εἰς μῆκος χρόνου· εἰ γὰρ ὁ ουδαϊκὸς πόλεμος διὰ τοὺς ἐκλεκτοὺς ἐκολοβώθη, πολλῷ μᾶλλον ὁ πειρασμὸς οὗτος συσταλήσεται διὰ τοὺς ἐν τῷ τότε καιρῷ τῆς ἐν κόσμῳ συντελείας ὑπάρχοντας ἐκλεκτούς. διὰ τοῦτο οὐκ εἶπε μετὰ τὴν θλῖψιν μόνον, ἀλλὰ καὶ “εὐθέως” προσέθηκεν· ὁμοῦ μὲν γὰρ σχεδὸν πάντα γίνεται. οἵτε γὰρ ψευδοπροφῆται καὶ ψευδόχριστοι θορυβήσουσι παραγενόμενοι, καὶ εὐθέως αὐτὸς ὁ δεσπότης παρέσται· καὶ γὰρ οὐ μικρὰ τότε μέλλει κατέχειν ταραχὴ τὴν οἰκουμένην· παραγίνεται δὲ, μετασχηματιζομένης λοιπὸν αὐτῆς τῆς κτίσεως. καὶ γὰρ ὁ ἥλιος σκοτισθήσεται, οὐκ ἀφανιζόμενος ἀλλὰ νικώμενος τῷ φωτὶ τῆς παρουσίας αὐτοῦ. τὰ δὲ ἄστρα πεσεῖται, ὅτι οὐκ ἔστιν αὐτῶν χρεία λοιπὸν, νυκτὸς οὐκ οὔσης. “αἱ δυνάμεις δὲ τῶν οὐρανῶν σαλευθήσονται,” διότι τοσαύτην μεταβολὴν ὁρῶσι γινομένην. εἰ γὰρ ὅτε ἐγένοντο τὰ ἄστρα, οὕτως ἔφριξαν καὶ ἐθαύμασαν, πῶς ἃν μὴ φρίξωσιν ὁρῶντες πάντα μεταρρυθμιζόμενα, καὶ τοὺς συνδούλους αὐτῶν διὰ τὰς εὐθύνας, καὶ τὴν οἰκουμένην ἅπασαν φοβερῷ παρισταμένην δικαστηρίῳ, καὶ τοὺς ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς αὐτοῦ παρουσίας γενομένους, λόγον ἀπαιτουμένους περὶ πάντων ὧν ἔπραξαν. Περὶ ποίου σημείου λέγει, ὅτι φανήσεται ἐν τῷ οὐρανῷ; περὶ τοῦ σταυροῦ, ὅστις τοῦ ἡλίου φαιδρότερος ἔσται. εἰ γὰρ ἐκεῖνος σκοτίζεται καὶ κρύπτεται, οὗτος δὲ φανήσεται, πρόδηλον ὅτι πολλῷ τῶν ἡλιακῶν ἀκτίνων λαμπρότερος δειχθήσεται. τίνος δὲ ἕνεκεν, καὶ διὰ ποίαν αἰτίαν φανεῖται; ὥστε ἐκ περιουσίας πολλῆς ἐπιστομισθῆναι τὴν τῶν Ἰουδαίων ἀναισχυντίαν· καὶ γὰρ δικαίωμα μέγιστον ἔχων ’τον σταυρὸν, οὐτῶ παραγίνεται εἰς ἐκεῖνο τὸ δικαστήριον ὁ Χριστὸς, οὐχὶ τὰ τραύματα μόνον ἀλλὰ καὶ τὸν θάνατον τὸν ἐπονείδιστον δεικνὺς, “καὶ κόψονται τότε πᾶσαι αἱ “φυλαὶ τῆς γῆς·” οὐ γὰρ χρεία κατηγορίας.

Διατὶ δὲ ὅταν ἴδωσι τὸν σταυρὸν κόψονται; ἐπειδὴ ἐσταύρωσαν ὂν προσκυνῆσαι ἔδει. τοῦ σταυροῦ δὲ ἐμνημόνευσεν, ἵνα μὴ νομίσωσιν οἱ Ἀπόστολοι πᾶσι σκυθρωπόν τι ἔσεσθαι τότε, ἐπήγαγε λέγων· “καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον,” καὶ τὰ ἑξῆς. οὐκ ἐπὶ τοῦ σταυροῦ ἀλλ’ ἐν νεφέλῃ, καθὼς καὶ ἀνελήφθη.

202
“καὶ ἐξαποστελεῖ,” φησὶ, “τοὺς Ἀγγέλους αὐτοῦ μετὰ σάλ- “πιγγος μεγάλης,” καὶ τὰ ἑξῆς. ἐννοήσωμεν, ἀγαπητοὶ, ἀπὸ μὲν τῶν κολάσεων, καὶ τὰ αὐτοὺς ἀναμένοντα βασανιστήρια, ὅτι περ καὶ τῶν ἐκλεκτῶν χωρίζονται, καὶ τῇ γεέννῃ παραδίδονται. τίνος δὲ ἕνεκεν δι’ Ἀγγέλων καλεῖ τοὺς ἐκλεκτοὺς, οὕτως φανερῶς αὐτὸς ἐρχόμενος; τιμῶν αὐτοὺς καὶ ἐν τούτῳ. ἀναστάντες μὲν γὰρ αὐτοὺς συλλέξουσιν Ἄγγελοι· συλλεγέντες δὲ ἁρπάσουσιν ἐν νεφέλαις. ταῦτα δὲ πάντα ἐν ἀκαριαίῳ γίνεται, ἐν ἀτόμῳ· οὐ γὰρ δὴ ἄνω μένων αὐτοὺς καλεῖ, ἀλλ’ αὐτὸς ἔρχεται ἐν σάλπιγγι. καὶ τί βούλονται αἱ σάλπιγγες καὶ ἡ ἠχή; πρὸς ἀνάστασιν, πρὸς εὐφροσύνην, πρὸς παράστασιν τῶν γινομένων ἐκπλήξεως, πρὸς ὀδύνην τῶν ἀπολιμπανομένων. οἴμοι, ἀπὸ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς. καὶ μᾶλλον μὲν ἔδει χαίρειν ἡμᾶς, ὅταν ταῦτα ἀκούωμεν, ἀλλὰ τοὐναντίον ἀλγοῦμεν καὶ κατηφεῖς ἐσμὲν, καὶ σκυθρωπάζομεν· ἣ μόνον ἐγὼ ταῦτα πάσχω, ὑμεῖς δὲ χαίρετε ἐν τῇ τούτων ἀκροάσει. ἐμοὶ μὲν οὖν καὶ φρίκη τίς ἐπέρχεται, λεγομένων τούτων, καὶ πικρὸν ὀδύρομαι, καὶ ἐκ βαθυτάτης στενάζω καρδίας· οὐδὲν γὰρ τῶν ἀγαθῶν ἐκείνων πρός με, ἀλλ’ ἣ μετὰ τῶν ἀφρόνων παρθένων καταδίκη, ἣ μετὰ τοῦ χώσαντος τὸ τάλαντον, ὅπερ ἔλαβεν, ἣ μετὰ τοῦ πονηροῦ δούλου. διὰ ταῦτα δακρύω, ὅσης δόξης ἐκπίπτειν μέλλομεν, ὅσης ἐλπίδος ἀγαθῶν, καὶ τοῦτο διηνεκῶς, ἵνα μικρὸν σπουδάσωμεν. εἰ γὰρ πόνος πολὺς ἦν, καὶ νόμος βαρὺς, ἔδει μὲν καὶ οὕτως πάντα ποιεῖν. Καὶ μετ’ ὀλίγον— Εν γῇ ἀγωνίζῃ, καὶ ἐν οὐρανῷ ὁ στέφανος· ἐν δύο ἡμέραις τρέχεις, καὶ εἰς ἀγήρους αἰῶνας τὰ βραβεῖα· ἐν φθαρτῷ σώματι ἡ πάλη, καὶ ἐν ἀφθάρτῳ ἡ τιμή.