Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς ξηρανθείσης συκῆς.
Πῶς πρωίας πεινᾶ ὁ Ἰησοῦς; ὅτε συνεχώρησε τῇ σαρκὶ τοῦτο παθεῖν· διὰ τι δὲ κατηράθη ἡ συκῆ; τῶν μαθητῶν ἕνεκεν, ἵνα θαρρῶσιν. ἐπειδὴ πανταχοῦ μὲν εὐεργέτει, οὐδένα δὲ ἐκόλασεν· ἔδει δὲ τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν· ἵνα μάθωσιν οἱ μαθηταὶ, ἔτι δὲ καὶ Ἰουδαῖοι, ὅτι δυνάμενος ξηράναι τοὺς σταυροῦντας αὐτὸν, τοῦτο οὐκ ἐβούλετο εἰς ἀνθρώπους ἐνδείξασθαι· διὰ τοῦτο εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὐτοῦ τῆς τιμωρητικῆς τὴν ἀπόδειξιν ταύτην παρέσχετο· ὅτ’ ἂν δὲ εἰς τόπους, ἢ εἰς φυτὸν, ἢ εἰς ἄλογα γένηταί τι τοιοῦτον, μὴ ἀκριβολογοῦ, μὴ δὲ λέγε, πῶς οὖν δικαίως ἐξηράνθη ἡ συκῆ, εἰ καιρὸς οὐκ ἦν; τὸ γὰρ λέγειν τοῦτο, ἐσχάτης ληρωδίας ἐστί· μόνον δὲ τὸ θαῦμα διόρα, καὶ θαύμαζε τὸν θαυματουργόν· ἐπεὶ καὶ ἐπὶ τῶν χοίρων τῶν καταποντισθέντων, πολλοὶ τοῦτο εἰρήκασι, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον· ἀλλ’ οὐδὲ ἐνταῦθα προσεκτέον αὐτοῖς· καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ ἐκεῖνο φυτὸν ἄψυχον. τινὲς δὲ φάσιν ὅτι τὴν συναγωγὴν τῶν Ἰουδαίων ὡς ἄπιστον διαμένουσαν,
Ἰσιδώρου Πηλουσιώτου. τὴν συκῆν οὐχ ἁπλῶς ὁ Κύριος κατηράσατο· μὴ τοῦτο νόμιζε, ὦτ’ τῶν θείων ἀκόρεστε· ἀλλ’ ἵνα δείξῃ τοῖς ἀγνώμοσιν Ἰουδαίοις, ὅτι ἔχει δύναμιν καὶ πρὸς τιμωρίαν ἀρκοῦσαν· ἐπειδὴ γὰρ ἐν πᾶσι τοῖς θαύμασιν, οὐδὲν αὐτὸν παρασχόντα τινὶ λυπηρὸν ἑωράκεισαν· μόνον δὲ εὐεργετεῖν αὐτὸν ὑπελάμβανον, δύνασθαι u οὐκ ἔχοντα τοὺς κακοὺς τοὺς πονηροὺς ἐξουσίαν· ἐκ τῆς ἀψύχου τοίνυν οὐσίας πείθει τὸν ἀχάριστον δῆμον, ὅτι καὶ ἀμύνασθαι δύναται, καὶ ὡς ἀγαθὸς οὐκ ἐβούλετο· ἐξηράνθη οὖν τὸ ξύλον, ἵνα φοβήσῃ ἀνθρώπους. ἅμα δέ τις τούτῳ καὶ ἀπόρρητος συμπέπλεκται λόγος παρὰ γερόντων εἰς ἡμᾶς σοφῶν διαφοιτήσας, ὅτι τὸ ξύλον τῆς παραβάσεως τοῦτο· οὗ δὲ τοῖς φύλλοις εἰς σκέπην, οἱ παραβάντες ἐχρήσαντο· καὶ κατηράθη παρὰ Χριστοῦ φιλανθρώπως, μηκέτι καρπὸν ἐνεγκεῖν αἴτιον ἀμαρτίας, ἐπὶ δευτέρᾳ θεοῦ παρουσίᾳ· πρὸς ἐνανθρώπησιν μὲν οὐκέτι, πρὸς δὲ κρίσιν τῶν πεπραγμένων ἑκάστῳ.