Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῆς ὄνου καὶ τοῦ πώλου.
Διὰ τί πολλάκις ἐπιβεβηκὼς τοῖς Ἱεροσολύμοις ὁ Κύριος πρὸ τούτου, οὐδέποτε μετὰ τοσαύτης ὡς νῦν ἐπέβη περιφανείας; ἐπειδὴ τότε προοίμια ἦν τῆς οἰκονομίας, καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν, οὔτε ὁ καιρὸς τοῦ πάθους ἐγγύς· διόπερ ἀδιαφορωτέρως αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον ἔκρυπτεν ἑαυτόν· οὔτε γὰρ ἂν ἐθαυμάσθη τότε φαινόμενος οὕτως· μᾶλλον δὲ καὶ εἰς μείζονα ἃν αὐτοὺς ἐξήγαγεν ὀργήν· ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μετὰ πλείονος πάντα πράττει περιφανείας· τὰ μέλλοντα αὐτοῖς ἐκβαίνειν ἐπιδεικνύμενος. χρὴ δὲ σκοπῆσαι, ὅσα θαύματα γίνεται· καὶ ὅσαι πληροῦνται προφητεῖαι. εἶπεν, ὅτι “εὑρήσετε ὄνον·” προεῖπεν ὅτι οὐδεὶς κωλύσει, ἀλλ’ ὅτι ἀκούσαντες σιγήσουσι· τοῦτο δὲ οὐ μικρὸν θαῦμα· ὅτι τοὺς οὐδέπω γνωρίμους αὐτῷ, οὐδὲ φανέντας, πείθει τὰ ἴδια αὐτῶν πάσχειν εὐγνωμόνως· καὶ ταῦτα διὰ τῶν μαθητῶν· μηδὲ γὰρ μικρὸν εἶναι νομίσωμεν τὸ γεγενημένον·
Διὰ τί δὲ οὐχὶ περὶ ἵππον οὐδὲ περὶ ἡμιόνου προεφήτευσεν, ἀλλὰ περὶ ὄνου; ἵνα πανταχοῦ παιδευθῶμεν μετρίαζειν· ἐπειδὴ γὰρ συμβαίνει τινὰς ἀσθενεστέρους ὄντας, ὑποζυγίων δεῖσθαι· κἀνταῦθα μέτρον τέθεικε· δεικνὺς ὅτι οὐχ ἵπποις, οὐδὲ ἡμιόνοις φέρεσθαι δεῖ, ἀλλ’ ὄνῳ κεχρῆσθαι, καὶ περαιτέρω τούτου μηδὲν ζητεῖν· ἀλλὰ πανταχοῦ τῆς χρείας εἶναι, καὶ μὴ πολυτελείας ἐπιζητεῖν· οὐ γὰρ μόνον τὰ τῆς ἀληθείας ἐφύτευεν δόγματα ὁ Χριστὸς, ἀλλὰ καὶ τὸν τῶν ἀνθρώπων βίον διόρθου· πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας χρείας· διάτοι τοῦτο, καὶ πτωχὴν ματέρα ἔσχε, καὶ ἐν σπηλαίῳ τίκτεται, καὶ ἐν φάτνῃ τίθεται, καὶ κριθίνους ἄρτους παρατίθεται, καὶ πρὸς αὐτὸν τὸν καιρὸν ἐξ ἀγορᾶς τοὺς μαθητοὺς ὠνεῖσθαι κελεύει, καὶ στιβάδα ἀπὸ χόρτου ποιεῖ, καὶ ἱμάτια εὐτελῆ ἀμφιέννυται· οἰκίαν δὲ, οὐδὲ ἔσχε· καὶ ὅτε μεταβῆναι ἐκ τόπου εἰς τόπον ἔδει, ὁδοιπορῶν τοῦτο ἐποιεῖ· καὶ οὕτως ὁδοιπορῶν, ὡς κοπιᾷν· καὶ καθήμενος οὐ προσκεφαλαίου ἐδεῖτο, ἀλλ’ ἐπ’ ἐδάφου. ἔτι δὲ καὶ λύπης μέτρα τιθεὶς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύειν ἠρέμα· πανταχοῦ κανόνας, ὥσπερ ἔφην, καὶ ὅρους πηγνύς· μέχρι ποῦ προβαίνειν δεῖ, καὶ περαιτέρω μηκέτι. καὶ ὁ μὲν πῶλος, τὴν Ἐκκλησίαν σημαίνει· καὶ τὸν λαὸν τὸν νέον, τὸν ποτὲ μὲν, ἀκάθαρτον, μετὰ δὲ τὸ καθίσαι εἰς αὐτὸν τὸν Κύριον Ἰησοῦν, καθαρὸν γενόμενον· τὸ δὲ λύειν τοὺς Ἀποστόλους τὰ ὑποζύγια, τὴν δι’ αὐτῶν προσένεξιν τῶν ἐθνῶν. καὶ γὰρ διὰ τῶν Ἀποστόλων τὰ ἔθνη καὶ οἱ Ἰουδαῖοι οἱ σωθέντες ἐσώθημεν· τὸ δὲ ἀκολουθῆσαι τὸν ὄνον τῷ πώλῳ δηλοῖ, ὅτι ἡ ἡμετέρα εὐδοκίμησις ἐποίησε παραζηλῶσαι τοὺς Ἰουδαίους εἰς τὸ πιστεῦσαι τῷ Χριστῷ· μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, τότε κἀκεῖνοι ἦλθον, καὶ ἥξουσι παραζηλοῦντες· καὶ
Διὰ τί δὲ οὐ κάθηται ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ’ ἐπὶ τὰ ἱμάτια τῶν Ἀποστόλων; ἐπειδὴ ἅπαντα λοιπὸν οἱ Ἀπόστολοι προίενται μετὰ τὸ λαβεῖν τὸν πῶλον· τουτέστι, τὸν ἐξ ἐθνῶν λαόν· καθὼς καὶ Παῦλος ἔλεγεν· “ἐγὼ δὲ ἥδιστα δαπανήσω, καὶ “ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν.” οὐ σκιρτᾷ δὲ ὁ πῶλος καίπερ ἀδάματος ὤν· ἀλλ’ εὐηνίως καὶ εὐτάκτως φέρεται· ἐπειδὴ καὶ τοῦτο προφητεία τοῦ μέλλοντος ἦν, δηλοῦσα τὸ εὐπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν· πάντα δὲ ταῦτα τὸ ῥῆμα εἰργάσατο λέγων· “λύσαντες ἀγάγετέ μοι·” ὥστε τὰ ἄτακτα, εὔτακτα, καὶ τὰ ἀκάθαρτα λοιπὸν γενέσθαι καθαρά.
Τίνος ἕνεκε τοσαῦτα θαύματα ποιήσαντος τοῦ Χριστοῦ, οὐδέποτε οὕτως εἰς αὐτὸν ἐξεπλάγησαν οἱ Ἰουδαῖοι; διὰ τὸ ταπεινὸν αὐτῶν καὶ χαμαίζηλον· ἰδόντες γὰρ ὄχλον συντρέχοντα, τότε θαυμάζουσιν· “ἐσείσθη γάρ,” φησι, “πᾶσα ἡ πόλις, λέγουσα· “τίς ἐστιν οὕτος;” καὶ ὅτε δὲ ἔδοξαν μέγα τί λέγειν, τότε ταπεινὴ ἦν αὐτῶν ἡ γνώμη καὶ σεσυρμένη χαμαί· Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ προφήτην αὐτὸν λέγοντες· ὁ δεσπότης δὲ Χριστὸς ταῦτα οὕτως ἐποίει· οὐ πομπὴν τινὰ ἐπεδεικνύμενος· ἀλλ’ ὁμοῦ μὲν, ὅπερ εἶπον, καὶ προφητείαν πληρῶν, καὶ τοὺς μαθητὰς παραμυθούμενος λυπουμένους διὰ τὸν θάνατον· δεικνὺς, ὅτι ἑκὼν πάσχει τοῦτο.
Χρὴ δὲ θαυμάσαι τῶν προφητῶν τὴν ἀκρίβειαν, πῶς πάντα προεῖπον· τὰ μὲν γὰρ ὁ Δαβὶδ, τὰ δὲ, ὁ Ζαχαρίας προανεφώνησεν. ὅπερ δὲ οἱ Ἀπόστολοι ἐποίησαν, τοῦτο καὶ ἡμεῖς. ὅτ’ ἃν οἱ μὲν τὴν ὄνον περιβάλλουσιν, ἣν ἐκάθητο τοῖς ἱματίοις· οἱ δὲ ποσὶν αὐτῆς ὑποστρωννύουσιν. ἡμεῖς δὲ, γυμνὸν αὐτὸν ὁρῶντες καὶ οὐδὲ ἀποδύναι ἑαυτοὺς κελευόμενοι· ἀλλὰ ἀπὸ τῶν κειμένων δαπανᾷν· μηδὲ οὕτως γινόμενοι φιλότιμοι. κἀκεῖνοι μὲν παρακολουθοῦσιν
Περὶ τοῦ ἐκβάλαι υ τὸν κύριον πάντας τοὺς πωλοῦντας· τοῦτο καὶ Ἰωάννης λέγει πεποιηκέναι· ἀλλ’ ἐκεῖνος μὲν, ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· οὗτος δὲ πρὸς τῷ τέλει· ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιρούς· καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων, καὶ ἀπὸ τῆς ἀποκρίσεως. ἐκεῖ μὲν γὰρ ἐν αὐτῷ τῷ Πάσχα παρεγένετο· ἐνταῦθα δὲ, πρὸ πολλοῦ. τοῦτο δὲ κατηγορία μείζων ὑπάρχει τοῖς Ἰουδαίοις· ὅτι καὶ ἅπαξ καὶ δὶς τοῦτο αὐτοῦ ποιήσαντος, ἐνέμενον ἔτι τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι ἔλεγον· μᾶλλον δὲ κἀντεῦθεν ὀφείλοντες αὐτοῦ μαθεῖν τὴν πρὸς τὸν Πατέρα τιμὴν, καὶ τὴν οἰκείαν ἰσχύν· καὶ γὰρ καὶ ἐθαυματούργησεν, καὶ ἑώρων τοὺς λόγους τοῖς πράγμασι συμφωνοῦντας, καὶ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ’ ἠγανάκτουν.