Catena In Matthaeum (Catena Integra) (E Cod. Paris. Coislin. Gr. 23)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 1. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῶν ἕκατον προβάτων παραβολή.

[*](10)

Εἰπὼν δὲ “ ὅτι οἱ Ἄγγελοι αὐτῶν,” καὶ τὰ ἑξῆς, ἔδειξεν ἐνταῦθα ὅτι πάντες ἀγγέλους ἔχομεν· τὸ δὲ βλέπειν τὸ πρόσωπον τοῦ Πατρὸς, οὐδὲν ἕτερον σημαίνει, εἰ μὴ τὴν πολλὴν παρρησίαν καὶ τὴν τιμὴν, ἣν ἔχουσιν οἱ Ἄγγελοι. τὸ δὲ “ ἦλθεν ὁ υἱὸς τοῦ ἀν- “ θρώπου σῶσαι τὸ ἀπολωλὸς,” καὶ ἡ παραβολὴ τῶν ἑκατὸν προβάτων τοῦτο σημαίνει, τὸ πολλὴν φροντίδα ποιεῖσθαι ἡμᾶς τῶν νομιζομένων εἶναι εὐτελῶν ἀδελφῶν· ὅθεν καὶ τὸν Πατέρα εἰσάγει ταῦτα βουλόμενον. καὶ μὴ ἵνα λέγωμεν, ὅτι ὁ δεῖνα χαλκοτύπος ἦν, καὶ ὑποδηματορράφος, καὶ γεωργὸς, καὶ ἐκ τούτου καταφρονῶμεν· ἵνα γὰρ μὴ τοῦτο πάθωμεν, χρὴ σκοπῆσαι διὰ πόσων ἡμᾶς πείθει μετριάζειν, καὶ εἰς τὴν τῶν ἀδελφῶν ἐπιμέλειαν ἑαυτοὺς ἐμβάλλειν· ἔστησε παιδίον, καὶ φησὶ, γίνεσθέ μοι ὡς τὰ παιδία, καὶ ὃς ἔαν δέξηται παιδίον τοιοῦτον, ἐμὲ δέχεται, καὶ ὃς ἐὰν σκανδαλίσῃ, σκανδαλισθήσεται· καὶ οὐδὲ ἠρκέσθη τῷ παραδείγματι τοῦ μύλου, ἀλλὰ καὶ τὸ “ οὐαὶ” προσέθηκεν, καὶ τοὺς σκανδαλίζοντας ἐκτεμεῖν προσέταξε, κἂν ἐν τάξει χειρῶν ὦσιν ἡμῖν καὶ ὀφθαλμῶν· καὶ ἀπὸ τῶν Ἀγγέλων πάλιν τῶν ἐγκεχειρισμένων αὐτοὺς τούτους τοὺς νομιζομένους εὐτελεῖς ἀδελφοὺς, καὶ ἀπὸ τοῦ οἰκείου πάθους· ὅταν γὰρ εἴπῃ “ ὅτι ἦλθεν ὁ υἱὸς τοῦ

146
“ ἀνθρώπου σῶσαι τὸ ἀπολωλὸς,” τὸν σταυρὸν δηλοῖ· δι’ αὐτοῦ γὰρ τὸν κόσμον ἔσωσεν· καὶ ἀπὸ τοῦ Πατρός· ὅτι οὐδὲ αὐτῷ δοκεῖ ἀπολέσθαι τινά· καὶ ἀπὸ τῆς κοινῆς συνηθείας ὅτι καταλιπὼν τὰ σεσωσμένα ὁ ποιμὴν, ζητεῖ τὸ πλανώμενον, καὶ ὅταν εὕρῃ αὐτὸ, χαίρει ἐπ’ αὐτῷ μᾶλλον, καὶ ἥδεται τῇ εὑρήσει, καὶ τῇ σωτηρίᾳ τούτου· εἰ τοίνυν ὁ Θεὸς οὕτω χαίρει ἐπὶ τῷ μικρῷ τούτῳ τῷ εὑρεθέντι, πῶς ἡμεῖς καταφρονοῦντες τῶν τῷ Θεῷ περισπουδάστων, οὐχὶ δίκην δώσωμεν τὴν ἐσχάτην ; ὅτι γὰρ ἀσθενὴς ἦν καὶ εὐτελὴς, διὰ τοῦτο μάλιστα δεῖ πάντα ποιεῖν, ὥστε αὐτὸν διασώζειν· μὴ τοίνυν ἀμελῶμεν τῶν ψυχῶν τῶν τοιούτων· καὶ γὰρ πάντα ταῦτα διὰ τοῦτο εἴρηται· ὁ βουλόμενος οὖν ἐπιβῆναι τὸν οὐρανὸν, ὡς παιδίον γενέσθω, καὶ τὸν τῦφον καταπατείτω, καὶ πρὸς τὰ σκάνδαλα γρηγορείτω· καὶ τὸ οὐαὶ φυγεῖν σπουδαζέτω, διὰ τὸ μὴ σκανδαλίσαι τινὰ, καὶ πρὸς τὴν σωτηρίαν τοῦ πλησίον ἀγωνίζεσθαι· καὶ ὄρθρου φανέντος, ἐξιὼν ἀπὸ τῆς οἰκίας, ἕνα σκοπὸν ἐχέτω· ὥστε τοῦ ψυχικοῦ κινδύνου τοῦ παρὰ τοῦ διαβόλου τοῖς ἀνθρώποις ἐπαγομένου, τὸν ἀδελφὸν ἐξελέσθαι· οὐδὲ γὰρ χρὴ τῇ ἑαυτοῦ σωτηρίᾳ μόνον ἀρκεῖσθαι τινα, ἐπεὶ καὶ ταύτην λυμαίνεται· ἀλλὰ πρέπον ἐστὶ καὶ τοὺς ἑστηκότας, εἰς προθυμίαν ἐμβαλεῖν, καὶ τοὺς κειμένους ἐγείρειν.

[*](15)

“ Ἐὰν ἁμαρτήσῃ,” φησὶν, “ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ “ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνον· ἐὰν ἀκούσῃ,” καὶ τὰ ἑξῆς· διὰ τι δὲ μεταξὺ τῶν δύο γενέσθαι τὸν ἔλεγχον κελεύει μόνων, τοῦ τε λυπήσαντος, καὶ τοῦ λελυπημένου ; ἵνα μὴ τῇ τῶν πλειόνων μαρτυρίᾳ, βαρυτέραν ἐργάσηται τὴν κατηγορίαν· καὶ ἰταμώτερος ἐκεῖνος γενόμενος, δυσδιόρθωτος μείνῃ· τὸ δὲ “ ἐὰν “ ἀκούσῃ,” τοῦτο σημαίνει· ἐὰν καταγνῷ ἑαυτοῦ, ἐὰν πεισθῇ ὅτι ἥμαρτεν· οὐκ εἶπεν δὲ ὅτι ἐὰν πεισθῇ ἐκέρδανεν ἐκεῖνος ἑαυτὸν μόνον, ἀλλὰ ἐκέρδανεν· τουτέστι, καὶ σὺ αὐτὸς τὴν ζημίαν ἐξέφυγες· καὶ γὰρ κἀκεῖνος καὶ οὗτος ἐζημιοῦντο πρὸ τούτου· ὁ μὲν, τὸν ἀδελφὸν, ὁ δὲ, τὴν οἰκείαν σωτηρίαν· οὐκ ἄγει δὲ τὸν λυπήσαντα πρὸς τὸν λυπηθέντα· ἀλλὰ τοῦτον πρὸς ἐκεῖνον· ἐπειδὴ ὁ ἠδικηκὼς οὐκ εὐκόλως ἃν ἔλθοι πρὸς ἀπολογίαν, αἰσχυνόμενος καὶ ἐρυθριῶν· διὰ τοῦτο πρὸς ἐκεῖνον τοῦτον ἕλκει, καὶ οὐχ ἁπλῶς, ἀλλ’ ὥστε διορθῶσαι τὸ γεγενημένον, καὶ οὐ λέγει, κατηγόρησον,

147
οὐδὲ ἐπιτίμησον, οὐδὲ δίκας ἀπαίτησον, ἀλλ’ “ ἔλεγξον,” φησὶ, τουτέστιν, ἀνάμνησον του ἁμαρτήματος εἶπε πρὸς αὐτὸν, ὅπερ ἔπαθες πη αὐτοῦ· μὴ πειθομένου δὲ αὐτοῦ ἐν τούτῳ προστάσσει ἔτι ἕνα ἣ δύο παραλαβεῖν· ὅσῳ γὰρ ἀναιδέστερος διαμένει καὶ ἰταμώτεροι, τοσοῦτον μᾶλλον ἡμᾶς ἐπὶ τὴν ἰατρείαν σπεύδειν χρή· οὐκ ἐπὶ τὴν ἀγανάκτησιν καὶ τὴν ὀργήν· εἰ δὲ ἐπιμένοι, “ εἰπέ,” φησι, “ τῆ ἐκκλησίᾳ,” τουτέστι πλείοσι· ἐὰν δὲ καὶ τούτων παρακούσῃ, “ ἔσται σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.

Χρὴ δὲ σκοπεῖν, πῶς πανταχοῦ τὸν τελώνην εἰς ὑπόδειγμα τῆς μεγάλης τίθησιν κακίας, καὶ γὰρ ἀλλαχοῦ φησίν· “ οὐχὶ καὶ “ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;” ” πάλιν· “ οἱ τελῶναι προά- “ ξουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·” τουτέστιν οἱ σφόδρα καταδεδικασμένοι· διὰ τι δὲ τὸν μὴ πειθόμενον μετὰ τῶν τελωνῶν ἔταξεν; τὸν ἠδικημένον μυθούμενος, καὶ οὐ τοῦτο μόνον ἐστὶν αὐτῶ ἡ κόλασις διὰ τὸ μὴ πεισθῆναι, ἀλλὰ καὶ διὰ τὸ ἐπαγόμενον ἀμὴν γὰρ λέγω ὑμῖν, φησίν· ὅσα ἐὰν δὴ- “ σητε ἐπὶ τῆς γῆς,” καὶ τὰ ἑξῆς· οὐ περὶ τῶν προέδρων τῆς ἐκκλησίας τοῦτο λέγω, ἀλλὰ περὶ αὐτοῦ τοῦ προκαλεσαμένου τὸν ἁμαρτήσαντα πρὸς τὸ διαλλαγῆναι· ὅτι ὃ ἐὰν δήσῃ, αὐτὸν μὴ πειθόμενον, ἄλυτον μένει τὰ δεσμά· καὶ τῇ ἐντεῦθεν τιμωρίᾳ, καὶ τῆ ἐκεῖ κολάσει καταδεσμῶν αὐτόν· ταῦτα γὰρ ἠπείλησεν, ἵνα μὴ ταῦτα συμβαίνῃ· ἀλλὰ φοβούμενος καὶ τὴν ἀπὸ τῆς ἐκκλησίας ἐκβολὴν, καὶ τὸν ἀπὸ τοῦ δεσμοῦ κίνδυνον, τὸ ἐν οὐρανοῖς δεδέσθαι, ημεροτερος γένηται.

[*](19)

Τί ἐστιν ὅπερ φησὶν ὁ δεσπότης· “ ὅτι δύο ὑμῶν ἐὰν συμφω- “ νήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, ὃ ἐὰν αἰτήσωνται, “ γενήσεται αὐτοῖς ” Περὶ ποίων τοῦτο εἶπεν; περὶ τῶν ἐναρέτων, περὶ τῶν ἀγγελικὴν μετερχομένων πολιτείαν· οὗτοι τοίνυν πάντα ὅσα ἃν εἰς τὸ σύμφερον αἰτήσωσιν, μετὰ ὁμονοίας καὶ ἀγάπης τῆς εἰς τὸν πλησίον, ἐπιτεύξονται· τὸ δὲ “ ὅπου ἐὰν ὠσι “ δύο ἣ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ “ αὐτῶν,” τοῦτο σημαίνει· ἵνα δι’ ἐμέ, φησιν, ἀγαπῶντες ἑαυτοὺς, καὶ μὴ διὰ βιωτικὴν ἀφορμὴν ὦσιν ὁμοῦ, μετὰ αὐτῶν ἔσομαι· ἃν δὲ τὰ ἄλλα ἐνάρετοι ὑπάρχωσιν.

148

Περὶ τοῦ ὀφείλοντος μύρια τάλαντα.

Νομίσας τι λέγειν ὁ Πέτρος μέγα, ἐπήγαγεν· τὸ ἕως ἑπτάκις ἀφιέναι τῷ ἁμαρτήσαντι· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι ἐκείνῳ μὲν τῷ μὴ διαλλαγέντι, πέρας ἐπέθηκεν, εἰπὼν, “ ἔσται σοι ὥσπερ “ ὁ ἐθνικὸς καὶ ὁ τελώνης·” τῷ οὖν ἐλεγχομένῳ καὶ μετανοοῦντι, ποσάκις ἀφήσω, ἑπτάκις ; τί οὖν ὁ Χριστὸς ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς, “ οὐ λέγω σοι ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις “ ἑπτά·” τοῦτο δὲ εἶπεν, οὐκ ἀριθμὸν τιθεὶς ἐνταῦθα, ἀλλὰ τὸ ἄπειρον καὶ διηνεκές· ὥσπερ καὶ τὸ μυρία τὸ πολλὰ δῆλοι, καὶ τὸ “ στεῖρα ἔτεκεν ἑπτὰ,” ἀντὶ τοῦ πολλά φησιν ἡ γραφή· τούτου γὰρ χάριν ἡ γραφὴ παραβολὴν προτίθησι, τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος· δεικνὺς, ὅτι εἰ καὶ πάντα διηνεκῶς συγχωροῦμεν τὰ ἁμαρτήματα τῶν πλησίον· ὅσον σταγὼν ὕδατος πρὸς πέλαγος ἄπειρον τοσοῦτον· μᾶλλον δὲ καὶ πολλῷ πλέον ἀποδέει ἡ φιλανθρωπία ἡμῶν πρὸς τὴν ἄπειρον ἀγαθότητα τοῦ Θεοῦ, ἧς ἐν χρείᾳ ὑπάρχομεν, δικάζεσθαι μέλλοντες, καὶ εὐθύνας τῶν ἡμαρτημένων ἡμῖν παρέχοντες· πρὸς γὰρ μυρία τάλαντα καὶ ἑκατὸν δηνάρια τὸ μέσον ἔστι, τῶν εἰς ἄνθρωπον καὶ εἰς Θεὸν ἁμαρτημάτων τὸ μέγεθος· μᾶλλον δὲ καὶ πολλῷ πλέον· γίνεται δὲ τοῦτο, ἀπὸ τῆς διαφορᾶς τῶν προσώπων· ὅτι ἡμεῖς μὲν, Θεῷ τῷ φοβερῷ καὶ μέγαλα παρέχοντι ἀγαθὰ, ἁμαρτάνομεν· ἄνθρωπος δὲ, πρὸς ἄνθρωπον ὁμοιοπαθῆ, καὶ μηδὲν ἣ ὀλίγα τινὰ εὐεργετήσαντα· καὶ γὰρ ἐποίησεν ἡμᾶς οὐκ ὄντας, καὶ πάντα δι’ ἡμᾶς εἰργάσατο τὰ ὁρώμενα· ἔδωκε δὲ ἡμῖν καὶ βάπτισμα ἀφέσεως ἁμαρτημάτων, καὶ τιμωρίας ἀπαλλαγὴν, καὶ βασιλείας κληρονομίαν, καὶ μυρία ἐπηγγείλατο ἀγαθὰ, τοῖς τηροῦσι πάντοτε τὰς ζωοποιοὺς αὐτοῦ ἐντολάς· ὑπὲρ τούτων οὖν ἁπάντων, πῶς ἡμᾶς διακεῖσθαι ἐχρῆν· ἄρα εἰ καὶ καθ’ ἑκάστην ἡμέραν, ὑπὲρ τοῦ ὄντος ἡμᾶς φιλοῦντος, ἐξεπληροῦμεν τὴν ἀξίαν· μᾶλλον δὲ τὸ πολλοστὸν τῆς ὀφειλῆς κατατίθεμεν δὲ οὐδαμῶς· ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ τὰ μυρία τάλαντα τῶν ἑαυτῶν ἁμαρτημάτων ἀναλογιζόμενοι, κἂν ἐντεῦθεν ἐπειχθῶμεν πρὸς τὸ ἀφεῖναι τὸ πλησίον τὰ ὀλίγα ἐκεῖνα

149
καὶ εὐτελῆ· καὶ γὰρ λόγος ἡμῖν γενήσεται τῶν ἐμπιστευθεισῶν ἡμῖν ἐντολῶν, καὶ οὐδαμῶς πάντα καταβαλεῖν δυνησώμεθα, κἂν ὅτι οὖν ποιήσωμεν· διὰ τοῦτο ἡμῖν ἔδωκεν ὁ Θεὸς πρὸς ἀποδῶσιν εὔκολόν τε καὶ ῥᾳδίαν ὁδόν· καὶ πάντα δυναμένην διαλῦσαι ἐκεῖνα τὰ πταίσματα· τὸ μὴ μνησικακεῖν λέγω, κατορθούντων ἡμῶν.

Διὰ τί κελεύει πραθῆναι σὺν τῷ ὀφείλοντι τὰ μυρία τάλαντα καὶ τὴν αὐτοῦ γυναῖκα; ἐπειδή περ καὶ αὐτὴ δούλη ὡς αὕτως καὶ τὰ παιδία αὐτῶν. οὐκ ὠμότητος δὲ τοῦτο ποιεῖ, ἀλλ’ ἐξ ἀφάτου κηδεμονίας· βούλεται γὰρ αὐτὸν ποιῆσαι διὰ τῆς ἀπειλῆς ταύτης, ἵνα εἰς ἱκετηρίαν ἀγάγῃ, οὐχ ἵνα πραθῇ· εἰ γὰρ διὰ τοῦτο ἐποίει, οὐκ ἃν ἐπένευσεν αὐτοῦ τῆ αἰτήσει. οὐ ποιεῖ δὲ τοῦτο πρὸ τοῦ λογοθεσίου· ἐπειδή περ ἐβούλετο δεῖξαι, πόσων αὐτὸν ὀφλημάτων ἐλευθεροῦ· ὅπως ἐκ τούτου ἡμερότερος περὶ τὸν σύνδουλον γένηται· εἰ γὰρ καὶ μαθὼν τοῦ ὀφειλήματος τὸν ὄγκον, καὶ τῆς συγχωρήσεως τὸ μέγεθος, ἐπέμενεν ἄγχων τὸν σύνδουλον, ποῦ οὐκ ἃν ἐξῆλθεν ὠμότητος, εἰ μὴ γέγονε τοῦτο· ἔτι δὲ ἵνα κἀκεῖνος δόξῃ τί συνεισφέρειν, τοῦτο ποιεῖ· οὐ γὰρ ἐβούλετο αὐτοῦ εἶναι τὸ δῶρον μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ ἱκετηρίας, ἵνα μὴ ἀστεφανώτατος ἀπέλθῃ· διὸ καὶ ἕως τούτου καλῶς καὶ ἐναρέτως ὡμολόγησε τὸ χρέος· ἔτι δὲ καὶ ἐπαγγειλάμενος ἀποδοῦναι τὸ ὀφειλόμενον, εὐγνώμων ὤφθη· καὶ προσπεσὼν καὶ παρακάλεσεν, καὶ καταγνοὺς τῶν οἰκείων ἁμαρτημάτων, καὶ ἐπιγνοὺς τὸ μέγεθος τῆς εὐεργεσίας. ἀλλὰ τὰ μετὰ ταῦτα ἀνάξια τῶν προτέρων· κρατήσας γὰρ τὸν σύνδουλον αὐτοῦ, οὐ μετὰ πολὺν χρόνον, ἀλλ’ εὐθέως ἔναυλον ἔχων τὴν εὐεργεσίαν, καὶ μήτε τὰ ῥήματα καταιδεσθεὶς Ρ δι’ ὧν ἐσώθη· καὶ γὰρ τοῖς αὐτοῖς καὶ οὗτος πρὸς αὐτὸν ἀπεχρήσατο, λέγων, “ μακροθύμησον ἐπ’ ἐμοὶ, καὶ πάντα σοι “ ἀποδώσω,” ἔπνιγεν ἀπαιτῶν τὴν ἐκπλήρωσιν· τοῦτο ποιῶν, ὅπερ οὐδὲ ἀνθρώποις ἦν ἀρεστὸν, μήτι γε τῷ Θεῷ· ὅθεν καὶ συνήλγησαν αὐτῷ· ὁ δὲ ἥμερος δεσπότης, καὶ συγκρίνεται πρὸς τὸν τοιοῦτον πονηρὸν δοῦλον, καὶ ἀπολογεῖται, καὶ τότε τῇ τιμωρίᾳ ἐκδίδωσιν. ἀκούσωμεν οὖν καὶ φρίξωμεν· καὶ μηδεὶς ἡμῶν μνησικακείτω· διὰ γὰρ τοῦτο καὶ ἐπήγαγεν, ὅτι “ οὕτω ποιήσει 1 καὶ ὑμῖν ὁ [*](P κατεδεσθεὶς Cod. q ποιήση Cod.)

150
“ Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ, ἀπὸ τῶν “ καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτοῦ·” οὐ λέγει δὲ ἐνταῦθα ὁ πατὴρ ὑμῶν, ἀλλ’ ὁ Πατήρ μου ἐπειδὴ οὐκ ἔστιν ἄξιος υἱὸς ὀνομάζεσθαι τοῦ εὐσπλάγχνου πατρὸς, ὁ οὕτω πονηρὸς καὶ μισάνθρωπος καὶ μνησίκακος· δύο τοίνυν ἐνταῦθα ζητεῖ, καὶ καταγινώσκειν τῶν ἁμαρτημάτων, καὶ ἑτέροις ἀφιέναι· καὶ οὐχ ἁπλῶς ἀφιέναι ἀπὸ στόματος, ἀλλ’ ἀπὸ καρδίας.

[*](1)

“ καὶ ἐγένετο,” φησὶν, “ ὅτι ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους “ τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου” καὶ τὰ ἑξῆς διὰ τί συνεχῶς ἐν τῇ Γαλιλαίᾳ διέτριβε, καὶ οὐχὶ ἐν τῇ Ἰουδαίᾳ; διὰ τὴν βασκανίαν τῶν Ἰουδαίων· νῦν δὲ ἐπιχωρίαζει λοιπὸν τῇ Ἰουδαίᾳ, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι· οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἄνεισιν, ἀλλ’ εἰς τὰ ὅρια τῆς Ἰουδαίας· οὔτε δὲ τῇ τοῦ λόγου διδασκαλίᾳ διηνεκῶς ἐνδιατρίβει, οὔτε τῇ τῶν σημείων θαυματουργίᾳ· ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιεῖ· ποικίλλων τὴν σωτηρίαν τῶν προσεδρευόντων καὶ ἐσομένων· ὥστε ἀπὸ μὲν τῶν σημείων ἀξιόπιστος, καὶ ἐν οἷς ἔλεγε, φανῆναι διδάσκαλος· ἀπὸ δὲ τῆς τῶν λόγων διδασκαλίας, ἐπιτεῖναι τὸ ἀπὸ τῶν σημείων κέρδος, τοῦ τὴν πρὸς θεογνωσίαν αὐτοὺς χειραγωγηθῆναι· παρατρέχουσι δὲ οἱ Εὐαγγελισταὶ, ὁλοκλήρους δήμους θεραπευομένων· οὐ κατ’ ὄνομα ἐπιλέγοντες ἕκαστον, ἀλλ’ ἑνὶ ῥήματι τὸ ἀκόμπαστον παιδεύοντες ἡμᾶς, ἵνα ταπεινοφρονῶμεν ἀεί.

Ὠριγένουσ. Ποιεῖ τοῦτο, ἐκείνους εὐεργετῶν, καὶ δι’ ἐκείνων πολλοὺς ἑτέρους· ἡ γὰρ τῆς τούτων ἀσθενείας διόρθωσις, ἑτέροις ὑπόθεσις θεογνωσίας ἐγένετο.

Περὶ τῶν ἐρωτησάντων εἰ ἔξεστιν ἀπολύσαι τὴν γυναῖκα.

[*](3)

Τίνος ἕνεκεν ἐρωτηθεὶς, “ εἰ ἔξεστι κατὰ πᾶσαν αἰτίαν ἀπολῦ- “ σαι τὴν γυναῖκα αὐτοῦ,” οὐκ εὐθέως εἶπεν, οὐκ ἔξεστιν; ἵνα μὴ θορυβηθῶσι καὶ ταράξωσιν· ἐρωτῶσι δὲ πανούργως ἐκεῖνοι· ἵνα εἰ μὲν εἴπῃ, ὅτι ἔξεστιν ἀφεῖναι, εὐθέως ἀντιθήσωσιν αὐτῷ πρὸς τὰ παρ’ αὐτοῦ εἰρημένα· καὶ εἴπωσιν αὐτῷ· πῶς οὖν εἴρηκε τὰ

151
ἐναντία; εἰ δὲ ταῦτα πάλιν εἴποι ἅπερ καὶ ἔμπροσθεν, ἀντιθήσωσιν αὐτῷ τὰ Μωϋσέως· διὰ τοῦτο δὲ οὐ λέγει ἐνταῦθα, τι με πειράζετε ὑποκριταὶ ; ἵνα μετὰ τῆς δυνάμεως αὐτοῦ, καὶ τὴν ἡμερότητα ἐνδείξηται· οὔτε γὰρ ἀεὶ σιγᾷ, ἵνα μὴ νομίσωσιν λανθάνειν· οὔτε ἀεὶ ἐλέγχει, ἵνα παιδεύσῃ ἡμέρως πάντα φέρειν. τί ἐστιν “ ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς ;” ἐκ μιᾶς ῥίζης, φησὶν, ἐγένοντο, καὶ εἰς ἓν σῶμα συνῆλθον· “ ἔσονται γὰρ οἱ δύο, φησὶν, εἰς σάρκα μίαν· καὶ “ ὃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ “ χωριζέτω· τοῦτο δὲ εἶπε, κωλύων κατὰ πᾶσαν αἰτίαν ἀπολύειν τινὰ τὴν ἑαυτοῦ γυναῖκα· προσενεγκόντων δὲ ἐκείνων τὴν τοῦ Μωϋσέως νομοθεσίαν, αὐτὸς διὰ τὴν σκληροκαρδίαν αὐτῶν, τοῦτο ποιῆσαι αὐτὸν ἀπεφήνατο· ἐντρέψαι αὐτοὺς δὲ ἐν τούτῳ βουλόμενος· τὸ δὲ ἀπ’ ἀρχῆς οὐ γέγονεν οὕτω, δηλοῖ, ὅτι διὰ τῶν πραγμάτων ἡμῖν ὁ Θεὸς ἐξ ἀρχῆς ἐνομοθέτησεν τὰ ἐναντία τούτων ὧν ἐποιεῖτε ὑμεῖς· διὸ καὶ μετὰ αὐθεντείας λοιπὸν νομοθετεῖ λέγων, ὅτι “ ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, καὶ τὰ ἑξῆς.

Ἀποδιναρίου. τούτῳ ἀνθρωπίνῳ τρόπῳ διήλεκται ὁ Σωτῆρ’, κατὰ τὸ σχῆμα τὸ διδασκαλικόν· οὐκ ἀποκαλύπτων ἑαυτὸν εἶναι τὸν δημιουργὸν Λόγον· οὐδὲ μὲν χωρίζων ἀπὸ τοῦ κτίζοντος, πρὸς τὸν κτίσαντα Υἱὸν, ἀλλ’ ἐν Πατρὸς ὀνόματι καὶ τὸν Λόγον ἐμπεριλαμβάνων· “ εἴγε πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς “αὐτοῦ ἐγένετο οὐδὲ ἕν.”

Θεοδώρου Ἡρακλείασ. Ὥσπερ γὰρ ἄτοπον τὸ ἐκβάλλειν τὴν σώφρονα, οὕτω τε κατέχειν μοιχαλίδα ἀσεβὲς, κατὰ τὸ γεγραμμένον εἰς Σολομῶνα.

Ἀποδιναρίου. Μοιχείαν φησὶ, τὸ τῆ ἰδίᾳ μὴ συνεῖναι· οὐκ ἰδίᾳ δὲ σύνεστιν ὁ τὴν ἰδίαν ἀπολιπών· διὰ τοῦτο μοιχᾶται ἐπ’ αὐτὴν, τουτέστιν ἐπὶ τὴν δευτέραν, ἣν ἐπεισάγει τῇ κατὰ φύσιν αὐτῷ συνημμένῃ, ἐὰν τὸν ἴδιον καταλίπῃ. πῶς οὖν ὁ νόμος οὐ συνεχώρει, ὁ τὸ “ οὐ μοιχεύσεις” λέγων ; ἐροῦμεν ὅτι ὁ μὲν νόμος τὴν προφανῆ μοιχείαν ἀπεκώλυσεν· ὅτε τὴν ἐνοικοῦσαν ἕτερός τις διαφθείροι· ὁ δὲ Σωτῆρ’, καὶ τὴν οὐχ ὁμολογημένην παρὰ πᾶσιν, οὐδὲ γινωσκομένην τῇ φύσει, οὐδὲ διελεγχομένην ὅτι μοιχεία ἐστί· τὴν μέντοι πορνεύσασαν, ἀποστῆσαι συγχωρεῖ

152
ὁ Χριστός· ὅτι δὴ διέλυσεν αὐτὴν τὴν φυσικὴν σύζευξιν, καὶ οὐκ ἔτι ὕπο του ἀνδρὸς τούτου γίνεται.

Διατὶ εἶπον οἱ Ἀπόστολοι τῷ κυρίῳ· “ εἰ οὕτως ἐστὶν ἡ αἰτία “ τοῦ ἀνθρώπου καὶ τὰ ἑξῆς ; ἐπειδὴ ἐθορυβήθησαν ἀκούσαντες τὸ γυναῖκα πάσης κακίας γέμουσαν ἔχειν, καὶ ἀνέχεσθαι ἀνημέρου θηρίου διὰ παντὸς ἔνδον συγκεκλεισμένου.

[*](10)

Τί δηλοῖ “εἰ οὕτως ἐστὶν ἡ αἰτία καὶ τὰ ἑξῆς; ἣ τοῦτο, ὅτι διὰ τοῦτο συνήφθη, ἵνα ἓν ὦσιν· ἣ ἐκεῖνο, ὅτι εἰ αἰτίαν λήψεται καὶ παρανομεῖ ὁ ἀνὴρ ἐπὶ τούτοις, ἐκβάλλων τὴν γυναῖκα, κουφότερόν ἐστι μᾶλλον πρὸς ἐπιθυμίαν μάχεσθαι φύσεως, καὶ πρὸς ἑαυτὸν, ἣ πρὸς γυναῖκα πονηράν· οὐκ εἶπε δὲ ὁ δεσπότης Χριστὸς ὅτι ναὶ τοῦτο κουφότερον, ἵνα μὴ νομίσωσιν ὅτι νόμος τὸ πρᾶγμα ἔστιν ἀλλ’ ὅτι οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται εἶπε δὲ τοῦτο, ὑψῶν τὸ πρᾶγμα τῆς παρθενίας καὶ ἐπαινῶν, καὶ δεικνὺς μέγα ὃν, καὶ ἐν τούτῳ ἐφελκόμενος καὶ προτρέπων, ἵνα μᾶλλον τὴν παρθενίαν ἕλωνται καὶ τὴν ἐγκράτειαν· ἐπειδὴ γὰρ περὶ παρθενίας εἰπεῖν ἐπαχθέστερον εἶναι ἐδόκει ἐκ τῆς ἀνάγκης, τοῦ μὴ ἀφιέναι τὴν πονηρὰν γυναῖκα, εἰς τὴν ἐπιθυμίαν αὐτοὺς τοῦ παρθενεύειν ἐνέβαλεν.

[*](12)

Θέλων δὲ τὸ δυνατὸν τῆς ἀρετῆς ταύτης δεῖξαι τὰς τρεῖς διαφορὰς τῶν εὐνούχων, φησὶν, “ ὅτι εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοι- “ λίας μητρὸς ἐγεννήθησαν οὕτω· καί εἰσιν εὐνοῦχοι,” καὶ τὰ ἑξῆς· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι ἐννόησον εἰ οὕτως ἐκ φύσεως ὑπῆρχεν, τουτέστιν, εἰ εὐνοῦχος ἐγεννήθης· ἣ παρὰ τῶν τὰ τοιαῦτα ἐπηρεαζόντων ἀνθρώπων, οὕτως ἐγένου· τί ἃν ἐποίησαν ; τῆς ἀπολαύσεως μὲν τοῦ γάμου ἐστερημένος, μισθὸν δὲ οὐκ ἔχων; οὐκοῦν εὐχαριστήσεις νῦν τῷ Θεῷ· ὅτι μετὰ μισθῶν, καὶ στεφάνων, τοῦτο κατορθοῖς, ὅπερ χωρὶς στεφάνων ἐκεῖνοι ; οἵτε οὕτως εὐνοῦχοι γεννηθέντες, οἱ τε ἀπὸ ἀνθρώπων εὐνουχισθέντες, ἀλλὰ καὶ πολλῷ κουφότερον τῇ ἐλπίδι προθυμοποιούμενος, καὶ τῷ συνειδότι κατορθώματος, καὶ μηδὲ τὴν ἐπιθυμίαν οὕτω κυμαίνουσαν ἔχων· οὐ γὰρ οὕτως ἐκτομὴ μέλους, ὡς λογισμοῦ χαλινὸς τὰ τοιαῦτα οἶδεν καταστέλλειν κύματα, καὶ γαλήνην ποιεῖν· μᾶλλον δὲ λογισμὸς μόνον· διὰ τοῦτο τοίνυν ἐκείνους παρήγαγεν τοὺς εὐνούχους, ἵνα τοὺς παρθενεύοντας καὶ τοὺς ἐγκρατευομένους εἰς

153
προθυμίαν ἐμβάλῃ· ἐπεὶ εἰ μὴ τοῦτο κε τι βούλεται ὁ περὶ τῶν προειρημένων δύο εὐνούχων λόγος αὐτῷ;

Εἰπὼν δὲ ὅτι εὐνούχησαν ἑαυτοὺς, οὐ τῶν μελῶν λέγει τὴν ἐκτομὴν, ἄπαγε, ἀλλὰ τῶν πονηρῶν λογισμῶν τὴν ἀναίρεσιν· ὡς ὅγε τὸ μέλος ἐκτέμνων, τὰ τῶν ἀνδροφόνων ὁ τοιοῦτος τολμᾷ, καὶ τοῖς τοῦ Θεοῦ διαβάλλουσι τὴν δημιουργίαν δίδωσιν ἀφορμήν· καὶ τῶν Μανιχαίων ἀνοίγει τὰ στόματα· τὸ γὰρ ἀποκόπτειν τὰ μέλη, δαιμονικῆς ἐνεργείας ἐστὶ, καὶ Σατανικῆς ἐπιβουλῆς, ἵνα τοῦ Θεοῦ τὸ ἔργον οἱ τοιοῦτοι διαβάλλωσιν, ἵνα τὸ ζῶον λυμήνωνται· ἵνα μὴ τῇ προαιρέσει, ἀλλὰ τῇ τῶν μελῶν φύσει τὸ πᾶν λογισάμενοι, οὕτως ἀδεῶς ἁμαρτάνωσιν αὐτῶν οἱ πολλοὶ, ἅτε ἀνεύθυνοι ὄντες, καὶ διπλῶς παραβλάψωσι τὸ ζῶον τοῦτο, καὶ τὸ τὰ μέλη πηροῦν, καὶ τὸ κωλύειν τῆς προαιρέσεως τὴν ὑπὲρ τῶν ἀγαθῶν προθυμίαν· ταῦτα δὲ ὁ διάβολος ἐνομοθέτησεν· διὰ τοῦτο παρακαλῶ φεύγειν τὴν τοιαύτην παρανομίαν· μετὰ γὰρ τῶν προειρημένων, οὐδὲ τὰ τῆς ἐπιθυμίας ἡμερότερα ἐντεῦθεν γίνεται, ἀλλὰ καὶ μᾶλλον χαλεπώτερα· ἑτέρωθεν γὰρ ἔχει τὰς πηγὰς τὸ σπέρμα τὸ ἐν ἡμῖν, καὶ ἑτέρωθεν κυμαίνει· καὶ οἱ μὲ,, ἀπὸ ἐγκεφάλου· οἱ δὲ, ἀπὸ ὀσφύος τὸ οἶστρον ἐκεῖνο φύεσθαι λέγουσιν· ἐγὼ δὲ, οὐδαμόθεν ἄλλοθεν εἴποιμ’ ἂν, ἀλλ’ ἢ ἀπὸ γνώμης ἀκολάστου, καὶ διανοίας ἠμεμελημένης· κἂν αὐτὴ σωφρονῇ τῶν φυσικῶν κινημάτων, βλάβος οὐδέν. βουλόμενος δὲ προθυμοτέρους ποιῆσαι, φησίν· “ ὁ δυνάμενος χωρεῖν χωρείτω.” δείξας τὸ ὑπέρουκον τοῦ κατορθώματος· καὶ οὐκ ἀφεὶς εἰς ἀνάγκην νόμου κατακλεισθῆναι τὸ πρᾶγμα, διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν καὶ ἀγαθότητα. τότε δὲ εἶπεν τοῦτο· ὅτε ἔδειξε σφόδρα ὂν δυνατόν· ἵνα πλεῖον τῆς προαιρέσεως ἡ φιλοτιμία γίνηται, καὶ προαιρέσεώς ἐστι φησί.

Πῶς ἀρχόμενος ἔλεγεν “ οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται ; ” ἵνα μάθωμεν ὅτι μέγας ὁ ἆθλος· οὐχὶ δὲ ἵνα ἀποκλήρωσίν τινα ἠναγκασμένην ὑποπτεύσωμεν· δίδοται γὰρ τοῦτο πᾶσι τοῖς βουλομένοις· ἔτι δὲ καὶ διὰ τοῦτο οὕτως εἶπεν· δεικνὺς ὅτι πολλῆς εἰς τοῦτο δεῖ τῆς ἄνωθεν ῥοπῆς, τῷ εἰς τοῦτο εἰσελθόντι τὸ σκάμμα, ἧς ἀπολαύσεται πάντως ὁ βουλόμενος. ἔθος γὰρ τῷ δεσπότῃ Χριστῷ, ταύτῃ κεχρῆσθαι τῇ λέξει, ὅτ’ ἃν μέγα τὸ

154
κατορθούμενον ὑπάρχῃ· ὡς ὅτ᾿ ἃν λέγει· “ ὑμῖν δέδοται γνῶναι “ τὰ μυστήρια. καὶ ὅτι τοῦτο ἦν ἀληθὲς, δῆλον· εἰ γὰρ τῆς ἄνωθεν μόνης δόσεως ἔστι, καὶ οὐδὲν αὐτοὶ συνεισφέρουσιν οἱ παρθενεύοντες, περιττῶς αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγείλατο, καὶ τῶν ἄλλων αὐτοὺς διεῖλεν εὐνούχων. χρὴ δὲ σκοπῆσαι πῶς ἐξ ὧν ἕτερον πονηρεύονται, κερδαίνουσιν ἕτεροι. οἱ μὲν γὰρ Φαρισαῖοι, μηδὲν μαθόντες, οὐδὲ γὰρ ἵνα μάθωσιν ἐρωτῶσιν, οὕτως ἀπῆλθον· οἱ δὲ μαθηταὶ καὶ ἐντεῦθεν ἐκέρδαινον.

Διὰ τί οἱ μαθηταὶ ἀπεσόβουν τὰ παιδία, ἅπερ αὐτῷ προσηνέχθη ἐπὶ τὸ προσεύξασθαι αὐτοῖς; τύφου ἕνεκεν· αὐτὸς δὲ διδάσκων αὐτοὺς μετριάζειν, καὶ τῦφον καταπατεῖν κοσμικὸν, καὶ λαμβάνει καὶ εὐαγκαλίζεται, καὶ τοῖς τοιούτοις τὴν βασιλείαν κατεπήγγελται. τινες δέ εἰσιν οἱ τοιοῦτοι ; οἱ μετὰ συνέσεως πρᾶοι ὄντες, καὶ ἀπόνηροι· τοῦτο γάρ ἐστι βίος ἀγγελικὸς, καὶ τὸ πάντων τῶν παθῶν καθαρεύειν· ὥσπερ ἡ τύχη τοῦ παιδίου· καὶ γὰρ οὔτε δὲ τοῖς λελυπηκόσι μνησικακεῖ, ἀλλ’ ὡς φίλοις προσέρχεται· οὔτε τῶν ἀναγκαίων πλέον τί ἐπιζητεῖ, ἀλλ’ ὅσον ἐμπλησθῆναι τοῦ μασθοῦ· οὔτε λυπεῖται ἐφ’ οἷς ἡμεῖς τοῖς ἐπικήροις τούτοις· οὔτε ἐπτόηται πρὸς κάλλει σωμάτων· διὰ τοῦτο οὖν ἔλεγεν, “ τῶν γὰρ τοιούτων ἔστιν ἡ βασιλεία τῶν οὐρανῶν·” ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἃ τῇ φύσει τὰ παιδία ἔχει.

Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν.

Tὸν προσελθόντα νεανίσκον τῷ Χριστῷ, καὶ εἰπόντα, “ διδά- “ καλε ἀγαθὲ, τίνες μὲν ὡς ὕπουλόν τινα καὶ πονηρὸν ἐνδιαβάλλουσιν· εἰ γὰρ δὲ φιλάργυρον μὲν αὐτὸν καὶ χρημάτων δοῦλον, οὐκ ἃν παραιτησαίμην εἰπεῖν· ἐπειδὴ p ὁ Χριστὸς τοιοῦτον αὐτὸν ὄντα ἤλεγξεν· ὕπουλον δὲ, οὐδαμῶς· διὰ τὸ καὶ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν· καὶ γὰρ φησὶν “ ὅτι προδραμὼν “ καὶ γονυπετῶν, παρεκάλει αὐτόν.” ἀλλὰ πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, καὶ δῆλον ἐντεῦθεν· κἂν γὰρ τὰ ἄλλα ὦμεν ἐνάρετοι, πάντα αὐτῇ λυμαινεῖται τὰ ἄλλα ἀγαθά. διὰ τι οὖν οὕτως πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς λέγων· “ οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς [*](P ἐπεὶ δὲ Cod.)

155
“ ὁ Θεός ” ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθεν ψιλῷ καὶ ἑνὶ τῶν πολλῶν, καὶ διδασκάλῳ Ἰουδαικῷ. διὰ δὴ τοῦτο, καὶ αὐτὸς ὡς ἄνθρωπος αὐτῷ διαλέγεται· οὐχ ἑαυτὸν δὲ ἐμβάλλων τοῦ εἶναι ἀγαθὸς, τοῦτο εἶπεν, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς τοῦ Θεοῦ ἀγαθότητος. διὸ καὶ ἐπήγαγεν· “ εἰ μὴ εἷς ὁ Θεός· καὶ γὰρ ἀνωτέρω εἰπών· “ ὅτι ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ “ διδόναι τοῖς τέκνοις ὑμῶν· οὐ τῆς ἀνθρωπίνης φύσεως ἁπάσης πονηρίαν καταγινώσκων τοῦτο εἶπεν, ἀλλὰ τὴν ἐν ἀνθρώποις ἀγαθότητα, τῇ τοῦ Θεοῦ ἀγαθότητι παραβάλλων. τί δὲ ἦν χρήσιμον ὥστε οὕτως αὐτὸν ἀποκρίνασθαι τῷ νεανίσκῳ; ὅπως ἀνάξῃ αὐτὸν κατὰ μικρὸν καὶ παιδεύσῃ κολακείας ἀπηλλάχθαι πάσης, καὶ τῶν ἐπὶ γῆς ἀπαλλάττων καὶ τῷ Θεῷ προσηλῶν, καὶ πείθων τὰ μέλλοντα εἰδέναι τὲ καὶ ζητεῖν τὸ ὄντως ἀγαθὸν, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν. ἐπειδὴ καὶ ὅτ’ ἃν λέγει· μὴ καλέσητε q διδάσκαλον ἐπὶ τῆς γῆς, πρὸς ἀντιδιαστολὴν αὐτοῦ, τοῦτο εἶπεν· καὶ ἵνα μάθωσιν, τίς ἡ πρώτη τῶν ἁπάντων ἀρχή.

Πόθε, δὲ δῆλον ὅτι οὐ πειράζων προσῆλθεν ; ἐπειδὴ εἰ τοῦτο ἦν, ἐδήλωσεν ἃν αὐτὸ ὁ Εὐαγγελιστής· ὥσπερ καὶ ἐπὶ τοῦ νομικοῦ, καὶ ἐπὶ τῶν ἄλλων ἐποίησεν· εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν ὁ Χριστὸς, οὐκ ἃν αὐτὸν εἴασεν λαθεῖν, ἀλλ’ ἤλεγξεν ἂν σαφῶς, καὶ ᾐνίξατο· ὥστε μὴ δόξαι ἠπατηκέναι καὶ λανθάνειν· ἄλλως τε δὲ εἰ πειράζων προσῆλθεν, οὐκ ἃν ἀπῆλθε λυπούμενος, ἐφ’ οἷς ἤκουσεν· τοῦτο γὰρ οὐδεὶς ἤκουσε τῶν πειρασάντων αὐτὸν Φαρισαίων, ἀλλὰ μᾶλλον ἠγριαίνοντο ἐπιστομιζόμενοι· οὗτος δὲ οὐδαμῶς· ἀλλ’ ἄπεισι κατηφής· ὅπερ οὐ μικρὸν σημεῖον τοῦ μὴ μετὰ πονηρᾶς γνώμης αὐτὸν προσελθεῖν, ἀλλ’ ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει· καὶ γὰρ τῶν ἄλλων, τῶν μὲν, πειραζόντων, τῶν δὲ, ὑπὲρ νοσημάτων προσιόντων, ἢ τῶν οἰκείων, ἣ τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου προσέρχεται καὶ διαλέγεται· καὶ γὰρ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος, τὸν σπόρον συνέπνιγεν· ἀκούσας γὰρ τήρησον τὰς ἐντολάς· οὐ πειράζων εἶπεν ποίαν; ἀλλὰ νομίζων ἑτέρας τινὰς εἶναι τὰς τῆς ζωῆς παρὰ τὰς νομικάς· ὃ σφόδρα ἐπιθυμοῦντος ἦν· εἰπόντος οὖν τοῦ Χριστοῦ τὰς ἀπὸ τοῦ νόμου, ἐκεῖνος φησὶ, “ ταῦτα πάντα q καλέσηται Cod.

156
“ ἐφυλαξάμην ἐκ νεότητός μου,” καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ πάλιν ἐρωτᾷ· “ τί ἔτι ὑστερῶ; ὃ καὶ αὐτὸ σημεῖον ἦν τῆς σφοδρᾶς ἐπιθυμίας αὐτοῦ· οὐ μικρὸν δὲ καὶ τοῦτο, ὅτι ἐνόμιζεν ἑαυτὸν ὑστερεῖν· οὐδὲ ἡγεῖτο ἀρκεῖν τὰ εἰρημένα, εἰς τὸ τυχεῖν ὧν ἐπεθύμει.

Διὰ τί πρῶτον τὸ βραβεῖον τίθησιν αὐτῷ λέγων· τὸ “ πώλησόν “ σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς·” καὶ εὐθέως πάλιν τὰ ἔπαθλα, τὸ “ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ ἀκολούθει μοι ” ἵνα διὰ πάντων συσκιάσῃ τὸ δοκοῦν εἶναι βάρος τῆς παραινέσεως, καὶ οὕτως αὐτὸν ἐφελκύσηται· διὸ καὶ τὸν μισθὸν αὐτῷ δείκνυσι πολὺν ὄντα· πλείονα γὰρ ὧν ἐκέλευσε παρασχεῖν ὑπέσχετο δοῦναι· οὐ πλείονα δὲ μόνον, ἀλλὰ καὶ τοσοῦτο μείζονα, ὅσον γῆς οὐρανὸς, καὶ ἐπιπλεῖον· θησαυρὸν δὲ εἶπεν, τὸ δαψιλὲς τῆς ἀντιδόσεως δηλῶν, καὶ τὸ μόνιμον καὶ ἄσυλον· οὐκ ἄρα ἀρκεῖ τὸ χρημάτων καταφρονεῖν μόνον, ἀλλὰ δὴ καὶ διαθρέψαι πένητας, καὶ προηγουμένως ἀκολουθεῖν τῷ Χριστῷ· τουτέστι πρὸς θάνατον εἶναι ἕτοιμον καθημερινόν· καὶ πάντα τὰ κελευόμενα παρ’ αὐτοῦ ποιεῖν. τίνος χάριν ἐπῆλθε λυπούμενος; δι’ ἣν εἶπεν αἰτίαν ὁ Εὐαγγελιστὴς, ὅτι “ ἦν ἔχων κτήματα πολλά·” οὐ γὰρ ὁμοίως κατέχονται οἱ τὰ χρήματα κατέχοντες τὰ ὀλίγα, καὶ οἱ πολλῇ βαπτισθέντες περιουσίᾳ· τυραννικώτερος γὰρ ὁ ἔρως τότε γίνεται· ὅπερ ἀεὶ λέγων οὐ παύομαι· ὅτι ἡ προσθήκη τῶν ἐπεισιόντων, μείζονα ἀνάπτει τὴν φλόγα· χρὴ γὰρ σκοπῆσαι οἷαν καὶ ἐνταῦθα ἐπεδείξατο τὴν ἰσχὺν τὸ πάθος· τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα καὶ ἐπιθυμίας, ἐπειδὴ ἐκέλευσεν ὁ Χριστὸς ῥίψαι τὰ χρήματα, οὕτως αὐτοῦ κατέχωσε τὴν διάνοιαν, καὶ ἔπεισε μὴ πεισθῆναι, ὡς μηδὲ ἀποκρίνασθαι περὶ τούτων ἀφεῖναι· ἀλλὰ σιγήσας καὶ γενόμενος κατηφὴς καὶ στυγνὸς, οὕτως ἀπῆλθε.

Εἶπε δὲ ὁ Χριστός· “ πῶς δυσκόλως πλούσιοι εἰσελεύσονται “ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.” οὐ τὰ χρήματα διαβάλλων, ἀλλὰ τοὺς κατεχομένους ὑπ’ αὐτοῦ· εἰ δὲ πλούσιος δυσκόλως, πολλῷ μᾶλλον ὁ πλεονέκτης· εἰ γὰρ τὸ μὴ δοῦναι τὰ ἑαυτοῦ πρὸς βασιλείαν ἐμπόδιον· τὸ καὶ τὰ ἑτέρων λαμβάνειν, ἐννόησον πόσον σωρεύει τὸ πῦρ. διὰ τί τοῖς μαθηταῖς ἔλεγε πένησιν οὖσι καὶ οὐδὲν κεκτημένοις, ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς

157
τὴν βασιλείαν τῶν οὐρανῶν ; παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τῇ πενίᾳ προιὼν δὲ δείκνυσιν τὸ καὶ ἀδύνατον, καὶ σφόδρα ἀδύνατον τοῦτο· ἐκ τοῦ παραδείγματος τῆς καμήλου καὶ τῆς βελόνης r. εἰπὼν τὸ “ εὐκοπώτερόν ἐστι κάμηλον εἰσελθεῖν” καὶ τὰ ἑξῆς, καὶ ὅτι οὐχ ὁ τυχὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσοφεῖν. διὸ καὶ Θεοῦ ἔργον, ἔφησεν αὐτὸ εἶναι· ἵνα δείξῃ ὅτι πολλῆς δεῖ τῆς χάριτος τῶν μελλόντων τοῦτο κατορθοῦν· γίνεται δὲ τοῦτο δυνατὸν, ἃν ῥίψῃς τὰ χρήματα, ἃν κενώσῃς τὰ ὄντα, ἂν τῆς πονηρᾶς ἐπιθυμίας ἀποστῇς, ἃν τὸν Θεὸν παρακαλέσῃς συνεφάψασθαί σοι τῶν καλῶν τούτων ἄθλων, δι’ ὧν τῆς μελλούσης ζωῆς κληρονόμος γενήσῃ.

Ἕνεκεν τίνος οἱ μαθηταὶ ταράττονται, πεντήκοντα ὄντες, καὶ ἐρωτῶσι λέγοντες· “ τίς ἆρα δύναται σωθῆναι ” ὑπὲρ τῆς τῶν ἄλλων ἀλγοῦντες σωτηρίας, τοῦτο ἠρώτησαν· διὰ τὸ πολλὴν πρὸς ἅπαντας φιλοστοργίαν ἔχειν λοιπὸν, καὶ τὰ τῶν διδασκάλων ἤδη σπλάγχνα κεκτῆσθαι· καὶ τρέμειν ὑπὲρ τῆς οἰκουμένης ἁπάσης, διὰ τὴν ἀπόφασιν ταύτην· αὐτὸς δὲ ἡμέρῳ ὄμματι καὶ πράῳ ἐμβλέψας αὐτοῖς, τὴν ἀγωνίαν αὐτῶν διέλυσεν εἰπών· “ πη ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ, πάντα δυνατά. τὴν τοῦ Θεοῦ δύναμιν εἰς μέσον ἀγαγὼν, τὴν συνεφαπτομένην τοῖς ἑκουσίως θέλουσιν ἀποστῆναι τῆς τοιαύτης λύμης, διὰ πολλῆς δεήσεως, καὶ ἐπιμόνου παρακλήσεως. καὶ μηδεὶς λεγέτω, πῶς τὸ οὕτως ἀδύνατον γίνεται δυνατόν· καὶ τὸν ἅπαξ βαπτισθέντα ἐπιθυμίᾳ χρημάτων εὔκολον ἀνενεγκεῖν; ἂν γὰρ ἄρξηται τὰ περιττὰ περικόπτειν καὶ κενοῦν τὰ ὄντα· οὕτω καὶ περαιτέρω προβήσεται, καὶ εὐκολώτερον λοιπὸν δραμεῖται· μηδὲ γὰρ ὑφ’ ἓν τὸ πᾶν ζητήσῃς· ἵνα μὴ δυσχερῶς τὸ ἀθρόον φαίνηται, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρὸν ἀναβαινέτω τὴν κλίμακα ταύτην, τὴν εἰς τὸν οὐρανὸν ἀνάγουσαν· ταῦτα οὖν πάντα λογιζόμενοι, τὴν πονηρὰν ἐπιθυμίαν ἐκβάλωμεν τῶν χρημάτων. καὶ γὰρ αὐτὴ σκοτεινὴν τὴν ψυχὴν ἀπεργάζεται καὶ ἔρημον, καὶ αἰσχρὸν καὶ δυσειδῆ.

Ἐπειδὴ εἶπεν ὁ Κύριος τῷ πλουσίῳ· “ εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα,” καὶ τὰ ἑξῆς· ἵνα μὴ λέγῃ τίς τῶν πενήτων· “ τί οὖν; ἂν μὴ ἔχω ὑπάρχοντα, οὐ δύναμαι τέλειος [*](r βελώνης Cod.)

158
εἰναι; ” ἐρωτᾷ Πέτρος καὶ λέγει· “ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ τὰ ἑξῆς, καίπερ πένης ὤν· ἵνα καὶ σὺ ὁ πένης μάθῃς, ὅτι οὐδὲ ἐντεῦθεν ἠλάττωσεν· ἐὰν γνώμην ἔχεις διεγηγερμένην· ὅτι γὰρ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης, τὴν πεῦσιν αὐτῷ ταύτην προσήγαγε, καὶ οὐ περὶ ἑαυτοῦ, δῆλον· καὶ γὰρ τᾶς κλεῖς τῶν οὐρανῶν ἤδη δεξάμενος ἦν· λοιπὸν περὶ ἑαυτοῦ θάρσος εἶχε.

Τί δὲ δηλοῖ, τὸ καθίσεσθαι ἐπὶ δώδεκα θρόνους; τὸ συμβασιλεῦσαι καὶ κοινωνῆσαι τῆς δόξης ἐκείνης· οὐδὲ γὰρ καθέδραν οἱ θρόνοι δηλοῦσιν· μόνος γὰρ αὐτός ἐστιν ὁ μέλλων καθέζεσθαι καὶ κρίναι· ἀλλὰ τιμὴν καὶ δόξαν ἄφατον παρεδήλωσεν διὰ τῶν θρόνων· τὸ δὲ “ κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ,” ἀντὶ τοῦ κατακρίνοντες εἴρηται, οὐ γὰρ δὴ δικασταὶ μέλλουσι καθέζεσθαι· διὰ τοῦτο οὐκ εἶπε τὰ ἔθνη κρίνοντες καὶ τὴν οἰκουμένην, ἀλλὰ “ τὰς φυλὰς τοῦ Ἰσραήλ·” ἐπειδὴ γὰρ ἐν τοῖς αὐτοῖς· ἦσαν τεθραμμένοι, καὶ νόμοις καὶ ἔθεσι καὶ πολιτείᾳ, οἵτε Ἰουδαῖοι καὶ οἱ Ἀπόστολοι· μέλλουσι δὲ λέγειν οἱ Ἰουδαῖοι, ὅτι διὰ τοῦτο οὐκ ἠδυνήθημεν πιστεῦσαι τῷ Χριστῷ, ὅτι ὁ νόμος ἐκώλυε τὰ παραγγέλματα αὐτοῦ δέχεσθαι· τούτους εἰς μέσον παραγαγὼν τοὺς τὸν αὐτὸν δεξαμένους νόμον καὶ πιστεύσαντας, κατακρίνει πάντας ἐκείνους· διὰ τοῦτο εἶπε “ κρίνοντας” ἀντὶ τοῦ κατακρίνοντας.

Εἰπὼν δὲ “ ὅστις ἀφῆκε γυναῖκα,” οὐ τοῦτο λέγει ὥστε ἁπλῶς διασπάσασθαι τοὺς γάμους, ἀλλ’ ὅπερ περὶ τῆς ψυχῆς ἔλεγεν, ὅτι “ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν·” οὐχ ἵνα ἀναιροῦμεν ἑαυτοὺς τοῦτο εἶπεν, ἀλλὰ ἵνα πάντων προτιμῶμεν τὴν εὐσέβειαν· τοῦτο δὲ καὶ ἐπὶ γυναικὸς, καὶ ἐπὶ ἀδελφῶν λέγει· ἔτι δὲ καὶ τοὺς διωγμοὺς ἐνταῦθα αἰνίττεται· ἐπειδὴ γὰρ πολλοὶ ἦσαν πατέρες εἰς ἀσέβειαν ἕλκοντες παῖδας, καὶ γυναῖκες ἄνδρας· ὅτ’ ἂν ταῦτα κελεύσουσι φησὶ, μήτε γυναῖκες ἔστωσαν, μήτε πατέρες· ἀλλὰ καθὼς ὁ Παῦλος ἔλεγεν· “ εἰ δὲ ὁ ἄπιστος “ χωρίζεται, χωριζέσθω·” τὸ δὲ “ ἑκατονταπλασίονα λήψονται” καὶ τὰ ἑξῆς, μετὰ τῆς αἰωνίου ζωῆς χρὴ τοῦτο πιστεύειν· καὶ γὰρ πολλοῖς τοῦτο γέγονε· καθὼς καὶ περὶ τῶν Ἀποστόλων γέγραπται· κάλαμον γὰρ καὶ δίκτυον ἀφέντες, καὶ ἕτερά τινα πενιχρὰ πράγματα, τὰς τῶν πιστευόντων οὐσίας μετ’ ἐξουσίαν εἶχον, ἔτι δὲ καὶ τὰ σώματα αὐτῶν· τὸ δὲ “ πολλοὶ ἔσονται πρῶ-

159
“τοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι,” ἀδιορίστως τέθεικεν, καὶ περὶ ἑτέρων μὲν πολλῶν, ἔτι δὲ καὶ περὶ τῶν ἀπειθούντων Φαρι- σαίων· καθὼς καὶ ἔμπροσθεν ε7πεν· ὅτι " πολλοὶ ἥξουσι, καὶ " ἀνακλιθήσονται·” τὸ γὰρ ἔσχατον, τὴν τελείαν ἔκπτωσιν τῆς βασιλείας σημαίνει τῶν οὐρανῶν· οὐ τόπου τινὸς μόνην ἐλάττονος ἐν ἀυτῇ.

Περὶ τῶν μισθουμένων ἐργατῶν.

“Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν,” φησὶν, “ ἀνθρώπῳ οἰκοδεσπότῃ,” καὶ τὰ ἑξῆς· “ ἀμπελῶνα” τὰ ἐπιτάγματα τοῦ Θεοῦ λέγει καὶ τὰς ἐντολὰς αὐτοῦ· χρόνον δὲ τῆς ἐργασίας, τὸν παρόντα βίον· ἐργάτας δὲ διαφόρους καλουμένους ἐπὶ τὰ προστάγματα, περὶ τὴν τρίτην καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην ὥραν, τοὺς ἐν διαφόροις ἡλικίαις προσελθόντας, καὶ εὐδοκιμήσαντας· μηδεὶς δὲ περὶ ὧν γέγ ῥάπται ἐν τῇ παραβολῇ, περὶ φθονησάντων ἣ ἐγκαλεσάντων, νομισάτω ἐν ἀληθείᾳ οὕτως εἶναι· διότι παραβολὴ τὸ λεγόμενον ἦν· οὐ χρὴ δὲ πάντα τὰ ἐν ταῖς παραβολαῖς κατὰ λέξιν περιεργάζεσθαι· ἀλλὰ τὸν σκοπὸν μαθόνμαθόντας, δἰ δν συνετέθησαν, τοῦτον δρέπεσθαι, καὶ μηδὲν πολυπραγμονεῖν περαιτέρω· οὐκ ἔστι γὰρ οὐδεὶς τοιαῦτα δικαιοληούμένος ἣ ἐγκαλῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἄπαγε· φθόνου γὰρ καὶ βασκανίας τὸ χωρίον ἐκεῖνο καθαρὸν ὑπάρχον· εἰ γὰρ ἐνταῦθα ὄντες οἱ ἅγιοι, τὰς ἑαυτῶν ψυχὰς ὑπὲρ τῶν ἁμαρτωλῶν διδόασι, πολλῷ μᾶλλον ὁρῶντες ἐκεῖ τῶν ἀγαθῶν ἀπολαύοντας χαίρουσι, καὶ οἰκεῖα νομίζουσιν ἀγαθά· ἀλλὰ διὰ τοῦτο οὕτω συνετέθη αὕτη ἡ παραβολή· ὥστε προθυμωτέρους ποιῆσαι τοὺς ἐν ἐσχάτῳ γήρᾳ μεταβαλλομένους διὰ τῆς μετανοίας βελτίους· ὡς μηδὲν ἀφεῖναι κἀν μικράν τινα ὑποψίαν ἔχειν, ἣ νομίζειν ἐλάττους ὑπάρχειν τοῖς ἐκ νέας ἡλικίας ἀγωνισαμένοις· ἀλλὰ τοσαύτης μέλλοντας ἀπολαύειν τιμῆς, ὡς καὶ φθόνον τεκεῖν ἑτέροις δύνασθαι τοῦτο· ὃ καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, λέγοντες, ὅτι ὁ δεῖνα ἐνεκάλεσέ μοι, ὅτι σε τοσαύτης ἠξίωσα τιμῆς· οὔτε γὰρ ἐγκληθέντες, οὔτε ἐκεῖνον

160
διαβάλλειν ἐθέλοντες· ἀλλ’ ἓν τοῦτο δεῖξαι βουλόμενοι τὸ μέγεθος τῆς δωρεᾶς ἧς ἀπήλαυσε.

Ἕνεκε δὲ τίνος οὐ πάντας εὐθέως ἐμισθώσατο; τὸ μὲν εἰς αὐτὸν ἧκον, ἅπαντας ὁμοῦ· εἰ δὲ οὐχ ὁμοῦ πάντες ὑπήκουσαν, τὴν διαφορὰν ἡ τῶν κληθέντων γνώμη πεποίηκεν· αὐτὸς γὰρ ὡς προγνώστης πάντα προειδὼς, διὰ τοῦτο τοὺς μὲν πρωὶ, τοὺς δὲ τρίτην, τοὺς δὲ ἕκτην, τοὺς δὲ ἐνάτην, τοὺς δὲ ἐνδεκάτην προκαλεῖται, ὅτε ἔμελλον ὑπακούσεσθαι· οὕτω καὶ τὸν Παῦλον, αὐτὸς μὲν ἐβούλετο ἐκ προοιμίων καλέσαι· ἐπειδὴ δὲ οὐκ ἃν εἶξε, τότε εὐδόκησε καλέσαι, ὅτε καὶ αὐτὸς ἔμελλε πείθεσθαι· οὕτω καὶ τὸν λῃστὴν ἐκάλεσεν· καίτοι δυνάμενος καὶ ἔμπροσθεν αὐτὸν καλέσαι· ἀλλ’ ἐκεῖνος οὐκ ἂν ὑπήκουσεν· εἰ γὰρ ὁ Παῦλος ἐξ ἀρχῆς οὐχ ὑπήκουσε, πολλῷ μᾶλλον ὁ λῃστής· εἰ δὲ καὶ αὐτοὶ λέγουσιν, “ ὅτι “ οὐδεὶς ἡμᾶς ἐμισθώσατο·” μάλιστα δὲ ὅπερ ἔφην, οὐ χρὴ πάντα περιεργάζεσθαι τὰ ἐν ταῖς παραβολαῖς· πλὴν, οὐχ ὁ οἰκοδεσπότης φαίνεται τοῦτο λέγων, ἀλλ’ ἐκεῖνοι· οὐκ ἐλέγχει δὲ αὐτοὺς, ἵνα μὴ εἰς ἀπόγνωσιν ἐμβάλῃ, ἀλλὰ μᾶλλον ἐπισπάσηται· ὅτι γὰρ πάντας, τόγε εἰς αὐτὸν ἧκον, ἐκ πρώτης ἐκάλεσεν, καὶ αὐτὴ ἐδήλωσεν ἡ παραβολὴ λέγουσα, ὅτι ἀπὸ πρω·ὶ ἐξῆλθεν μισθώσασθαι· ὅτι δὲ πρός τε τοὺς ἐκ πρώτης ἡλικίας ἀγωνιζομένους, καὶ πρὸς τοὺς ἐν γήρᾳ, καὶ ῥᾴδιον ἀρετῆς ἐπιλαβομένους εἴρηται ἡ παραβολὴ δῆλον· πρὸς ἐκείνους μὲν, ἵνα μὴ ἀπονοῶνται, μηδὲ ὀνειδίζωσι τοὺς περὶ τὴν ἑνδεκάτην· πρὸς τούτους δὲ, ἵνα μάθωσιν ὅτι ἔστι καὶ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι.

Διὰ τι δὲ ταύτην οὕτως εἶπε τὴν παραβολήν; ἐπειδὴ περὶ τοῦ ῥίψαι τὰ χρήματα διελέγετο, καὶ τοῦ καταφρονῆσαι τῶν ὄντων ἁπάντων· πολλοῦ δὲ τοῦτο ἐδεῖτο τόνου, καὶ νεανικῆς προθυμίας· ἀνάπτει τὴν τῆς ἀγάπης φλόγα καὶ εὔτονον ποιεῖ τὴν γνώμην, δεικνὺς, ὅτι δυνατὸν καὶ τὸ ὕστερον ἐλθόντα τῆς πάσης ἡμέρας λαβεῖν τὸν μισθόν· ἀλλὰ τοῦτο μὲν, οὐ λέγει· ἵνα μὴ πάλιν αὐτοὺς ἀπονοήσῃ· δείκνυσι δὲ, ὅτι τῆς αὐτοῦ φιλανθρωπίας ἔστι τὸ πᾶν· καὶ διὰ ταύτην οὐκ ἐκπεσοῦνται, ἀλλ’ ἀπολαύσωνται τῶν ἀπορρήτων ἀγαθῶν· τοῦτο οὖν ἐστιν ὃ βούλεται διὰ τῆς παρα- βολῆς κατασκεύασαι ταύτης· εἰ δὲ ἐπάγει τὸ “ οὕτως ἔσονται

161
οἱ ἔσχατοι πρῶτοι” καὶ τὰ ἑξῆς, οὐ χρὴ θαυμάζειν· οὐδὲ γὰρ ἐκ τῆς παραβολῆς τοῦτο συναγαγὼν ἔφη· ἀλλ’ ὅτε ὥσπερ τοῦτο συνέβη φησὶν, οὕτω κἀκεῖνο συμβήσεται· οὐδὲ γὰρ ἐνταῦθα ἐγένοντο οἱ πρῶτοι ἔσχατοι· ἀλλὰ τῶν αὐτῶν ἅπαντες ἀπήλαυσαν· παρ’ ἐλπίδα καὶ παρὰ προσδοκίαν ἐξέβη, καὶ τῶν ἔμπροσθεν ἐγένοντο ἴσοι οἱ μετὰ ταῦτα· οὕτω τὸ τούτου πλέον συμβήσεται ἐνταῦθα, καὶ παραδοξότερον, ὅτι περ τῶν ἔμπροσθεν γίνονται πρῶτοι οἱ ἔσχατοι· ὅπερ δηλοῖ ὅτι τῆς δόξης ἐκείνης ἐκπεσοῦνται οἱ γενόμενοι ἔσχατον καὶ γὰρ τοῦτο περὶ τῶν Ἰουδαίων αἰνίττεται, τῶν προκληθέντων καὶ μὴ πιστευσάντων, καὶ εἰς τοὐπίσω κατενεχθέντων· καὶ περὶ ἐκείνων πάλιν τῶν ἀπὸ κακίας μετανοησάντων, καὶ πολλοὺς ὑπερβάντων. ὁρῶμεν γὰρ τὰς τοιαύτας μεταβολὰς, καὶ ἐπὶ πίστεως καὶ ἐπὶ βίου γινομένας· διὸ παρακαλῶ, πολλὴν ποιησώμεθα σπουδὴν, καὶ ἐπὶ τῆς πίστεως ἑστάναι τῆς ὀρθῆς, καὶ βίον ἐπιδείξασθαι ἄριστον· ἃν γὰρ μὴ καὶ βίον προσθῶμεν τῆς πίστεως ἄξιον, τὴν ἐσχάτην δώσωμεν δίκην· ὥσπερ καὶ οἱ τὸ πνευματικὸν βρῶμα φαγόντες καὶ πιόντες, καταστρωθέντες δὲ ἐν τῇ ἐρήμῳ μετὰ ταῦτα· καὶ οἱ δαίμονας ἐκβαλόντες καὶ προφητεύσαντες, ὕστερον δὲ τῇ κολάσει παραπεμφθέντες.

Χρὴ δὲ γινώσκειν ὅτι αἱ παραβολαὶ αὗται, οἷον ἡ τῶν παρθένων, ἡ τῆς σαγήνης, ἡ τῶν ἀκανθῶν, ἡ τοῦ δένδρου τοῦ μὴ ποιοῦντος καρποὺς, τὴν ἀπὸ τῶν ἔργων ἀρετὴν ἐπιζητοῦσιν· καὶ περὶ μὲν δογμάτων, ὀλιγάκις διαλέγεται· οὐδὲ γὰρ δεῖται πόνου τὸ πρᾶγμα· περὶ δὲ βίου ὀρθοῦ, πολλάκις· μᾶλλον δὲ πανταχοῦ.

Ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν.

“ Πονηρὸς,” ἀντὶ τοῦ βάσκανος καὶ ἐπίφθονος, ὡς φησὶν ὁ Σιρὰχ s “ ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ’ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ “τῆς τραπέζης αὐτοῦ.”

Μέλλων ἀνιέναι εἰς Ἱεροσόλυμα, ἀπὸ τῆς Γαλιλαίας ἐλθὼν, οὐκ ἀθρόον ἀναβαίνει, ἀλλὰ μετὰ τὸ θαυματουργῆσαι, καὶ ἐπιστομίσαι τοὺς Φαρισαίους, καὶ διαλεχθῆναι τοῖς μαθηταῖς, περὶ ἀκτημοσύνης, περὶ παρθενίας, καὶ περὶ ταπεινοφροσύνης, καὶ περὶ τῆς ἐνταῦθα ἀντιδόσεως, καὶ περὶ τῶν ἀμοιβῶν τῶν ἐκεῖ· τότε προβάλλει τῇ πόλει λοιπὸν, καὶ μέλλων ἀνιέναι πάλιν, περὶ τοῦ [*](s xiv. 10.)

162
πάθους διαλέγεται· συνεχῶς δὲ περὶ τούτου αὐτοῖς λέγει, ἐγγυμνάζων αὐτῶν τὴν διάνοιαν τῇ πυκνότητι τῆς ἀναμνήσεως· ἅμα δὲ καὶ τὴν λύπην αὐτῶν ἀποτεμνόμενος τὴν περὶ τούτου· κατ’ ἰδίαν δὲ αὐτοῖς διαλέγεται, ἐπειδὴ οὐκ ἔδει εἰς πολλοὺς ἐξενεχθῆναι· οὐδὲν γὰρ ἐκ τούτου πλέον ἐγένετο· ἐξ ἀρχῆς μὲν οὖν τὸν θάνατον ἔλεγε μόνον· ὅτε δὲ περὶ τούτου ἐμελέτησεν καὶ ἐγυμνάσατο, τότε λοιπὸν καὶ τὰ ἄλλα προστίθησιν· οἷον, ὅτι παραδώσουσι τοῖς ἔθνεσιν· ὅτι ἐμπαίξουσι καὶ μαστιγώσουσιν· ἔτι δὲ καὶ τὴν ἀνάστασιν· οὔτε δὲ ἐκ προοιμίων τοῦτο εἶπεν, ἵνα μὴ διαταράξῃ αὐτούς· οὔτε πρὸς αὐτῷ τῷ καιρῷ· ἵνα μὴ κἀντεῦθεν θορυβήσῃ· ἀλλ’ ὅτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἔλαβον ἀρκοῦσαν· ὅτε μεγάλας ἔδωκε τὰς ἐπαγγελίας περὶ τῆς ζωῆς τῆς αἰωνίου, τότε καὶ τὸν περὶ τούτων ἐνέβαλε λόγον.