Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν τυφλῶν κοὶ χωλῶν.

Προσελθόντες γὰρ αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ, ἐθεραπεύθησαν ὑπ’ αὐτοῦ· οὐδὲ τοῦ προφήτου βοῶντος ἀκούοντες μετεβάλλοντο· ὅτιπερ οἱ παῖδες παρὰ καιρὸν ἡλικίας ἀνακηρύξουσιν αὐτόν· “ἐκ στόματος γάρ,” φησι, “νηπίων κατηρτίσω αἶνον·” πρὸς δὲ τὴν καπηλείαν τῶν Ἰουδαίων, αὐτὸς τὸν Ἡσαΐαν προφέρει κατήγορον αὐτοῖς λέγων· “ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται.” τίνος ἕνεκεν ἔλεγον τῷ Χριστῷ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς περὶ τῶν παίδων, “οὐκ ἀκούεις τί οὗτοι λέγουσι;” διὰ τὸ ἀποπνίγεσθαι αὐτοὺς τῷ φθόνῳ· ὥσπερ γὰρ Θεῷ ᾖδον οἱ παῖδες. διὸ καὶ αὐτὸς, ἐπειδὴ τοῖς φανεροῖς ἀντέλεγον οἱ ἀρχιερεῖς ἐπιπαρακαλοῦντες [*](s Cod, t κατάλιπεν Cod. u Sic.)

170
πληκτικώτερον κέχρηται τῇ διορθώσει λέγων· “οὐδέποτε ἀνέγνωτε “ἐκ στόματος νηπίων” καὶ τὰ ἑξῆς· οὐ γὰρ τῆς διανοίας αὐτῶν ἦν τὸ λεγόμενον, ἀλλὰ τῆς αὐτοῦ δυνάμεως τρανούσης τὴν γλῶτταν αὐτῶν· τοῦτο δὲ καὶ τύπος τῶν ἐθνῶν ἦν, τῶν ψελλιζόντων καὶ ἀθρόων ἠχησάντων μεγάλα, μετὰ διανοίας καὶ πίστεως. καὶ τοῖς Ἀποστόλοις δὲ, ἐντεῦθεν οὐ μικρὰ παράκλησις γέγονεν· ἵνα γὰρ μὴ διαπορῶσι, πῶς ἰδιῶται ὄντες, δυνήσωνται τὸ κήρυγμα καταγγεῖλαι· προλαβόντες οἱ παῖδες πᾶσαν αὐτῶν ἐξέβαλον τὴν ἀγωνίαν· ὅτι δώσει καὶ αὐτοῖς λόγον, ὁ τούτους ποιήσας ὑμνεῖν. “καὶ “καταλιπὼν αὐτοὺς,” φησὶν, “ἐξῆλθεν τῆς πόλεως,” καὶ τὰ ἑξῆς· τοῦτο δὲ ἐποίησε χαλῶν αὐτῶν τὸν ὄγκον τοῦ πάθους· ἵνα μὴ ζέοντες τῷ φθόνῳ, πλέον ταραχθῶσιν.

Θεοδώρου Ἡρακλείασ. Ὡς ἄοικος παρὰ τὸ ὄρος τῶν Ἐλαιῶν ηὐλίζετο ὁ Χριστός.

Κυρίλλου Ἀλεξανδρείασ. Διὰ τὸ ἀφιλόθεον τῶν Ἰουδαίων ὑπαναχώρει·